Origen

Selected Comments on Ezekiel

καὶ ἐγένετο ἐν τῷ τριακοστῷ ἔτει, ἐν τῷ τετάρτῳ μηνὶ, πέμπτῃ τοῦ μηνὸς, καὶ ἐγὼ ἤμην ἐν μέσῳ τῆς αἰχμαλωσίας ἐπὶ τοῦ ποταμοῦ τοῦ Χοβάρ · καὶ ἠνοίχθησαν οἱ οὐρανοί. Ἰεζεκιὴλ τύπον φέρει τοῦ Χριστοῦ κατὰ πολλὰ, καὶ ἄρξῃ θεωρεῖν τοῦτο ἐν τοῖς προοιμίοις τῆς προφητείας. ἐγένετο ἐν τῷ τριακοστῷ ἔτει, τετάρτῳ μηνὶ, πέμπτῃ τοῦ μηνὸς, κἀγὼ, φησὶν, ἤμην ἐν μέσῳ αἰχμαλωσίας ἐπὶ ποταμοῦ Χοβάρ · καὶ ἠνοίχθησαν οἱ οὐρανοί. ταῦτα καὶ περὶ τοῦ Χριστοῦ γέγραπται, ὅτε ἦν ἐν τῷ κόσμῳ τούτῳ, ἐν τῇ αἰχμαλωσίᾳ ταύτῃ ἐπὶ τοῦ Ἰορδάνου, ὅτε Ἰησοῦς ἦν ἀρχόμενος ὡσεὶ ἐτῶν τριάκοντα, καὶ ὅτε ἠνοίχθησαν αὐτῷ οἱ οὐρανοί. τὰ δὲ τριάκοντα ἔτη τὰ ἐν τῇ προφητείᾳ κατὰ τὸ αἰσθητόν ἐστιν χρόνος τῆς ζωῆς τοῦ προφήτου · τῆς δὲ αἰχμαλωσίας ἀφ’οὗ κατῆλθον πέμπτον ἔτος. ἀλλὰ μὲν κατὰ τὴν προσηγορίαν καὶ σύμβολον ἔχει τοῦ Χριστοῦ Ἰεζεκιὴλ, ὃς ἑρμηνεύεται κράτος Θεοῦ. καὶ τὸ, υἱὲ ἀνθρώπου, εἰς ἀναγωγὴν τοῦ χρηματίσαντος υἱοῦ ἀνθρώπου. ἐγὼ ἤμην ἐν μέσῳ τῆς αἰχμαλωσίας. μὲν νοῦς ἐστιν ὃν ἔχει τὸ ῥητόν · αὐτὸ δὲ ψιλῶς οὐ · οἱονεί φησιν · ἐγὼ, μηδὲν αἰχμαλωσίας ἔχων, ἐν μέσῳ αἰχμαλωσίας ἤμην δι’οἰκονομίαν. οὕτω καὶ Χριστὸς οὐκ αἰχμαλωτισθεὶς ἦν ἐν τῷ τόπῳ τῶν αἰχμαλώτων, ἀλλὰ λυτρώσεως αὐτῶν χάριν · ὡς καὶ προφήτης οὐ δι’ἁμαρτίας ἦν ἐν μέσῳ τῆς αἰχμαλωσίας, ἀλλ’ἰατρείας. καὶ εἶδον ὁράσεις Θεοῦ. Θεὸς τὴν ἀόρατον καὶ νοητὴν φύσιν ἐν τῇ ὁρατῇ καὶ αἰσθητῇ φύσει ἐζωγράφησεν, ἵν’οἱ ὑπὸ αἴσθησιν γυμνασθῶσιν ἐν αὐτῇ εἰς θεωρίαν τῆς νοητῆς. καὶ ἐγένετο λόγος Κυρίου πρὸς Ἰεζεκιήλ. λόγος ἐν ἀρχῇ, Θεοῦ Λόγος. ἐγὼ εἶπον · θεοί ἐστε καὶ υἱοὶ Ὑψίστου πάντες. τὸ Πνεῦμα λέγει θεοὺς πρὸς οὓς Λόγος τοῦ Θεοῦ ἐγένετο, Θεὸς Λόγος · οὗτος γὰρ θεοποιός ἐστι. ἐν γῇ Χαλδαίων. Χαλδαῖος ἑρμηνεύεται πᾶς πόνος. οὗτοι δέ εἰσιν ἀστρολόγοι τὴν εἱμαρμένην λέγοντες, καὶ ὅλως τοῖς αἰσθητοῖς προσηλωμένοι, καὶ ἐν αὐτοῖς διαπονούμενοι, θεοποιοῦντες αὐτά · γῆ ἐστι Χαλδαίων τόπος καὶ ἕξις χειρίστη. ναὶ μὴν καὶ τῶν ἐν ἀσεβείᾳ ὑπερηφανῶν ἔχουσι σύμβολον οἱ Χαλδαῖοι. καὶ ἰδοὺ πνεῦμα ἐξαῖρον. πνεῦμα ἐξαῖρόν ἐστιν Θεός · πνεῦμα γὰρ Θεὸς, ἐξαῖρον δὲ τὴν κακίαν. καὶ νεφέλη μεγάλη. αὐτὴ νεφέλη δικαιοσύνη, τὸ ἀγαθὸν τὸ ἐκ τοῦ Θεοῦ διῆκον εἰς ἡμᾶς, ἀφ’οὗ φωτιζόμεθα τὴν γνῶσιν τῆς ἀληθείας. καὶ φέγγος γὰρ καὶ κύκλῳ αὐτοῦ. ὁμοίωμα ὡς εἶδος ἀνθρώπου. ἡμεῖς ὁμοίωμα τῶν τεσσάρων ζώων ἐσμέν. ζήτει δὲ τίνα τὰ τρία. ἡνίοχος τῶν τεσσάρων τούτων ζώων οὐχ ὅλος ἦν πῦρ, ἀλλ’ἀπὸ ὀσφύος ἐπὶ τὰ κάτω, καὶ ἀπὸ ὀσφύος καὶ ἕως ἄνω ἤλεκτρον. οὐ γὰρ μόνα κολαστήρια ἔχει λόγος, ἀλλ’ἔχει καὶ δι’ὧν ἀναπαύει. κολάζει δὲ διὰ τῶν κάτω δυνάμεων. οὐ γὰρ εἶδε πῦρ περὶ τὴν κεφαλὴν, οὐ δὲ ἀπὸ τῆς ὀσφύος ἐπὶ τὰ ἄνω ἡνίοχος πῦρ ἦν, ἀλλὰ ἀπὸ τῆς ὀσφύος ἐπὶ τὰ κάτω πῦρ ἦν, ἵνα δηλώσῃ, ὅτι οἱ ἐν γεννήσει τυγχάνοντες, οὗτοι δέονται πυρός · ὀσφὺς γὰρ γεννήσεως σύμβολον. οὐ μόνον δὲ τοὺς ὑπὸ γέννησιν ἐδήλωσε τὸ, ἀπὸ ὀσφύος ἕως κάτω, ἀλλὰ καὶ πάντας τοὺς ὄντας κάτω καὶ τῇ ὕλῃ προσπαθοῦντας. γένεσις γὰρ καὶ φθορὰ ἐν τῇ ὕλῃ ἐστί. ἤλεκτρον δέ ἐστι τὸ ἐκ χρυσίου καὶ ἀργυρίου χύμα, ὡς τῶν τιμιωτάτων τούτων τῆς ὕλης συμβόλων ὄντων τῶν τιμίων καὶ ἄνω ταγμάτων τῶν ἁγίων δυνάμεων. υἱὲ ἀνθρώπου, στῆθι ἐπὶ τοὺς πόδας σου. ὅσον ἐφ’οἷς μεμνήμεθα συνεχέστατα μὲν καὶ δι’ὅλης τῆς προφητείας τὸ, Υἱὲ ἀνθρώπου, λέγεται πρὸς τὸν Ἰεζεκιὴλ, σπανιώτερα δὲ πρὸς τὸν Δανιὴλ, ὧν ἕκαστος ἐν τῇ αἰχμαλωσίᾳ τύπος ὢν τοῦ πρὸς τοὺς αἰχμαλώτους ἡμᾶς ἐξεληλυθότος Ἰησοῦ τοῦ Σωτῆρος Θεοῦ. ἐὰν ἄρα ἀκούσωσιν, πτοηθῶσιν. ὅμοιον τούτῳ τῷ διστακτικῷ ἐστι τὸ ἐν τῷ Ἱερεμίᾳ · ἴσως ἀκούσονται, καὶ μετανοήσονται. ἔλεγον δὲ κἀκεῖνα διηγούμενοι, ὅτι ταῦτα ὑπὲρ προτροπῆς λέγονται τῶν ἀκουόντων, ἵνα μὴ δοκῶσι, προκατειλημμένων ὑπὸ τῆς τοῦ Θεοῦ γνώσεως τῶν ὑφ’ἡμῶν χειρόνων κρειττόνων, μὴ δυνατὸν εἶναι τὸ ἐναντίον τῶν προεγνωσμένων γενέσθαι, ἀκούοντες τῶν λεγομένων. οὕτω γὰρ ἐπίσης ἐφ’ἡμῖν ἐστι τὸ ἀκούειν, καὶ τὸ μὴ ἀκούειν, ὡσεὶ καὶ μὴ προεγνώκει Θεὸς οὔτε ἐλάττονος γενομένου ἐφ’ἡμῖν διὰ τὸ προεγνωκέναι αὐτὸν, οὔτε πλείονος, εἰ μὴ προεγνώκει. τοῦ αὐτοῦ. ἀσφαλέστερον ἂν λέγοιτο ἀντὶ τοῦ πτοηθῶσι, κοπάσουσι. τέτακται δὲ τὸ, πτοηθῶσιν ἐνταῦθα ἐπὶ τῶν ἀπὸ λογίων θείων κινουμένων καὶ ὁδευόντων ἐκ τοῦ πτοεῖσθαι ἐν τοῖς εἰρημένοις καὶ ἐπὶ τὸ φοβηθῆναι τὸν Θεόν. καὶ ἄλλο γε ἡγητέον ἐνταῦθα σημαίνεσθαι ἀπὸ τοῦ πτοηθῶσι παρὰ τὸ ὑπὸ τῶν Ἑλλήνων λεγόμενον ὑπὸ τῆς πτοίας ὁριζομένων αὐτὴν ἀνθρώπου ψυχῆς πάθος. καὶ ἐν αὐτῇ κεφαλὶς βιβλίου. οἱ θεῖοι λόγοι, διὰ τὸ ἐκ μέρους εἶναι καὶ ἐλάχιστοι συγκρίσει τοῦ ὅλου λόγου καὶ τῆς πάσης σοφίας, οὐ βιβλίον, ἀλλά τις κεφαλὶς βιβλίου εἴρηται. καὶ ἐν Ψαλμοῖς δὲ τό · ἐν κεφαλίδι βιβλίου γέγραπται περὶ ἐμοῦ, τὸ ὅμοιον δηλοῖ. οὐκέτι δὲ κεφαλὶς βιβλίου λέγεται τὸ ἐπὶ τὴν δεξιὰν τοῦ καθημένου ἐπὶ τὸν θρόνον, ἀλλὰ βιβλίον γεγραμμένον ἔσωθεν καὶ ὄπισθεν. πλήν · οὐδεὶς ἠδύνατο, φησὶν Ἰωάννης, οὔτε ἐν τῷ οὐρανῷ, οὔτε ἐπὶ τῆς γῆς, οὔτε ὑποκάτω τῆς γῆς, ἀνοῖξαι τὸ βιβλίον ἐκεῖνο, οὔτε βλέπειν αὐτὸ, εἰ μὴ μόνον νικήσας λέων ἐκ τῆς φυλῆς Ἰούδα, ῥίζα Δαυίδ. καὶ ἄλλην δὲ κεφαλίδα βιβλίου γεγραμμένην εὑρήσεις ἐν τῇ Ἀποκαλύψει τὸν Ἰωάννην κατεσθίοντα · πλεῖον γὰρ κεφαλίδος οὐ χωρεῖ φαγεῖν ἀνθρώπεια φύσις. καὶ ἐγέγραπτο ἐν αὐτῇ θρῆνος καὶ μέλος. μέλος μὲν τοῖς ἁγίοις, θρῆνος δὲ τοῖς οὐκ ἀπεγνωσμένοις τῶν ἡμαρτηκότων · οὐαὶ δὲ τοῖς κολασθησομένοις. καὶ ἐψώμισέ με τὴν κεφαλίδα. ἐντεῦθεν μάλιστα δῆλον, ὅτι πλεῖον τῆς κεφαλίδος οὐ χωρεῖ φαγεῖν ἀνθρωπίνη φύσις, καὶ ταῦτα ὑπὸ τῆς χειρὸς τοῦ Θεοῦ ψωμιζομένη. μέντοιγε ἐσθίων ταύτην τὴν κεφαλίδα, ἀνειλούσης αὐτὴν τῆς ἐκτεταμένης χειρὸς πρὸς τὸν ἐσθίοντα, φάγεται αὐτήν · ἵνα διὰ τῆς ἀνειλήσεως τῆς κεφαλίδος ἑνὸς ἑκάστου τῶν ἐγγεγραμμένων ἐν αὐτῇ ἀντιλάβηται, καὶ, μασσησάμενος τὴν κεφαλίδα καὶ τὴν ἀνείλησιν αὐτῆς πάντα λάβῃ εἰς τὴν νοητὴν αὐτοῦ κοιλίαν τὰ ἐγγεγραμμένα οὐ μόνον ἔμπροσθεν, ἀλλὰ καὶ ὄπισθεν. νομίζω δὲ διὰ μὲν τῶν ἔμπροσθεν τῆς κεφαλίδος δηλοῦσθαι τὰ προηγούμενα τῶν δογμάτων, καὶ τὰ περὶ τῶν ἁγίων, καὶ τὰ περὶ τῶν ἀπαγγελιῶν, καὶ ἁπαξαπλῶς τὰ περὶ τῶν μακαρίων καὶ τῆς διεξαγωγῆς τοῦ ζῇν αὐτῶν · διὰ δὲ τῶν ὄπισθεν τὰ περὶ τῶν κολαζομένων καὶ τοῦ τρόπου τῆς κολάσεως αὐτῶν καὶ τῶν ἐπακολουθησάντων ἐν τῇ κτίσει τοῖς προηγουμένως γεγενημένοις. καὶ δηλοῦται τὰ μὲν προηγούμενα καὶ τὰ ἔμπροσθεν διὰ τοῦ μέλους, τὰ δὲ λοιπὰ διὰ τοῦ θρήνου καὶ τοῦ οὐαί. τοὺς μὲν οὖν ἐν ἁμαρτήμασι γενομένους καὶ πάντη ἀποπεσόντας τῶν τῆς σωτηρίας δογμάτων θρηνεῖσθαι ὑπολαμβάνω · τὸ δὲ μέλος ἀπαγγέλλεσθαι τοῖς μακαρίοις · τὸ δὲ, οὐαὶ, τοῖς τέλεον ἀποπεσοῦσι τοῦ μακαρισμοῦ. δύναται καὶ οὕτως γεύεσθαι καὶ ἐν γνώσει τοῦ ζῶντος ἄρτου τοῦ ἐκ τοῦ οὐρανοῦ καταβεβηκότος γεγευμένος, ὁπότε θρηνηθεὶς ἄξιος γενέσθαι τοῦ μακαρισμοῦ. καὶ μὲν οὖν Θεοδοτίων ἀκολούθως τοῖς Ἑβδομήκοντα ἐξέδωκεν · δὲ Σύμμαχος οὐ πάνυ ἀπᾳδόντως, θρήνους καὶ κατάλεγμα, καὶ μέλος πενθικόν · δὲ Ἀκύλας, γεγραμμένον, φησὶν, ἦν ἐπ’αὐτοῦ κτίσις καὶ ἀντίβλησις · καὶ ἔσται. καὶ τάχα διὰ τούτου δηλοῦται κατ’αὐτὸν, ὅτι περὶ τῆς κτίσεως καὶ οἱονεὶ μερίδος ἑκάστου ἐγέγραπτο. δῆλον δὲ, ὅτι τὰ ἐν ἐπαγγελίαις ἀγαθὰ καὶ ἐκβήσεται, σημαίνεται διὰ τοῦ ἔσται. οὐ πρὸς τὸν λαὸν βαθύχειλον. εἰ γὰρ μὴ ἦσαν ἐξ ἐπιπολῆς ἔχοντες τοὺς λόγους αὐτῶν, ἀλλ’ καρδία αὐτῶν διὰ τὸ βάθος τῶν νοημάτων στόμα ἦν αὐτῶν, καὶ οὐκ ἂν σὺ εἰσεληλύθεις πρὸς τὸν οἶκον τοῦ Ἰσραήλ. ἀλλ’οὐ δὲ βαρύγλωσσοί εἰσι · βάρος γὰρ καὶ κομψόν τι οὐκ ἔχει στίβος γλῶσσα αὐτῶν, ἤτοι λόγος · εἰσὶ δὲ κουφόγλωσσοι · ὅθεν ἀναγκαῖόν σε βαδίσαι πρὸς αὐτοὺς ὑποκάτω βαίνοντας τῆς ἕξεώς σου. ἐν ἐπαίνῳ οὖν εἴρηται βαθύχειλος καὶ βαρύγλωσσος. εἴρηται δὲ ταῦτα. καὶ ὅρα εἰ περὶ τῶν ἀπὸ τῶν ἐθνῶν, οἳ ἕτεροί εἰσι τοῦ οἴκου Ἰσραὴλ, ταῦτα προφητεύεται, ὧν οὐκ ἂν ἤκουσε διὰ τὸ ἑτερόγλωσσον αὐτῶν Ἑβραῖος προφήτης. βαθεῖς δὲ χείλεσιν οἱ αὐτοὶ δύνανται λέγεσθαι διὰ τὸ μὴ ἐξ ἐπιπολῆς τὰ θεῖα καταλαμβάνειν γράμματα, ἀλλὰ πιστεύειν εἰς τὰ βάθη τοῦ νόμου. καὶ τοῖς ὠσί σου ἄκουε. ὅτε γὰρ ἅγιος ἐπιβουλεύεται ὑπὸ τῶν ἀντικειμένων ἐνεργειῶν διωκόμενος, χρῄζει τοῦ Κυρίου διακόπτοντος τοὺς διώκοντας ἀπὸ τῶν διωκομένων, καὶ οἱονεὶ ὀπισθοφυλακοῦντος. τούτου δὲ σύμβολον καὶ τὰ ἐν τῇ Ἐξόδῳ οὕτως ἔχοντα · ἐξῆρε δὲ ἄγγελος προπορευόμενος τῆς παρεμβολῆς τῶν υἱῶν Ἰσραὴλ, καὶ ἐπορεύθη ἐκ τῶν ὄπισθεν, καὶ τὰ ἑξῆς. καὶ τοῦτο δὲ πρόσχῃς περὶ τοῦ κατόπισθεν ἠκοῦσθαι τὴν φωνὴν, εἰ δύναται μὲν περὶ τῶν ἤδη παρεληλυθότων γνῶσις δηλοῦσθαι ἐκ τοῦ ἀκούεσθαι φωνὴν κατόπισθεν · εἰ δέ τις χάριτος θείας τύχοι πρὸς τὸ θεωρῆσαι καὶ τὰ περὶ τῶν μελλόντων ἐπιμελῶς, οὗτος ἂν οἱονεὶ ἀκούσῃ φωνῆς ἐκ τῶν ἔμπροσθεν αὐτοῦ · ὅπερ ζητήσεις εἴπου εἴρηται. εὐλογημένη δόξα Κυρίου ἐκ τοῦ τόπου αὐτοῦ. τόπον Θεοῦ νοητέον πάντας τοὺς χωροῦντας δύναμιν Θεοῦ · πλὴν κυρίως τόπος ἂν εἴη Σωτὴρ καὶ Κύριος, ὥσπερ ἂν καὶ αὐτοῦ τοῦ Σωτῆρος τόπος Πατήρ. καὶ τοῦτόν γε τὸν τρόπον νενοήκαμεν καὶ τὸ ἐν τῷ Μιχαίᾳ οὕτως ἔχον · διότι ἰδοὺ Κύριος ἐκ πορεύεται ἐκ τοῦ τόπου αὐτοῦ, καὶ καταβήσεται, καὶ ἐπιβήσεται ἐπὶ τὰ ὕψη τῆς γῆς, καὶ τὰ ἑξῆς. οἶμαι γὰρ διὰ τούτων προφητεύεσθαι τὴν τοῦ Σωτῆρος ἡμῶν κάθοδον, ἐκπορευομένου ἐκ τοῦ τόπου αὐτοῦ καὶ κατεληλυθότος ἀπὸ τῆς σὺν τῷ Πατρὶ προηγουμένης καταστάσεως αὐτοῦ. δύναται μέντοιγε τόπος καλεῖσθαι Θεοῦ τὸ λεγόμενον