Origen

Homilies on Job

οἱ ἱππεῖς ἐποίησαν ἡμῖν κεφαλὰς τρεῖς καὶ ἐκύκλωσαν τὰς καμήλους. τὰς μὲν οὖν καμήλους πεποίηκε γενέσθαι ὑπὸ τοὺς ἱππεῖς · τὰς ὄνους δὲ καὶ τὰ ζεύγη τῶν βοῶν ὑπὸ τοὺς αἰχμαλωτίζοντας · τὰ πρόβατα δὲ ἐμίσει · διὰ τοῦτο πῦρ ἐπ’αὐτὰ κατήγαγεν · ἀλλὰ καὶ τοῖς υἱοῖς ἐπεβούλευε, καὶ καιρὸν ἐζήτει τοῦ αὐτοὺς ἀπολέσαι. εἰ εὑρήκει ἀναγινώσκοντας, οὐκ ἂν ἥψατο τῆς οἰκίας, οὐ δὲ τόπον εἶχε τοῦ αὐτοὺς ἀποκτεῖναι · εἰ εὑρήκει προσευχομένους, οὐδὲν ἐδύνατο ποιῆσαι κατ’αὐτῶν · ἀλλ’ὅτε εὗρεν εὐκαιρίαν, ἴσχυσε. ποῖος ἦν καιρός; μέθη ἦν, συμπόσιον ἦν. τῷ δὲ τῶν γωνιῶν ἅψασθαι τὸ πνεῦμα, ἐπίστησον, ὅτι ἐν ταῖς τῶν γωνιῶν πλατείαις οἱ ὑποκριταὶ ἑστῶτες προσεύχονται · πᾶς δὲ μὴ ἐπιβεβηκὼς εὐθείας ὁδοῦ ταῖς γωνίαις κέχρηται · πλατεῖα δὲ γωνία ἐστὶν πολλὴ καὶ ἀνειμένη κακία. ἕως τίνος ἔγκοπον ποιήσετε ψυχήν μου; ὥσπερ σώματα βαρέα ἐπιτιθέμενα ζώων σώμασι κάμνειν ποιεῖ τὰ βαστάζοντα · οὕτως εἰσί τινες λόγοι βαρεῖς, οὓς ἀκούσας τις, κάμνει ὡς ὑπὸ βάρους πιεζόμενος τῆς δυνάμεως τῶν λόγων, τῶν ὀνειδιστικῶς καὶ χαλεπῶς, ἐπὶ λοιδορίαις εἰρημένων · ὡς καὶ νῦν τῶν ὑπὸ Βαλδὰδ εἰρημένων, οἱονεὶ φορτίου αἰσθανθεὶς βαρέος Ἰὼβ, καμὼν τῇ ψυχῇ φησιν · ἕως τίνος ἔγκοπον ποιήσετε τὴν ψυχήν μου, καὶ ὡσεὶ φορτίον βαρὺ βαρυνεῖτε κατ’ἐμοῦ τοὺς λόγους; ὁρᾷς, ὅτι τυραννικοί εἰσιν οἱ τοῦ Σαυχαίων τυράννου λόγοι, οὓς ἀκούσας Ἰὼβ, λέγει τὰ προκείμενα. οὐχ οὕτως γὰρ καθικνεῖται ψυχῆς ἀνθρώπου ἄλλο τι, ὡς λόγος σκληρός · πολλάκις γάρ τις ὑπομείνας βασάνους σώματι προσφερομένας, λόγους οὐχ ὑπέμεινεν. μέντοιγε τέλειος ἀθλητὴς, εἰ καὶ κάμνων, ἀλλ’ὑπομένει τοὺς χαλεποὺς λόγους · ὕβριν γὰρ ὑπομένειν, μεγάλου ἀνδρός ἐστι · διόπερ ἐν τοῖς ἀνδραγαθήμασιν ἑαυτοῦ Ἀπόστολος λέγει · λοιδορούμενοι εὐλογοῦμεν · βλασφημούμενοι παρακαλοῦμεν. καὶ νῦν δὲ Ἰώβ ἐστιν, τῶν ἀθλητῶν γενναιότατος, ταῦτα λέγων · οὗ καὶ τὸ βιβλίον οὐδὲν ἄλλο ἐξαιρέτως περιέχει τὴν ἀνδρείαν αὐτοῦ καὶ τὴν ὑπομονήν · ἀλλ’ὅμως αἰσθάνεται τῶν καμάτων ὧν κεκμήκει ἀπὸ τοῦ λόγου τοῦ σκληροῦ τῶν ἐληλυθότων αὐτὸν ἐπισκοπῆσαι. καὶ ἐπειδὴ τοῦ λόγου βαρύτης, ὥσπερ τι φορτίον ἐπιτιθέμενον τῇ ψυχῇ, κάμνειν αὐτὴν παρασκευάζει, διὰ τοῦτό φησιν · ἀνθ’ὅτου, φίλοι, ταῖς τοῦ σώματος ἀλγηδόσι προστίθετε τὸν τῆς ψυχῆς πόνον, μᾶλλον κεντοῦντες τοῖς ῥήμασιν τὰ πάθη τὸ σῶμα; καταλαλεῖτέ μου. πολλάκις καταλαλεῖ τις κακῶς ποιῶν · ὅταν δὲ ἀπερυθριάσῃ, εἰς πρόσωπον λέγει ἐκείνου, οὐκ ἐλέγχων, οὐ δὲ τἀληθῆ λέγων, ἀλλ’ὀνειδίζων καὶ ὑβρίζων. κεκράξομαι, καὶ οὐδαμοῦ κρῖμα. νῦν ἐὰν κράξω, οὐδαμοῦ τὸ κρῖμά μου ἔρχεται · ἔτι ἀθλῶ. ὡσεὶ ἔλεγεν · ὥς τις ἀθλητὴς ἐν σταδίῳ κέκραγα, καὶ οὐδαμοῦ τὸ κρῖμά μου ἐπανίσταται · ἔτι γὰρ παλαίω. ἐὰν μὴ τελέσω τὸ πάλαισμα, οὐκ ἔρχεται τὸ κρῖμα τοῦ στεφάνου. καὶ ταῦτά φαμεν, ἵνα μὴ κατηγορῶμεν τοῦ Θεοῦ, ὅτι