Origen

Fragments from Commentary on Proverbs

παροιμίαι Σολομῶντος υἱοῦ Δαυΐδ. υἱὸς Δαυῒδ καὶ Σωτὴρ λέγεται. οὗτος εἰρηνικὸς ἡμῶν Σωτὴρ γενόμενος ἐκ σπέρματος Δαυῒδ, τὸ κατὰ σάρκα, ἐβασίλευσεν ἐν Ἰσραήλ. διὸ καὶ ἐπεγράφη τὴν ὑπὲρ ἀνθρώπων οἰκονομίαν τελῶν · οὗτός ἐστιν βασιλεὺς τῶν Ἰουδαίων. Ἰουδαῖοί εἰσιν, Ἰσραὴλ, ὧν εἰρηνικὸς Σωτὴρ βασιλεύει ὡς διορατικῶν, ἐὰν ὦσιν ἀληθῶς Ἰσραήλ. οὐ γὰρ ὅσοι σπέρμα τοῦ Ἀβραὰμ, πάντως καὶ τέκνα, τῷ μὴ ποιεῖν τὰ ἔργα τοῦ Ἀβραάμ. τοῦ γνῶναι σοφίαν καὶ παιδείαν. σοφία ἐστὶν ἐπιστήμη θείων καὶ ἀνθρωπίνων πραγμάτων κατάληψις · κατὰ δέ τινας, ἀτμίς ἐστι τῆς τοῦ Θεοῦ δυνάμεως, καὶ ἀπόρροια τῆς τοῦ Παντοκράτορος δόξης εἰλικρινής · οὐδὲν γὰρ εἰς αὐτὴν σκοτεινὸν ἐμπίπτει · ἀπαύγασμα γάρ ἐστι φωτὸς ἀϊδίου, καὶ ἔσοπτρον ἀκηλίδωτον τῆς τοῦ Θεοῦ ἐνεργείας, καὶ εἰκὼν τῆς ἀγαθότητος αὐτοῦ. γινώσκων ἔργα σοφίας, ταῦτα γινώσκει, τουτέστι, τὸ ἀπαύγασμα τοῦ ἀϊδίου, καὶ τὸ ἀκηλίδωτον ἔσοπτρον τῆς τοῦ Θεοῦ ἐνεργείας, καὶ τὴν εἰκόνα τῆς ἀγαθότητος αὐτοῦ. ταῦτα δὲ οὐδὲν ἕτερόν ἐστιν γνῶναι τὸν Υἱὸν τῆς τοῦ Θεοῦ ἀγάπης, καὶ τὴν σοφίαν τὸν Χριστόν. Χριστὸς γὰρ Θεοῦ δύναμις καὶ Θεοῦ σοφία. τοῦτο δὲ οὐκ ἀπὸ σαρκὸς καὶ αἵματος, ἀλλ’ἀπὸ τοῦ οὐρανίου Πατρὸς ἀποκαλύπτεται. γινώσκει δὲ σοφίαν, καὶ τὴν ἐπιστήμην εἰδὼς τῶν θείων, νομικῶν καὶ προφητικῶν, εὐαγγελικῶντε καὶ ἀποστολικῶν λογίων. ἐπὶ τὴν πέτραν τίθησι τὸν θεμέλιον, τουτέστιν ἐπὶ τῇ πίστει Χριστοῦ, ὡς ἀντέχειν πρὸς βροχὰς, καὶ ἀνέμους, καὶ πνεύματα, δηλαδὴ τοὺς ὁθενοῦν γινομένους πειρασμούς. εἰ δέ φησιν Λουκᾶς ὡς ἐπῄνεσε τὸν οἰκονόμον τῆς ἀδικίας, κατεχρήσατο, τὸν ἔπαινον ἐπὶ τῆς ἐντρεχείας λαβὼν, διάτε τῆς διανοίας ὀξύ · ὅπερ ἔοικε δηλοῦσθαι κἀν τῷ, δὲ ὄφις φρονιμώτατος πάντων τῶν θηρίων, καθ’ λέλεκται καὶ τὸ, γίνεσθε φρόνιμοι ὡς ὄφις · οἱονεὶ μὴ ἄπειροι τῶν τοῦ ὄφεως πανουργημάτων. νοήσειτε παραβολὴν καὶ σκοτεινὸν λόγον, ῥήσειςτε σοφῶν καὶ αἰνίγματα. τίνα διαφορὰν ἔχει ταῦτα πρὸς ἄλληλα, κατανοήσωμεν · καὶ πρῶτον τί ποτέ ἐστι παραβολὴ ἴδωμεν, ἀφ’ὧν ἔχομεν εὐαγγελικῶν ἀφορμῶν. ἐχρήσαντο γὰρ τῷ ὀνόματι τῆς παραβολῆς ἄλλοιτε, καὶ Ματθαῖος οὕτως · ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, ἐξελθὼν Ἰησοῦς ἐκ τῆς οἰκίας ἐκάθητο παρὰ τὴν θάλασσαν, καὶ πᾶς ὄχλος ἐπὶ τὸν αἰγιαλὸν εἱστήκει, καὶ ἐλάλησεν αὐτοῖς πολλὰ ἐν παραβολαῖς · ἰδοὺ ἐξῆλθεν σπείρων τοῦ σπεῖραι. ἔστι τοίνυν παραβολὴ λόγος ὡς περὶ γενομένου, μὴ γενομένου μὲν κατὰ τὸ ῥητὸν, δυναμένου δὲ γενέσθαι, τροπικῶς δηλωτικὸς πραγμάτων ἐκ μεταλήψεως τῶν ἐν τῇ παραβολῇ λελεγμένων. οὐ γὰρ γέγονε κατὰ τὴν λέξιν τὸ, ἐξῆλθεν σπείρων, ὡς λέγομεν γεγονέναι τὰ τῆς