παρὰ Παύλῳ φῶς ἀπρόσιτον ἐν τῷ · μόνος ἔχων ἀθανασίαν, φῶς οἰκῶν ἀπρόσιτον. τί δὲ τοῦτό ἐστιν; βαθυτάτη γνῶσις τοῦ Θεοῦ, οὐχ οἷόντε προσελθεῖν τινα, οὐ δὲ χωρῆσαι τὴν κατάληψιν αὐτῆς. σκοπὸν δέδωκά σε τῷ οἴκῳ Ἰσραήλ. ἐπειδήπερ βαρέως φέρεσθαι μέλλει τό · σκοπὸν ἔδωκά σε τῷ οἴκῳ Ἰσραὴλ, ἐχρῆν ἡμᾶς διδαχθῆναι πῶς γέγονεν προφήτης σκοπὸς, ἵνα, ἐπειδάν τινες ἐκ τοῦ μὴ τετηρηκέναι τὰ γεγραμμένα ἐπιπηδῶσι τῷ ὀνόματι τοῦ σκοποῦ, δυσωπήσωμεν αὐτοὺς ἐξ ὅλης τῆς λέξεως, παραδεικνύντες πῶς γίνεται σκοπὸς καὶ δέδοται τοῖς ἀληθῶς υἱοῖς Ἰσραήλ. γίνεται τοίνυν οὕτως σκοπὸς, ἐπὰν πρὸς τοῖς προειρημένοις γίνεται ἐπί τινα χεὶρ Κυρίου · καὶ οὐχ ἁπλῶς χεὶρ Κυρίου, ἀλλ’αὑτὴ κραταιά. τάχα γὰρ οὐκ ἐπὶ πάντας, οὓς γίνεται χεὶρ Κυρίου, γίνεται κραταιὰ χεὶρ Κυρίου, τῷ μη δὲ παραπλησίους ἀλλήλοις εἶναι τοὺς ἀξιουμένους χειρὸς Κυρίου. δεῖ δὲ τὸν εἰσελθόντα εἰς τὴν αἰχμαλωσίαν μὴ ταπεινὸν εἰσελθεῖν εἰς αὐτὴν καὶ τὰ παραπλήσια πάσχοντα τοῖς αἰχμαλωτισθεῖσιν, ἀλλά τινα διῃρημένον καὶ μετέωρον, καὶ ὡς ἀπὸ ὕψους κατασκοποῦντα τὰ ἰδιώματα ἑνὸς ἑκάστου τῶν πεπονθότων τὴν αἰχμαλωσίαν καὶ παρὰ τοῖς ῥεύμασι τοῦ ποταμοῦ τῆς αἰχμαλωσίας κατοικούντων καὶ τοῖς ἀστάτοις αὐτῶν πράγμασι. ἀριθμὸν δὲ δεήσει ποιῆσαι ἡμερῶν σαββάτου ἀναστρεφόμενον, ἵνα ἐπιμελῶς ἴδῃ τὰ τῶν αἰχμαλώτων. καὶ οὕτως ἀκούσει · σκοπὸν δέδωκά σε τῷ οἴκῳ Ἰσραήλ. ἄνομος ἐκεῖνος ἐν τῇ ἀδικίᾳ αὐτοῦ ἀποθανεῖται. οὐκ ἀνομίας μόνον, ἀλλὰ καὶ ὁδῶν ἐμνημόνευσε, τὴν ἀνομίαν φήσας, ἐπὶ τῇ ἀσεβείᾳ καὶ τῇ τῶν εἰδώλων θεραπείᾳ · τὰ δὲ ὁδοὺς ἐπὶ τῶν πράξεων τῶν εἰς τὸν πλησίον. καὶ ἐν τῷ ἀποστρέφειν δίκαιον. πρῶτον μὲν, ὡς δυνατοῦ ὄντος τοῦ δικαίου μεταπεσεῖν, ταῦτα εἴρηται · δεύτερον δὲ, ὅτι καὶ δεῖ τούτῳ διαστελλομένου αὐτῷ σκοποῦ · καὶ τρίτον ἐπὶ μὲν τοῦ ἀνόμου ἁπλῶς εἴρηται τό · ἄνομος ἐν τῇ ἀνομίᾳ αὐτοῦ ἀποθανεῖται. βάσανος τέτακται ἐπ’αὐτοῦ · δώσω γὰρ, φησὶ, τὴν βάσανον εἰς πρόσωπον αὐτοῦ. καὶ ἐγένετο ἐπ’ἐμὲ χεὶρ Κυρίου. ἐπειδὴ οὐκ ἐδύναντο ἑστηκότος αὐτοῦ ἀκούειν οἱ ἐν τῇ αἰχμαλωσίᾳ, διὰ τοῦτο ἐκαθέσθη ἐν μέσῳ αὐτῶν. ὅτε δὲ αὐτὸς μέλλει βλέπειν τὴν δόξαν Κυρίου, ἀνίσταται καὶ ἐξέρχεται εἰς τὸ πεδίον, συλλαμβανομένου μόνου τοῦ πλάτους τοῦ πεδίου τῇ ὄψει τῆς δόξης Κυρίου, ἢν ἔμελλεν ὁρᾷν προφήτης. εἴσελθε, καὶ ἐγκλείσθητι ἐν μέσῳ τοῦ οἴκου σου. ἐπεὶ οὐχ οἷόντέ ἐστι διακεῖσθαι προσδιατρίβοντα ἐξεληλυθέναι καὶ ἑστηκέναι τὸν ἔτι ὄντα ἐν τῷ σώματι · καλεῖ γὰρ σωματικὴ χρεία πρὸς τὸ καὶ μετὰ τὰς θείας θεωρίας πάλιν εἰσελθεῖν εἰς τὸ σῶμα καὶ οἱονεὶ τὰ τοῦ κεκλεισμένου πάσχειν · διὰ τοῦτο λέγεται μετὰ τὸ ἑωρακέναι αὐτὸν ἑστηκυῖαν τὴν δόξαν, καὶ μετὰ τὸ ὑπὸ τοῦ πνεύματος ἐστηρίχθαι ἐπὶ τῶν ποδῶν αὐτοῦ, τὸ, εἴσελθε, ἐγκλείσθητι ἐν μέσῳ τοῦ οἴκου σου. ἰδοὺ δίδονται ἐπὶ σὲ δεσμοί. καὶ τίνες ἂν ἄλλοι εἶεν οἱ δεδομένοι ἐπὶ τὸν προφήτην δεσμοὶ αἱ σωματικαὶ ἀνάγκαι, ἐν αἷς εἰσιν οἱ δεσμεύοντες ἡμᾶς · ὡς μὴ δύνασθαι πάντη ἐκφυγεῖν αὐτὰς καὶ ἐξελθεῖν ἀπ’αὐτῶν; διὰ ταύτας συνδεῖται γλῶσσα ἡμῶν ἀπὸ Θεοῦ πρὸς τὸν λάρυγγα · ὥστε μὴ τὸν περὶ τῶν πλειόνων λόγον καὶ μυστικώτατον ἐν ἡμῖν εἶναι μεταδιδόναι τοῖς παραπικραίνουσι τὸ Θεῖον καὶ μὴ χωροῦσι λόγους ἐλεγκτικούς. πλὴν παρατηρητέον, ὅτι ἔνθα πλείονά ἐστι τὰ ἁμαρτήματα, κελεύεται προφήτης μη δὲ ἐλέγχειν ἔτι διὰ τοῦ · καὶ οὐκ ἔσῃ αὐτοῖς εἰς ἄνδρα ἐλέγχοντα, διότι οἶκος παραπικραίνων ἐστί · οὔτε δὲ ἀεὶ κελεύεται σιωπᾷν καὶ μὴ ἐλέγχειν, ἀλλ’ἐν καιρῷ καὶ τοῦτο ποιεῖν διὰ τὸ εἰρῆσθαι · καὶ ἐν τῷ λαλεῖν με πρὸς σὲ ἀνοίξω τὸ στόμα σου, καὶ ἐρεῖς πρὸς αὐτούς · τάδε λέγει Κύριος · καὶ ἀκούων ἀκουέτω, καὶ ἀπειθῶν ἀπειθείτω. λάβε σεαυτῷ πλίνθον. οἶμαι τὴν λαμβανομένην πλίνθον ἕκαστον εἶναι τῶν πρὸ τοῦ πεπιστευκέναι, πλίνθῳ τὴν διάνοιαν ἐοικότων. τοῦ αὐτοῦ. πλίνθον ἐνταῦθα νομίζω λέγεσθαι τὴν τοῦ ἀπαιδεύτου καὶ ἀνοήτου ψυχὴν, ἐν διαγράφεται ὑπὸ τοῦ προφήτου καὶ τοῦ δυναμένου διδάσκειν τὰ πνευματικὰ καὶ τὰ κρείττονα παραδεικνύναι, πόλις Ἱερουσαλὴμ, καὶ τὰ ἐν αὐτῇ μυστήρια, καὶ λόγος τῆς πόλεως τοῦ Θεοῦ καὶ τῶν ἐμπολιτευσαμένων αὐτῇ. περιοχὴ δὲ τῆς πόλεως ἂν εἴη δόγματα ὀχυροῦντα τοὺς λόγους τοὺς περὶ αὐτήν · προμαχῶνες δὲ αἱ κατασκευαστικαὶ ἀποδείξεις. τάχα δὲ καὶ καθ’ἑαυτὴν λογικὴ θεωρία, ἧς ἐν γνώσει δεῖ εἶναι τὸν ἀκαταμάχητον, σημαίνεται ἐκ τοῦ · καὶ περιβαλεῖς ἐν αὐτῇ χάρακα · δὲ ἀγγελικὴ φρουρὰ ἐκ τοῦ · καὶ δώσεις ἐν αὐτῇ παρεμβολάς · αἱ δὲ βελοστάσεις αἱ κύκλῳ τῆς Ἱερουσαλὴμ, οἱ ἀποκρουόμενοι λόγοι τοὺς ἐναντίους λόγους εἰσί. ἐπεὶ δὲ καὶ δυνατόν ἐστι καὶ ἁμαρτεῖν μετὰ τοσαῦτα, τάχα οἱ ἁπτόμενοι τοῦ ἡμαρτηκότος λόγοι καὶ κολάζοντες αὐτὸν σιδηροῦν λέγονται τήγανον, ὥσπερ τις κατὰ τὸν προφήτην ἐστὶ τοῖχος σιδηροῦς διὰ τὸ μὴ μεταπίπτειν ἀπὸ τῆς καλλίστης ἕξεως. τὸ δὲ, ἑτοιμάσεις τὸ πρόσωπόν σου, τουτέστι συντενεῖς τὸ διορατικὸν τῆς ψυχῆς σου ἐπὶ τὴν πόλιν εἰς τὸ οἰκοδομῆσαι αὐτὴν ἐπὶ τῆς πλίνθου, τῆς πόλεως ἔσται συγκλεισμός. συγκλείσεις γὰρ αὐτὴν, ἐντυπῶν αὐτὴν καὶ ἐγκαθειργνύων τῇ ψυχῇ τοῦ ἀκροατοῦ σῶμα περικειμένου. τοῦτο δὲ πᾶν σημεῖόν τι ἔγκειται τοῖς ἐν γενέσει εὐφυέσι καὶ καλουμένοις υἱοῖς Ἰσραήλ. τάχα δὲ καὶ ἐν τοῖς διδαχθεῖσι μὲν τὰ τῆς θεοσεβείας, μὴ βιοῦσι δὲ ἀξίως τῶν ἁγίων μαθημάτων, λόγος ἐστὶν ἐπὶ τῆς πλίνθου διαγεγραμμένη πόλις Ἱερουσαλὴμ περιεχομένη καὶ συνεχομένη ὑπὸ πολεμίων, προμαχῶνας ἐχόντων καὶ χαρακούντων αὐτὴν, τάςτε παρεμβολὰς αὐτῶν ἐπιστησάντων αὐτῇ καὶ μυρίας ὅσας βελοστάσεις, ἵνα αὐτὴν τιτρώσκωσι. καὶ διὰ τοῦτο τήγανον σιδηροῦν τίθεται ὡς τοῖχος σιδηροῦς, τῷ μὴ εἶναι τὸν προφήτην τοιοῦτον, ὁποῖοί εἰσιν ἐκεῖνοι ἀναμέσον αὐτοῦ καὶ τῆς περιεχομένης πόλεως. παρεσκεύασται δὲ τὸ τοῦ προφήτου πρόσωπον ἐπὶ τὴν ἐν τῇ πλίνθῳ πόλιν οὖσαν ἐν συγκλεισμῷ συγκεκλεισμένην ὑπὸ τῆς ἀποδείξεως τῶν προφητικῶν λόγων. καὶ τοῦτο πᾶν σημεῖόν ἐστι καὶ αὐτὸ τοῖς υἱοῖς Ἰσραὴλ, ἵνα μὴ τοιοῦτοι γίνωνται. καὶ σὺ λάβε σεαυτῷ τήγανον. εἰκὸς τὰς κολάσεις εἶναι τήγανον σιδηροῦν · καὶ κατὰ τὴν ἱστορίαν, ὅτι ἀπετηγάνισε τοὺς υἱοὺς τῆς βασιλείας βάρβαρος. καὶ λήψῃ τὰς ἀδικίας τοῦ οἴκου Ἰσραήλ. καὶ τίς ἔλαβε τὰς ἀδικίας τῶν υἱῶν Ἰσραὴλ οὔσας δύο τὸν ἀριθμὸν, τήντε εἰς Θεὸν καὶ τὴν εἰς τὰ λογικὰ, διὰ τῆς οἰκείας κοιμήσεως, Σωτὴρ ἡμῶν; ἐχρῆν δὲ ὑπὲρ τῶν πλείονα ἡμαρτηκότων πλείονα αὐτὸν κοιμᾶσθαι χρόνον, οὐκ ἐπὶ τὸ δεξιὸν καὶ κρεῖττον, ἀλλ’ἐπὶ τὸ ἀριστερὸν μέρος · ὑπὲρ δὲ τῶν ἐλάττονα παραπεπτωκότων ἐπὶ τὸ δεξιὸν πλευρὸν ἐλάττονα χρόνον · τοῦτο ἐνδεικνυμένου τοῦ λόγου, ὡς πλεῖον ἔπαθεν Σωτὴρ ὑπὲρ τῶν πλείονος χρῃζόντων τῆς θεραπείας. καὶ σὺ λάβε σεαυτῷ πυρούς. ἐάν τις ζητῇ πῶς Κύριος ἡμῶν Υἱὸς τοῦ ἀνθρώπου οὕτως ἀκάθαρτον ἄρτον ἐσθίει ἐν τοῖς ἔθνεσι, νοησάτω αὐτὸν ἐσθίοντα παρατιθέασιν αὐτῷ οἱ ἄνθρωποι · καὶ ὄψονται τίνα τρόπον καθαρὸν αὐτῷ ἄρτον οὐδεὶς δύναται παρατιθέναι. ἕστηκε γὰρ ἐπὶ τὴν θύραν καὶ κρούει, καὶ ἐάν τις ἀνοίγῃ αὐτῷ, εἰσέρχεται πρὸς αὐτὸν, καὶ δειπνεῖ μετ’αὐτοῦ · οὐκ οἶμαι δὲ, ὅτι καθαρὰ, ἀλλὰ τὸν ἐν βολβίτοις βοῶν γινόμενον κόπρον γινόμενον ἄρτον. ἡμεῖς δὲ, ἐὰν ὕστερόν ποτε δειπνῶμεν μετ’αὐτοῦ, καθαρὰ ἀπ’αὐτοῦ, ἀνθ’ὧν οὐ πάνυ ἀκάθαρτα παρεθήκαμεν, ἀποληψόμεθα. δεδομένοι δέ εἰσιν ἐπὶ τὸν Υἱὸν τοῦ ἀνθρώπου δεσμοὶ εἰσελθόντα ἐν μέσῳ τῆς αἰχμαλωσίας ἡμῶν οἱ ὑλικοὶ καὶ σωματικοί. ὅτε γὰρ παρ’ἡμῖν γίνεται συμπάσχων ἡμῖν, καὶ συνδέδεται ἡμῖν, καὶ σὺν ἡμῖν ἐστιν ἐν τῇ φυγῇ τοῦ βίου τούτου, συμπεινῶν ἡμῖν καὶ συνδιψῶν, καὶ συνεσθίων καθαρὸν ἐσθίουσιν ἄρτον, καὶ συμπίνει τὸ ὕδωρ, πλὴν ἐν σταθμῷ καὶ μέτρῳ. οὐ γὰρ ἐπιμεριεῖται ἐνταῦθα τυγχάνουσι τὸ πρὸς ἀξίαν. ὅσον μὲν οὖν ἐχρῆν ἡμᾶς ἐπὶ τοῖς ἁμαρτήμασιν ἐν βολβίτοις τῆς κόπρου ἀνθρωπίνης ἐσθίειν τὸν τοιοῦτον ἄρτον · ὅσον δὲ ἔστι τεθαρρηκότι εἰπεῖν · ψυχή μου οὐ μεμίανται, καὶ θηράματα οὐ βέβρωκα, καὶ τὰ λοιπά · συγχωρούμεθα τὸ τοιοῦτον, καὶ γηΐνοις μὲν καὶ κοπρώδεσί τισιν ἀναμέμικται ἡμῶν τροφὴ, οὐ μὴν ἐπὶ τοσοῦτον καὶ εἰς ὑπερβολὴν ἀκαθάρτοις καὶ δυσώδεσιν. οὐκ οἶδα δὲ ὁποῖαι τῆς ψυχῆς τροφαὶ πυρὸς ἂν λέγοιντο, καὶ αἱ ποδαπαὶ κριθὴ, καὶ τίνες κύαμοι, καὶ αἱ λοιπαί. εἰς ὀστράκινον δὲ ἐμβάλλονται ἄγγος, εἰς τὸ ληφθὲν καὶ πλασθὲν ἀπὸ τῆς γῆς σῶμα. ἐσθίειν δὲ κʹ σίκλους κελεύεται. οὐκ ἐχρῆν γὰρ τὸν οὕτως ἀκάθαρτον βρωθησόμενον ἄρτον ἐν ἁγίῳ παραλαμβάνεσθαι ἀριθμῷ, ὁποῖός ἐστιν τῆς δεκάδος, καὶ ἑβδομάδος, τριακάδος, ὀγδοάδος, τινος τῶν ὁμοίων ἀριθμῶν · ἀλλ’ἐν ἀριθμῷ δὲ τοῦ Κυρίου, ὃς διὰ τὴν δυάδα καὶ σχίσιν περιέχειν ἀκαθάρτων ἐστὶ συγγενής · ὡς δῆλόν ἐστιν ἐκ τῶν ἐν τῇ κιβωτῷ γινομένων ζώων ἀκαθάρτων καὶ τῶν ἀποστελλομένων τῷ Ἠσαῦ παρὰ τοῦ Ἰακώβ. τὰ γὰρ πλεῖστα αὐτῶν τῷ κʹ ἀριθμῷ ἀναπέμπεται πρὸς αὐτόν. καὶ ἓξ ἀριθμὸς εἰς τὸ μέτρον τοῦ ποτοῦ παραλαμβάνεται, καὶ ἀπὸ ἓξ ἀριθμοῦ ἄρτος γίνεται πυροῦ καὶ κριθῆς, καὶ κυάμου καὶ τῶν λοιπῶν · ἐπείπερ ἐστὶν ἀριθμὸς οὗτος πάθους σύμβολον καὶ κακώσεως τοῦ Σωτῆρος τῇ ἕκτῃ ἡμέρᾳ πεπονθότος, καὶ ἐν τῇ Ἀποκαλύψει Ἰωάννου τοῦ ὀνόματος τοῦ θηρίου τὸν χξʹ ἔχοντος ἀριθμόν. οὐκ ἀγνοοῦμεν δέ τινα τῶν ἀντιγράφων ἔχειν ρʹ καὶ νʹ ἡμέρας · καὶ ἄλλα ʹ καὶ ρʹ ἡμέρας · καὶ τὰ πλείονα δὲ ʹ καὶ ρʹ ἡμέρας. ἀλλ’ἐπισκεψάμενοι τὰς λοιπὰς ἐκδόσεις, εὕρομεν τʹ εἶναι καὶ ʹ ἡμέρας. ταῦτα δὲ πάντα γίνεται τὰ προειρημένα, ἵνα ἐντακῇ ἕκαστος ἐν ταῖς ἀδικίαις αὐτοῦ τῶν ἠδικηκότων, καὶ τῷ ἄδικος εἶναι ἀποθανῆται. ἰδοὺ δέδωκά σοι βόλβιτα βοῶν. οὐκοῦν αἰνίττεταί τι μυστικὸν περὶ τῆς ψυχῆς τῆς αἰχμαλωτισθείσης προφήτης, οὐ δυνάμενος τροφὴν πάντη ἀκαθαρσίας ἀπηλλαγμένην λαμβάνειν. ἰδοὺ ἐγὼ συντρίβω στήριγμα ἄρτου. διὰ τοῦτο ὑγιὴς καὶ ἀσύντριπτος ἄρτος οὐχ εὑρίσκεται, οὐ δὲ στήριγμά ἐστιν ἄρτου τοῖς ἐν αἰχμαλωσίᾳ νηπίοις, οἷς καὶ διακλᾶσθαι δεῖ τὸν ἄρτον. τάδε λέγει Ἀδωναῒ Κύριος. ἐπέτρεπεν, ὅπου μὲν τὸ κρῖμα, μὴ λέγειν · ἔσται κρῖμα ἐν μέσῳ, ἀλλὰ, ποιήσω κρῖμα ἐν μέσῳ σου · καὶ διὰ τὸ μεμιαγκέναι αὐτοὺς τὰ ἅγια τοῦ Θεοῦ, λέγεται τὸ, κἀγὼ ἀπώσομαί σε · ὅπου δὲ πατέρες υἱοὺς ἤσθιον, οὐχὶ ποιήσω, ἵν’οἱ πατέρες φάγωσι τέκνα τέκνα τοὺς πατέρας · ἐπεὶ οὐκ ἦν ἁμάρτημα τῶν πατέρων τὸ ἐσθίεσθαι ὑπὲρ αὐτῶν τοὺς υἱούς. ἀλλ’οὐ δὲ οἰκεῖον Θεῷ τὸ ταῦτα ἐνεργῆσαι. οὕτω γὰρ καὶ τῶν Ἑβραίων διδάσκαλος ἐξηγήσατο τό · τοὺς δοξάζον τάς με δοξάσω, οἱ δὲ ἐξουθενοῦντές με ἀτιμασθήσονται, ἐν τῇ πρώτῃ τῶν Βασιλειῶν κείμενον. ἐχρῆν γὰρ Θεοῦ μὲν ἔργον εἶναι τὸ δοξάζειν, οὐκέτι δὲ ἐνέργειαν, ἀλλὰ παρακόλουθα τὸ τὸν ἀτιμάζοντα Θεὸν ἀτιμάζεσθαι. ταῦτα οὖν παρατηρητέον καὶ ἐπὶ τῶν εὐλογιῶν καὶ καταρῶν τῶν ἐν Λευϊτικῷ καὶ Δευτερονομίῳ, καὶ ἐπὶ τῶν λόγων τῶν προφητικῶν. τί τοίνυν ἐστὶ τὸ, διὰ τοῦτο φάγονται πατέρες τὰ τέκνα ἐν μέσῳ σου, καὶ τέκνα φάγονται πατέρας; ὅσον μὲν οὖν κατὰ κοινήν τινα καὶ ἁπλουστέραν ἐκδοχὴν ἔστι τοῦτο ἰδεῖν ἐν ταῖς ἀκαταστατούσαις καὶ στασιαζούσαις πονηρευομένων ἐκκλησίαις. πολλάκις γὰρ οἱ διδάξαντες καὶ ἐν Χριστῷ γεγεννηκέναι τοὺς παρ’αὐτῶν ἀκούσαντας τοῦ θείου νόμου νομισθέντες, ἐπιβουλευόμενοι ὑπὸ τῶν διδαχθέντων, οἷον ἐσθίονται ὑπὸ τῶν υἱῶν πατέρες. εἰ δὲ αὐτοὶ πλεονεκτοῖεν καὶ ἀδικοῖεν τοὺς προσαχθέντας δι’αὐτῶν τῷ θείῳ λόγῳ, πατέρες εἰσὶν ἐσθίοντες τοὺς υἱούς. ὅτι δὲ κεῖται τὸ ἐσθίειν τὰς σάρκας τινὸς ἐπὶ τοσαύτης ἀκαταστασίας καὶ στάσεως, ἔστι μαθεῖν ἐκ τοῦ κʹ ψαλμοῦ · διὰ τὸ ἐγγίζειν ἐπ’ἐμὲ κακοῦντας τοῦ φαγεῖν τὰς σάρκας μου · καὶ ἐκ τοῦ Ἰὼβ λέγοντος · εἰ δὲ καὶ εἶπον αἱ θεράπαιναί μου · τίς ἂν δοίη ἡμῖν τῶν σαρκῶν αὐτοῦ φαγεῖν, λιμοῦ χρηστοῦ ὄντος; τοιαῦτά ἐστι καὶ τὰ παρὰ τῷ Ἀποστόλῳ αἰτιωμένῳ τοὺς στασιάζοντας πρὸς ἀλλήλους ἔν τισιν Ἐκκλησίαις · εἰ δὲ ἀλλήλους δάκνετε καὶ κατεσθίετε, βλέπετε μὴ ὑπὸ ἀλλήλων ἀναλωθῆτε. τοῦτο δὲ τὸ δάκνειν καὶ κατεσθίειν, ὡς γίνεσθαι τὸ, Πατέρες φάγονται τέκνα ἐν μέσῳ σου, καὶ τέκνα φάγονται πατέρας, οὐχ Θεὸς ἐνεργεῖ, ἀκολουθεῖ δὲ τοῖς τὰ δικαιώματα τοῦ Θεοῦ ἀπωθουμένοις καὶ ἐν τοῖς νομίμοις αὐτοῦ μὴ πορευομένοις. καὶ συντελεσθήσεται θυμός μου. τοῦτο δηλοῖ, ὅτι πέρας ἕξει θυμὸς τοῦ Θεοῦ ὁμοίως τῇ συντελείᾳ τοῦ κόσμου. τοῦ αὐτοῦ. θυμὸς Θεοῦ ἐστιν ἐλεγμὸς, ὀργὴ δὲ παιδεία. πᾶς δὲ ἐλέγχων καὶ παιδεύων πατὴρ δείκνυται. τοῦ αὐτοῦ. κρεῖττον παιδεύεσθαι ἐν τῇ ἀκοῇ τῆς θλίψεως καὶ μὴ αὐτὸ τὸ ἔργον τῆς παιδείας πειραθῆναι · τινὲς γὰρ παιδεύονται τῷ λόγῳ τῆς κολάσεως, ἕτεροι δὲ αὐτῇ τῇ κολάσει. στήριξον τὸ πρόσωπόν σου. τοὺς εἶναι δοκοῦντας καὶ μείζονας παρὰ τοὺς λοιποὺς, ἤτοι κατὰ τὴν τοῦ ἄρχειν ἐξουσίαν κατὰ τὸ περὶ γνῶσιν καὶ σοφίαν διατρίβειν ἐθέλειν, ὄρη νομίζω λέγεσθαι τοῦ Ἰσραὴλ καὶ βουνούς. τὴν ἐπίφασιν οὖν τοῦ προφητικοῦ λόγου πρόσωπον ὀνομαζομένην καὶ τὴν λαμπρότητα αὐτοῦ δεήσει στηριχθῆναι ἐπὶ ταῦτα τὰ ὄρη, ἵν’ προφητεία καὶ ἐπὶ ταῦτα λεχθῇ. καὶ παρατηρητέον γε, ὅτι τὰ μὲν λεγόμενα ἀπαγγέλλεται τοῖς ὄρεσι, προφητεύεται δὲ οὐ περὶ τῶν ὀρέων μόνον, ἀλλὰ καὶ τῶν βουνῶν καὶ τῶν ναπῶν καὶ φαράγγων · ταῦτα γὰρ οἱ βουνοὶ καὶ αἱ φάραγγες καὶ αἱ νάπαι, τὸν στηριγμὸν μὴ χωροῦντα τοῦ προφητικοῦ προσώπου, οὐ δὲ δέξασθαι τὰ λεγόμενα οἷάτε ἦν. ἀπαγγέλλεται δὲ ταῦτα τοῖς ὄρεσιν, ὅτε ἤκουον, ἀξίοις οὖσι τοῦ τὰ ἐπιφερόμενα παθεῖν οὐ πάντως ἵνα πάθωσιν αὐτά · δυνατὸν γὰρ τοὺς ἀκούοντας, ἐπικειμένων τινῶν χαλεπῶν, μεταβαλόντας μηκέτι περιπεσεῖν τούτοις οἷς ἤκουσαν, ὥσπερ καὶ περὶ Νινευϊτῶν γεγένηται. καὶ ἐν τῷ Ἱερεμίᾳ δὲ, πέραν λαλήσω, φησὶν, ἐπὶ ἔθνη καὶ βασιλέας τοῦ ἐξᾶραι καὶ ἀφανίσαι αὐτούς. καὶ ἐὰν μετανοήσωσι, κἀγὼ μετανοήσω περὶ πάντων ὧν λελάληκα περὶ τοῦ ποιῆσαι αὐτοῖς. διὰ τοῦτο δὲ πρὸς τὰ ὄρη μόνα λέγεται, ὅτι χωρητικά εἰσι τοῦ περὶ πάντων λόγου · οὐ δὲ γὰρ ἂν παρὰ τὰ ὄρη συνεῖεν τοῦ βουλήματος τῶν λεγομένων. ἅμα δὲ παραθετέον τὸ ῥητὸν τοῖς ἀδιακρίτως διαλεγομένοις πᾶσι καὶ τοῖς τυχοῦσι καὶ περὶ τῶν μειζόνων τοῖς ἁπλουστέροις καὶ ἀκεραιοτάτοις ἀνακοινουμένοις · καὶ λεκτέον αὐτοῖς, ὅτι ὥσπερ προφήτης τὰ περὶ ὀρέων καὶ βουνῶν καὶ ναπῶν καὶ φαράγγων μόνοις τοῖς ὄρεσι κελεύεται λέγειν, τὸν αὐτὸν τρόπον τοῖς διακόνοις τοῦ λόγου συμβουλεύεται ποιεῖν. ἡγοῦμαι δὲ τοὺς μὲν πρὸς γνῶσιν ὑγιῆ πεφυκότας τὰ ὄρη εἶναι · τοὺς δὲ ὀλίγον τι παρὰ τοὺς ἄλλους διαβαίνειν τῇ γνώσει δυναμένους λέγεσθαι βουνούς · τοὺς δὲ ψιλὸν τὸ πρακτέον ἐζηλωκότας λέγεσθαι νάπας · τοὺς δὲ πάντων ταπεινοτέρους τὰς ψυχὰς ὀνομάζεσθαι φάραγγας. καὶ ἐξαρθῇ τὰ τεμένη ὑμῶν. πᾶσι τοῖς προτιθεμένοις τὰ τῆς γνώσεως ἐξετάζειν καὶ βιοῦν κατὰ τὸν νόμον, καὶ ὀλίγον τι ὡς πρὸς τὴν γνῶσιν διαβαίνειν δυναμένοις μόνον, πλέον τοῦ πρακτικοῦ μηδὲν ζητοῦσι καὶ ἀρκουμένοις τῷ τῆς εἰσαγωγῆς λόγῳ καὶ ἔργοις βραχέσι φησὶν λόγος τό · ἰδοὺ ἐγὼ ἐπάγω ἐφ’ὑμᾶς ῥομφαίαν, καὶ ἐξολοθρευθήσεται τὰ ὑψηλὰ ὑμῶν, ἅτε ἐν τοῖς τοιούτοις δυναμένου εὑρίσκεσθαι τῦφον καὶ φιλοδοξίαν καὶ οἴησίν τινα. καλὸν δὲ τὸ ἐξολοθρευθῆναι καὶ ἀφανισθῆναι φυσίωσιν καὶ οἴησιν, ἅπερ ἐστὶ τὰ ὑψηλά. αὐτὴ δὲ λογικὴ ῥομφαία, ὅσα παρὰ τὸν λόγον οἰκοδομοῦμεν τὰ θυσιαστήρια οἰόμενοι δεῖν τῷ Θεῷ τὴν λογικὴν λατρείαν, συντρίβει αὐτὰ, καὶ τὰ ἱδρύματα νομίζομεν κατασκευάζειν τῷ θείῳ λόγῳ · ἅπερ τεμένη νῦν ὀνομάζει θεῖος λόγος. καὶ τοῖς ὀφθαλμοῖς αὐτῶν τοῖς ἐκπορνεύουσι. προσεφαρμοστέον τούτῳ τό · ὃς ἂν ἐμβλέψῃ γυναῖκα πρὸς τὸ ἐπιθυμῆσαι αὐτῆς, ἤδη ἐμοίχευσεν αὐτὴν ἐν τῇ καρδίᾳ αὐτοῦ · καὶ τὸ ἐν τῷ Δανιὴλ κείμενον περὶ τῶν παρανόμων πρεσβυτέρων ἐπὶ Σωσάννης · οἱ δὲ παράνομοι ἐκέλευσαν ἀνακαλυφθῆναι αὐτὴν (ἦν γὰρ κατακεκαλυμμένη), ὅπως ἐμπλησθῶσι τοῦ κάλλους αὐτῆς. καὶ τοῖς νοητοῖς δὲ ὀφθαλμοῖς πορνεύει ἀποστὰς τοῦ ἐνορᾷν τῷ κάλλει τοῦ τῆς ἀληθείας λόγου. οὐκ εἰς δωρεὰν λελάληκα. οἴομαι τὸ μὴ μάτην συμβαίνειν τὰ ἐπιμεριζόμενα τοῖς ἀξίοις συστατικὰ νῦν λεγόμενα κακὰ, τοῦτ’εἶναι τό · οὐκ εἰς δωρεὰν λελάληκα αὐτοῖς ἅπαντα ταῦτα. ἀνύεται γάρ τι ἀπὸ τοῦ τάδε γίνεσθαι ὠφελουμένων τῶν πασχόντων αὐτὰ καὶ ἐπιστρεφόντων. ἐὰν δὲ καὶ μετὰ τὰς κολάσεις ἐπιμένωσί τινες τῇ ἁμαρτίᾳ, φησὶ διὰ Ἱερεμίου προφητικὸς λόγος · μάτην ἐπάταξα τὰ τέκνα ὑμῶν · παιδείαν οὐκ ἐδέξασθε. εἰκὸς γὰρ κἀκεῖ τὰ πατασσόμενα τέκνα τὰ ἔργα εἶναι τῆς κακίας, γεννήματα ὄντα τῆς μοχθηρᾶς ψυχῆς, ὧν ἔσθ’ὅτε λυομένων καὶ πατασσομένων, οὐχ ἧττον μένει κακία · πολλάκις γὰρ, τῶν ἔργων ἐμποδιζομένων, καὶ κακία ὑπεκλύεται. κρότησον τῇ χειρὶ καὶ ψόφησον τῷ ποδί. ὅσον ἐπὶ τῇ λέξει κελεύεται προφήτης διὰ τὸ πλῆθος τῶν βδελυγμάτων τοῦ λαοῦ σχετλιάσαι οὐ μόνον τῇ φωνῇ, ἀλλὰ καὶ τῇ ποιᾷ καταστάσει τοῦ σώματος, ἵνα αἱ μὲν χεῖρες αὐτοῦ ἐπὶ τῇ ἐκπλήξει τῇ ἐπὶ τὰ πολλὰ ἁμαρτήματα κροτήσωσιν · δὲ ποῦς σφοδρότερον τύψῃ τὸ ἔδαφος ὡς ἦχον ἀποτελεσθῆναι. τὸ δὲ, καὶ εἶπον, εὖγε , παραφράζων Σύμμαχος πεποίηκεν · ἐπένθησα καὶ ἐσχετλίασα. καὶ ἡμᾶς οὖν δεήσει μιμουμένους τὸν προφήτην καὶ σχετλιάζειν ἀγανακτοῦντας ἐπὶ τοῖς ἁμαρτανομένοις, καὶ ἀφοσιοῦσθαι ὡς οὐδαμοῦ εὐδοκοῦντας τοῖς γινομένοις παρὰ τὸν ὀρθὸν λόγον. τάχα δὲ καὶ κροτοῦμεν τῇ χειρὶ μὴ συμπράττοντες τοῖς ἁμαρτάνουσι · ψοφεῖν δὲ λεγόμεθα τῷ ποδὶ, μὴ συμπορευόμενοι αὐτοῖς · καὶ λέγομεν σχετλιάζοντες τὸ εὖγε, οὐδενὶ βδελύγματι λόγῳ ἔργῳ συγκατατιθέμενοι. τάδε λέγει Ἀδωναῒ Κύριος τῇ γῇ Ἰσραήλ. ἡγοῦμαι, ἐπείπερ προφητεία τῇ γῇ τοῦ Ἰσραὴλ λέγεται περὶ τοῦ ἥκοντος πέρατος, ὅτι αἱ πτέρυγες τῆς γῆς οἱ διορατικώτατοί εἰσι καὶ μετεωροπόροι παρὰ πάντας τοὺς ἐπὶ τῆς γῆς. καὶ αὐτοὶ διὰ τὸ σῶμα λεχθησόμενοι ἂν εἶέν πως ἐκ τῆς γῆς · καὶ εἴη ἂν Ἰσραὴλ αἱ πτέρυγες τῆς γῆς καὶ οἱ κατὰ τὸν θεῖον νόμον βιοῦν δεδιδαγμένοι · ἀπὸ τούτων γὰρ τῶν πτερύγων τῆς γῆς τέρατα ἠκούσαμεν, καθώς φησιν Ἡσαΐας · κύριε, ἀπὸ τῶν πτερύγων τῆς γῆς τέρατα ἠκούσαμεν · τῶν, ἵν’οὕτως εἴπω, ἀπτέρων τῆς γῆς τέρατα λέγειν οὐκ ἐπισταμένων · πῶς γὰρ οὐ πτέρυγες τῆς γῆς οἱ πεφυκότες πτεροφυεῖν ὡς ἀετοί; τέσσαρες δὲ πτέρυγες λέγονται τὰ γενικὰ τέσσαρα τάγματα, εἰς διαιρεῖται, πρῶτον μὲν καὶ πάντων ὑπερέχων οἶκος Ἀαρὼν, ἑξῆς δὲ τούτῳ οἶκος Λευΐ · καὶ τρίτον Ἰσραὴλ, καὶ ἐπὶ πᾶσιν ὡς ἕτεροι παρὰ τούτους οἱ φοβούμενοι τὸν Κύριον. οἶκος γὰρ Ἰσραὴλ ἤλπισεν ἐπὶ Κύριον · βοηθὸς καὶ ὑπερασπιστὴς αὐτῶν ἐστιν. ἐν ἄλλῳ δὲ ψαλμῷ παρὰ τούτους ὀνομάζεται οἶκος Λευΐ · καὶ εἰσὶν οἱ μὲν οἶκος Ἀαρὼν οἱ ἱερεῖς, οἱ δὲ οἶκος Λευῒ, ὡς ἂν εἴποι τις, οἱ ὑπὸ τοὺς ἱερεῖς νεωκόροι · οἱ δὲ οἶκος Ἰσραὴλ οἱ ἀπὸ τῶν ιβʹ φυλῶν · οἱ δὲ φοβούμενοι τὸν Κύριον οἱ ἀλλότριοι τοῦ Ἰσραηλιτικοῦ σπέρματος καὶ προσκείμενοι τῷ Κυρίῳ καὶ προσήλυτοι. καὶ ἀποστελῶ ἐγὼ ἐπὶ σέ. παρατηρητέον τοῦτο παραδόξως πεφρασμένον εἰς παράστασιν ἀπορρήτου καὶ θειοτάτου νοήματος. ἐν ταῖς ὁδοῖς σου, φησὶ, ταῖς κολαζομέναις ἐκδικήσω σε. ἀδικούμενοι γὰρ οἱ ἁμαρτάνοντες οὐκ ὑπὸ ἄλλου τινὸς ὑπὸ ἑαυτῶν ἠδικήθησαν. καὶ οὐκ ἄλλοι καθ’ὑπόθεσιν ὄντες τῶν ἠδικημένων κολάζονται οἱ ἀδικήσαντες, ἀλλ’εἰσὶν οἱ αὐτοὶ ἐκδικούμενοι καὶ κολαζόμενοι. ἐκδικῶν τοίνυν τοὺς ὑφ’ἑαυτῶν διὰ τὴν κακίαν ἠδικημένους Θεὸς, κολάζει αὐτοὺς καθὸ ἠδικήκασι. καὶ διὰ τῆς κολάσεως μὲν ἐξαφανίζονται οἱ ἠδικηκότες, καταλείπονται δὲ οἱ ἠδικημένοι οὐδαμῶς ἔτι ἔχοντες ἐν ἑαυτοῖς τοὺς ἠδικηκότας · οὐ γὰρ ἔτι ἔχουσι τὴν ἠδικηκυῖαν αὐτοὺς κακίαν καὶ τὰ ἔργα αὐτῆς. πρόσχες δὲ καὶ τῷ · δώσω ἐπὶ σὲ πάντα τὰ βδελύγματά σου · οὐ γὰρ τινὰ μὲν δίδωσι, τινὰ δὲ οὐ δίδωσιν, ἀλλὰ πάντα ἐξαφανίζει · καὶ εἰ δεῖ οὕτως εἰπεῖν, καὶ εὐεργετῶν καὶ χαριζόμενος τοῖς τὰ βδελύγματα πεποιηκόσιν Θεὸς, δίδωσιν ἐπ’αὐτοῖς πάντα τὰ βδελύγματα αὐτῶν, ὡς ἔστι μαθεῖν καὶ ἐκ τῶν ἐν τῷ Ἀμὼς οὕτω γεγραμμένων · πλὴν ὑμᾶς ἔγνων ἐκ πασῶν τῶν φυλῶν τῆς γῆς · διὰ τοῦτο ἐκδικήσω ἐφ’ὑμᾶς πάσας τὰς ἁμαρτίας ὑμῶν · οἱονεὶ γὰρ κἀκεῖ τοιοῦτόν ἐστι τὸ λεγόμενον · ἐπειδήπερ παρὰ πάντας τοὺς ἐπὶ γῆς ὑμᾶς ἔγνων ὡς ἐμοὺς ἐπιλεξάμενος, ὅπερ ἀκόλουθόν ἐστι τῷ, ἔγνω Κύριος τοὺς ὄντας αὐτοῦ · διὰ τοῦτο ἐκδικήσω ἐφ’ὑμᾶς ὡς ἐμοὺς (καὶ οὓς ἔγνων ἐγὼ εὐεργετῶ) πάσας τὰς ἁμαρτίας ὑμῶν. καὶ ὡς καλός γε ἰατρός, φησὶ τό · οὐ φείσεται ὀφθαλμός μου ἐπὶ σὲ, οὐ δ’οὐ μὴ ἐλεήσω. ὡς γὰρ φειδόμενος τῶν μείζονος τομῆς καὶ καυτηρίου δεομένων ἰατρὸς καὶ ἐλεῶν αὐτοὺς δεομένους μειζόνων βασάνων καὶ πόνων, ἐλλιπεστέραν προσάγει θεραπείαν · οὕτως ἂν ἐποίησεν λέγων · οὐ φείσεται ὀφθαλμός μου ἐπὶ σὲ, οὐ δὲ μὴ ἐλεήσω · εἴπερ ὡς ἑταῖρος ἐκήδετο καὶ ἐλεεῖ. τὴν ὁδὸν οὖν ἑκάστου ἐπ’αὐτὸν δώσει, καὶ τὰ βδελύγματα τοῦ βδελυκτὰ ἡμαρτηκότος ἐν μέσῳ τοῦ ἡμαρτηκότος ἔσται οἱονεὶ κατανοούμενα καὶ βλεπόμενα καὶ καταγινωσκόμενα, ἵνα μετὰ ταῦτα γνῶσιν οὗτοι περὶ ὧν λόγος, διότι Κύριος Κύριος, καὶ πῶς ἐστι Κύριος · καὶ ἐν τῷ Ὠσηὲ δέ φησιν · ἐκδικήσω τὸν Ἰακὼβ κατὰ τὰς ὁδοὺς αὐτοῦ, καὶ κατὰ τὰ ἐπιτηδεύματα αὐτοῦ ἀνταποδώσω αὐτῷ · τὸ ὅμοιον κἀκεῖ ἐν τῷ ἐκδικήσω δηλῶν λόγος. κακία μία, κακία ἰδοὺ πάρεστι. κακίαν μίαν προαγορεύει προφήτης ἐν τὸ πέρας ἥκειν φησὶ, τὴν τῶν Ἰουδαίων κατὰ Χριστοῦ τόλμαν · πλοκὴν δέ φησι τὴν ἀναπλήρωσιν τῶν ἁμαρτημάτων. τούτῳ γὰρ τῷ λόγῳ καὶ οἱ Ἀμορραῖοι ἐξωλοθρεύθησαν, ὅταν ἐπληρώθησαν αἱ ἁμαρτίαι. καὶ ὅταν δέ τις ἁμαρτάνων πολλὰ ἕν τι μὴ ἁμαρτήσῃ, διότι τῆς μακροθυμίας ἀπολαύει τοῦ Θεοῦ, ἐὰν μετὰ ταῦτα κἀκεῖνος προσθήσῃ τὸ ἁμάρτημα τοῖς προημαρτημένοις, εἰκότως λεχθείη ἂν ἐπ’αὐτῷ · κακία μία, κακία ἰδοὺ πάρεστι, ἰδοὺ ἥκει πλοκὴ ἐπὶ σέ. ἤνθησεν ῥάβδος. τάχα ἐπειδὴ μετὰ τὰς παιδεύσεις αἱ εὐεργεσίαι τοῦ Θεοῦ ἀναλάμπουσιν, ἀνθεῖν λέγεται ῥάβδος τῆς ἐκ τῆς διορθώσεως τοῦ παιδευομένου εὐεργεσίας. καὶ ἐν τῷ Ἡσαΐᾳ δὲ μία τῶν περὶ Χριστοῦ προφητειῶν οὕτως ἔχει · καὶ ἐξελεύσεται ῥάβδος ἐκ τῆς ῥίζης Ἰεσσαὶ, καὶ ἄνθος ἐκ τῆς ῥίζης ἀναβήσεται. ἥντινα καὶ προφήτης νομίζω δηλοῖ, διὰ μὲν τῆς ῥάβδου τοῦ σωτηρίου λόγου τὸ ἐπιπληκτικὸν καὶ κολαστικὸν τῶν ἀκουόντων, ὅτε ἐλέγχονται · διὰ δὲ τοῦ ἄνθους τὸ ἀποτέλεσμα τοῦ ἐλέγχου καὶ τῆς ἐπιπλήξεως. ἕκαστος οὖν ἡμῶν ὅτε αἰσθάνεται ὑπὸ ῥάβδου θείας πληττόμενος, πειράσθω, διὰ τοῦ ὑπομένειν καὶ εὐαρεστεῖσθαι τοῖς ἀπαντῶσιν, ἄνθος ποιεῖσθαι πρὸς τὴν ῥάβδον. ὅρα εἰ τούτου δύναται σύμβολον εἶναι τοῦ Ἀαρὼν ῥάβδος μετὰ πολὺν χρόνον ἐν εἶχεν αὐτὴν βλαστήσασα καὶ καρπὸν ἐνηνοχυῖα · οἱονεὶ γὰρ ῥάβδος Θεοῦ ἐκείνη, ὡς γέγραπται · καὶ τὴν ῥάβδον τὴν παρὰ τοῦ Θεοῦ λήψῃ · ἥντινα ἐνεγκὼν ὃν δεῖ τρόπον ῥάβδον φέρειν Θεοῦ, ὕστερον οὐ μόνον ἄνθος, ἀλλὰ καὶ καρπὸν ὄψεται ἐν αὐτῷ, ὥστε ἄξιον αὐτὸν γενέσθαι καὶ τοῦ ἀποκεῖσθαι εἰς τὰ Ἅγια τῶν ἁγίων ἐν τῇ τοῦ μαρτυρίου σκηνῇ. ὅτι ὅρασις εἰς πᾶν τὸ πλῆθος. ἐκλέλοιπε γὰρ προφητεία μετὰ τὴν τοῦ Σωτῆρος ἐπιδημίαν. καλῶς δὲ, εἰς ἅπαν τὸ πλῆθος · ἐπειδὴ λῆμμα κατ’ἐκλογὴν χάριτος γέγονε. καὶ ἄνθρωπος ἐν ὀφθαλμοῖς ζωῆς αὐτοῦ. ἐὰν ἅγιός τις , κρατήσει ὧν κρατεῖν δεῖ, καὶ περιέσται οὐκ ἄλλῳ τινὶ τῷ ὀφθαλμῷ τῆς ἰδίας ζωῆς, ὅς ἐστιν νοῦς, ἐν τὴν ἐν τῷ ἀληθεῖ ζωὴν βλέπομεν, καὶ περιγινόμεθα πάντων τῶν ἀντιπαλαιόντων ἡμῖν. σαλπίσατε σάλπιγγι. ἐπὶ πλεῖον περὶ σάλπιγγος διειλήφαμεν ἐξετάζοντες τὸ, σαλπίσει γὰρ, καὶ οἱ νεκροὶ ἐγερθήσονται ἄφθαρτοι, καὶ ἡμεῖς ἀλλαγησόμεθα · καὶ ἵνα μὴ παλιλλογήσωμεν, οὐ προσδιατρίβομεν τῷ τόπῳ · μόνον δὲ ὑπομνήσεως χάριν λεκτέον ὅτι, εἴπερ μεῖζόν ἐστι τὸ κρίνειν τὰ σύμπαντα τοῦ κρίνειν τὰς δώδεκα φυλὰς τοῦ Ἰσραὴλ, κρίνειν τοὺς ἀγγέλους, κρίνειν τὸν κόσμον εἰρημένον ἐν τῷ · καθήσεσθε ἐπὶ δώδεκα θρόνων κρίνοντες τὰς δώδεκα φυλὰς τοῦ Ἰσραὴλ, καὶ ἐν τῷ · ἀγγέλους κρινοῦμεν · ἔντε τῷ · ἐν ὑμῖν κρίνεται κόσμος · ἀσκητέον ὑπὲρ τοῦ κρῖναι τὰ σύμπαντα σαλπίσαι τῇ σάλπιγγι. ζητητέον οὖν τὴν σάλπιγγα τοῦ Θεοῦ καὶ τὴν μεγάλην παροξυντικὴν τοῦ Θεοῦ φωνὴν τῶν στρατιωτῶν τοῦ Θεοῦ ἐπὶ τὸν κατὰ τῶν πολεμίων ἀγῶνα, ὁποίᾳ εἰκὸς ἦν χρῆσθαι τοὺς ἀποστόλους τοσοῦτον τὰ φρονήματα διεγείροντας διὰ τῆς φωνῆς τῆς σάλπιγγος ἐπὶ τὸν κατὰ τῶν ἐχθρῶν ἀγῶνα. ἐπειδὴ δὲ καὶ ἐν ταῖς ἑορταῖς τοῦ Θεοῦ, ὡς ἐν ἄλλοις παρεθέμεθα, σάλπιγγες παραλαμβάνονται, καὶ ταύτας ἀναληπτέον, ἵνα προτρεψώμεθα δι’αὐτῶν τοὺς καθαροὺς καὶ ἀληθεῖς Ἰσραηλίτας ἐπὶ τὸ ἑορτάζειν τὰς ἑορτὰς Κυρίου. ἕκαστος οὖν ἡμῶν ἀκουέτω τοῦ · ἐν σάλπιγγι ὕψωσον τὴν φωνήν σου · καί · σαλπίσατε ἐν νεομηνίᾳ σάλπιγγι, ἐν εὐσήμῳ ἡμέρᾳ ἑορτῆς ὑμῶν. ἀλλὰ μὴ ἔμπροσθεν ἡμῶν σαλπίσωμεν, ὡς οἱ ὑποκριταὶ ποιοῦσι · μὴ σαλπίσῃς γὰρ, φησὶ, ἔμ προσθέν σου · ἀλλ’ἔμπροσθεν τοῦ Θεοῦ κατὰ τὸν πνευματικὸν αὐτοῦ νόμον ποιήσαντες ἑαυτοῖς τὰς λογικὰς ἐλατὰς ἀργυρᾶς σάλπιγγας ἐν ἕξει ἀποτελεστικῇ θείων φωνῶν καὶ λόγων πολεμεῖν καὶ ἑορτάζειν διδασκόντων, ἵνα οὕτω κρίνειν τὰ σύμπαντα δυνηθῶμεν. καὶ ἐπὶ πᾶσαν κεφαλὴν φαλάκρωμα. τάχα τοῦ ἐπὶ τοῖς ἁμαρτήμασι πένθους σύμβολον τοιαύτη λέξις. ὥσπερ γὰρ εἰσὶν οἳ ποιοῦσι φαλάκρωμα ἐπὶ νεκρῷ, οὕτως οἱ αἰσχυνόμενοι ἐπὶ τοῖς ἰδίοις πταίσμασιν, ἀποθέμενοι τὸν κόσμον τῆς νοητῆς αὐτῶν κεφαλῆς, καὶ ξυράμενοι, φοροῦσιν ἐπ’αὐτῆς τὸ σημεῖον τοῦ πένθους. τοῖς δὲ ἁγίοις οὐδὲν οἰκεῖον πρὸς ἐχθροὺς ἔχουσιν ἐνομοθέτησεν νόμος μὴ ποιεῖν φαλάκρωμα ἐπὶ νεκρῷ, ὅτι, φησὶν, ἅγιος εἶ Κυρίῳ τῷ Θεῷ σου. καὶ εἰσελεύσονται ἐπ’αὐτὰ ἀφυλάκτως. νομιστέον μιαίνεσθαι τὰ Ἅγια ὑπὸ τῶν μιαινόντων τὴν ἐπισκοπὴν καὶ εἰσερχομένων ἀφυλάκτως ἐπὶ τὰ τοιαῦτα. οἷον ἀφυλάκτως λεκτέον εἰσέρχεσθαι εἰς τὰ ἅγια τῆς ἐκκλησίας, εἰ μετὰ μίξιν ἀδιαφόρως τις ἔχων πρὸς τὴν ἐν αὐτῷ ἀκαθαρσίαν ἐπιδῴη ἑαυτὸν ἐπεύχεσθαι τῷ τῆς εὐχαριστίας ἄρτῳ. βεβηλοῖ γὰρ τοιοῦτος τὰ ἅγια καὶ ποιεῖ φυρμόν. οὐαὶ ἐπὶ οὐαί. πρῶτον μὲν οὐαὶ ἐν τῷ βίῳ τούτῳ κατ’αὐτὸ τὸ εἶναι αὐτὸν μοχθηρὸν, καὶ ἀσεβεῖν, καὶ μὴ ἔχειν τὴν ἐπισκοπὴν τοῦ Θεοῦ · δεύτερον δὲ οὐαὶ κατὰ τὰς μετὰ τὸν βίον τοῦτον κολάσεις. ἀγγελία δὲ ἐπὶ ἀγγελίαν ἔσται, ἴσως τὸ μετὰ τοὺς προφήτας πολλὰ περὶ τῆς αἰωνίου κολάσεως ἀπειλήσαντας εὐαγγελικὸν κήρυγμα τηλαυγῶς τὰ περὶ γεέννης καὶ τῶν ἄλλων ἀτελευτήτων βασάνων διεξιόν. καὶ ζητηθήσεται ὅρασις. ἐπὰν, ἐντυγχάνοντες τοῖς προφητικοῖς λόγοις καὶ τοῖς νομίμοις μυστηρίοις, μὴ βλέπωμεν τίνες αἱ τῶν προφητῶν ὁράσεις καὶ τί τοῦ νόμου τὸ βούλημα, τῷ καὶ τοὺς αὐχοῦντας τὴν τοῦ Θεοῦ ἱερωσύνην οὐ μόνον παρανομεῖν, ἀλλὰ καὶ ἀπολλύναι τὸν ἀληθῆ τοῦ νόμου νοῦν, τότε πληρωθήσεται τὸ ζητηθήσεται ὅρασις ἐκ προφήτου. ἀλλὰ φθάσαι δεῖ ἐπὶ τὸ εὑρεῖν τὴν ζητουμένην ὅρασιν ἐκ τοῦ προφήτου. εἰ δὲ καὶ ἐξ ἱερέως ἀπώλετό ποτε νόμος, ζητεῖ πως εὑρεῖν διάτε τοῦ νοεῖν καὶ ποιεῖν ἱερεὺς τὸν νόμον, ἵνα καὶ ἄλλους χειραγωγήσῃ ἐπὶ τῇ τηρήσει αὐτοῦ. καὶ ἐπὰν δὲ μὴ ἱκανοὶ συμβουλεύειν, μη δὲ ὑπὲρ τοῦ κοινοῦ τὰ δέοντα σκοπεῖν προκαθέζωνται, λεκτέον ὅτι ἀπώλετο βουλὴ ἐκ πρεσβυτέρων. καὶ ἄρχων ἐνδύσεται ἀφανισμὸν, εἰ μὴ ἐν δύσεται τὸν Χριστὸν Ἰησοῦν καὶ τὸν θώρακα τῆς δικαιοσύνης καὶ τὴν πανοπλίαν τοῦ Θεοῦ πρὸς τὸ δύνασθαι ἀντιστῆναι πρὸς τὰς μεθοδείας τοῦ διαβόλου. πᾶς γὰρ ἁμαρτάνων ἄρχων ἀφανισμὸν ἐνδύσεται · καὶ αἱ χεῖρες δὲ τοῦ λαοῦ ἐκλύονται, ὅταν ὑδαρὴς καὶ ἄτακτος καὶ ἐκλελυμένη ἔσται πολιτεία τοῦ λαοῦ. ἐπὰν δὲ τῇ ἰσχύϊ τοῦ Θεοῦ χρήσεται, τοῦ εἶναι λαὸς γῆς, καὶ γίνεται λαὸς οὐρανοῦ, ζητῶν τὴν βασιλείαν τῶν οὐρανῶν. καὶ βουλὴ ἐκ πρεσβυτέρων. οὐ δὲ ἀνθρωπίνη βουλὴ ἔσται αὐτοῖς εἰς ὄνησιν, φησὶν, οὐ δὲ ἕξουσί τι συμβούλευμα χρηστόν. βασιλεὺς πενθήσει καὶ ἄρχων. τὸ, βασιλεὺς πενθήσει, συνήθως ἱστόρηται, τάχα διὰ τὸν Σωτῆρα οὐκ ἂν νομισθέντα πενθεῖν, οὐχ ἑρμηνευσάντων τῶν Ἑβδομήκοντα τὸ ῥητὸν, μὴ εὑρηκότων τότε ἐν τῷ Ἑβραϊκῷ τὴν λέξιν. οὐ δὲ ἄτοπον, σωζομένου καὶ τοῦ ῥητοῦ, πενθεῖν λέγειν καὶ τὸν βασιλέα, εἴγε ἔκλαυσεν Σωτὴρ ἐπὶ τὴν Ἱερουσαλήμ. καὶ ἐν τοῖς κρίμασιν αὐτῶν ἐκδικήσω αὐτούς. καὶ τοῖς κρίμασι τοῦ ἡμαρτηκότος κρίνει τὸν πταίσαντα Θεὸς, εἴπερ ἀληθὲς τὸ, ὡς κρίνετε, κριθήσεσθε · καὶ τὸ, ἐν γὰρ κρίματι κρίνεις τὸν ἕτερον, σεαυτὸν κατακρίνεις · τὰ γὰρ αὐτὰ πράττεις κρίνων. καὶ ἐγένετο ἐπ’ἐμὲ χεὶρ Κυρίου. ἔν τισι δὲ γέγραπται, χεὶρ Κυρίου Κυρίου. καί γε ἐν ἄλλοις εἰρήκαμεν, ὅτι πολλαχοῦ τὸ ἐκφωνούμενον ἐν τῇ Κύριος φωνῇ τὸ σεβάσμιον παρ’Ἑβραίοις ἐστὶν ὄνομα τοῦ Θεοῦ, τι περ οὐ ταχέως προφέρονται. πλὴν ἔσθ’ὅτε τὸ κύριος τάσσεται καὶ ἐπὶ τῶν δούλων κυρίου. ἔνθα οὖν κεῖται τὸ, Κύριος Κύριος, χρὴ εἰδέναι, ὅτι τὸ μὲν ἕτερον οἱονεὶ τὸ κύριον ὄνομα καὶ ἄρρητόν ἐστι τοῦ Θεοῦ · τὸ δὲ λοιπὸν τὸ, Κύριος, Ἑβραίοις Ἀδωναῒ, ἐπὶ τοῦ Κυρίου τάσσουσιν, ὁτὲ μὲν προφερόμενοι τὴν φωνὴν ἐπὶ τοῦ ἀρρήτου ὀνόματος, ὁτὲ δὲ οἱονεὶ ἐπὶ τοῦ Κυρίου τῶν δούλων. τὸ οὖν Ἀδωναῒ Κύριος τῷ νοήσαντι τὰ εἰρημένα περὶ τοῦ ἀρρήτου ὀνόματος οὐδὲν διαφέρει τοῦ Κύριος, ὡς ἐκδεδώκαμεν. καὶ ἀνέλαβέ με τῆς κορυφῆς μου. πλειόνων οὐ σῶν καὶ τῶν ἐσωτέρων πυλῶν, καὶ τῆς μὲν βλεπούσης πρὸς νότον, τῆς δὲ πρὸς ἀνατολὰς, καὶ ἄλλης πρὸς δυσμὰς, ἄγεται ἐπὶ τὴν βλέπουσαν πρὸς βορρᾶν, ἵν’ἐκεῖθεν ἀναβλέψας ἴδῃ τὰ ἐπιφερόμενα κατὰ τῶν ἐν τῷ βορειοτικῷ τούτῳ κόσμῳ ἁμαρτανόντων. εἰσὶ γὰρ καὶ ἄλλοι κόσμοι ἐν τῇ γῇ, ὡς δείκνυσι μὲν καὶ τὰ μαθήματα · φησὶ δὲ καὶ Κλήμης · Ὠκεανὸς ἀπέρατος ἀνθρώποις, καὶ οἱ μετ’αὐτὸν κόσμοι τοσαύταις διαταγαῖς τοῦ Δεσπότου διοικοῦνται. καὶ ἐπεὶ πολλαὶ αἱ ἁμαρτίαι εἰσὶ τῶν ἐν τῷ προειρημένῳ πρὸς βορρᾶν κόσμῳ, διὰ τοῦτο ἐστὶ πρὸς τοῖς προθύροις πύλης τῆς προτέρας τῆς βλεπούσης πρὸς βορρᾶν στήλη τῆς εἰκόνος τοῦ ζήλου, ὃν ζηλοῖ λέγων · ἐγὼ Θεὸς ζηλωτής. καὶ διὰ τούτου γε ζήλου τοὺς διὰ τὴν κακίαν ἀπαλλοτριωτάτους ἰδιοποιεῖται κτώμενος αὐτούς. παρὰ μὲν οὖν ἀνθρώποις οὐχ πρωτότυπός ἐστι ζῆλος, ἀλλ’εἰκὼν τοῦ ζήλου ἐνεργοῦσα οἰκονομοῦσα τὰς κολάσεις. ἐν δὲ τῷ διαβόλῳ καὶ τοῖς ἀγγέλοις αὐτοῦ οὐκ ἔστιν εἰκὼν ζήλου, ἀλλ’αὐτόζηλος. ἴδε τὰς ἀνομίας τὰς πονηρὰς ἃς αὐτοὶ ποιοῦσι. ποιοῦσιν εἴδωλα οἱ ἁμαρτάνοντες πρεσβύτεροι ἔνδον ἑαυτῶν κατασκευάζοντες διὰ μὲν τοῦ τῆς κακίας ἰοῦ πᾶσαν ὁμοίωσιν ἑρπετοῦ, διὰ δὲ τῆς ἀκολάστου ἐπιθυμίας πᾶσαν ὁμοίωσιν κτήνους. εἰ δὲ καὶ ψευδοδοξήσαιεν περὶ τῶν θείων, μάταια βδελύγματα κατασκευάζουσι · πᾶν γὰρ τὸ περὶ τῶν θείων ψεῦδος, ἅτε ἀσεβὲς τυγχάνον, καὶ μάταιόν ἐστι βδέλυγμα. εἰσὶ δέ τινες, τοὺς, ἵν’οὕτως εἴπω, τοίχους τοῦ οἴκου τῆς ψυχῆς ὅλους διαγεγραμμένους ἔχοντες πάσῃ ὁμοιώσει ἑρπετοῦ καὶ κτήνους, καὶ ματαίοις βδελύγμασι, καὶ τούτοις δουλεύοντες, καὶ ὡς θεοῖς θύοντες καὶ θυμιῶντες, ὥστε τὴν ἀτμίδα τοῦ θυμιάματος ἀναβαίνειν, τουτέστι τὸ περὶ αὐτῶν θαῦμα ὑψούμενον καὶ ἐπαιρόμενον ὑπ’αὐτῶν. ἐγγράφουσι δὲ ταῦτα ταῖς διανοίαις αὐτῶν κύκλῳ, μηδένα κενὸν καταλείποντες κακῶν ἐν αὐτοῖς τόπον, ὡς δι’ὅλον εἶναι γεγραμμένον τοῖς κακοῖς, καὶ τὸν ἱερὸν τὸν ἑβδομάδος κύκλον μετατεθεικέναι ἀπὸ τῶν ἁγίων ἐπὶ τὰ εἴδωλα, ὥστε καὶ τὴν οἱονεὶ βεβαιότητα ἐν τοῖς χείροσιν αὐτοὺς ἀναλαβεῖν. τοιοῦτον γάρ ἐστι τὸ, καὶ ἑβδομήκοντα ἄνδρες ἐκ τῶν πρεσβυτέρων οἴκου Ἰσραήλ. ὅτε δὲ διάνοια τοῦ προφήτου ὁρᾷ τὰ ἐν τῷ οἴκῳ τῆς ἑκάστου τῶν ἁμαρτανόντων ψυχῆς, εἰσαγομένη ὑπὸ τοῦ πνεύματος, ἐπὶ τὰ πρόθυρα τῆς αὐλῆς βλέπει, καὶ ἔστι γε ὀπή τις καὶ ἴχνος ἐν τῷ λεγομένῳ τοίχῳ, δι’ἧς ἐπὶ πλεῖον ἐξεταζομένης καὶ τῷ ἐρευνῶντι λόγῳ ἐξορυττομένης, ὅλα δύναται βλέπειν ὑπὸ τοῦ θείου Πνεύματος πεφωτισμένος, βλέπων μετὰ τὴν ὀπὴν καὶ θύραν, δι’ἧς ἔστι τὸν αὐτὸν καὶ διεξελθεῖν τὸ νενοημένον. φησὶ δὲ περὶ ταύτης τῆς θύρας ἐν τῇ Ἰωάννου Ἀποκαλύψει ὡς ἐν ἑκάστῳ τυγχανούσης καὶ Σωτήρ · ἰδοὺ ἕστηκα ἐπὶ τὴν θύραν, καὶ κρούω · ἐάν τις ἀνοίγῃ μοι, εἰσελεύσομαι πρὸς αὐτὸν, καὶ δειπνήσω μετ’αὐτοῦ. διότι εἶπον · ἐγκαταλέλοιπεν Κύριος. οὐκ ἦν περί τινα ἕνα ποτὲ ἐναποτεταγμένον τόπον, ἀλλὰ περὶ τὸν ἑκάστου κοιτῶνα τὰ ἑωραμένα · καὶ κοιτῶνά γε τὸν κρυπτὸν, ἔθους ὄντος τῇ Γραφῇ τὰ κατὰ τὸ ἡγεμονικὸν καὶ κρυπτὸν καλεῖν, ἔσθ’ὅτε δὲ καὶ ταμιεῖον. τοιοῦτον γάρ ἐστι τὸ, εἴσελθε εἰς τὸ ταμιεῖόν σου · καὶ τό · βλέπων ἐν τῷ κρυπτῷ ἀποδώσει σοι. οὐ μακρὰν δὲ τούτων ἐστὶ καὶ λεγόμενος κρυπτὸς τῆς καρδίας ἄνθρωπος. πιθανώτερον δέ ἐστι καὶ περὶ τούτου τοῦ κρυπτοῦ τοὺς ἁμαρτάνοντας ὑπονοεῖν, ὡς ὁρῶν οὐχ ὁρᾷ αὐτοὺς Κύριος. δύναται δὲ τὸ, ἐγκαταλέλοιπεν Κύριος τὴν γῆν, λέγεσθαι ὑπὸ τῶν νομιζόντων τὴν θείαν πρόνοιαν μὴ διήκειν καὶ ἐπὶ τὴν γῆν καὶ τὰ ἐν αὐτῇ. εἰσὶ γὰρ οἳ ἀπὸ τῶν οὐρανίων καὶ αἰθερίων οὐκ ἀφεῖλον τὴν Πρόνοιαν δυσωπηθέντες τὴν ἐν ἐκείνοις τάξιν · ἀπὸ δὲ τῆς γῆς περιεῖλον αὐτὴν καὶ τὴν θείαν δύναμιν, λέγοντες τὸ, ἐγκαταλέλοιπε Κύριος τὴν γῆν. θρηνοῦσαι τὸ Θαμμούζ. τὸν λεγόμενον παρ’Ἕλλησιν Ἄδωνιν, Θαμμούζ φασι καλεῖσθαι παρ’Ἑβραίοις καὶ Σύροις. ὡς οὖν ἐπὶ τῇ λέξει, ἑωρῶντο αἱ γυναῖκες ἐπὶ τὰ πρόθυρα τῆς πύλης οἴκου Κυρίου βλεπούσης πρὸς βορρᾶν καθήμεναι καὶ κατά τι ἐθνικὸν ἔθος τῶν ἔξω τῆς θεοσεβείας θυρῶν θρηνοῦσαι τὸν Θαμμούζ · δοκοῦσι γὰρ κατ’ἐνιαυτὸν τελετάς τινας ποιεῖν, πρῶτον μὲν ὅτι θρηνοῦσιν αὐτὸν ὡς τεθνηκότα · δεύτερον δὲ ὅτι χαίρουσιν ἐπ’αὐτῷ ὡς ἀπὸ νεκρῶν ἀναστάντι. οἱ δὲ περὶ τὴν ἀναγωγὴν τῶν Ἑλληνικῶν μύθων δεινοὶ καὶ μυθικῆς νομιζομένης θεολογίας, φασὶ τὸν Ἄδωνιν σύμβολον εἶναι τῶν τῆς γῆς καρπῶν, θρηνουμένων μὲν ὅτε σπείρονται, ἀνισταμένων δὲ, καὶ διὰ τοῦτο χαίρειν ποιούντων τοὺς γεωργοὺς ὅτε φύονται. ἡγοῦμαι τοίνυν σύμβολον εἶναι τὰς θρηνούσας τὸν Θαμμοὺζ τῶν τὰ τοῦ κόσμου νομιζόμενα ἀγαθὰ καὶ τοὺς σωματικοὺς καρποὺς ποθούντων, καὶ πέρα τῶν ὑλικῶν καὶ αἰσθητῶν μηδὲν ἐπισταμένων, λυπουμένων μὲν ἐπὶ τῇ τούτων στερήσει, ἡδομένων δὲ ἐπὶ τῇ παρουσίᾳ αὐτῶν καὶ τῇ τῶν τοιούτων κτήσει. γυναικώδεις δὲ εἶναι τὰς ψυχὰς εὐλόγως ἂν πάντες οἱ τοιοῦτοι νομίζοιντο. οὐ φείσεται ὀφθαλμός μου. ἐξεταστέον τί τὸ, οὐ φείσεται ὀφθαλμός μου. οὐ γὰρ εἴρηται, οὐ φείσομα ι. ἡγοῦμαι τοίνυν τὴν ἐνορατικὴν δύναμιν τοῦ Θεοῦ, οἱονεὶ ἀτενίζουσαν τοῖς τὸ νοητὸν ὑπό τινος πονηροῦ συνειδότος μεμολυσμένοις, κολάζειν αὐτούς · ἐπείπερ Θεὸς ἡμῶν πῦρ ἐστι καταναλίσκον · καταναλίσκον δὲ δηλονότι τὰ κακίαν ὑποστάντα. καὶ ὅτε ταῦτα ἐνεργεῖ, οὐ πεφεισμένως ἐνεργεῖ κατὰ τῶν χειρόνων, τῷ οὕτω μὴ φείδεσθαι τῶν οἷς συμβέβηκε τοιαῦτα. οὐ δὲ μὴ ἐλεήσω. σημαίνει ἐνταῦθα, ὅτι ἔλεος ἐπὶ διαβόλου νοούμενος εἴρηται · ὅντινα ὡρίσαντο οἱ περὶ ταῦτα δεινοὶ λύπην εἶναι ἐπὶ τῇ τοῦ πλησίον δυσπραγία · καὶ φασὶ μὴ δεῖν ἰατρὸν δικαστὴν τοῦτον τὸν ἔλεον ἐλεεῖν, μήποτε, συγχυθέντες ὑπὸ τῆς ἐπὶ τὸ οὕτως ἐλεεῖν ἐναγούσης λύπης, ἐμποδισθῶσιν ἀποδοῦναι τὸ ἰατρικὸν τὸ δικαστικὸν συμφερόντως τῷ θεραπευομένῳ τῷ δικαζομένῳ ἔργον. καὶ ζώνη σαπφείρου ἐπὶ τῆς ὀσφύος αὐτοῦ. ἀντὶ μέν γε τοῦ ζώνην σαπφείρου ἐπὶ τῆς ὀσφύος αὐτοῦ, κάστω γραμματέως Ἀκύλας καὶ Θεοδοτίων παρατεθείκασι, τὴν Ἑβραϊκὴν, ὡς οἶμαι, λέξιν τηρήσαντες · οὐ δὲ γὰρ ἡγοῦμαι παρ’Ἕλλησι σημαίνεσθαι διὰ τῆς κάστω φωνῆς πινακίδιον γραφέως ἔχειν ἐπὶ τῆς ὀσφύος αὐτοῦ. τῶν δὲ Ἑβραίων τις ἔλεγε, τὸ καλούμενον καλαμάριον, τουτέστι κάστω. καὶ δὸς σημεῖον. οἱ μὲν Ἑβδομήκοντα τῷ ἐν δεδυμένῳ φασὶ τὸν ποδήρη προστετάχθαι ὑπὸ τῆς δόξης τοῦ Κυρίου, σημεῖον δοῦναι ἐπὶ τὰ μέτωπα τῶν καταστεναζόντων καὶ ὀδυνωμένων · δὲ Ἀκύλας καὶ Θεοδοτίων φασί · σημείωσις τοῦ Θαῦ ἐπὶ τὰ μέτωπα τῶν στεναζόντων καὶ τῶν κατοδυνωμένων. πυνθανομένων δὲ τῶν Ἑβραίων εἴ τι πάτριον περὶ τοῦ Θαῦ ἔχοιεν λέγειν μάθημα, ταῦτα ἠκούσαμεν · τινὸς μὲν φάσκοντος, ὅτι τὸ Θαῦ ἐν τοῖς παρ’Ἑβραίοις κβʹ στοιχείοις ἐστὶ τὸ τελευταῖον ὡς πρὸς τὴν παρ’αὐτοῖς τάξιν γραμμάτων. τὸ τελευταῖον οὖν εἴληπται στοιχεῖον εἰς παράστασιν τῆςτε λειότητος τῶν διὰ τὴν ἐν αὐτοῖς ἀρετὴν στεναζόντων καὶ ὀδυνωμένων ἐπὶ τοῖς ἁμαρτανομένοις ἐν τῷ λαῷ, καὶ συμπασχόντων τοῖς παρανομοῦσι. δεύτερος δὲ ἔλεγε σύμβολον εἶναι τὸ Θαῦ τῶν τὸν νόμον τετηρηκότων · ἐπείπερ νόμος παρ’Ἑβραίοις Θωρὰ καλεῖται, καὶ τὸ πρῶτον αὐτοῦ στοιχεῖόν ἐστι τὸ Θαῦ · καὶ σύμβολον εἶναι τῶν κατὰ τὸν νόμον βεβιωκότων. τρίτος δέ τις φάσκων, τῶν καὶ εἰς τὸν Χριστὸν πεπιστευκότων, ἔλεγε τὰ ἀρχαῖα στοιχεῖα ἐμφερὲς ἔχειν τὸ Θαῦ τῷ τοῦ σταυροῦ χαρακτῆρι, καὶ προφητεύεσθαι περὶ τοῦ γενομένου ἐν Χριστιανοῖς ἐπὶ τοῦ μετώπου σημείου · ὅπερ ποιοῦσιν οἱ πεπιστευκότες πάντες οὑτινοσοῦν προκαταρχόμενοι πράγματος, καὶ μάλιστα εὐχῶν ἁγίων ἀναγνωσμάτων. ὅτι ἐπλήσθη γῆ λαῶν πολλῶν. ἀντὶ τοῦ λαῶν, αἱμάτων οἱ λοιποὶ πεποιήκασι · καὶ ἔστι παρ’αὐτοῖς σαφὲς, πάντων τῶν πρὸς θάνατον ἁμαρτανόντων πληρουμένων αἱμάτων, διὰ τοῦ πλήθους τῶν πρὸς θάνατον ἁμαρτανόντων. καὶ ἐὰν δὲ τὸ παρὰ τοῖς Ἑβδομήκοντα, ὅτι ἐπλήσθη γῆ λαῶν, ἐρεῖ τὰ πολλὰ καὶ ἀλλόφυλα καὶ ξένα τῆς θεότητος ἐγγινόμενα ἡμῖν δόγματα εἶναι, οὐ λαὸν, ἀλλὰ πολλοὺς ἀσυμφώνους λαούς. μήποτε δὲ ἁμαρτήματά ἐστι, τὸ τὴν γῆν δέον πεπληρῶσθαι καρπῶν, ἑτέραν οὖσαν παρὰ τὴν πόλιν, τούτων μὲν εἶναι κενὴν, ἔχειν δὲ τοὺς καταλείποντας τὴν πόλιν λαὸν καὶ τὰς πόλεις. μεμεγάλυνται δὲ σφοδρότερον ἀδικία ἔθνους Ἰσραὴλ καὶ Ἰούδα τῷ καὶ τὴν πόλιν πεπληρῶσθαι ἀδικίας καὶ ἀκαθαρσίας. ἔχομεν δὲ ἐν ἑαυτοῖς καὶ γῆν ἣν χρὴ γεωργεῖν, καὶ πόλιν ἣν δεῖ οἰκοδομεῖν, εἴπερ ἐσμὲν Θεοῦ γεωργία, Θεοῦ οἰκοδομή. ὧν δὲ οὐκ ἐπιμέλεται, ἀλλὰ μόνον ἔχει λαοὺς καὶ ἀδικίαν, τούτων ἀδικία μεμεγάλυνται σφόδρα μόνον · ὧν δὲ οὔπω μεμεγάλυνται, ἄλλο δέει ἐπὶ τὸ μεγαλύνεσθαι · ὁμοίως καὶ ἐπὶ τῆς ἀκαθαρσίας. πλὴν αἰτία τοῦ ταῦτα γεγονέναι ἐστὶ τὸ ὑπολαμβάνειν, ὅτι οὐ φθάνει Πρόνοια ἐπὶ τὰ ἐν τῇ γῇ. εἶπε γὰρ, ἐγκαταλέλοιπε Κύριος τὴν γῆν · οὐκ ἐφορᾷ Κύριος. ὁμοίωμα θρόνου ἐπ’αὐτῶν. οὐ θρόνον δὲ, ἀλλ’ὁμοίωμα θρόνου ὁρᾷ προφήτης · ὥσπερ καὶ ἐν τοῖς ἀνωτέρω φησὶν οὐ τὴν δόξαν Κυρίου ὁρᾷν, ἀλλ’ὁμοίωμα δόξης Κυρίου, λέγων · αὕτη ὅρασις ὁμοίωμα τῆς δόξης Κυρίου. καὶ οὐ θαυμαστὸν εἰ οἱ μηδέπω προσώπῳ πρὸς πρόσωπον τὰ πράγματα κατανοεῖν δυνάμενοι πάντων ἐκείνων ὁμοιώματα βλέπουσιν, ὅτε ἀξιοῦνται τοῦ θεωρεῖν. νομίζω δὲ, ὅτι καὶ ἐνύπνια περὶ τῶν βασιλειῶν μέχρι τῆς συντελείας καὶ τῆς ἀναστάσεως βλέπων Δανιὴλ ἐν φαντασίᾳ ἐγίνετο δεικνυμένων ὁμοιωμάτων αὐτῷ. οὕτω κατὰ ὕπαρ τις βλέπων, τυπουμένου αὐτῷ τοῦ ἡγεμονικοῦ ἀπὸ τοῦ προφητικοῦ Πνεύματος, ὁμοιώματά τινα φαντάζεται, συμβολικὰ τῶν ἀληθινῶν · μὴ συγχωρούσης τῆς ἀνακεκραμένης πάχει καὶ γεώδει σώματι ψυχῆς τρανέστερον καὶ σαφέστερόν τι θεωρῆσαι. σημειωτέον δὲ νῦν, ὅτι ἀνὴρ οὐκ ἀνενδέδυτο ποδήρη, ἀλλὰ στολήν. ἐπειδὴ γὰρ ἔμελλεν ἀκούειν, εἴσελθε εἰς τὸ μέσον τῶν τροχῶν ὑποκάτω τῶν χερουβὶμ, καὶ πλῆσον τὰς χεῖράς σου ἀνθράκων πυρὸς, ἔδει αὐτὸν ἱλαρώτερον ἀμφιέννυσθαι, καθαίρειν μέλλοντα τὴν, καθὼς εἶπεν ἐν τοῖς πρὸ τούτου, πεπληρωμένην πόλιν ἀνδρῶν. οἱ λέγοντες · οὐχὶ προσφάτως ᾠκοδόμηνται αἱ οἰκίαι. νοῦς τοῦ προκειμένου τοιοῦτός ἐστιν · οὗτοι, φησὶ, λέγουσι, νεωστὶ ὁρῶντες ἀπὸ τῆς προγενομένης αἰχμαλωσίας οἰκοδομηθεῖσαν τὴν πόλιν, ὅτι, εἰ καὶ προσφάτως ᾠκοδόμηνται αἱ οἰκίαι, ἀλλ’ πόλις αὕτη ἔοικε λέβητι πεπληρωμένῳ νεκρῶν περιεχομένων ὑπ’αὐτοῦ. τῶν δὲ ἐν τῷ λέβητι κρεῶν λόγον ἐπέχομεν ἡμεῖς, τοῦ τῶν Βαβυλωνίων πυρὸς περικειμένου ἡμῖν, ὡς μὴ δύνασθαι ἡμᾶς φυγεῖν ἀπὸ τῆς φλογὸς τοῦ τῶν πολεμίων πυρός. ἀλλ’οὐκ ἀληθές ἐστι, φησὶν, εἰρήκατε. ὅτι μεγάλη γὰρ πόλις ἐστὶν λέβης ἠληθεύσατε · οὐχὶ δὲ καὶ ὅτι ὑμεῖς τὸ ἐν μέσῳ αὐτῆς κρέα · οἱ γὰρ νεκροὶ οὓς ἐν μέσῳ αὐτῆς ἐπατάξατε, οὗτοί εἰσι τὰ κρέα · δὲ πόλις λέβης. ὑμεῖς δὲ οὐ μενεῖτε ἐν τῇ πόλει · ἐξώσω γὰρ ὑμᾶς. οὐκοῦν πόλις εἰ ἄλλοις ἐστὶν εἰς λέβητα, ἀλλ’οὐχ ὑμῖν · καὶ εἰ ἔσονταί τινες ἐν μέσῳ αὐτῆς εἰς κρέα, ἀλλ’οὐχ ὑμεῖς. κρινῶ γὰρ ὑμᾶς, πρὸς αὐτοῖς τοῖς ἄκροις γενομένους τῶν τοῦ Ἰσραὴλ ὀρέων · τοσαῦτά μου ἐπάγοντος ὑμῖν, ὅπως καὶ ὕστερον ἐπιγνῶτε, ὅτι ἐγώ εἰμι Κύριος. προφήτευσον ἐπὶ τοὺς προφήτας τοῦ Ἰσραήλ. προφῆταί εἰσιν οἱ καλῶς διακονοῦντες τῷ λόγῳ τῆς διδασκαλίας, καὶ προφητεύοντες τὰ τοῦ Θεοῦ. καὶ ἐρεῖς τοῖς προφήταις τοῖς προφητεύουσιν ἀπὸ καρδίας αὐτῶν. ψευδοπροφῆταί εἰσιν οἱ χρηματίζοντες τὰ ἀπὸ τῆς ἀδοκίμου καρδίας αὐτῶν, καὶ ὅσα ἐναντία δύναμις ὑπαγορεύει. τοῦ αὐτοῦ. ὅσα περὶ προφητῶν ἱστόρηται ψευδοπροφητῶν, λαμβάνονται εἰς πάντας διδασκάλους καὶ ψευδοδιδασκάλους, ὁρατοὺς καὶ ἀοράτους. τοῦ αὐτοῦ. ἀπὸ καρδίας λαλῶν ἔξω τοῦ θείου Πνεύματός ἐστι ψευδοπροφήτης. οὐαὶ τοῖς προφητεύουσιν ἀπὸ καρδίας αὐτῶν. πορευόμενος ὀπίσω τοῦ πνεύματος αὐτοῦ τοῖς θελήμασι τῆς ψυχῆς ἀκολουθεῖ · πορευόμενος ὀπίσω τοῦ ἁγίου Πνεύματος, ὀπίσω Κυρίου τοῦ Θεοῦ, ποιῶν αὐτοῦ τὰ θελήματα. τοῦ αὐτοῦ. τοῖς πορευομένοις ὀπίσω τοῦ πνεύματος αὐτῶν Ἀπόστολος λέγει · προσεύξομαι τῷ πνεύματι, προσεύξομαι τῷ νοΐ. καὶ ζητήσεις εἰ ἓν τὰ ἀμφότερα, οὔ · καὶ τί ταῦτα. οἱ προφῆταί σου, Ἰσραὴλ, ὡς ἀλώπεκες. τοῦτο τὸ γένος, μᾶλλον δὲ τὸ ζῶον, πανοῦργόν ἐστι καὶ θηριῶδες καὶ ἄγριον · καὶ οὐ μόνον εἰς τὸν κακὸν καὶ πανοῦργον καὶ ὕπουλον ἄνθρωπον λαμβάνεται, ἀλλὰ καὶ εἰς ὅμοια πνεύματα. καὶ οὗτοι γὰρ ἐνεργοῦσι τὰ ἴδια εἰς τὴν ἔρημον ἀπὸ Θεοῦ ψυχὴν καὶ τῆς δικαιοσύνης αὐτοῦ. ζήτει δὲ καὶ τὴν πρᾶξιν τοῦ ζώου. οὐκ ἔστησαν ἐν στερεώματι. τὸ ἀβέβαιον καὶ ψεῦδος καὶ ἀδύναμον ᾐνίξατο ἐν τούτῳ. καὶ συνήγαγον τὰ ποίμνια. τοὺς αἱρετικοὺς ἐπὶ τὴν Ἐκκλησίαν · τὰ κτηνώδη δόγματα ἐπὶ τὴν ἀλήθειαν. οὐκ ἀνέστησαν ἐν πολέμῳ. οὐκ ἀνέστησαν σὺν Χριστῷ, διότι οὐ συνετάφησαν αὐτῷ οἱ λέγοντες καὶ βλέποντες ἡμέραν Κυρίου ψευδῆ. οὐχὶ ὅρασιν ψευδῆ ἑωράκατε; ὅρασις ψευδής ἐστι τὰ κατὰ ψεῦδος νοούμενα δόγματα. ἐν παιδείᾳ τοῦ λαοῦ μου οὐκ ἔσονται. διάφοροι παρὰ Κυρίου αἱ παιδεῖαι. ἔστι παιδεία λεγομένη ἐν κρίσει, καὶ ἔστι παιδεία λεγομένη ἐν θυμῷ. οὐ δὲ ἐν γραφῇ οἴκου Ἰσραὴλ ἔσονται, ἐξαλειφθήσονται γὰρ ἐκ βίβλου ζώντων. καὶ εἰς τὴν γῆν τοῦ Ἰσραὴλ οὐκ εἰσελεύσονται. ἐν τῇ μελλούσῃ ἡμέρᾳ δηλονότι. διὰ τοῦτο ψευδῆ οὐ μὴ εἰδῆτε. τουτέστιν, οὐ μὴ συγχωρήσω εὐοδωθῆναι ὑμᾶς, ἵνα τὸ ἑξῆς πληρωθῇ. εἰ ἀποκρινόμενος ἀποκριθῶ αὐτοῖς. εἰ ἀποκρινόμενος ἀποκριθήσομαι αὐτοῖς, κρίσιν ἐξ ὑμῶν · ἤτοι ἐκ τοῦ προφήτου λαμβάνει Θεός · δῆλόν φησιν ἀποκρίνεσθαι αὐτοῖς τοῖς τοιούτοις · ὅθεν ὑπερνικῶν τὴν κρίσιν, ἐπαγγέλλεται ἀποκρίνεσθαι ὡς ἐλεήμων. ὃς ἂν θῇ τὰ διανοήματα αὐτοῦ. ἐν τούτοις διδάσκει πῶς δεῖ ἑκάστῳ ἀποκρίνεσθαι τὰ προσφόρως συναρμοστέα, καὶ μὴ ὡς ἔτυχε · καὶ ὅτι αὐτὸς Κύριός ἐστιν ἀποκρινόμενος διὰ τοῦ προφήτου. ἐγὼ Κύριος ἀποκριθήσομαι αὐτῷ ἐν αὐτοῖς, ἐν οἷς ἐνέχεται Διάνοια αὐτοῦ. τουτέστιν, ἀκολουθεῖ, τέρπεται, κεκόλληται. διὰ δὲ ταῦτα τοιαῦτα, ἅτινα παρέχει πρόφασιν τοῖς χαύνοις καὶ ἐκλελυμένοις τῇ καρδίᾳ πλαγιάζειν ἀπὸ Θεοῦ. ἀλλ’ὅμως εἰ καὶ τοιοῦτοί εἰσι, καὶ τοιούτοις ἔχεται αὐτῶν καρδία · ἐπειδὴ δὲ ἤθελον πυθέσθαι παρὰ Κυρίου, ἀποκρίνεται αὐτοῖς διὰ τοῦ προφήτου, ὡς χρῄζουσιν ἐπιστροφῆς, λέγων · ἐπιστρέψατε καὶ ἀποστρέψατε, καὶ τὰ ἑξῆς. γῆ, ἐὰν ἁμάρτῃ. ἔθος τῇ θείᾳ Γραφῇ πολλάκις ὀνομάζειν τὸ οἴκημα ἤτοι τὴν κατάστασιν εἰς πρόσωπον τῶν οἰκούντων · καὶ πάλιν τοὺς οἰκοῦντας εἰς πρόσωπον τοῦ οἰκήματος. ἐὰν οὖν γῆ ἁμάρτῃ, τοὺς γηΐνους διὰ τῆς γῆς ὠνόμασε · δι’ἣν αἰτίαν ἐξολοθρευθήσεται ἐξ αὐτῆς ἄνθρωπος καὶ κτῆνος. καὶ ἄλλως γηΐνη ἕξις ἐὰν ἁμάρτῃ (πέφυκε γὰρ αὕτη ἁμαρτεῖν), ἐξολοθρευθήσεται ἐξ αὐτῆς ἄνθρωπος καὶ κτῆνος · κτηνώδης ἄνθρωπος καὶ λογικώτερος ἄνθρωπος. οὐ γὰρ ἔστιν εἰπεῖν τὴν γῆν ταύτην ἣν πατοῦμεν εἶναι λογικὴν, καὶ αὐτὴν ἁμαρτάνειν, ὥς τινες ἐφαντάσθησαν. εἰ γὰρ τοῦτο δώσομεν, ὥρα τὰ πάντα λέγειν ἔμψυχα, καὶ συνηγορεῖν τοῖς τὰς μετεμψυχώσεις εἰσάγουσι. καὶ συντρίψω αὐτῆς στήριγμα ἄρτου. ἀντὶ τοῦ · κατὰ τὴν ἀδικίαν τιμωρηθήσονται. τοῦ αὐτοῦ. γῆ ἡμῶν ἁμαρτάνουσα, ἔξω ἄνθρωπος κολάζεται τῷ αἰσθητῷ λιμῷ · καὶ ἔσω ἄνθρωπος κολάζεται τῷ νοητῷ λιμῷ, τῇ στερήσει τοῦ πνευματικοῦ ἄρτου. ἀγωνίαν ὑπομένει καὶ ἔξω, καὶ ἔσω · καὶ ὅσα ὑπομένει ἔξω κατὰ τὸ αἰσθητὸν, τοσαῦτα ὑπομένει καὶ ἔσω κατὰ τὸ νοητόν. τοῦ αὐτοῦ. λέγεται καὶ ἑκάστου ἡμῶν ψυχὴ γῆ · μὲν παράδεισον γῆ ἔχουσα, δὲ ἀκάνθας · δὲ καλὴ λέγεται, δὲ πονηρά. καὶ ταῦτα δηλοῖ παραβολὴ τοῦ Κυρίου. καὶ ἐὰν ὦσιν οἱ τρεῖς ἄνδρες οὗτοι ἐν μέσῳ αὐτῆς, Νῶε, Ἰὼβ, Δανιήλ. πρόσωπά ἐστι τῶν ἁγίων τούτων λαμβανόμενα, πᾶς ὃς ἐὰν μὴ φθείρῃ τὸν βίον ἑαυτοῦ ἐπὶ γῆς, οὐ ποιούμενος ὅλος τῇ σαρκὶ διὰ τοῦ ποιεῖν αὐτὸν τὸ φρόνημα τῆς σαρκὸς, ὥστε χρηματίσαι αὐτὸν ὅλον σάρκα, ἀλλὰ φαινόμενος ὡς φωστὴρ ἐν κόσμῳ, ἐπέχων λόγον ζωῆς ἐν μέσῳ γε νεᾶς σκολιᾶς καὶ διεστραμμένης, ὥστε χρηματίσαι πρὸς αὐτὸν τὸν Θεὸν, ὅτι, σὲ εἶδον δίκαιον μόνον ἐν τῇ γενεᾷ ταύτῃ. πᾶς οὖν τοιοῦτος Νῶέ ἐστι, καὶ τὰ ἱστορούμενα ἐπ’ἐκείνου ἀνάγεται καὶ ἐπὶ τοῦτον · τῇ γὰρ καταστάσει γεγόνασιν ἴσοι ἀμφότεροι, ὥστε χρηματίσαι αὐτοὺς Νῶε. τοῦ αὐτοῦ. πᾶς ὃς ἐὰν θῇ ἐπὶ τῇ καρδίᾳ αὐτοῦ μὴ μιανθῆναι ἐν τοῖς βρώμασι καὶ τοῖς πόμασι τοῦ νοητοῦ Ναβουχοδονόσορ, ἀλλὰ κακῶσαι τὴν ψυχὴν αὐτοῦ νηστείαις ἐν τῇ Βαβυλῶνι ταύτῃ διὰ τὴν γνῶσιν τῆς ἀληθείας, τοιοῦτος Δανιήλ ἐστι, καὶ τὰ ἱστορούμενα ἐπ’ἐκείνου ἁρμόσει καὶ ἐπὶ τούτῳ λέγεσθαι · μία γὰρ κατάστασις, καὶ τῆς αὐτῆς ἕξεως οἱ ἀμφότεροι, ὡς καλεῖσθαι αὐτοὺς Δανιήλ. τοῦ αὐτοῦ. πᾶς ὃς ἐὰν ἄμεμπτος ἐν βίῳ, ἀληθινὸς ἐν θεοσεβείᾳ, ὥστε ἀπέχεσθαι αὐτὸν ἀπὸ κακοῦ παντὸς, ὥστε παραζηλοῦσθαι ἐπ’αὐτῷ τὸν διάβολον, καὶ πάντα γενικὸν πειρασμὸν ἐπαγαγεῖν αὐτῷ ἐν πειρασμοῖς, καὶ οὐκ ὀκλάσῃ ἕως λόγου χειλέων · τοιοῦτος Ἰώβ ἐστι, καὶ τὰ ἱστορούμενα ἐπ’ἐκείνῳ ἁρμόσει καὶ ἐπὶ τούτῳ. ἀμφότεροι γὰρ ἴσοι ἐν μιᾷ ἕξει ἐν Κυρίῳ, καὶ Ἰὼβ κληθήσονται ἀμφότεροι. εἰ υἱοὶ καὶ θυγατέρες σωθήσονται. υἱοὺς ἔχει Δανιὴλ κατὰ τὴν αὐτὴν πνευματικὴν γενεὰν, οὓς ἐγέννησεν προφητεία αὐτοῦ · υἱοὺς γὰρ σαρκικοὺς οὐκ ἔσχεν · εὐνοῦχος γὰρ ἦν, ὥς φασι. καὶ δῆλον · ὑπὸ τούτων γὰρ παρεδόθη τῷ ἀρχιευνούχῳ. ἐὰν οὖν οἱ τρεῖς οὗτοι ἄνδρες, Νῶε, καὶ Ἰὼβ, καὶ Δανιὴλ, εὑρεθῶσιν ἐν τῇ ἁμαρτούσῃ γῇ, οὗτοι ἐν τῇ δικαιοσύνῃ αὐτῶν σωθήσονται · ὡσεὶ ἔλεγε · καὶ ἐὰν εὑρεθῶσιν ὡς Νῶε, καὶ Ἰὼβ, καὶ Δανιήλ. ἐὰν υἱοὶ καὶ θυγατέρες ὑπολειφθῶσιν. ἀντὶ τοῦ, οὐχ ὑπολειφθήσονται. αὐτοὶ μόνοι Νῶε, καὶ Δανιὴλ, καὶ Ἰὼβ ἐν τῇ δικαιοσύνῃ αὐτῶν ῥύσονται τὰς ψυχὰς αὐτῶν, τὰς ἰδίας δηλονότι · ἔστι γὰρ καὶ ἀλλαχοῦ τῆς θεοπνεύστου Γραφῆς τοιοῦτον εἶδος φράσεως, ἄρνησιν ἔχον πρόδηλον, ὡς τὸ εἰρημένον τῷ Ἠλίᾳ πρὸς τὸν Ἀχαάβ · ζῇ Κύριος Θεὸς τῶν δυνάμεων, Θεὸς Ἰσραὴλ, ᾧπέρ ἐσμεν ἐνώπιον αὐτοῦ, εἰ ἐπὶ τὰ ἔτη ταῦτα δρόσος καὶ ὑετὸς ἀνὰ πᾶσαν γῆν ἔσται. οὕτω καὶ Κύριος ἐν τῷ κατὰ Μάρκον Εὐαγγελίῳ, ὅτι, γενεὰ αὕτη σημεῖον ἐπιζητεῖ. ἀμὴν, ἀμὴν λέγω ὑμῖν, εἰ δοθήσεται τῇ γενεᾷ ταύτῃ σημεῖον · τουτέστιν οὐ δοθήσεται. καὶ τὸ ἐν Ψαλμοῖς εἰρημένον τούτοις ὅμοιον · ὡς ὤμοσα ἐν τῇ ὀργῇ μου, εἰ εἰσελεύσονται εἰς τὴν κατάπαυσιν. ἀντὶ γὰρ τοῦ, οὐκ εἰσελεύσονται, εἴρηται. οὗτοι ἐξάγουσιν υἱοὺς καὶ θυγατέρας. τοῦτο κατὰ ἐρώτησιν ἀναγνωστέον · εἰ ἐκείνοις, φησὶ, μίαν ἐκδίκησιν ἠπειλημμένοις οὐκ ἀρκήσουσι Νῶε καὶ Δανιὴλ καὶ Ἰὼβ, οὗτοι δυνήσονται, τῶν τεσσάρων ἐκδικήσεων ἐπαγομένων, ἐξαγαγεῖν τοῦ ὀλέθρου υἱοὺς αὐτῶν καὶ θυγατέρας; ἰδοὺ αὐτοὶ ἐκπορεύσονται πρὸς ὑμᾶς τοὺς προαιχμαλωτισθέντας, καὶ τῇ παραθέσει τῶν ἐπελθόντων αὐτοῖς κακῶν ὑμεῖς παρακληθήσεσθε ἥττονα πολλὰ παθόντες. τῶν ὄντων ἐν τοῖς ξύλοις δρυμοῦ. ξύλα δρυμοῦ κἀκεῖ τὰ ἄγρια νοητέον, πεύκην, καὶ τὰ ὅμοια. συγκρῖναι δὲ βούλεται διὰ τούτου πρὸς τὰ λοιπὰ ἔθνη τὸν Ἰσραὴλ, ὡς ἄμπελον γεωργίας ἀπολαύσαντα νόμου, ἱερέων καὶ προφητῶν ἐπαγγελίας, καὶ ναοῦ ἁγίου, καὶ πολλῶν τῶν θαυμάτων, αὐτομάτου πυρὸς ἀναλίσκοντος τὰς θυσίας, φωνῆς φερομένης ἀπὸ τοῦ ἱλαστηρίου τῶν χερουβὶμ, καὶ ἑτέρων ὁμοίων. ἐκ τοῦ πυρὸς ἐξελεύσονται. ἐκ τῆς αἰχμαλωσίας τοῦ Ναβουχοδονόσορ ὅταν ἀνακληθῶσι, λήψεται αὐτοὺς ἑτέρα Οὐεσπασιανοῦ, ἤγουν διὰ Τίτου. τὴν συνέχειαν τῶν συμφορῶν μηνύει. καὶ οὐκ ἔδησαν τοὺς μαστούς σου. ἐν πρώτῃ θεωρίᾳ γενόμενος οὐκ ἔξω τῆς σοφίας