τοσαῦτα πάσχει Ἰὼβ, καὶ οὐδαμοῦ τὸ κρῖμα, τουτέστιν ἀπόφασις τῆς ἐλευθερίας, καὶ τῆς τῶν δεινῶν ἀπαλλαγῆς. ἐὰν ἀναβῇ εἰς οὐρανὸν αὐτοῦ τὰ δῶρα. καὶ αἱρετικὸς ὅταν εὔξηται, ὅταν θυσία αὐτοῦ ἀναβῇ τῇ ὑψηγορίᾳ, ὅταν δοκῇ κατεστηρίχθαι, τότε εἰς τέλος ἀπολεῖται · γὰρ εὐχὴ αὐτοῦ λογίζεται αὐτῷ εἰς ἁμαρτίαν. οἱ δὲ εἰδότες αὐτοῦ τὰ σφάλματα ἐκκλησιαστικοὶ ἐροῦμεν · ποῦ εἰσιν οἱ τοιοῦτοι ἐνυπνιαζόμενοι καὶ ἀναπλάττοντες ἑαυτοῖς σφάλματα; οὐ τῇ ἀληθείᾳ τὴν διάνοιαν ἐπερείδουσι σφαλλόμενοι · καὶ γίνονται ὥσπερ ἐνύπνιον ἐκπετασθὲν, οὐ μὴ εὑρεθῇ. τοιοῦτόν τι καὶ Δαυῒδ ψάλλει · οἱ δὲ ἐχθροὶ τοῦ Κυρίου ἐξέλιπον. ἅμα τὸ δοξασθῆναι αὐτοὺς καὶ ὑψωθῆναι ἐκλείποντες ὡσεὶ καπνὸς ἐξέλιπον · καὶ πάλιν · ὡσεὶ ἐνύπνιον ἐξεγειρομένων. πλοῦτος ἀδίκως συναγόμενος ἐξεμεθήσεται. οἶδα καὶ ἄλλον πλοῦτον ἀδίκως συναγόμενον, τὸν ἐν τοῖς λόγοις τῶν αἱρετικῶν, οἳ ἔχουσι μαθήματα ἐναντία τοῖς δόγμασι τῆς ἀληθείας, ἐγγάστρια αὐτῶν · οὐκ ἔστι γλυκέα, ἀλλὰ χολὴ ἀσπίδος, τουτέστι πονηρά · ὡς εἴρηται ἐν Δευτερονομίῳ ἐν ᾠδῇ Μωϋ σέως περὶ τοῦ οἴνου τῆς διδασκαλίας αὐτῶν · ἐκ γὰρ ἀμπέλου Σοδόμων ἄμπελος αὐτῶν. ἀλλ’ ἀγαθὸς Θεὸς οὐκ ἐάσει αὐτοὺς πλοῦτον ἀδίκως συναγόμενον ἔχειν ἀεὶ ἐν ἑαυτοῖς, ἀλλὰ ποιήσει αὐτοὺς ἐξεμέσαι. ἄγγελος γὰρ κατ’εὐεργεσίαν Θεοῦ ἐξελκύσει αὐτοὺς ἐπ’αὐτῆς τῆς κακῶς οἰκοδομηθείσης οἰκίας · ἥτις ἐστὶν ἐκκλησία πονηρευομένων. ἐπάγει γοῦν · ἐξ οἰκίας αὐτοῦ, καὶ τὰ ἑξῆς. ὅρα δὲ πόσον καὶ τῷ ἑτεροδόξῳ ἀπόκειται διὰ τὰ ἀσεβῆ δόγματα. διὰ τοῦτο προσέχωμεν ἑαυτοῖς, μή ποτε ἐν πιθανολογίαις συληθῶμεν ἀπὸ αἱρετικῆς διδασκαλίας, καὶ ἐκπέσωμεν τοῦ μυστηρίου τῆς Ἐκκλησίας. μὴ ἴδοι ἄμελξιν νομάδων. καὶ ἑτερόδοξος δὲ οὐ βλέπει ἄμελξιν νομάδων. νομάδες δέ εἰσι ψυχαὶ νεμόμεναι ὑπὸ τῷ καλῷ ποιμένι, καὶ νομὴν εὑρίσκουσαι. καὶ τὰ δόγματα δὲ κατὰ Θεοῦ οὐδὲν ἔχει γλυκὺ, ἀλλὰ στρυφνὰ καὶ πυκνά. πολλῶν γὰρ ἀδυνάτων οἴκους ἔθλασεν. καὶ ἑτερόδοξός σε ἐάν που εὕρῃ ἀσθενῆ ἐν τῇ πίστει, ἀσθενῆ ἐν τῇ ὑγιεῖ διδασκαλίᾳ, τοῦτον ὑποσυλᾷ. καὶ ἔστιν ἀληθῶς περὶ τοῦ διδασκάλου τῶν ἑτεροδόξων εἰπεῖν, ὅτι πολλῶν ἀδυνάτων οἴκους ἔθλασεν · ἁρπάζει δὲ τὴν δίαιταν τοῦ εὐεξαπατήτου, καὶ μετὰ ταῦτα οὐχ ἵστησιν αὐτήν · οὐ δὲ γὰρ δύναται στῆσαι τὸ ψεῦδος. ἡμέρα ὀργῆς ἐπέλθοι αὐτῷ. καθ’ἣν θεία κατ’αὐτοῦ κινεῖται δίκη · εἴτε τοῦ ἐκ περιτομῆς εἰς Θεὸν ἀσεβήσαντος, εἴτε τοῦ ἑτεροδόξου, εἴθ’ὅπως ποτὲ ἀσεβοῦς, αὐτῷ μερίς ἐστιν δηλουμένη ἐν τοῖς προειρημένοις. διὰ τί ἀσεβεῖς ζῶσι, πεπαλαίωνται δὲ καὶ ἐν πλούτῳ; τὸ μέντοι, πεπαλαίωνται ἐν πλούτῳ, εἶπεν ἀντὶ τοῦ, οὐκ εἰσὶ νεόπλουτοι, ἀλλ’ἐκ νεότητος καὶ μέχρι γήρως πλουτοῦντες διετέλεσαν. ἀναλαβόντα ψαλτήριον καὶ κιθάραν. ἄλλη πατέρων εὐδαιμονία, τῶν παίδων εὐφροσύνη, ἣν ἀποπληροῦσιν αὐλοὶ καὶ κιθάραι καὶ τύμπανα, ὑφ’ὧν αἱ μὲν ἀκοαὶ καταυλοῦνται, αἱ δὲ τῆς ψυχῆς ἡδοναὶ διεγείρονται, καὶ οἱ παρόντες τῇ ἀκολάστῳ μελωδίᾳ κατακηλοῦνται · ἣν οἱ τῶν ἀσεβῶν παῖδες ἀσελγῶς ἐργάζονται, ταῖς ἐντεταμέναις νευραῖς τὰς χεῖρας αὐτῶν ἐπιβάλλοντες, καὶ πρὸς τὴν φωνὴν τῶν ὀργάνων ἐπικροτοῦντες. συνετέλεσαν ἐν ἀγαθοῖς τὸν βίον αὐτῶν. τουτέστιν, οὐδὲν διάλειμμα τῆς εὐπραγίας αὐτοῖς ἐγένετο, ἀλλ’ἐν βίῳ τελείῳ τοῖς σωματικοῖς ἀγαθοῖς ἐντρυφῶντες διετέλεσαν · καὶ πέρας αὐτοῖς εὐδαιμονίας τὸ τῆς ζωῆς πέρας ἐγένετο, παραταθείσης μέχρι τελευτῆς τῆς εὐημερίας. καὶ ἐν ἀναπαύσει ᾄδου ἐκοιμήθησαν. ἀντὶ τοῦ, μέχρι θανάτου ἀναπαυόμενοι καὶ εὐθυμοῦντες, ἀβασάνιστοι εἰς ᾅδην κατέρχονται. , ὅτι οὐ δὲ αὐτὸς θάνατος πικρὸς αὐτοῖς γίνεται · ἀλλ’ὥσπερ ὑπνοῦντες, οὕτως ἀποθνήσκουσιν. , ὅτι οἱ μὲν ἄλλοι ἐν τῷ ζῇν κακοπαθοῦσι καὶ ταλαιπωροῦνται, ἀποθανόντες δὲ ἀναπαύονται · οὗτοι δὲ περὶ ὧν λόγος, πᾶσαν τὴν ζωὴν ἐν εὐθυμίᾳ διηνυκότες, οὕτως εἰς τὴν ἐν τῷ θανάτῳ ἦλθον ἀνάπαυσιν. πότερον οὐ Κύριός ἐστιν διδάσκων; ὑγιὲς δὲ τὸ δόγμα τοῦτο, ὅτι ἀληθινὸς διδάσκαλος ἀρετῆς οὐ δύναται εἶναι ἄνθρωπος · διδάσκων γὰρ ἄνθρωπον γνῶσιν, καὶ ἐν Ψαλμοῖς ἀναγέγραπται, ὅτι οὐκ ἄλλος ἐστὶν ἀλλ’ Θεός. διδάσκει δὲ Θεὸς, ἐλλάμπων τῇ ψυχῇ τοῦ μανθάνοντος ὑπ’αὐτοῦ, καὶ τὴν διάνοιαν φωτίζων τῷ φωτὶ τῷ ἀληθινῷ τῷ ἑαυτοῦ λόγῳ. οὐκοῦν, κἂν ἄνδρες δίκαιοι ἡμᾶς διδάσκωσι, διδασκαλικὴν εἰληφότες χάριν, πάλιν Κύριός ἐστιν δι’αὐτῶν διδάσκων ἡμᾶς · καὶ αὐτὸ δὲ τὸ συνιέναι καὶ διανοιχθῆναι τὰς καρδίας ἡμῶν εἰς τὴν τῶν θείων μαθημάτων παραδοχὴν, κατὰ τὴν θείαν γίνεται χάριν. λόγον σου ποιούμενος ἐλέγξει σε; πρὸς τοῦτο εἴποιμεν ἂν, ὅτι οὐ φροντίζων Θεὸς μήποτε αὐτός τι βλαβῇ, ἐλέγχει τὸν ἀσεβῆ · ἀλλὰ λόγον ποιούμενος τοῦ προνοουμένου καὶ εὐεργετῶν αὐτόν. ἠνεχύραζες τοὺς ἀδελφούς σου διακενῆς. ὑπολαμβάνει δὲ τοῦτο περὶ τοῦ Ἰὼβ ἐντεῦθεν, ὅτι ᾔδει αὐτὸν πλούσιον, καὶ ὑπώπτευεν ἀπὸ τοιούτων τινῶν πόρων πλουτεῖν αὐτόν · διό φησιν · ἠνεχύραζες διακενῆς · τουτέστι μηδὲν ἐποφειλόμενος. προσεπιτείνων δὲ πάλιν ἄλλην αὐτοῦ ἁμαρτίαν φησίν. ἀμφίασιν δὲ γυμνῶν ἀφείλου. ἔστι ποτὲ λαβεῖν ἀμφιάσματα, οὐ γυμνοῦ, ἀλλὰ πλουσίου, ἔχοντος ἀποκείμενα ἐνδύματα πολλά. ἐὰν μέντοιγε χιτῶνα ἔχῃ τις ἕνα, καὶ τοῦτον τὸν χιτῶνα προφάσει τοῦ ἀπαιτεῖν τὸ ἐμὸν ἐκδύσω, μὴ ἐλεήσας ἐκεῖνον τὸν γυμνὸν, ἀμφίασιν τοῦ γυμνοῦ ἀφειλόμην. πολλὰ δὲ τοιαῦτα ἐν ἡμῖν γίνεται, ὅταν δανείζωμεν, ὅταν προσοφειλέτας ἔχωμεν. πολλάκις ὀφειλέτης ἡμῶν εἰς ὑπερβολὴν πένεται, μὴ δυνάμενος ἀποδοῦναι · καὶ ἡμεῖς, τὰ σπλάγχνα ἡμῶν ἀποκλείσαντες, καὶ μὴ βλέποντες, ὅτι γυναῖκα τρέφει, καὶ τέκνα, καὶ μόλις τρέφεται ἀπὸ τῶν ποριζομένων αὐτῷ ὀλίγων ὀβολῶν, ἀπαιτοῦμεν πικρῶς, ἔσθ’ὅτε καὶ περισσὰ ἔχοντες παρ’ἑαυτοῖς. ταῦτα οὖν λέγει ἐγκαλῶν τῷ Ἰὼβ, ὅτι, ἀμφίασιν γυμνῶν ἀφείλου. ἴσως δὲ καὶ τὸ μὴ δοῦναι τῷ γυμνῷ ἱμάτιον ἀφαίρεσιν ὀνομάζει · ἀποστερητὴς