ἱστορίας · πλὴν δυνατὸν γενέσθαι κατὰ τὸ ῥητόν · ἰδοὺ ἐξῆλθεν σπείρων, καὶ τὰ ἑξῆς. ἐγὼ μέντοι νομίζω τοῖς ἔξω λαλοῦντα τὸν Ἰησοῦν ἐν παραβολαῖς, οἷς, διὰ τὸ εἶναι ἔξω, οὐκ ἐδέδοτο εἰδέναι τὰ μυστήρια τῆς βασιλείας τοῦ Θεοῦ, ἐξεληλυθέναι τῆς οἰκίας, ὡς Ματθαῖος ἀνέγραψεν, οὐ χωρὶς αἰτίας καὶ λόγου ποιήσας τὸ, ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, ἐξελθὼν Ἰησοῦς τῆς οἰκίας, ἐκάθητο παρὰ τὴν θάλασσαν. ἔπρεπε γὰρ πρὸς τοὺς μὴ χωροῦντας εἰσελθεῖν αὐτοὺς εἰς τὴν οἰκίαν, ἀλλ’ὄντας ἔξω αὐτῆς, ἐξελθεῖν αὐτῆς. ὅτι δὲ τοιοῦτόν τι τῷ Ματθαίῳ κατὰ τὸν τόπον νενόηται, σαφὲς ἔσται τῷ τετηρηκότι τὰ ἐπιφερόμενα · ἀφεὶς γὰρ, φησὶ, τοὺς ὄχλους, εἰσῆλθεν εἰς τὴν οἰκίαν αὑτοῦ, καὶ τοῖς μαθηταῖς ἀνακαλύπτει τὰ τῆς παραβολῆς. παρατήρει γὰρ ἐν τούτοις τίνα τρόπον τοῖς ὄχλοις ἐν παραβολαῖς Ἰησοῦς λάλει, καὶ χωρὶς παραβολῆς οὐδὲν αὐτοῖς λαλεῖ · καὶ μέχρι τῆς δεῦρο ποιεῖ · οἱ γὰρ ὄχλοι οὐ χωροῦσι παραβολῶν ἑρμηνείαν. πρόσχες δὲ καὶ τῷ, ἀφεὶς τοὺς ὄχλους εἰσῆλθεν εἰς τὴν οἰκίαν αὑτοῦ, πάνυ συνετῶς ἀναγεγραμμένῳ ἐπὶ μὴ οἷόντε ἦν τοὺς ὄχλους αὐτῷ συνελθεῖν, ἀλλὰ μόνους τοὺς διαφέροντας παρὰ τοὺς ὄχλους, οἵτινες ἦσαν μαθηταὶ αὐτοῦ, καὶ δυνάμενοι παρρησίαν ἔχειν πρὸς τὸ εἰσελθεῖν εἰς τὴν οἰκίαν τοῦ Ἰησοῦ. ἐκεῖ, οὐχ ὡς οἱ ὄντες ἔξω, ἀλλὰ χωρήσαντες τὸ γενέσθαι ἔσω, προσελθόντες τῷ διδασκάλῳ, τὸν ἔσω νοῦν ἀξιοῦσι τῶν παραβολῶν μαθεῖν. καὶ ἐπείπερ ἐχώρησαν αὐτῷ ἀκολουθῆσαι εἰσιόντι εἰς τὴν οἰκίαν, διὰ τοῦτο ἀποκριθεὶς πρὸς τὸ, φράσον ἡμῖν τὴν παραβολὴν, εἶπεν εἶπεν. οὐ μόνον δὲ ἐξέρχεται τῆς οἰκίας αὑτοῦ Ἰησοῦς, ἵνα τοῖς ἔξω ἔξω γενόμενος λαλήσῃ τὰς παραβολὰς, ἀλλὰ καὶ παρὰ τὴν θάλασσαν καθίζεται, αἰνισσόμενος, ὅτι οἱ ὄχλοι καὶ οἱ ἔξω τῶν τῆς θαλάσσης κυμάτων, καὶ τοῦ ἁλμυροῦ ὕδατος αὐτῆς, οὐκ εἰσὶ μακράν. παρατήρει δὲ, ὅτι πρὸς μὲν τὸν ἐξελθόντα τῆς οἰκίας καὶ καθήμενον παρὰ τὴν θάλασσαν Ἰησοῦν συνήχθησαν ὄχλοι πολλοί · οὐκ ἔτι δὲ ὄχλοι πολλοὶ, ἀλλ’οἱ τὴν στενὴν καὶ τεθλιμμένην ὁδεύοντες ὀλίγοι, καὶ εὑρίσκοντες τὴν ἐπάγουσαν εἰς τὴν ζωὴν ὁδὸν μαθηταὶ εἰσέρχονται πρὸς αὐτὸν εἰς τὴν οἰκίαν. λόγῳ τοίνυν τὸ πρέπον εὐαγγελικῷ κατὰ δύναμιν ἐξετάζων, καὶ τῷ τοῦ Ἰησοῦ βουλήματι ἐμβάντος εἰς τὸ πλοῖον, καὶ λέγοντος παντὶ τῷ ὄχλῳ τῷ παρὰ τὸν αἰγιαλὸν ἐν παραβολαῖς, φημὶ, μήποτε λόγος τοῖς ὄχλοις οὐ βεβηκὼς, οὐ δὲ ἑστὼς, ἀλλ’ἐν ὕδατι θαλάσσης τυγχάνων, λαλεῖ ὀχούμενος ἐπὶ τοῦ, ὡς οἷόντε ἐστὶ, δυναμένου βεβηκέναι ἐπὶ ὕδατος · ὅπερ πλοῖον εἴρηται. μὴ θαυμάσῃς δὲ, εἰ τὰ τοιαῦτα νοήματα ὡραιότερον ἐνήνεκται, ὡς ἂν τὸν ἔξω καὶ τὸν ὄχλον μὴ νομίσαι, μη δὲ νοῦν τινα εἶναι κεκρυμμένον καὶ ἐχόμενον πυκνῆς γλαφυρότητος τὸν τῇ εὐαγγελικῇ διαθέσει ἀποκείμενον · καὶ γὰρ ἦν τῆς οἰκονομούσης χάριτος τὸν τοῦ Θεοῦ λόγον, ἔργον. ἐγὼ δὲ καὶ τὸ, προσελθόντες οἱ μαθηταὶ εἶπον αὐτῷ · διὰ τί ἐν παραβολαῖς λαλεῖς αὐτοῖς; καὶ τὸ, ἀφεὶς τοὺς ὄχλους ἦλθεν εἰς τὴν οἰκίαν αὑτοῦ · καὶ προσῆλθον αὐτῷ οἱ μαθηταὶ αὐτοῦ λέγοντες · φράσον ἡμῖν τὴν παραβολὴν, βαθύτερον ἀκούειν πειρῶμαι. ἀεὶ γὰρ οἱ μὲν ὄχλοι, ἐὰν ἀκούωσι παραβολῆς, οὐ δὲ ἐφιστᾶσιν αὐτῇ δεομένῃ ἐξηγήσεως · οἱ δὲ μαθηταὶ θεωροῦντες, ὅτι ἐν παραβολαῖς τοῖς ὄχλοις λαλεῖ, διὰ τὸ εἶναι αὐτοὺς ἔξω, ἀφιέντι τοὺς ὄχλους τῷ Ἰησοῦ ἕπονται, καὶ ἰδόντες, ὅτι οὐκ ἀλλαχοῦ δύνανται μανθάνειν τὰ τῶν παραβολῶν εἰσελθόντες εἰς τὴν οἰκίαν τοῦ Ἰησοῦ, καὶ εἰσέρχονται πρὸς αὐτὸν, καὶ προσελθόντες αὐτῷ, φασί · φράσον ἡμῖν τὴν παραβολὴν, περὶ ἧς μαθεῖν βούλονται. ἀλλὰ τοιαύτη μὲν παραβολή. ἑξῆς δέ ἐστιν σκοτεινὸς λόγος. ἔστι τοίνυν ἐν ταῖς Γραφαῖς τινα τοσοῦτον ἐπίτηδες σκοτεινῶς εἰρημένα, ὥστε μη δὲ τὸ τυχὸν ἐκλαβεῖν ἄν τινα ἐν αὐτοῖς χωρὶς πολλῆς καὶ μεγάλης ἐξετάσεως συγκεχυμένης καὶ κατὰ τὴν φράσιν, καὶ κατὰ τὸ διανόημα, καὶ κατὰ τὴν σύνθεσιν τῆς λέξεως · ἅπερ νομίζω εἶναι τὸν λεγόμενον ἐν βίβλῳ σκοτεινὸν λόγον. παράδειγμα τῶν τοιούτων ἐκθήσομαι ἀπὸ Ψαλμῶν ἐκ τοῦ λαʹ ψαλμοῦ τὰ οὕτω λελεγμένα · ὅτι ἐσίγησα, ἐπαλαιώθη τὰ ὀστᾶ μου, καὶ τὰ ἑξῆς. καὶ ἁπλῶς τοῦ μὲν νοήματος νοῆσαι ἔστι τὸ ῥητὸν, ὡς δείξομεν · τοῦ δὲ σκοτεινοῦ λόγου, οὐ δὲ τὸ τοιοῦτον · οἷον κἀκεῖνο ἐν Ἡσαΐᾳ · οὐαὶ γῆς πλοίων πτέρυγες, ἐπέκεινα ποταμῶν Αἰθιοπίας, ἀποστέλλων ἐν θαλάσσῃ ὅμηρα καὶ ἐπιστολὰς βυβλίνας ἐπάνω τοῦ ὕδατος. ἕκαστον δὲ τούτων σαφηνίσαι καὶ νοῆσαι φωτίζοντα τῇ διηγήσει τὸ σκοτεινὸν αὐτοῦ οὐ τοῦ παρόντος ἐστὶ καιροῦ, ἵνα μὴ πολλὰς καὶ ἀκαίρους ποιώμεθα παρεκβάσεις. ἀρκεῖ δὲ μόνον τὸ ἀπὸ τοῦ ψαλμοῦ οὕτω πως σαφηνίσαι λεγόμενον. ὅσον γὰρ ἐκεκράγειν ὑμνῶν τὸν Θεὸν, καὶ δι’ὅλης τῆς ἡμέρας θεολογῶν, οὐδέν μου ἐπαλαιοῦτο, ἀλλ’ὅσον ἀνεκαινούμην. ὅτε δὲ ἀργήσας ἀπὸ τοῦ λέγειν τὰ τῆς θεολογίας ἐσιώπησα, τότε παλαιότης εἰσέδυ μέχρι τῶν ὀστέων μου, καὶ τῶν δοκούντων ἐν ἐμοὶ στερροτάτων. καὶ τούτοις ἠκολούθησε τὸ βαρεῖαν γενέσθαι τὴν χεῖρά σου νυκτὸς καὶ ἡμέρας κατ’ἐμοῦ, καὶ διὰ τοῦτο ἀπὸ τῆς προτέρας ἐπισκοπῆς ἐστράφη εἰς τὴν ἐμὴν ταλαιπωρίαν βαρυνομένη σου χεὶρ κατ’ἐμοῦ. καὶ ἀξίως γε ταῦτα πέπονθα, παγείσης μοι ἀκάνθης, ἡνίκα ἐκρατήθην ὑπὸ μεριμνῶν, καὶ πλούτου, καὶ ἡδονῶν βιωτικῶν. ὅτι δὲ τοιαῦτά τινα τῷ Προφήτῃ ἐν τούτοις νενόηται, δῆλον ἐκ τοῦ ἐπιφέρεσθαι τούτοις τὸ, τὴν ἁμαρτίαν μου ἐγνώρισα, καὶ τὰ ἑξῆς. μετὰ ταῦτα ἔστιν ἰδεῖν τίνες αἱ ῥήσεις τῶν σοφῶν · εἶτα τίνα τὰ αἰνίγματα · ποίων σοφῶν ῥήσεις τῶνδε ἀκούσας σοφὸς, καὶ διὰ τὸ ἀκηκοέναι αὐτῶν ἑαυτοῦ γενόμενος σοφώτερος. ἆρα γὰρ μόνων τῶν κατὰ Θεὸν καὶ τὴν ἀλήθειαν αὐτοῦ σοφῶν, οὐ τούτων μόνον, ἀλλὰ καὶ ὧν δράξεται Θεὸς τῆς πανουργίας; καὶ γὰρ τούτους ὠνόμασεν λόγος σοφούς. διὰ τί γὰρ εἰρημένος νοήσει μὲν τὰς τῶν μακαρίων σοφῶν ῥήσεις, οὐ διαρκέσει δὲ πρὸς τὸ νοῆσαι καὶ τοὺς τῶν λοιπῶν σοφῶν λόγους, ἀλλ’ἔσται αὐτῷ νοῦς ἐλάττων τοῦ νοῦ τῶν σοφῶν τοῦ κόσμου τούτου, καὶ μὴ δυνάμενος παρακολουθεῖν τοῖς ὑπ’ἐκείνων λεγομένοις; καὶ ἄρα μήποτε ὥσπερ ὀφθαλμοῦ ἔργον ἐστὶν οὐ μόνον τὰ τεταγμένα ὁρᾷν, ἀλλὰ καὶ τὰ ἄλλως ἔχοντα, ὡς τὸ ἐν τούτοις τεχνικὸν βούλεται · οὕτω νοῦ ἔργον ἐστὶ τάτε ἐπιτυγχανόμενα ἐννοήματα θεωρεῖν, καὶ τὰ μὴ, εἴπως αὐτόςτε ὑπὸ τῆς ἐν τοῖς ψεύδεσι πιθανότητος οὐχ ἁλώσεται, καὶ τοὺς ἁλόντας ῥύσεται, ἐὰν νοήσῃ καὶ τῶν ἄλλων σοφῶν τὰς ῥήσεις, εἴπου σοφίζονται, καὶ τίνα τρόπον παραλογίζονται · καὶ πῶς τὸ σόφισμα λύεται, καὶ παραλογισμὸς ἐλέγχεται. οὕτω γὰρ καὶ διὰ τῶν ἑαυτοῦ σοφῶν ἀπειλεῖ Θεὸς, ὅτι τὴν διὰ τὸ ψεῦδος ἀξίαν ἀπολέσθαι σοφίαν τῶν σοφῶν ἀθετήσει, καὶ τὴν ἀπατηλὴν σύνεσιν τῶν μὴ κατ’αὐτὸν συνετῶν, καὶ οὕτω διὰ τῶν ἰδίων δράξεται τῆς πανουργίας τοῦ αἰῶνος τούτου σοφῶν. αὐτίκα οἱ μαθηταὶ τοῦ Κυρίου, εἰ μὴ ἐνόουν τὰς τῶν κοσμικῶν σοφῶν ῥήσεις, πῶς ἐστρατεύοντο πρὸς καθαίρεσιν ὀχυρωμάτων, λογισμοὺς καθαιροῦντες καὶ πᾶν ὕψωμα ἐπαιρόμενον κατὰ τῆς γνώσεως τοῦ Θεοῦ; πῶς δὲ καὶ τὸ ὑπὸ τοῦ Πέτρου λεγόμενον τελείως τηρήσαιτό τις ἂν, τὸ, ἕτοιμοι ἀεὶ πρὸς ἀπολογίαν παντὶ τῷ αἰτοῦντι ὑμᾶς λόγον περὶ τῆς ἐν ὑμῖν ἐλπίδος, μὴ τελείως ἔχων τὴν ἐν λόγῳ παρασκευὴν, ἵνα παντὶ Ἕλληνι καὶ παντὶ βαρβάρῳ, καὶ παντὶ σοφῷ, καὶ παντὶ ἀνοήτῳ ἕτοιμος πρὸς ἀπολογίαν περὶ τῆς ἐν αὑτῷ ἐλπίδος, τῷ συνιέναι τὰς τῶν σοφῶν ῥήσεις, τῶν μὲν κατηγορῶν, τὰ δὲ ἀνατρέπων, ταῦτα δὲ συνιστὰς καὶ ἀποδεικνύς; μὴ θαυμάσῃς δὲ εἰ νῦν ἀληθῶς κατὰ Θεὸν σοφὸς οὐχ εὑρίσκεται · ἐκλέλοιπε γὰρ τὰ πλεῖστα τῶν ἐξαιρέτων χαρισμάτων, ὡς μηδαμῶς σπανίως εὑρίσκεσθαι. λείπεται ἀποδοῦναι καὶ τίνα τὰ αἰνίγματα. αἴνιγμα δὲ εἶναι νομίζω διέξοδόν τινα περὶ ὡς γεγονότων μὴ γεγονότων, μήτε γενέσθαι δυναμένων, σημαινόντων δ’ἐν ἀποκρυφῇ ἀπόρρητόν τι · οἷον ὡς ἀπὸ παραδείγματος τὸ ἐν τοῖς Κριταῖς · πορευόμενα ἐπορεύθησαν τὰ ξύλα, τοῦ χρῖσαι ἐφ’ἑαυτῶν βασιλέα. τίνα γὰρ τρία ξύλα καρποφόρα, συκῆ, ἄμπελος, ἐλαία, μὴ βουληθέντα βασιλεύειν τῶν οὐκ ἀξίων τῆς αὐτῶν βασιλείας ξύλων · καὶ τίς ἀκανθώδης ῥάμνος καὶ πῦρ ἐξ αὑτῆς ἀφιεῖσα κατεσθίειν τὰς κέδρους τοῦ λιβάνου, τοῦ σοφοῦ ἐστιν ἰδεῖν, ἀναφέροντος ταῦτα μὲν ἐπὶ τὸν Πατέρα, καὶ τὸν Υἱὸν, καὶ τὸ ἅγιον Πνεῦμα, τὴν δὲ ῥάμνον ἐπὶ τὸν ἀντικείμενον. ἔστι δὲ καὶ ἐν ταῖς Βασιλείαις αἴνιγμα τοιοῦτον · ἄκανθος ἐν τῷ Λιβάνῳ ἀπέστειλε πρὸς τὴν Κέδρον τὴν ἐν τῷ Λιβάνῳ, λέγων · δὸς τὴν θυγατέρα σου τῷ υἱῷ μου εἰς γυναῖκα, καὶ τὰ ἑξῆς. εὕροις δ’ἂν καὶ ἐν τοῖς προφήταις αἰνίγματα, ὡς ἐν τῷ Ἰεζεκιὴλ τὸ, ἀετὸς μέγας μεγαλοπτέρυγος, μακρὸς τῇ ἐκτάσει, πλήρης πίλων, καὶ τὰ ἑξῆς. τοσαῦτα χωρῆσαι ἐπὶ τοῦ παρόντος δεδυνήμεθα εἰς τὸ προκείμενον · ταῦτα δὲ ἦν παραβολὴ καὶ σκοτεινὸς λόγος, ῥήσειςτε σοφῶν καὶ αἰνίγματα. παραβολή ἐστι λόγος ὡς περὶ γενομένου τοῦ μὴ γενομένου μὲν κατὰ τὸ ῥητὸν, δυναμένου δὲ γενέσθαι, τροπικῶς δηλωτικὸς αἰνιγμάτων, ὡς τὸ, ἐξῆλθεν σπείρων τοῦ σπεῖραι · οὐ γὰρ γέγονε κατὰ τὴν λέξιν, κἂν ἀνάγηται εἰς ἕτερα. καὶ πῶς ἁρμόσαι τούτῳ τὸ, ἀνοίξω ἐν παραβολαῖς τὸ στόμα μου; γέγονε γὰρ ὅπερ ἐπήγαγεν · ἐναντίον τῶν πατέρων αὐτῶν ἐποίησε θαυμάσια. καὶ κατὰ τὸ ῥητὸν διέρρηξε θάλασσαν, καὶ διήγαγεν αὐτούς · πάντα γὰρ γέγονεν, εἰ καὶ σύμβολά ἐστι τῶν ἐφ’ἅπερ ἀνήγετο τρόπων παραβολῶν εὐαγγελικῶν λαμβανόμενα. ἕτερος δέ τις ἐρεῖ, οὐκ ἐπὶ τὰ ἀπὸ τῆς Ἐξόθου ἀναφέρεσθαι τὸ, ἀνοίξω ἐν παραβολαῖς τὸ στόμα μου · ἀλλ’ἐπὶ τὰς ἐν τῷ Εὐαγγελίῳ παραβολὰς τοῦ Χριστοῦ λέγοντος ἐν τῷ προφήτῃ · προσέχετε, λαός μου, νόμον μου, καὶ τὰ ἐπ’αὐτῷ. στέφανος χαρίτων. περιοχὴ τῶν ἀρετῶν, διὰ τὸ συνδεδέσθαι ἀλλήλαις. κλοιὸν χρύσεον περὶ σῷ τραχήλῳ. κλοιὸν χρύσεον λέγει τὸν περιαυγασμὸν καὶ τὸ κυκλοειδὲς σέλας τῶν θείων λογίων. τράχηλον δὲ λέγει τὸν νοῦν. ἄρωμεν αὐτοῦ τὴν μνήμην ἐκ γῆς. φήσαιεν δὲ ταῦτα καὶ οἱ εἰπόντες · οὗτός ἐστιν κληρονόμος · δεῦτε, ἀποκτείνωμεν αὐτὸν, ἵνα ἡμῶν γένηται κληρονομία. τὸν δὲ σὸν κλῆρον βάλε ἐν ἡμῖν. ἐκείνης τῆς πολιτείας ἀποστὰς, γενοῦ μεθ’ἡμῶν, σαββάτιζε μεθ’ἡμῶν, τὰ ἄζυμα ποίει μεθ’ἡμῶν, καὶ τὰς ἄλλας τοῦ νόμου παρατηρήσεις. αὐτοὶ γὰρ οἱ φόνου μετέχοντες. ἀγαθῶν μὲν γάρ ἐστιν Θεὸς δοτήρ · κακῶν δὲ ἡμεῖς αἴτιοι, δηλαδὴ κακωτικῶν. φαίης δ’ἂν ταῦτα καὶ περὶ τῶν μετασχόντων αἵματος Ἰουδαίων, τῶντε προφητῶν καὶ αὐτοῦ τοῦ Χριστοῦ. αὗται αἱ ὁδοί εἰσι πάντων τῶν συντελούντων τὰ ἄνομα. συντελεῖν οὐχ ἁπλῶς οἶμαί τι ποιεῖν, ἀλλὰ πληρῶσαι τὸ μέτρον τῶν πατέρων αὐτῶν, καὶ ὑποκεῖσθαι παντὶ αἵματι ἀπὸ Ἄβελ μέχρι Ζαχαρίου. σοφία ἐν ἐξόδοις ὑμνεῖται. σιωπωμένη μὲν ὑπὸ σοφοῦ, οὐχ ὑμνεῖται · ἐξόδου δὲ τυχοῦσα, ὑμνεῖται. ἔσται γὰρ ὅταν ἐπικαλέσησθέ με. ὡς Κύριον γὰρ ἐπικαλούμεθα τὴν σοφίαν οὖσαν Χριστόν. οὖν ἐπικαλούμενος τὸν Χριστὸν, εἰ νοεῖ τίς ἐστιν, ἐπικαλεῖται σοφίαν, σύνεσιν, ἁγιασμὸν, δικαιοσύνην, καὶ πᾶσαν ἀρετήν · εἰ καὶ μὴ χείλεσιν, ἀλλὰ πράξεσιν. ἀλλὰ μὴ τοιοῦτοι γενώμεθα, ὡς ἐπικαλεῖσθαι ἡμᾶς, αὐτὸν δὲ μὴ ὑπακούειν. ἐὰν, δεξάμενος