θηλάζει, ἀλλ’ἔνδον ἐξ αὐτῆς τρέφεται. καλῶς οὖν εἶπόν τινες δύο μαστοὺς τὰς δύο Διαθήκας, ἀφ’ὧν θηλάζουσι τὰ νήπια · καὶ οἱ θηλάζοντες οὗτοί εἰσιν, ἀφ’ὧν κατηρτίσατο Κύριος αἶνον, τοῦ καταλῦσαι ἐχθρὸν καὶ ἐκδικητήν. οὐ δὲ ἐφείσατο ὀφθαλμός σου. τουτέστιν, οὐ συνεπάθησας ἑαυτῇ, φεισαμένη τοῦ ποιῆσαι κἂν ἓν τῶν προλεχθέντων, ἵνα κἀμὲ κινήσῃς εἰς συμπάθειαν. καὶ διῆλθον καὶ διὰ σοῦ. Θεὸς ἀπαθής ἐστιν, ὡς καὶ ἄτρεπτος, καὶ ἄκτιστος. ποικίλαι δὲ αὐτοῦ αἱ πρόνοιαι κατὰ τὴν ποικιλίαν τῶν οἰκονομουμένων · πάντων γάρ ἐστι ποιητής · ὥς τινας μὲν εἶναι οἰκονομίας θυμοειδεῖς, τὰς δὲ ζηλοτυποειδεῖς · ὁμοίως δὲ καὶ τοῖς πνευματικοῖς δούλοις εἶναι οἰκονομίας χάριτος, καὶ δόξης, καὶ ἀγαλλιάσεως, ἐκ τοῦ ἑνὸς καὶ ἀτρέπτου, καὶ ἀπαθοῦς καὶ παντοδυνάμου Θεοῦ. τοῦ αὐτοῦ. συμπάσχει Θεὸς τῷ ἐλεῆσαι · οὐ γὰρ ἄσπλαγχνος Θεός. καὶ ἔλουσά σε ἐν ὕδατι. τῷ λουτρῷ καὶ τῇ χάριτι τοῦ ἁγίου Πνεύματος, καὶ τῷ ἁγιοποιῷ λόγῳ. καὶ ἔχρισά σε ἐν ἐλαίῳ. χρίσμα ἐστὶν ἐνοίκησις τοῦ ἁγίου Πνεύματος ἐν γνώσει τῆς ἀληθείας. καὶ ἐνέδυσά σε ποικίλα. ἔνδυμά ἐστι ποικίλον ἐκ τῶν ποικίλων ἀρετῶν κοσμουμένη ἕξις, ἐκ δογμάτων ἀληθείας καὶ πράξεως εὐσεβοῦς. καὶ ὑπέδυσά σε ὑάκινθον. ὑάκινθον καθαρὸν τὴν κίνησιν ἐκόσμησεν, ἀποδύσας ἐξ αὐτῆς τὴν ἐπεισαχθεῖσαν νεκρότητα. ἔστι δὲ καὶ τοῦ παντὸς βίου σύμβολον. τοῦ αὐτοῦ. δύναται δέ τις καὶ ἐπὶ ψυχῆς αὐτὰ ἁρμόσαι, ὑπόδημα λέγων τὸ ἀπαραπόδιστον τῶν ἔργων · τὴν δὲ ζώνην, τὸ ἀσφαλίζεσθαι τῆς διανοίας τὰ βουλεύματα · περιβόλαιον δὲ, τὸ κάτω νεύοντα ἐπὶ τῆς ἀληθείας ἑστηκέναι · τὰ δὲ ψέλλια, τὸ μή τι τῶν ἀτόπων πράττειν · κάθεμα δὲ, τὴν ἐπὶ τῷ καλῷ παρρησίαν · τροχίσκους δὲ, τὴν περὶ τὸν νόμον εὐπείθειαν · στέφανον δὲ καυχήσεως, τὴν τοῦ Θεοῦ ἐπαγγελίαν, ἣν τοῖς κατορθοῦσιν ἀφώρισεν. καὶ ἔζωσά σε βύσσῳ. σύμβολον τῆς ἀληθείας βύσσος πάντως καὶ τῆς ἀληθοῦς σωφροσύνης · ἀντὶ τοῦ, ὠκείωσά σε, καθάπερ τινὰ γυναῖκα εὐτελῆ ἀσχημόνως ἄζωστον περιάγειν. τοῦ αὐτοῦ. περιβόλαιον δὲ κἀκεῖ τὸ ἡμιφόριον. τρίχαπτον δὲ κἀκεῖ τὸ ἀπὸ χρυσοῦ κατεσκευασμένον. τοῦ αὐτοῦ. δίδωσιν Θεὸς ψέλλια ἐπὶ τὰς χεῖρας τῆς ψυχῆς, ἀφορμὰς τῶν ἀγαθῶν πράξεων, ὡς καὶ αὐτὰς τὰς πράξεις τῇ δυνάμει τοῦ ἁγίου Πνεύματος. σύμβολον γὰρ πράξεως τὰ ψέλλια. τοῦ αὐτοῦ. ἐνώτιόν ἐστι περὶ τὸν μυκτῆρα, εὐωδεστάτη τῶν μυστηρίων ἀληθὴς γνῶσις. τοῦ αὐτοῦ. τροχίσκοι δὲ περὶ τὸ οὖς, οἷον ἐνώτιον μέγα χρυσοῦν, τὰ θεῖα λόγια, ἐξ ὧν νοῦς συγκροτεῖ ἑαυτῷ τὴν τῆς ἀληθείας γνῶσιν. τοῦ αὐτοῦ. στέφανος καυχήσεώς ἐστι τὸ ἀνεπίληπτον ἔργον, δόγμασιν ἀληθείας τετελειωμένον. τοῦ αὐτοῦ. κόσμος ἐστὶν ἐκ χρυσίου καὶ ἀργυρίου, ἐκ νοημάτων θείων καὶ λόγων ἱερῶν συνιστάμενος τῷ ἡγεμονικῷ. τοῦ αὐτοῦ. τρίχαπτά ἐστιν, οἷον ὡσεὶ ἔλεγε, σφόδρα ἰσχνὰ νοήματα, βαθέα, ποικίλα δὲ διὰ τὰ διάφορα εἴδη τῆς ἀρετῆς. καὶ τὸ θυμίαμα. θυμίαμα καὶ ἔλαιόν ἐστιν μετὰ γνώσεως ἀναπεμπομένη προσευχὴ τῷ Θεῷ ἐκ τοῦ νοῦ, συνήδεται Θεός. καὶ διήγαγες τὰ σκέλη σου παντὶ ἐν παρόδῳ. τὴν κίνησιν τοῦ νοῦ ᾐνίξατο διὰ τοῦ σκέλους, ἐν ἐκινήθη εἰς πᾶσαν πάροδον. πάροδος δὲ λέγεται, τὸ μὴ ὁδεῦον κατὰ τὴν ἀλήθειαν · γὰρ ἀλήθεια εἶπεν, ὅτι, ἐγώ εἰμι ὁδός. πᾶν οὖν τὸ ἐξεναντίας νοούμενον πάροδος λέγεται. καὶ ἐξεπόρνευσας τρισσῶς. ἀντὶ τοῦ, πολλαχοῦ · οἱ γὰρ τρεῖς χρόνοι εἰς πάντα αἰῶνα παραλαμβάνονται. Σόδομα ἀδελφή σου. Σόδομα σύμβολον τῆς πρακτικῆς κακίας, ἤτοι τῆς διὰ σαρκὸς ἁμαρτίας. αὕτη καὶ αἱ θυγατέρες αὐτῆς. θυγατέρες Σοδόμων εἰσὶ ψυχαὶ μὴ μαθοῦσαι, ὅτι, πᾶς ὑψῶν ἑαυτὸν ταπεινωθήσεται. θυγατέρας δὲ αὐτῆς τὰς λοιπὰς λέγει πόλεις. τηρῶν ἐν τῇ Γραφῇ τὴν διαφορὰν τῶν ἁμαρτημάτων, μικρῶντε καὶ μεγάλων, τὸ ἀκρότατον τῆς κακίας ὑπερηφανία ἐστὶ, τὸ πάθος τοῦ ἀρχεκάκου · εἰς ἣν καὶ οἱ Σοδομῖται φαίνονται · καὶ τοῦτο ζήτει. εἰπὸν δὴ πρὸς τὸν οἶκον Ἰσραὴλ τὸν παραπικραίνοντα. παραπικρασμός ἐστιν ἁμαρτία · πικρὰ γὰρ λέγεται τὰ ἐπίπονα. ἐπὶ Ἱερουσαλήμ. Ἱερουσαλήμ ἐστι σύμβολον τῆς γνώσεως, καὶ τῆς ἁγίας Ἐκκλησίας καὶ τῆς ἀρετῆς. τὰ τρία ἐν ἑνὶ πρόσωπά ἐστιν. ἐν ταύτῃ ὢν, καὶ τῇ ἁμαρτίᾳ ἐπιδοὺς ἑαυτὸν, τόπον ἐπεδέδωκε διαβόλῳ, τῷ νοητῷ Ναβουχοδονόσορ, ἐπιβῆναι κατ’αὐτοῦ, καὶ καθελεῖν τὸ τεῖχος Ἱερουσαλὴμ κύκλῳ (τὴν τῆς ἐγκρατείας ἀγωγὴν), διὰ τοῦ ἀρχιμαγείρου, τοῦ ἀκρατοῦς βίου · καὶ παντελῆ αἰχμαλωσίαν ἀπὸ Ἱερουσαλὴμ, τῆς ἀρετῆς, ἄξει εἰς Βαβυλῶνα, καὶ φυτεύσει εἰς Χαναάν. καὶ εἰσάξω αὐτὸν ἐν ἀρᾷ. διάβολος εἰσάγων εἰς τὴν διαθήκην αὐτοῦ, οὓς εἰσάγει, ἐν ἀρᾷ εἰσάγει · ἀρὰν γὰρ τὰς συνθήκας καὶ τὸν ὅρκον φησί. ὃς ἠτίμωσε τὴν ἀράν μου. ἀτιμάζει τις τὴν ἀρὰν τοῦ Θεοῦ μὴ ὑπομένων ἐν τῇ παιδείᾳ παραδίδωσιν Θεὸς, ἀλλὰ προσελθὼν τῇ ἐκ τῆς ἁμαρτίας ἀναπαύσει. διὸ τοιοῦτος οὐκ ἐκφεύξεται. καὶ λήψομαι ἐγὼ ἐκ τῶν ἐπιλέκτων. καὶ μετὰ ταῦτα λήψομαι ἐγὼ ἐκ τῶν ἐπιλέκτων τῆς κέδρου. μετὰ τὸ παιδευθῆναι τοὺς αὐτῇ παραδοθέντας, ἔσται τὰ προκείμενα. κατὰ μὲν τὸ ῥητὸν τοῦ λαοῦ ἐκείνου τὴν ἐπιστροφὴν προφητεύει · τὰ δὲ ἐπίλεκτα τῆς κέδρου εἰσὶν οἱ ἀπόστολοι καὶ οἱ παραπλήσιοι, οἱ τὸ κατ’ἐκλογὴν σπέρμα · κατὰ δὲ τὴν ἀναγωγὴν, τὴν ἀνακαινισθεῖσαν διὰ τῆς παιδείας ἕξιν ἀγαθὴν φύσιν λέγει. καταφυτεύσω ἐπ’ὄρος ὑψηλόν. ὄρος ὑψηλόν ἐστιν γνῶσις τῆς ἀληθείας, Χριστός. καὶ κρεμάσω αὐτὸν ἐν ὄρει μετεώρῳ · ὄρος μετέωρόν ἐστιν οὐράνιος τόπος, καὶ κατάλληλος ἕξις. καὶ ἔσται εἰς κέδρον μεγάλην. τὴν Ἐκκλησίαν λέγει, καὶ τὸν κατ’αὐτὴν λόγον, ὑφ’ὃν ἀναπαύσονταί ποτε τὰ ἀκάθαρτα ὄρνεα καὶ τὰ πετεινὰ τὰ ἀκάθαρτα. τοῦ αὐτοῦ. πτερωθεὶς ὑπὸ τῶν λόγων τοῦ Θεοῦ ἀναπαύσεται ὑπὸ τὴν μεγάλην κέδρον, τὴν φυτευθεῖσαν ὑπὸ τοῦ Θεοῦ ἐν τῷ ὄρει τῷ ὑψηλῷ. καὶ τὰ κλήματα αὐτοῦ ἀποκαταστήσεται. ἀποκαταστήσονται ἐπὶ τῷ Χριστῷ. τούτῳ καταπαύσει προφητεία. καὶ γνώσονται πάντα τὰ ξύλα πεδίου, ὅτι ἐγὼ Κύριος. ξύλον ἐστὶ φύσις λογική · πεδίον ἐστὶν ἤτοι τὸ πλάτος τῶν λόγων, οἱ κατώτεροι τόποι. ταπεινῶν ξύλον ὑψηλόν. ξύλον ὑψηλόν ἐστιν λαὸς ὑψωθεὶς κατ’ἀρετήν ποτε · ὑψωθεὶς δὲ καὶ κατὰ κακίαν, δι’ἢν καὶ ἐταπεινώθη. καὶ ὑψῶν ξύλον ταπεινόν. ξύλον ταπεινὸν καὶ χαμαίζηλόν ἐστιν λαὸς ἐθνῶν · ταπεινὸν ἐν ἁμαρτίαις · ταπεινὸν, ὅτι κάτωθεν ἦρξεν, οἱονεὶ ἀπὸ παιδείας ἐπὶ τὸ ἄκρον ὑψωθήσεται κατὰ τὸ γεγραμμένον · ἔσονται οἱ ἔσχατοι πρῶτοι. καὶ ξηραίνων ξύλον χλωρόν. ξύλον χλωρόν ἐστι τὸ ζῶν ἐν ζωῇ δικαιοσύνης · ξύλον δὲ ξηρόν ἐστι τὸ ζῶν ἐν ζωῇ ἁμαρτίας · διὸ καὶ ξηραίνεται. τοῦ αὐτοῦ. ξύλον γάρ ἐστι νοητὸν, φύσις λογικὴ, ἀπὸ μέσου ἀρξαμένη, μήπω ζῶσα ἐν δικαιοσύνῃ. οἱ πατέρες ἔφαγον ὄμφακα. διδάσκει ἐν τούτοις, ὅτι τὸ λεγόμενον ἐν τοῖς νόμοις τοῦ Ἰσραὴλ, ἀποδίδοσθαι ἁμαρτίαν πατέρων ἐπὶ τέκνα, παραβολή ἐστι χρῄζουσα συνοράσεως. τοῦ αὐτοῦ. ὄμφαξ ἐστὶν ἁμαρτία παράνομος. ὄμφαξ λέγεται, ὅτι ἐκ τῶν φυσικῶν ἡμῶν τὰς ἀφορμὰς ἔχουσα συνίσταται. ὥσπερ φυσικῶς ὄμφαξ ἐκ τῆς ἀμπέλου ἐστὶν, οὕτω καὶ ἡμεῖς, ἐὰν ὡς ἕλκουσιν αἱ φυσικαὶ κινήσεις ἀκολουθήσωμεν ἐν τῇ πρώτῃ ἡλικίᾳ, ὄμφακά ἐσμεν τρώγοντες. τοῦ αὐτοῦ. ὄμφαξ ἐστὶν ἁμαρτία · αἱμωδιασμὸς ἐν τῇ ἁμαρτίᾳ ἐστὶ δι’αὐτῆς νεκρότης · ὀδόντες, δύναμις τῆς ψυχῆς. ἐὰν γένηται ἔτι λεγομένη παραβολή. αἱ παραβολαὶ οὐ κατὰ τὰ πράγματα ἀκούονται, ἀλλὰ κατὰ ἀναγωγήν. εἰπὼν νόμος, ἀποδίδοσθαι ἁμαρτίας πατέρων ἐπὶ τέκνα, εἶπεν, ὅτι οὐκ ἀποθανοῦνται υἱοὶ ὑπὲρ πατέρων. οὐκ ἔστι γὰρ ἄλλον ὑπὲρ ἄλλου, πατέρα ὑπὲρ υἱοῦ, ἀνάπαλιν, ἀπολαβεῖν ἁμαρτίας. ψυχὴ ἁμαρτάνουσα, αὐτὴ ἀποθανεῖται. θνῆσιν τῆς ἁμαρτίας, κατὰ στέρησιν τοῦ εἰπόντος · ἐγώ εἰμι ζωή. ἄνθρωπος ὃς ἔσται δίκαιος. ἄνθρωπός ἐστι δίκαιος ποιῶν κρίμα, μηδὲν ἀκρίτως ποιῶν, ἀλλὰ κεκριμένως ἐν δικαιοσύνῃ. ἐπὶ τῶν ὀρέων οὐ φάγεται. τὴν βρῶσιν ἐκείνην τὴν τῶν ὑψωμάτων, τῶν ἐπαιρομένων κατὰ τῆς γνώσεως τοῦ Θεοῦ. ὄρη δέ ἐστι νοητὰ, τασσόμενα ἐκ τῶν ἐναντίων, οἱ ταῦτα γεννήσαντες. πρὸς τὰ εἴδωλα οἴκου Ἰσραήλ. κατὰ τὴν διάνοιαν τῶν παθῶν τὰ εἴδωλα λέγει. πρὸς τὴν γυναῖκα ἐν ἀφέδρῳ οὖσαν. τὰς τῆς καθάρσεως ἡμέρας · ἐκ τούτου κατὰ μέρος ἐθίζων εἰς σωφροσύνην ἀκροτάτην. τὸ ἀργύριον αὐτοῦ ἐπὶ τόκῳ οὐ δώσει. τόκος λέγεται τὸ ᾀδόμενον ἐπὶ ἀργυρίου · πλεονασμός ἐστι τὰ ἐπὶ τῶν λοιπῶν διδόμενα βρωμάτων πομάτων. λοιμός ἐστιν λυμαινόμενος, οἱονεὶ ἅρπαξ, ἄδικος, καταπίνων πάντα. καὶ χέοντα αἷμα. αἷμά ἐστι σύμβολον ζωτικῆς δυνάμεως ψυχῆς. καὶ πτωχὸν καὶ πένητα. πλούσιον οὐ δύναται καταδυναστεῦσαι λοιμός. λύτρον γὰρ ψυχῆς ἀνθρώπου, ἴδιος πλοῦτος · πτωχὸς δὲ οὐχ ὑφίσταται ἀπειλήν. πλούσιός ἐστιν πλουτῶν ἐν ἔργοις ἀγαθοῖς, ἐν λόγῳ Θεοῦ, καὶ ἐν πάσῃ γνώσει. καὶ εἰς τὰ εἴδωλα ἔθετο τοὺς ὀφθαλμοὺς αὐτοῦ. πάντα τὰ ἀναπεπλασμένα εἴδωλά εἰσι. τιθέασι δὲ ταῦτα ἐν ἀποκρύφῳ οἱ αἱρετικοί. ἐὰν δὲ γεννήσῃ υἱόν. γένεσις ἡμῶν κατὰ σάρκα οὖσα · ταύτης καὶ πατέρας καὶ μητέρας ἔχομεν. οὐ γάρ ἐστι ψυχῆς μήτηρ πατήρ · ταύτης γὰρ Θεὸς μόνος ἐστὶ ποιητὴς καὶ πατήρ, καὶ τοῦτο διδάσκων Θεὸς λέγει, ὅτι, πᾶσαι αἱ ψυχαὶ ἐμαί εἰσι · καὶ ἑκάστη ψυχὴ ἰδίαν ὑπόστασιν ἔχει, ἐν τῷ ἰδίῳ λόγῳ ἱσταμένη, καὶ οὐκ ἐν ἄλλῳ. καὶ οὐκ ἔστιν εἰπεῖν ἄλλην ὑπὲρ ἄλλης τὰς ἁμαρτίας ἀποτίνειν. ἐν τῷ παραπτώματι αὐτοῦ παρέπεσε. πάντα τὰ παραπτώματα ἓν παράπτωμα λέγει · καὶ πάλιν τὸ ἒν τὰ πολλὰ εἰκονίζεται. καὶ παρέπεσε παράπτωμα ἐκεῖνος λαὸς, ἀποκτείνας τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστόν. παραπίπτει δὲ καθεὶς, ἀπολλύων τὸν λόγον εἰς ἀλογίαν. οὐ κατορθοῖ ὁδὸς Κυρίου. Ἰσραὴλ λέγουσιν, ὅταν ἴδωσι τὰ ἔθνη εἰσερχόμενα. οὐχὶ ὁδὸς