γάρ ἐστι καὶ πλεονέκτης καὶ μὴ ἐνδύων τὸν γυμνὸν, καὶ μὴ τρέφων τὸν ἄρτου δεόμενον. ἐθαύμασας δέ τινων πρόσωπα. ἄλλο καὶ τοῦτο ἁμάρτημα · ἁμάρτημα γὰρ καὶ τὸ θαυμάζειν πρόσωπον. δεῖνα, ὅτι πλούσιός ἐστι, θαυμάζω αὐτοῦ τὸ πρόσωπον · τὸν δὲ πένητα καταπατῶ, ἐπειδήπερ ἀξίωμα οὐκ ἔχει. ἔσται οὖν σοι παντοκράτωρ βοηθός. ὑγιὲς ἐνθάδε δόγμα Ἐλιφὰζ λέγει · οἴεται γὰρ τὸν Ἰὼβ διὰ τὰ ἁμαρτήματα πάσχειν, καὶ ὅτι ὑπομείνας καθαίρεται δι’αὐτοῦ τοῦ πάσχειν · καὶ καθαιρόμενος, ὥσπερ χρυσὸς ἐν χωνευτηρίῳ, δόκιμος ἀποφαίνεται, πᾶν τὸ ἀλλότριον ἀποθέμενος, καὶ πάσης κακίας ἀμιγὴς γεγονώς. φησὶν οὖν, ὅτι, ἐὰν καὶ σὺ ὑπομείνῃς τὰ συμβεβηκότα σοι, ἀποδώσει σε καθαρὸν ὥσπερ ἄργυρον πεπυρωμένον Θεός · καὶ καθαρὸς γενόμενος, παρρησίαν ἕξεις, ὡς ἀποθέμενος τὰ ἁμαρτήματα, καὶ ἱλαρῶς τὸ πρόσωπον ἐπαρεῖς εἰς τὸν οὐρανὸν, ἀκαταγνώστῳ συνειδότι τὰς ἱκετείας ποιούμενος · κἄν τι εὔξῃ καὶ ὑπόσχῃ τῷ Θεῷ, αὐτὸς ἐνισχύσει σε πρὸς πέρας ἀγαγεῖν τὰς πρὸς αὐτὸν ὑποσχέσεις · αὐτὸς γάρ ἐστιν ἐνεργῶν ἐν ἡμῖν καὶ τὸ θέλειν καὶ τὸ ἐνεργεῖν ὑπὲρ τῆς εὐδοκίας. ἀντὶ μέντοι τοῦ, δώσει δέ σοι ἀποδοῦναι τὰς εὐχὰς, Θεοδοτίων, καὶ ὁριεῖς ῥῆμα, καὶ σταθήσεταί σοι, ἐξέδωκε · τουτέστιν, ἅπαν ἂν συντάξῃ καὶ τυπώσῃς, οὐ διαπεσεῖται · καὶ ἁπλῶς εἰπεῖν, ἅπασάν σοι τὴν ἁρμόζουσαν δικαίῳ παρέξει διαγωγήν · καὶ πᾶσαι αἱ ὁδοί σου κατευοδωθήσονται ὑπὸ τοῦ θείου ὁδηγούμεναι φωτός · καὶ αἱ πράξεις σου λαμπραὶ καὶ ἐπίδοξοι ἔσονται. ὅτι ἐταπείνωσεν ἑαυτὸν, καὶ ἐρεῖς · ὑπερηφανεύσατο. ὡς μὲν περὶ ἑτέρου δοκεῖ λέγειν · πρὸς δὲ τὸν Ἰὼβ λόγος. διὰ τοῦτο, φησὶν, ἔσται ταῦτα τῷ μετανοοῦντι, ὅτι ἐταπείνωσεν ἑαυτὸν, καὶ εἶπεν, ὅτι ἐνδίκως αὐτὸς ὑπέστη πέπονθεν, ἐπειδὴ ὑπερηφανεύσατο. καὶ κύφοντα ὀφθαλμοῖς σώσει. τουτέστι τὸν ταπεινόφρονα, τὸν κάτω βλέποντα διὰ τὸ δυσσυνείδητον καὶ ἀπαρρησίαστον, καθάπερ ἐν τοῖς Εὐαγγελίοις δικαιωθεὶς τελώνης. ἔτι δὲ προσθεὶς Ἰὼβ τῷ προοιμίῳ εἶπεν. ἔλαβεν ἐξουσίαν τοῦ Ἰὼβ διάβολος καὶ ἤτασεν αὐτὸν νυκτὸς καὶ ἡμέρας · πρότερον μὲν διὰ τῶν ἐκτός · ὕστερον δὲ δι’αὐτοῦ τοῦ σώματος · μετὰ ταῦτα καὶ διὰ τῶν φίλων. ὅτε γὰρ αὐτὸν ἐδοκίμαζε διὰ τῆς γυναικὸς, καὶ οἶδεν, ὅτι οὐ νενίκηται Ἰὼβ, τρεῖς φίλους ἤνεγκεν, οὐκ ἐχθροὺς, οὐκ ἐπίβουλα δόγματα ἔχοντας · ἀλλ’ἀληθεῖς μὲν λόγους, οὐ καλῶς δὲ, οὐ δὲ ἐν καιρῷ προσφερομένους · καὶ ἐβούλετο διὰ τούτων ποιῆσαι τὸν δίκαιον φθέγξασθαί τι κατὰ τῆς Προνοίας · ἀσεβῆσαι διὰ τοὺς πόνους · ἐκκακῆσαι διὰ τὰς ἀλγηδόνας · ἀλλ’ στερρὸς ἀδάμας οὗτος, ὅρα τί λέγει μετὰ τοὺς λόγους τῶν τριῶν, ὅτε ἐτέλεσε Ἐλιφὰζ τρεῖς διαλέξεις, Βαλδὰδ τρεῖς, Σοφὰρ δύο. οὐ γὰρ σύνοιδα ἐμαυτῷ ἄτοπα πράξας. τοῦτο καὶ Παῦλος ὕστερον ἐφθέγξατο, καὶ προσέθηκεν · ἀλλ’οὐκ ἐν τούτῳ δεδικαίωμαι. πολλὴ παρ’ῥησία τοῦ δικαίου καὶ ἐπὶ τῷ προτέρῳ βίῳ, καὶ ἐπὶ τοῖς κατὰ τὸν καιρὸν τῆς