ῥῆσιν ἐμῆς ἐντολῆς, κρύψῃς παρὰ σεαυτῷ. κρύπτει δέ τις, μὴ ἐπὶ κενοδοξίᾳ ταύτην ποιῶν, ἀλλὰ σπουδάζων λανθάνειν. τότε συνήσεις φόβον Κυρίου. ὅρα δὲ μεθ’ὅσα συνήσομεν φόβον Κυρίου · ἀσαφὴς γὰρ καὶ αὐτὸς, ὡς δῆλον ἐκ τῶν ἁπλουστέρων · ἔστι γὰρ τινὰς ἰδεῖν οὐκ ἐν οἷς δεῖ φοβουμένους τὸν Κύριον, καὶ ἐν οἷς χρὴ μὴ φοβουμένους. καὶ τῇ συνέσει δῷς φωνήν σου. ἕκαστος δὲ δίδωσι τὴν ἑαυτοῦ φωνήν τινι, τῇ ὀργῇ τυχὸν τὸ αὐτῆς φθεγγόμενος, τῇ λύπῃ, τῇ πορνείᾳ. δὲ μακάριος ὅλην τὴν ἑαυτοῦ φωνὴν ἀνατίθησι τῷ Κυρίῳ, ἵνα δ’ἂν λαλῇ, σοφία . ὡς ἄλλος δὲ τὸ ἀργύριον, οὕτω ζήτει σὺ τὴν σοφίαν, οἱονεὶ φιλάργυρος ἐν τούτῳ γινόμενος. μή σε καταλάβῃ βουλὴ κακή. οἱ ἀλλότριοι τῆς Ἐκκλησίας ἄλλα μὲν ἐπαγγέλλονται κατ’ἀρχὰς, ἄλλα δὲ κατὰ τέλη · ἀφιστᾶσι μὲν γὰρ εἰδωλολατρείας ἐξ ἀρχῆς, καὶ προσάγουσι τῷ Δημιουργῷ · εἶτα μετατιθέμενοι, τὴν Παλαιὰν ἀθετοῦσι Γραφὴν ἐναντιούμενοι τῇ στοιχειώδει νεότητι. παρὰ δὲ τοῖς ἐκκλησιαστικοῖς διδασκάλοις σύμφωνα τοῖς ἐν ἀρχῇ στοιχείοις τὰ τέλη. τὰ δὲ ῥήματά μου τηρείτω σὴ καρδία. μετὰ τὰ προστακτικὰ καὶ ἀπαγορευτικὰ τοῦ νόμου τοῦ Θεοῦ, τὰ ῥήματα τῆς σοφίας τοῦ Θεοῦ ἀπαγγέλλει τὴν τῶν ὄντων γνῶσιν ἀψευδῆ. τοιοῦτόν ἐστι καὶ τὸ, ἐκ Σιὼν ἐξελεύσεται νόμος, καὶ λόγος Κυρίου ἐξ Ἱερουσαλήμ. γὰρ τηρῶν τοὺς νόμους ἀναλήψεται τὴν σοφίαν. σπείρατε γὰρ, φησὶν, ἑαυτοῖς δικαιοσύνην · τρυγήσατε εἰς καιρὸν ζωῆς. εἶθ’ἑξῆς τῷ πρακτικῷ ἐπιφέρεται · φωτίσατε ἑαυτοῖς φῶς γνώσεως. προνοοῦ καλὰ ἐνώπιον Κυρίου καὶ ἀνθρώπων. ἐὰν ἐν σοφίᾳ ποιῇς τὸ πραττόμενον, υἱὸς ἔσῃ Θεοῦ, ὡς εἴρηται · πάντα ἐν σοφίᾳ ἐποίησας. τίμα τὸν Κύριον ἀπὸ σῶν δικαίων πόνων. τὸ τῆς τιμῆς ὄνομα συνήθως ἐπὶ δόσεως θεία λαμβάνει Γραφή · χήρας γὰρ, φησὶ, τίμα, τὰς ὄντως χήρας, ἀντὶ τοῦ, μεταδίδου, ἵνα μὴ ταπεινώσῃ τὴν χήραν, ἐλεημοσύνην μὴ εἰπών. καὶ Σωτὴρ δέ φησι · γέγραπται ἐν τῷ νόμῳ · τίμα τὸν πατέρα σου καὶ τὴν μητέρα σου · καὶ τὰ ἑξῆς. ἀπὸ δικαίων δὲ πόνων εἶπεν, ἵνα μὴ ἐξ ἁρπαγῆς εἴη καὶ πλεονεξίας. καὶ μηδεὶς ὀκνείτω διδόναι · ἀπολογίαν γὰρ οὐχ ἕξει μετὰ τὴν ἐν τῷ ἁγίῳ Εὐαγγελίῳ χήραν ὅλον ἑαυτῆς βαλοῦσαν τὸν βίον, καὶ δικαιωθεῖσαν, οὐ παρὰ τοὺς ἐξ ἁρπαγῆς, ἀλλὰ παρὰ τοὺς ἐκ περιουσίας βαλόντας. πάντα δὲ, δόσις ἐστὶ πρὸς τὸν Θεὸν, σωφροσύνης ἔργα καὶ τῶν λοιπῶν ἀρετῶν. δεῖ γὰρ καὶ ἀπαρχὰς ἀπὸ παντὸς διδόναι γεννήματος Ἐκκλησίᾳ καὶ πένησι · καὶ ἀπὸ ὕπνου δὲ ἀνιστάμενον ἀπαρχὴν δοτέον Θεῷ τὴν εὐχήν · καὶ τῶν λόγων ἀπαρχὴν διδόναι προσήκει, ψαλμούς. οὕτω γάρ σοι ῥηθήσεται · καὶ εὐλογημέναι αἱ ἀποθῆκαί σου, καὶ τὰ ἐγκαταλείμματά σου · λέγει δὲ τὰ τῆς ψυχῆς. Θεὸς τῇ σοφίᾳ ἐθεμελίωσε γῆν. ἀλλὰ καὶ ψυχὴ πιστὴ, γῆ ἐστιν, ἑκατονταπλασίονα καρποφοροῦσα. αὕτη δὲ ἐκ τῆς πιότητος, ἐστι σοφία, σοφὴ γίνεται, θεμελιοῦντος αὐτὴν ἐπ’αὐτῇ τοῦ Θεοῦ. ἑδράζει γὰρ αὐτῇ τὴν εἰσαγωγὴν τῆς διδασκαλίας, πῆξιν ἀπὸ σοφίας ποιούμενος, καὶ ἀεὶ προκόπτουσαν οὐρανὸν ἀπεργάζεται, καθαρώτατον κτίσμα, ἀγγέλωντε καὶ νοερῶν οὐσιῶν οἰκητήριον. λαβοῦσα αἴσθησιν τοῦ ὄντος, καὶ κατανοοῦσα τὴν τῶν πραγμάτων ἀκρίβειαν, ἄρχεται διαιρεῖν καὶ ἀνατέμνειν αὐτά. μακρὰν ποίησον ἀπ’αὐτῆς σὴν ὁδόν. ὁδόν φησι τὸν ἐπὶ τὴν ἀρετὴν ὁδεύοντα νοῦν · καὶ τὴν ἀρετὴν κελεύει τῆς κακίας χωρίσαι. γυνὴ δὲ ἀνδρῶν τιμίας ψυχὰς ἀγρεύει. καὶ ἀγρευομένη ὑπὸ γυναικὸς ψυχὴ τιμία ἐστὶ τῇ φύσει · οὐ γάρ ἐστι τῇ φύσει χοϊκή. ἐπειδὴ τῶν ἀνδρείων τὸ φρόνημα καὶ ψυχὴ τιμία, ὅμως καὶ ταύτας ἀγρεύει. ἐγὼ ἤμην προσέχαιρε. τὸ, ἤμην, ἐπὶ Θεοῦ χρόνον οὐ προσημαίνει · χρονικὸν γὰρ, ἡνίκα τι τῶν ὑπὸ χρόνον προσημαίνει, ὡς τὸ, ἤμην ἐν ἀγορᾷ. εἰ δὲ παρὰ Θεῷ ἦν ἁρμόζουσα τῷ ἀνάρχῳ, ἀΐδιος καὶ αὐτή. αὕτη πλουτίζει. εἰ πᾶς εὐλογημένος παρὰ Κυρίου πλούσιος, οἱ δὲ πορευόμενοι ἐν νόμῳ Κυρίου εὐλογοῦνται ὑπὸ Κυρίου, ἐπορεύθησαν δὲ ἐν νόμῳ Κυρίου προφῆται · οὗτοι ἄρα πλούσιοι ἦσαν. ἐν γέλωτι ἄφρων πράσσει κακά. πράττων τὰ κακὰ ἥδεται καὶ χαίρει. δὲ σοφία ἀνδρὶ τίκτει φρόνησιν, πρακτικὴν ἀρετήν. μὴ συμπεριφερόμενος τῷ ἑαυτοῦ οἴκῳ, κληρονομήσει ἀνέμους. οἶκος Θεὸς ἡμῶν ἐστιν ἐν κινούμεθα καὶ ἐσμέν. ἐν ταῖς ἐντολαῖς οὖν τοῦ Θεοῦ μὴ περιπατῶν συγκληρονόμος ἔσται τῶν ἐναντίων δυνάμεων. ἐκ καρποῦ δικαιοσύνης φύεται δένδρον ζωῆς. καρπὸς δικαιοσύνης τὸ τέλος τῆς ἀρετῆς. τοσαῦτα δένδρα ζωῆς ἔχει τις, ὅσους καρποὺς δικαιοσύνης. τοῦτο τὸ δένδρον τῆς ζωῆς ἐστι τὸ φυτευθὲν ἐν μέσῳ τοῦ παραδείσου, οὗ ἅψασθαι μετὰ τὴν ἁμαρτίαν κωλύεται Ἀδὰμ, τὰ σπέρματα τῆς δικαιοσύνης ἀποβαλὼν, ἀφ’ὧν φύεται τὸ δένδρον τῆς ζωῆς. ἑαυτοῦ φίλος ἔσται. τοῦτον τὸν στίχον ὅλως οὐ μέμνηται Ὠριγένης · εὑρέθη δὲ ἔν τισιν ἀντιγράφοις · οὔτε γὰρ παρὰ τοῖς Οʹ, οὐ δὲ παρ’ἄλλοις κεῖται. θυμὸς βασιλέως ἄγγελος θανάτου · ἀνὴρ δὲ σοφὸς ἐξιλάσεται αὐτὸν, εἴπερ ἅγιος ἀπαθής · τὸν θυμὸν ἀλληγορητέον. ἐν δὲ τόποις ἀσεβῶν ἁλίσκονται ἄνθρωποι. τόποι δὲ αὐτῶν καὶ τῶν αἱρετικῶν αἱ συνάξεις. τρία δέ μοί ἐστιν ἀδύνατα νοῆσαι. ἀδύνατον εἰς νόησιν ἐπιστημονικὴν εἰσαγομένῳ θεώρημα, καὶ ἀδύνατον ἀνθρώπῳ θεωρεῖν τὰ ὑπὲρ ἄνθρωπον καὶ νοεῖν, οἷον τοῦ καρκίνου τὴν θεραπείαν, κἂν ἄγγελοι ταύτην ἐπίστανται · ἀδύνατον νοηθῆναί τινι καὶ τὸ μηδαμῶς ὑπάρχον, μη δὲ γίνεσθαι δυνάμενον, οἷον τὸ τρία τέσσαρα εἶναι. ἔοικε τοίνυν περὶ τῶν μὴ ὑπαρχόντων εἰρῆσθαι. μὴ καταλιπόντος γὰρ ἀετοῦ ἴχνη ἐν τῷ πέτεσθαι περὶ τὸν ἀέρα, ἀνάλογον τοῖς καταλειπομένοις ἴχνεσιν ἐν τῇ γῇ τῇ ψαμμώδει τῶν ἐπιβάντων αὐτῆς, ἀδύνατόν ἐστι νοηθῆναι · οὕτω καὶ ἐπὶ ὄφεως · ἐν μὲν εὐείκτῳ γῇ δυνατὸν νοεῖσθαι ὁδοὺς, ἐν δὲ τῇ πέτρᾳ μή. καὶ τρίβους νηὸς ποντοπορούσης. μήποτε δὲ ναῦν ἐν τούτοις λεκτέον τὸν Ἰησοῦν καὶ τοὺς μαθητὰς αὐτοῦ, ποτὲ δὲ καὶ μόνους αὐτούς · οὐ ποντοποροῦσαν · εὐθέως γὰρ ἐγένετο τὸ πλοῖον ἐπὶ τὴν γῆν, εἰς ἣν ὑπῆγον, θείᾳ δυνάμει. ναῦς δὲ μὴ φέρουσα τὸν Ἰησοῦν ποντοπορεῖ, καὶ τοῦτο διὰ παντὸς, ὑπὸ τῶν ἐναντίων ἀκαταστατοῦσα πνευμάτων. καὶ ἐπεὶ τοῦ βίου τὰ πράγματα ματαιότης, ποντοπορούντων ἀεὶ, καὶ μηδενὸς τῶν ἀνθρώπων προάγοντος εἰς ζωὴν αἰώνιον, οὐ δυνατὸν νοηθῆναι τὰς τρίβους αὐτῶν. τοιγαροῦν τῶν ἐνδόξων τῆς γῆς βασιλέων καὶ ἀρχόντων ἀλλότριον θεοσεβείας ἔργον οὐδὲν καταλείπεται μετὰ τελευτήν. ἐσβέσθη γὰρ αὐτῶν δόξα. οὐκ ἐπιγινώσκονται δὲ, φησὶν, οὐ δὲ ὁδοὶ ἀνδρὸς ἐν νεότητι, ταῖς ἐπιθυμίαις πεπυρωμένου διὰ τὸ ἄστατον τῶν τρόπων · καὶ τῆς μοιχαλίδος, ὁμοίως διὰ τὸ ἀναίσχυντον. τοῦτό ἐστιν τῶν ἐθνῶν Ἐκκλησία, ἥτις μετὰ τὸ ἀπολούσασθαι διὰ τοῦ βαπτίσματος οὐδέν φησιν ἄτοπον πεπραχέναι. δὲ δίκαιος οὐκ ἔστιν ἐν νεότητι, ἐπεὶ, τελειωθεὶς ἐν ὀλίγῳ, ἐπλήρωσε χρόνους μακρούς. τοιαύτη καὶ πᾶσα γυνὴ μοιχαλὶς, ἀλλοτριώσασα ἑαυτὴν τοῦ νυμφίου, καὶ ψυχὴ καταλιποῦσα τὸν ἄνδρα, καὶ ὀπίσω τῶν ἐραστῶν πορευομένη. καὶ ἐκστρατεύει ἀφ’ἑνὸς κελεύσματος εὐτάκτως. ὡς εὔτακτος ἐπαινεῖται καὶ ἀκρὶς, τῷ τοῦ Θεοῦ λόγου πειθομένη κελεύσματι. τοιαύτη τίς ἐστιν Ἐκκλησία, διὰ τὸ πρὸς τῶν ἀνθρώπων καταφρονεῖσθαι, ἀκρίδι ὡς πρὸς τὸ ζῇν ἐπὶ γῆς παραβαλλομένη · διὰ δὲ τὸ μετὰ Ἰησοῦ συνάγεσθαι καὶ μὴ σκορπίζειν, ἀλλ’ἐνδύεσθαι τὴν πανοπλίαν τοῦ Θεοῦ, ἵνα ἀντιστῇ πρὸς τὰς μεθοδείας τοῦ διαβόλου, ἀφ’ἑνὸς κελεύσματος εὐτάκτως στρατοπεδεύουσα · ἔστι δὲ ἀβασίλευτος ὑπὸ τοῦ Φαραὼ, ἀλλ’οὐχ ὑπὸ τοῦ Θεοῦ, καὶ τῶν Αἰγυπτίων οἱ πόνοι παραδίδονται ταύτῃ. ἴσως δὲ διὰ μὴ βασιλεύεσθαι ἡμᾶς πρὸ τῆς Χριστοῦ βασιλείας, ἀβασίλευτον ἀκρίς. οὐ γὰρ ἔχουσιν ἡγούμενον, καθάπερ αἱ μέλισσαι, ἀλλ’ἑκάστη ἡγεῖται. οὗτοί εἰσιν οἱ προαιρέσει κουφιζόμενοι τῶν γηΐνων, τεταγμένην ὁδεύοντες ζωήν. καὶ ἀκρίδες, ὅσοι, τῇ νοήσει βουλόμενοι πέτεσθαι, ἀδυνατοῦντες ὀλίγον τῆς γῆς ἀνατρέχουσιν. εἰ δὲ πρακτικὸν μεταλάβοιεν, εἰς ἓν τάγμα πρακτικὸν ἐναχθήσονται. καὶ τράγος ἡγούμενος αἰπολίου. τρίτος τράγος κατὰ μόνους τοὺς Οʹ ἡγούμενος αἰπολίου, αὔξωντε καὶ πληθύνων αὐτὸ καὶ ἐπὶ τὰς ἐν ὑψηλοῖς νομὰς ὁδηγῶν. οὐδεμία γὰρ ἀγέλη ζώων οὕτως ἐπιβαίνει τῶν ὑψηλῶν. τοιοῦτος ἡγούμενος Χριστοῦ τοὺς ἐν τῷ αἰπολίῳ πρὸς ὕψος ἀνάγων. ἄλλως τράγος τυποῖ τὸν Χριστὸν, ὑπὲρ ἁμαρτίας προσφερόμενος. τούτῳ ἐν ὕψει ὄντι ἕπεται πᾶσα τῶν θεοσεβῶν πληθύς.