ὑμῶν οὐ κατορθοῖ; ἐφ’ὑμῖν ἐστιν. ἀπορρίψατε ἀσεβείας ὑμῶν ἀφ’ἑαυτῶν. καὶ ποιήσατε ἑαυτοῖς καρδίαν καινήν. καὶ πῶς τοῦτο γενήσεται; ἐὰν ἐκδυσώμεθα τὸν παλαιὸν ἄνθρωπον σὺν ταῖς πράξεσιν αὐτοῦ, καὶ ἐνδυσώμεθα τὸν νέον, τὸν ἀνακαινούμενον εἰς ἐπίγνωσιν κατ’εἰκόνα τοῦ κτίσαντος αὐτόν. ὅταν ἀναβῶμεν ἀπὸ τῶν γηΐνων πραγμάτων εἰς τὸ ἀνώγεων τὸ μέγα τὸ σεσαρωμένον ἀπὸ πάσης κακίας, καὶ κεκοσμημένον δὲ καὶ ἐστρωμένον τελείᾳ ἀρετῇ, καὶ ἑορτάσωμεν μετὰ Ἰησοῦ, λαβόντες τὸ ποτήριον τῆς καινῆς Διαθήκης, καὶ τὸν τύπον τοῦ σώματος αὐτοῦ ποιούμενοι ἐν τῷ θνητῷ ἡμῶν σώματι διὰ τῆς μετοχῆς αὐτοῦ. τί μήτηρ σου σκύμνος ζῶν ἐν μέσῳ λεόντων; τροπολογεῖται εἰς λέοντα, εἰς ἕκαστον θηρίον κατὰ τὴν ἕξιν τὸ λογικὸν, καὶ εἰς πᾶν ζῶον καὶ ἑρπετόν. τοῦ αὐτοῦ. μητέρα τοῦ λέοντος ᾐνίξατο τοῦ ἄρχοντος Ἰσραὴλ συναγωγήν · ἥτις καὶ αὐτὴ ἀπεθηριώθη ἐν πολλοῖς, καὶ μάλιστα ὅτε ἔδωκε τὴν φωνὴν αὐτῆς ἐπὶ τὸν Δεσπότην αὐτῆς, λέγουσα · ἆρον, ᾆρον, σταύρωσον αὐτόν. τοῦ αὐτοῦ. πολλοὶ τῶν ἀνθρώπων οὐδὲν διαφέρουσι, μᾶλλον δὲ καὶ χείρους εἰσὶ θηρίων τῇ ὠμότητι καὶ τῇ ἀπανθρωπίᾳ · οἷος ἦν καὶ οὗτος λεγόμενος ἄρχων τοῦ Ἰσραήλ. καὶ ἠφάνισε γῆν καὶ τὸ πλήρωμα αὐτῆς ἀπὸ φωνῆς ὠρυώματος αὐτοῦ. οὗτος δεύτερος λέων οὐ μόνον πράξει ἀσεβείας ἦν λέων λυμεὼν τῶν ἀνθρώπων, ἀλλὰ καὶ σύμβολόν ἐστι τῶν ἐν τοῖς ἀσεβεστάτοις αὐτοῦ δόγμασιν ἐρημούντων τὴν γῆν καὶ τοὺς οἰκοῦντας αὐτήν. σύμβολον οὖν εἰσιν οὗτοι οἱ λέοντες τῶν τῆς Ἱερουσαλὴμ βασιλέων κατὰ τὸ αἰσθητόν · τοῦ μὲν πρώτου παραδοθέντος εἰς Αἴγυπτον · τοῦ δὲ δευτέρου, ὡς ἀσεβεστέρου, εἰς Βαβυλῶνα. ἔχει δὲ καὶ τὴν ἀναγωγὴν τοῖς δυναμένοις θεωρῆσαι. τοιαῦτα δὲ πάσχουσι καὶ οἱ ἀσεβεῖς αἱρετικοὶ, οἱ μὴ φυλάσσοντες τὸν λόγον, ἀλλὰ καταπατοῦντες · οἱ μὲν παραδιδόμενοι ἐνταῦθα τοῖς νοητοῖς Αἰγυπτίοις, οἱ δὲ ἐνταῦθα μετὰ τὴν ἔξοδον τῷ νοητῷ Ναβουχοδονόσορ. καὶ ἔδωκα αὐτοῖς προστάγματα οὐ καλά. τίνα δὲ ἦν ταῦτα τὸ ἀποκτεῖνον γράμμα τοῦ νόμου, καὶ διαθήκη τοῦ θανάτου ἐν γράμμασιν ἐντετυπωμένη λιθίνοις, καὶ διακονία τῆς κατακρίσεως; ἀμφότερα οὖν διὰ τῆς αὐτῆς προστάσσεται φωνῆς, τότε γράμμα καὶ τὸ πνεῦμα · ἀλλὰ τὰ μὲν κατὰ τὸ γράμμα προστάγματα οὐ δεῖ ποιεῖν · τὰ δὲ κατὰ τὸ πνεῦμα, ποιητέον. ὅτι τὸ δὲ τοιοῦτον ἀνέγκλητόν ἐστι, καὶ βεβηλοῖ τινα τῶν προσταγμάτων, μανθάνομεν οὐ μόνον ἀπὸ τοῦ Ἀποστόλου τῆς καινῆς Διαθήκης, ἀλλὰ καὶ ἀπὸ τῶν πρὸ τῆς παρουσίας τοῦ Σωτῆρος δῆλον, ἐκ τοῦ τοὺς μὲν ἱερεῖς ἐν τῷ ἱερῷ τὸν Σάββατον βεβηλοῦντας ἀναιτίους εἶναι, καὶ ἐν Σαββάτῳ περιτέμνεσθαι ἄνθρωπον · ἑνὸς μὲν λυομένου νόμου, ἑνὸς δὲ τηρουμένου · καὶ ἐκ τοῦ τόντε Δαυῒδ καὶ τοὺς σὺν αὐτῷ βεβρωκέναι ἀπὸ τῶν ἄρτων τῆς προθέσεως, οὓς οὐκ ἐξῆν αὐτῷ φαγεῖν, οὐ δὲ τοῖς μετ’αὐτοῦ, εἰ μὴ τοῖς ἱερεῦσι μόνοις · καὶ ἐκ τοῦ ὁμοίωμα γεγονέναι ἔντε τῇ σκηνῇ τοῦ μαρτυρίου καὶ ἐν τῷ ναῷ τῶν χερουβίμ · καὶ ὑπὸ Μωϋσέως ὁμοίωμα κατεσκευάσθαι ὄφεως χαλκοῦ. ἰδοὺ γεγόνασί μοι οἶκος Ἰσραὴλ ἀναμεμιγμένοι πάντες. κάθηται Κύριος ἐν μέσῳ τῆς Ἱερουσαλὴμ χωνεύων τοὺς ἀναμεμιγμένους ἀργυρίῳ καὶ κασσιτέρῳ, καὶ χαλκῷ καὶ μολίβδῳ, καὶ αἰτιᾶται τοὺς ἔχοντας ὕλην εὐτελῆ περὶ ἑαυτοὺς, καὶ λέγει · ἀργύριον ἀναμεμιγμένον ἐγενήθησαν. ὅταν γὰρ τῇ κτίσει τοῦ Θεοῦ τῇ καλῇ ἐπεισηγάγομεν ἐκ τῆς κακίας ἡμῶν τὰ φαῦλα, μόλιβδον ἐπεισηγάγομεν καὶ χαλκὸν, καὶ κασσίτερον · τὴν κακὴν πρᾶξιν καὶ δόγματα ἀθείας, καὶ τὴν πρὸς τὸ σῶμα συμπάθειαν. διὰ ταῦτα γὰρ χρεία τοῦ πυρός. πάντα λίθον χρηστὸν ἐνδέδεσαι. δώδεκα λίθους εἶχεν ἐπὶ τῶν ὤμων ἀρχιερεὺς κοσμοῦντας αὐτὸν τοῦ ἀρχιερᾶσθαι τῷ Θεῷ. τούτους τοὺς λίθους ἐποικοδομεῖ ἐνάρετος ἐπὶ τὸν ἀσάλευτον θεμέλιον, οὓς τὸ πῦρ κατακαῦσαι οὐκ ἰσχύει · ἐποικοδομεῖ δὲ τοῖς ἰδίοις ὤμοις, τουτέστι πόνοις ἰδίοις. μέσον δὲ τούτων κεκτημένος ταῦτα ἔχει ἐπὶ τοῦ στήθους τὸν τῆς δηλώσεως καὶ τὸν ἀληθείας λίθον τίμιον. καὶ οἱ μὲν δώδεκα λίθοι λόγοι εἰσὶ τῶν υἱῶν Ἰσραὴλ, ἐν οἷς λίθοις θεωρήσεις τὰ νοητὰ ξύλα τοῦ παραδείσου · καὶ τὸ μὲν ξύλον τῆς ζωῆς, κτησάμενος τυρωθήσεται τὴν κεφαλὴν τῷ ἁγιάσματι Κυρίου. ἐκ τῶν τοιούτων ἁγίων λίθων συνεστήκεισαν αἱ πύλαι τῆς Ἱερουσαλὴμ, καὶ πᾶσα Ἱερουσαλήμ · οὓς πάντας ἐνδεδύκει ἄρχων Τύρου ποτὲ, οὐ πόνοις ἰδίοις, ἀλλὰ χάριτι, ὡς λόγος Ἱερουσαλὴμ, καὶ ὡς ἱερεὺς τοῦ Θεοῦ. ἀλλ’ἐκ τούτων ἁπάντων πέπτωκεν, εἰπὼν ἐν καρδίᾳ · ὅτι Θεός εἰμι · κατοικίας Θεοῦ κατῴκηκα ἐν καρδίᾳ θαλάσσης. καρδία ἐστὶ θαλάσσης οἱ βαθεῖς λόγοι τῶν βαθέων, τὰ ἐσώτατα τῶν ἐσωτάτων · ἐξ ἧς καρδίας καταπεσὼν ἐπὶ τούτῳ ἐπαρθεὶς κατεβλήθη εἰς αὐτὴν τὴν θάλασσαν τὴν αἰσθητήν. καὶ τοῦτο δὲ πάσχουσι καὶ οἱ ἄνθρωποι οἱ ἐπὶ τοῖς ἰδίοις πόνοις ἐπαιρόμενοι. σὺ ἀποσφράγισμα ὁμοιώσεως. ἀλήθεια σφραγίς ἐστι καὶ στέφανος κάλλους. ἐν ταύτῃ ὢν ποιωθήσεται ἐν αὐτῇ · καὶ οἱ δεχόμενοι τὴν ἀλήθειαν γίνονται ἐν αὐτῇ. διὰ τὸ πλῆθος τῶν ἁμαρτιῶν σου ἐπὶ τὴν γῆν ἔρριψά σε. ἐκ τῶν οὐρανῶν ἐρρίφη ῥιφεὶς ἐπὶ τὴν γῆν · ὧν τῷ ὑποδείγματι καὶ τῇ σκιᾷ ἐλάτρευον οἱ ἐν τῇ σκηνῇ λατρεύοντες. στήρισον τὸ πρόσωπόν σου. θεία Γραφὴ, τὰ καθ’ἡμᾶς τοὺς ἀνθρώπους γενόμενα ἱστοροῦσα, παιδεύει ἡμᾶς ἐν τοῖς καθ’ἡμᾶς, καὶ ὁδηγεῖ δὲ τὸν ἀκολουθοῦντα ἐκ τῶν καθ’ἡμᾶς, καὶ ἀνάγει, καὶ ὑποδείκνυσιν ἐκ τῶν αἰσθητῶν τὰ νοητά. καὶ ἐκ τῶν παρ’ἡμῖν γενομένων ὑποδείκνυσι τῷ πνεύματι τὰ γενόμενα ἐν τοῖς πρὸ ἡμῶν · τοῖς ἔξω σαρκὸς λέγω. μετὰ γὰρ τοῦ ἔχειν τὴν ἱστορίαν τὸν ἴδιον λόγον, οἷον τὸν παρ’ἡμῖν τοῖς ἀνθρώποις γενόμενον, ἔχει καὶ τὴν ἀναγωγὴν κατάλληλον ἐν τοῖς πρὸ ἡμῶν. ἐγὼ ἐπὶ σὲ, Φαραὼ, βασιλεῦ Αἰγύπτου. μὲν Φαραὼ ἦν μὲν ἀληθὴς ἄνθρωπος βασιλεὺς ταύτης τῆς Αἰγύπτου, τῆς παρὰ τὸν Νεῖλον ποταμόν · καὶ τοὺς υἱοὺς Ἰσραὴλ τότε θλίβων, καὶ τὰ βρέφη αὐτῶν πνίγων · ἐπεῖχε δὲ λόγον τοῦ διαβόλου · καὶ ἕκαστος δὲ βασιλεὺς ἱστορούμενος ὅμοιος τούτῳ, τινὸς διαβολικῆς καὶ ἀποστατικῆς δυνάμεως ἐπέχει λόγον. καὶ τοῦτο δηλοῖ τὸ, ἰδοὺ ἐγὼ ἐπὶ σὲ τὸν δράκοντα τὸν μέγαν, τὸν ἐγκαθήμενον ἐν μέσῳ τῷ ποταμῷ Αἰγύπτου, καὶ τὰ ἑξῆς. ταῦτα δὲ οὐκ ἔχει λόγον αἰσθητῶς ἐπ’ἀνθρώπου λέγεσθαι. τὸν λέγοντα · ἐμοί εἰσιν οἱ ποταμοί. οὐ μόνον λέγει, οἱ ποταμοὶ ἐμοί εἰσι, κἀγὼ ἐποίησα αὐτοὺς, ἀλλὰ καὶ Κύριον ἐγκαθῆσθαι ἐν μέσῳ ποταμῶν αὐτοῦ · οἵτινές εἰσιν ἐκ κοιλίας τῶν συλλαβόντων αὐτοὺς, ἱκανοὶ ἐν ψευδολογίᾳ, ἐκπορευομένων εἰς θάνατον αἰώνιον τῶν ποτιζομένων ἀπ’αὐτῶν · οὓς, ἵνα μὴ πίνωνται, μεταβάλλει Θεὸς εἰς αἷμα, καὶ οὐ γέγραπται, ὅτι ἀποκατέστησεν αὐτοὺς εἰς ὕδωρ. καὶ ἐγὼ δώσω παγίδα εἰς τὰς σιαγόνας σου. παγίδας βάλλει Θεὸς εἰς τὰς σιαγόνας τοῦ δράκοντος, ἵνα, φιμώσας αὐτοῦ τὸ στόμα, καταργήσῃ δυσσεβῆ διδασκαλίαν, καὶ ἀνάξῃ ἀπὸ τῆς ὑγρᾶς εἰς τὴν ξηράν. καὶ προσκολλήσω τοὺς ἰχθύας τοῦ ποταμοῦ σου. ἰχθύες τοῦ ἐν Αἰγύπτῳ εἰσὶ ποταμοῦ οἱ ἐν Αἰγυπτίοις καὶ σωματικοῖς παθήμασι διαζῇν δοκοῦντες. οὗτοι γὰρ προσκολλῶνται ταῖς πτέρυξι τοῦ δράκοντος, καὶ ταῖς λεπίσιν αὐτοῦ, κλυδωνιζόμενοι καὶ περιφερόμενοι παντὶ ἀνέμῳ διδασκαλίας ἐν τῇ κυβείᾳ τῶν ἀνθρώπων. τοῦ αὐτοῦ. ἰχθύες εἰσὶ κολλώμενοι εἰς τὰς πτέρυγας τοῦ νοητοῦ Φαραὼ, τοῦ ἐν μέσῳ τῶν τῆς κακίας ποταμῶν, οἱ μαθητεύοντες τῇ κακίᾳ, καὶ ποτιζόμενοι ἐκ τοῦ Αἰγυπτιακοῦ ὕδατος, καὶ συνενούμενοι τῷ δράκοντι ἐν τῇ ὑγρᾷ ἕξει, καὶ ὑπὸ τὴν ἐξουσίαν αὐτοῦ γινόμενοι. ἀνθ’ὧν ἐγενήθης ῥάβδος καλαμίνη. μὴ ἐπερειδόμενος ῥάβδῳ ἐκ τῆς ῥίζης Ἰεσσαὶ, μη δὲ παιδευόμενος ῥάβδῳ ἐπισκέπτεται Θεὸς ἀνομίαν υἱῶν Δαυῒδ, μη δὲ ἀποστολικῇ ῥάβδῳ νουθετούμενος, ἀλλὰ λόγοις ψευδέσι καὶ διακένοις ἐπερειδόμενος, ἐπερείδεται ῥάβδῳ καλαμίνῃ, τῷ δράκοντι τῷ Φαραώ. καὶ ἀπολῶ ἀπὸ σοῦ ἄνθρωπον καὶ κτήνη. ὡς Θεὸς ἔχει ἀνθρώπους καὶ κτήνη, οὓς σώζει · οὕτως καὶ δράκων Φαραώ · οὓς ἀπολλύει Θεὸς, οὐχ ἁπλῶς, ἀλλ’ἀπὸ τοῦ δράκοντος. τάχα οἱ αὐτοί εἰσι σωτηρίαν ταύτην λαμβάνοντες, τῷ μη δέ τι εἶναι τοῦ δράκοντος Φαραώ. πέρας ἐθνῶν ἔσται. πέρας ἐθνῶν ἐστι Κυρίου χεὶρ ἐπὶ πᾶσαν Αἴγυπτον καὶ Αἰθιοπίαν · καὶ τὰ μὲν πρὸς ἀνθρώπους ἐπὶ Αἰγυπτίους λέγεται, τὰ δὲ πρὸς τὰς ἀντικειμένας δυνάμεις πρὸς τοὺς Αἰθίοπας. καὶ ἥξει μάχαιρα ἐπὶ Αἰγυπτίους. Αἴγυπτος ἐν πολλοῖς νοεῖται ἐπὶ τοῦ κόσμου τούτου, τοῦ ἀνθρωπίνου καὶ τοῦ ἐπιγείου τούτου, ἐξ οὗ ἐξίασιν οἱ ἀληθινοὶ Ἰσραηλῖται, καὶ ὁδεύουσιν ἐπὶ τὴν ἁγίαν γῆν. καὶ συμπεσεῖται τὰ θεμέλια αὐτῆς. καταστρέφει Θεὸς τὰ θεμέλια Αἰγύπτου ὡς ἀγαθὸς ἵνα μηδὲν μείνῃ Αἰγύπτιον οἰκοδόμημα · τὴν ἁμαρτίαν λέγω. γὰρ Λόγος ἐκριζοῖ καὶ κατασκάπτει, καὶ ἀπολλύει τὴν κακίαν, καὶ οἰκοδομεῖ τὴν ἀρετήν. Πέρσαι καὶ Κρῆτες καὶ Λυδοὶ καὶ Λίβυες, καὶ πάντες οἱ ἐπίμικτοι τῶν υἱῶν τῆς διαθήκης μου ἐν τῇ μαχαίρᾳ πεσοῦνται. τίς δύναται ἕκαστον ἔθνος διηγήσασθαι, καὶ ἀναγαγεῖν ἕκαστον ἐφ’ὃν δεῖ τρόπον μοχθηρόν; θεοῦ καὶ μόνου παρασχεῖν τὸν περὶ πάντων ἀληθῆ λόγον. ἐρευνῶν τὸν ἐγκείμενον νοῦν τῇ Γραφῇ, αἴτει παρὰ Θεοῦ φωτισμόν. ἀπὸ Μαγδωλοῦ ἕως Συήνης μαχαίρᾳ πεσοῦνται. Μαγδωλά ἐστιν ἀρχὴ τῆς Αἰγύπτου ἐπὶ τὰ ὧδε · Συήνη δὲ ἐσχάτη τῆς Αἰγύπτου, πλησίον εὐθὺ τῶν Αἰθιόπων. οἱ Αἰγύπτιοι δὲ σύμβολόν εἰσι τῶν ἐν ἁμαρτίαις βιούντων ἀνθρώπων. Αἴγυπτος δὲ κόσμος ἐστὶν ἐν τῷ πονηρῷ κείμενος, κατάστασις τῆς κακίας. Συήνη δὲ καὶ Μαγδωλὰ ὅριά ἐστι τῆς Αἰγύπτου. οἱ ἐν Συήνῃ οὖν οὗτοί εἰσιν οἱ ἐν τῇ ἀρχῇ τῆς κακίας ὄντες ἄνθρωποι, οἱονεὶ ἐν τῇ εἰσόδῳ αὐτῆς. πλὴν ὅμως πάντας τοὺς Αἰγυπτίους δεῖ κολασθῆναι ἀπὸ τοῦ πρώτου ἕως ἐσχάτου. πάντες οἱ οἰκοῦντες Αἴγυπτον, μᾶλλον δὲ ὄντες, κολασθήσονται ἐν αὐτῇ.