περιστάσεως, ὥστε αὐτὸν εἰπεῖν · οὐδὲν ἐμαυτῷ σύνοιδα. ἁδροὶ δὲ ἐπαύσαντο λαλοῦντες. κατὰ τὴν τῶν λοιπῶν ἔκδοσιν οἱ ἄρχοντες. οὗτοι παραχωροῦντες τῷ δικαίῳ τοῦ λόγου, αὐτοὶ αὐτοῦ παρόντος ἐσίγων. δάκτυλον ἐπιθέντες ἐπὶ τῷ στόματι. δόξει μὲν οὖν καὶ σημεῖον εἶναι σιωπῆς τὸ, δάκτυλον ἐπιθεῖναι ἐπὶ τῷ στόματι · τάχα δὲ, ἐπεὶ χεὶρ ἀντὶ ἔργων λαμβάνεται, δηλοῖ, ὅτι τὸ ἔργον αὐτῶν ἐφίμου αὐτοῖς τὰ χείλη, καὶ οἱονεὶ δεσμός τις τῷ στόματι ἐπέκειτο · ᾐσθήθησαν γὰρ, ὅτι οὐκ εἰσὶν ἄξιοι τοῦ λαλεῖν, παρόντος τοῦ Ἰὼβ, μείζονα ἔργα πεποιηκότος, αὐτοὶ ὀλίγα πεπραχότες · γὰρ δάκτυλος τὴν ἐλαχίστην σημαίνει πρᾶξιν καὶ ἐνέργειαν. δικαιοσύνην δὲ ἐνδεδύκειν. καλὸν χιτῶνα ὕφανεν ἑαυτῷ Ἰὼβ, ἵνα ἐνδύσηται τὴν δικαιοσύνην ἀντὶ χιτῶνος. ἴδε αὐτοῦ καὶ τὸ ἱμάτιον · δικαιοσύνη χιτών · κρῖμα διπλοΐς. φοβηθεὶς τοῦ ὑμῖν ἀναγγεῖλαι τὴν ἐμαυτοῦ ἐπιστήμην. ἐπαγγέλλεται μέντοι ἐπιστήμην ἔχειν, , κατὰ τοὺς λοιποὺς, γνῶσιν, πῶς ἄνθρωποι πάσχουσιν ἐν τῷ βίῳ · πῶς τινες ἄδικοι εὐτυχοῦσιν. εἶδον ἀδικοῦντας καὶ παρανομοῦντας, εὐθηνοῦντας, καὶ ἐμοῦ παραμικρὸν ἐσαλεύθησαν οἱ πόδες, ἐὰν ἐν τῷ βίῳ τούτῳ μόνῳ ἐνίδω · ἐὰν δὲ τὸ μέλλον ἐννοήσω, ἑστῶτές εἰσιν οἱ πόδες μου. διὸ εἶπα · ἀκούσατέ μου. ἕτερα ἀντίγραφα μετὰ τὸ ἐρῶ γὰρ ὑμῶν ἀκουόντων, ἔχει καὶ τούτους στίχους · ἰδοὺ ἤκουσα τοὺς λόγους ὑμῶν, ἠνωτισάμην ἄχρι συνέσεως ὑμῶν. οἱ δὲ ἕτεροι ἑρμηνευταὶ οὕτως ἐκδεδώκασιν · ἰδοὺ, ἐξεδεξάμην τοὺς λόγους ὑμῶν · ἠκροασάμην ἐφ’ὅσον ἐφρονεῖτε, ἐφ’ὅσον ἐξητάζετε λόγους, καὶ μέχρι τοῦ ἐφικέσθαι ὑμῶν, ἐνενόουν. κατὰ μὲν οὖν ταύτην τὴν ἔκδοσιν καὶ τὰ ἕτερα τῶν ἀντιγράφων, ὥσπερ, φησὶν, ἐγὼ μεθ’ἡσυχίας ἤκουσα πάντων ὧν εἴπατε, καὶ ἀνέμεινα μέχρι συμπεράσματος τῶν ὑμετέρων λόγων · καὶ ἕως ὅτε πᾶσαν ἑαυτῶν τὴν φρόνησιν κενώσητε · καὶ ὑμεῖς τῶν ἐμῶν ἀκούσατε λόγων. κατὰ δὲ τὰ παρ’ἡμῖν ἀντίγραφα νοῦς οὗτος · ἀκούσατέ μου, φησίν · ἐρῶ γὰρ οὐδὲν ὑπέρογκον, ἀλλ’ δύνασθε δοκιμάσαι. καὶ μέχρις ὑμῶν συνήσω, ἀντὶ τοῦ, οὐ κενοφωνίαις χρήσομαι, ἀλλ’ὡς δύνασθε συνιέναι λαλήσω. ἐκεῖνό φησιν, ὅτι, οὐ πρότερον παύσομαι λαλῶν, πρὶν καὶ ὑμεῖς τοὺς ἐμοὺς δοκιμάσητε λόγους, εἰ ἄρα κἀγὼ συνιέναι δύναμαι μέχρις ὑμῶν, τουτέστι, μέχρις οὗ καὶ ὑμεῖς ἐννοήσητε, καὶ ὑπερβάλλω τὴν ὑμετέραν σύνεσιν. πλήρης γάρ εἰμι ῥημάτων. καλῶς εἶπε τὸ, πλήρης εἰμί · γὰρ μὴ πλήρης ὢν ῥημάτων, καὶ ἐρχόμενος ἐπὶ τὸ λαλεῖν, κενὰ λαλήσει ὡς κενὸς, κατὰ τὸ εἰρημένον · γὰρ μωρὸς μωρὰ λαλήσει, καὶ καρδία αὐτοῦ μάταια νοήσει. ὀλέκει γάρ με τὸ πνεῦμα τῆς γαστρός. ὥσπερ τις ἔγκυος γίνεται, καὶ μορφωθέντος τοῦ γεννωμένου ἐν αὐτῇ ἐπὶ ὠδῖνας ἔρχεται, μέχρις οὗ ἀπογεννήσῃ τὸ συλληφθέν · κατὰ ταῦτα δὲ καὶ ἐπὶ τῆς φιλομαθοῦς ψυχῆς γίνεται · συλλαμβάνει γὰρ τὸν λόγον, ὃν ἀπαγγελλόμενον μορφοῖ, καὶ τυποῖ αὐτὸν τῇ τάξει · ὅταν δὲ μετὰ τὸ τυπῶσαι καὶ μορφῶσαι, τετελειωμένον αὐτὸν παραδῷ, τότε τίκτει · καὶ μέχρις ἂν τέκῃ, βαρύνεται ἐν ὠδῖνι. λαλήσω, ἵνα ἀναπαύσωμαι ἀνοίξας τὰ χείλη. τυγχάνων συνετοῦ ἀκροατοῦ, καὶ ὢν πλήρης λόγων, λαλῶν ἀναπαύεται, τὴν περισσότητα οἷον κενώσας καὶ ἀποβαλών. ἀνάβλεψον εἰς τὸν οὐρανόν. ἀναβλέπει εἰς τὸν οὐρανὸν οὐχ τοὺς σωματικοὺς ὀφθαλμοὺς ἐπάρας, καὶ ἰδὼν τὸν οὐρανόν · τοῦτο γὰρ τὸ ἀναβλέπειν ἔχουσι καὶ οἱ κύνες καὶ οἱ ὄνοι. οὐδεὶς φιλόκοσμος ἀναβλέπει εἰς τὸν οὐρανὸν, ἀλλ’ μὴ ἀγαπῶν τὸν κόσμον, μη δὲ τὰ ἐν τῷ κόσμῳ. πάλιν δὲ οὐχ οὕτω τὰ νέφη ὑψηλὰ ἀφ’ἡμῶν ἐστιν, ὡς ἐὰν ἴδω τὸν Μωσέως βίον, καὶ τὴν ἐκείνου πρὸς Θεὸν ἀρέσκειαν, καὶ τὴν ἐμαυτοῦ σμικρότητα καὶ ταπεινότητα, οὕτω βλέπω τὸ νέφος ὑψηλὸν ἀπ’ἐμοῦ · ἐὰν ἔλθω ἐπὶ Ἰησοῦν τὸν τοῦ Ναυῆ, ἐπὶ τοὺς βίους τῶν προφητῶν, ἐὰν ἐξετάζω αὐτῶν τὰς πράξεις, τότε ποιῶ τὸ γεγραμμένον, καὶ καταμανθάνω πόσον ἐστὶ τὰ νέφη ὑψηλὰ ἀπ’ἐμοῦ. εἰ ἥμαρτες, τί πράξεις; ἆρα οὖν, φησὶν, οἶδας, εἰ ἥμαρτες, τί πράξεις ἐπὶ τὸ λῦσαι τὸ ἡμαρτημένον; εἰ ἥμαρτες λόγοις, λόγοις κρείττοσιν ἴασαι · εἰ ἥμαρτες ἐν ἔργοις, ἔργοις διαφέρουσιν αὐτὸς ἑαυτὸν ἰώμενος · εἰ δὲ πολλαὶ καὶ ἀνίατοι αἱ ἀνομίαι, διὰ τοῦτο ἐπὶ τοῖς ἀνιάτοις, οἷς ἑαυτοὺς ἰάσασθαι οὐ δυνάμεθα, ἦλθεν Ἰησοῦς Χριστὸς ἐξ οὐρανῶν, ἵνα τὰ ἀνίατα ἰάσηται, καὶ γένηται τὸ, μακάριοι ὧν ἀφέθησαν αἱ ἁμαρτίαι. κατατάσσων φυλακὰς νυκτερινάς. ὅρα ὅτι ἐγκώμια τοῦ Θεοῦ καὶ ὕμνους διεξέρχεται Ἐλιοῦς, λέγων περὶ αὐτοῦ, κατατάσσων φυλακὰς νυκτερινάς. θέλεις ἰδεῖν πῶς κατατάσσει φυλακὰς νυκτερινὰς Θεός; ὅλος αἰὼν οὗτος νύξ ἐστι, σκότος ἐστί. τὸ φῶς τηρεῖταί σοι · νῦν γὰρ δι’ἐσόπτρου βλέπεις, μέλλεις δέ ποτε βλέπειν τὸ φῶς. οὐκοῦν νύξ ἐστι πᾶς αἰὼν, καὶ χρεία φυλάκων τεταγμένων εἰς νύκτα ταύτην, ἵνα οἱ φύλακες, οἱ ἐπὶ τῶν νυκτῶν, φρουρῶσι τοὺς ἐν νυξὶν ἀπὸ τῶν λῃστῶν, ἀπὸ τῶν θηρίων, ἀπὸ τῶν πολεμίων. τίνες οἱ φύλακες; οἱ παρεμβάλλοντες ἄγγελοι. διορίζων με ἀπὸ τετραπόδων γῆς. κατὰ δὲ τοὺς λοιποὺς, διδάσκων ἡμᾶς ὑπὲρ τὰ κτήνη τῆς γῆς, καὶ σοφίζων ὑπὲρ τὰ κατὰ τὸν ἀέρα διιπτάμενα πετεινά · μόνος γὰρ ἄνθρωπος λόγῳ τετίμηται. κατὰ μὲν οὖν τὸν λόγον τῆς δημιουργίας διωρίσμεθα ἀπὸ πάντων τῶν ζώων · ἐὰν δὲ ᾖς ἁμαρτωλὸς, πόρνος, κατωφερὴς, οὐ διωρίσθης ἀπὸ τετραπόδων γῆς, ἀλλὰ παρασυνεβλήθης τοῖς κτήνεσι, καὶ ἐγένου ὡς ἵππος καὶ ἡμίονος, οἷς οὐκ ἔστι σύνεσις, καὶ ἵππος θηλυμανής. μὴ, ἀλλὰ ζῶσαι ὥσπερ ἀνὴρ τὴν ὀσφύν σου. τὰ μὲν τέλεια τῶν ἀγωνισμάτων τοῖς καλῶς ἀθλήσασι μετὰ τὸν βίον ἀπόκειται τοῦτον · οὐδὲν δὲ ἧττον καὶ ἤδη χάρις τοῦ Θεοῦ ἀρραβωνίζεται τοὺς ἀθλητάς. διὰ τοῦτο, ὅτε ἠγωνίσατο τὰ μέγιστα Ἰώβ · ὅτε, ἀποβαλὼν τὰ ὑπάρχοντα, ἐδόξασε τὸν δεδωκότα · ὅτε, ἀποθέμενος τὰ τέκνα, εὐχαρίστησε τῷ παρειληφότι · ὅτε, νοσήσας ὡς σκώληκας ἀνομβρεῖν ἀπὸ τοῦ σώματος, οὐ νενίκηται ἀπὸ τῶν πόνων · προοίμια καὶ ἀρραβῶνα τῶν ἄθλων δίδωσιν αὐτῷ Θεὸς, χρηματίσας αὐτῷ διὰ νέφους καὶ λαίλαπος. ἀκούσας οὖν τῶν προτέρων λόγων, δέον ἀποκρίνασθαι πρὸς Θεὸν, σιωπᾷ, ὡς οὐκ ἔχων παρρησίαν · οὔπω γὰρ ᾔδει τὸ, Μωσῆς ἐλάλει, δὲ Θεὸς ἀπεκρίνατο αὐτῷ φωνῇ. μέντοι Θεὸς δίδωσιν αὐτῷ παρρησίαν τοῦ λέγειν · καὶ τοσαύτη ἐστὶν αὐτοῦ χρηστότης, ὥστε ἀναλαβεῖν αὐτὸν πρόσωπον οὐ κρίνοντος, ἀλλὰ κρινομένου μετὰ τοῦ ἀνθρώπου. καὶ ἄλλαι τοῦτο ἐδίδαξαν Γραφαί · ὡς τὸ, δεῦτε, καὶ διαλεχθῶμεν · καὶ, λαός μου, τί ἐποίησά σοι; ἤδη ἆθλον δίδωσιν αὐτῷ Θεὸς, ὅτι ἄνθρωπον ἐρωτᾷ, ὅτι πυνθάνεται αὐτοῦ, ὅτι δίδωσιν ἐξουσίαν τῆς ἀποκρίσεως. εἰ μὴ ἦν νενικηκὼς, οὐκ ἐλάμβανεν · εἰ μὴ ἦν ὑπομείνας, οὐκ ἂν ἤκουσε · ζῶσαι ὥσπερ ἀνὴρ τὴν ὀσφύν σου, καὶ μὴ σιώπα · ἀλλ’ἀνδρίζου πρὸς τὰς ἐρωτήσεις · ὅσῳ γὰρ ὀσφύς τινος οὐκ ἔζωσται, οὐ δὲ συνέσφιγκται, ἀλλὰ λέλυται, οὐ δύναται εὐλόγως ἀποκρίνασθαι τῷ Θεῷ. μὴ πρότερον οὖν ἀποκρινάσθω τις τῷ Θεῷ, ἐὰν μὴ ἀνὴρ γένηται τέλειος τὴν πνευματικὴν ἡλικίαν καὶ τὴν ὀσφὺν ζώσηται. μὴ ἀποποιοῦ μου τὸ κρῖμα. μὴ οἵου ἀλόγως κεκρίσθαι μοι ταῦτα ἅπερ ὑπέμεινας, μη δὲ ἀποποιοῦ μου τὸ κρῖμα. τούτου τοῦ ῥητοῦ, ὡς χρησίμου μνημονεύωμεν, ὅταν Θεὸς παθεῖν τι ἡμᾶς κρίνῃ, τέκνον ἀποβαλεῖν, ἀρχὴν ἀπολέσαι, νοσῆσαι κατὰ τὸ σῶμα. τι δήποτε τούτων ὑποστῆναι · οὐδὲν τούτων οἷόντε παθεῖν ἡμᾶς, μὴ κρίνοντος τοῦ Θεοῦ. ἐπεὶ οὖν οὐδὲν τούτων γίνεται χωρὶς κρίματος τοῦ Θεοῦ, λέγεται πρὸς τὸν παθόντα · μὴ ἀποποιοῦ μου τὸ κρῖμα · τουτέστι, μὴ ἀπαρνοῦ ὅπερ ἔκρινα περὶ σοῦ · τὸν παρόντα λέγει χρηματισμόν. οἴει δέ με ἄλλως σοι κεχρηματικέναι, ἵνα ἀναφανῇς δίκαιος; ἀπολογοῦμαί σοι · δίκαιος ἦς, ἀλλ’οὐκ ἦς φανερός · ὑπομονὴν εἶχες · ἔδει με ἀφορμὴν παρασχεῖν τοῦ λάμψαι σου τὴν ὑπομονήν · εἶχες ἀνδρείαν · ἀλλ’ἐκρύπτετο ἐν σοί · οἱ συμβεβηκότες πόνοι ἔδειξάν σου τὴν ἀνδρείαν. τούτων μνημονεύωμεν ἐν τοῖς τῶν περιστάσεων καιροῖς, καὶ δόξωμεν τοῦ Θεοῦ ἀκούειν παρόντος καὶ λέγοντος ἡμῖν · οἴει δέ με ἄλλως σοι κεχρηματικέναι, τουτέστι τὸν πειρασμὸν συγχωρῆσαι, ἵνα τοῖς ἀγνοοῦσι δήλη σὴ δικαιοσύνη ; ἀνάλαβε δὴ ὕψος. ἔστι δὲ καὶ οὕτω νοῆσαι τοὺς στίχους · νενίκηκας τὸν πειραστήν · ἀνάλαβέ σου τὸ ὕψος · ἀνάλαβέ σου τὴν δύναμιν · στεφάνωσαι · ἔνδυσαι εὐπρέπειαν. ὑβριστὴς ἐστρατεύσατο κατὰ σοῦ · σὺ δὲ τὸν ὑπερήφανον ἐταπείνωσας, καὶ μακρὰν μετ’αἰσχύνης ἀπέστρεψας μετὰ τῆς αὐτοῦ φάλαγγος. παίξῃ δὲ ἐν αὐτῷ ὥσπερ ὀρνέῳ; δήσεις αὐτὸν ὥσπερ στρουθίον παιδίῳ; μεγάλης καὶ ἐρρωμένης καὶ τελείας ψυχῆς διαγράφει τὸ τέλος, ὅτι γε δράκων αὐτῷ, ὥσπερ στρουθίον παραδέδοται παιδίῳ, μη δὲ βλάψαι τὸ παιδίον δυνάμενον, ὅτι καὶ δεδεμένον αὐτὸ ἄγει ὅπου γε βούλεται τὸ παιδίον καὶ περιφέρει · οὕτω τῇ χάριτι τοῦ Κυρίου, ὡς στρουθίον ὑποχείριον, Σατανᾶς δεδεμένος γεγένηται τοῖς νηπίοις καὶ θηλάζουσιν, ὧν ἐκ στόματος κατηρτήσατο αἶνον Θεός. ἐνσιτοῦνται δὲ ἐν αὐτῷ ἔθνη. ὥσπερ τῶν πιστῶν βρῶμα Κύριος, οὕτως δράκων τῶν ἀσεβῶν · ἔδωκας γὰρ αὐτὸν βρῶμα λαοῖς τοῖς Αἰθίοψι · τουτέστι, τοῖς υἱοῖς τοῦ σκότους, τοῖς ἐν ἀγνωσίᾳ. καθ’ἕκαστον γὰρ λόγον ὃν παραδεχόμεθα, ἤτοι ἀπὸ τοῦ δράκοντος ἐσθίομεν, ἐὰν παραδεξώμεθα ἀκοὴν ματαίαν, ἀπὸ τοῦ Χριστοῦ, ἐὰν παραδεξώμεθα λόγον οἰκοδομοῦντα καὶ ὠφελοῦντα. πᾶν δὲ πλωτὸν συνελθὸν οὐ μὴ ἐνέγκωσι βύρσαν μίαν οὐρᾶς αὐτοῦ. σαφέστερον δὲ εἰπεῖν · οἱ ἄνθρωποι, οἱ πλοίοις τοῖς σώμασι χρώμενοι, τὰ τελευταῖα τοῦ δράκοντος καὶ τὰ ἔσχατα νεκρῶσαι αὐτοὶ καθ’ἑαυτοὺς οὐ δύνανται · θείας δὲ δυνάμεως ἐπισκοπούσης, καὶ ὅλον αὐτὸν κομίσαι καὶ νεκρῶσαι δυνάμεθα. νεκροῦμεν δὲ ἕκαστος, τὸ ὅσον ἐφ’ἑαυτῷ, τὸν διάβολον, κατὰ τό · δὲ Θεὸς συντρίψει τὸν σατανᾶν ὑπὸ τοὺς πόδας ὑμῶν ἐν τάχει. εἰς πτύξιν θώρακος αὐτοῦ τίς ἂν εἰσέλθοι, Θώραξ καὶ στῆθος ὀνομάζεται, ὅπου ἐστὶ τὸ ἡγεμονικόν. οὐχ ἁπλοῦς ἐστιν θώραξ αὐτοῦ · δόλιός ἐστιν, ἐπτυγμένος ἐστίν · ἅγιος δὲ ἐλέγχειν αὐτὸν δύναται, καὶ δεῖξαι, ὅτι ἔπτυκται · τῷ γὰρ ἁγίῳ οὐκ ἔπτυκται. πνεῦμα δὲ οὐ μὴ διέλθῃ αὐτόν. τὸ, οὐ μὴ διέλθῃ, οὐχ ὅτι οὐ διέρχεται καὶ παρέρχεται, ἀλλ’ὅτι οὐδὲν αὐτὸν λανθάνει · πάντας δεῖ δι’αὐτοῦ ἐλθεῖν. ἑαυτοὺς οὖν παρασκευάσωμεν, τοῦ μὴ κατασχεθῆναι ὑπ’αὐτοῦ. οἱ δὲ ὀφθαλμοὶ αὐτοῦ εἶδος Ἑωσφόρου. οἱ ὀφθαλμοὶ γοῦν αὐτοῦ οὐκ εἰσὶν Ἑωσφόροι, ἀλλ’εἶδος Ἑωσφόρου · μετασχηματίζεται γὰρ εἰς ἄγγελον φωτός. προσποιεῖται εἶναι οὐράνιος ἀστήρ · προσποιεῖται σύμβολον ἡμέρας. ὡς λαμπάδες καιόμεναι. οἶμαι μὲν καὶ πάντας τοὺς ἀσεβεῖς ἀθέων δογμάτων εἰσηγητὰς εἶναι στόμα τοῦ δράκοντος · εἴη δ’ἄν τι καὶ τροπικῶς νοούμενον παρὰ τοῦτο, ὅθεν οἱ λόγοι ἀπολλύντες. εἴποτε ἤκουσας λόγου προφάσει Χριστιανισμοῦ κατηγοροῦντος τοῦ Δημιουργοῦ, φέρε εἰπεῖν, πρεσβεύοντος τὰ Μαρκίωνος, τὰ Οὐαλεντίνου, τὰ Βασιλείδου · ὅταν κακῶς λέγωσι τὸν Ποιητὴν οὐρανοῦ καὶ γῆς, ὅταν τι ὅμοιον, ὄψει ὅτι ἐκ στόματος τῶν τοιούτων ἐξέρχονται δαλοί. τηρῶμεν οὖν ἑαυτοὺς, μήποτε ἐκεῖναι λαμπάδες ἡμᾶς καύσωσι · μήποτε αἱ ἐσχάραι τοῦ πυρὸς ἡμῶν ἅψωνται. ἔμπροσθεν αὐτοῦ τρέχει ἀπώλεια. οἷον πρόδρομός τις ἐστὶν αὐτοῦ καὶ δορυφέρει αὐτὸν ἀπώλεια · ὅπου ἐὰν ἔρχηται, προτρέχει ἀπώλεια αὐτοῦ, εἶθ’οὕτως αὐτὸς εἰσέρχεται. ἐὰν μὴ πρῶτον παραδέξηταί τις τὴν ἀπώλειαν, οὐ παραδέχεται τὸν δράκοντα · ὅταν γὰρ ἁμάρτῃ τις, τότε, κνηθόμενος τὴν ἀκοὴν, διδασκάλους ζητεῖ ἀπολούμενος · καὶ ζητῶν διδασκάλους, μετὰ τὸ ἀπολέσθαι εὑρίσκει τὸν δράκοντα, καὶ παραδέχεται τοῦτον τοσούτων κακῶν πεπληρωμένον εἰς τὴν ἑαυτοῦ ψυχήν. ἔδωκε δὲ Κύριος διπλᾶ. μὲν οὖν πάντα πειρασμὸν ὑποστὰς ἆθλα λαμβάνει τῆς ὑπομονῆς αὐτοῦ πάντα διπλᾶ παρὰ τὰ πρότερον · δὲ Κύριος ἆθλα δίδωσιν οὐχὶ διπλασίονα μόνον, ἀλλ’ἑκατονταπλασίονα · οὐκ ἂν δὲ διπλάσια τῶν προτέρων ἔλαβεν, εἰ μὴ διπλασίονα τὴν ἀρετὴν ἐπεδείξατο.