Origen
Selected Comments on Exodus
“καὶ δώσω χάριν τῷ λαῷ τούτῳ ἐνώπιον τῶν Αἰγυπτίων. ὅταν δὲ ἀποτρέχοιτε, οὐκ ἀπελεύσεσθε κενοί”. αὕτη ἡ ἐπαγγελία τῷ Ἀβραὰμ προεδέδοτο · “μετὰ ταῦτα, λέγοντος τοῦ Θεοῦ, ἐξελεύσονται ὧδε μετὰ ἀποσκευῆς”. “καὶ κατίσχυσεν ἡ καρδία Φαραὼ, καὶ οὐκ εἰσήκουσεν αὐτῶν, καθάπερ ἐνετείλατο αὐτοῖς Κύριος. εἶπε δὲ Κύριος πρὸς Μωϋσῆν · βεβάρυται ἡ καρδία Φαραὼ, τοῦ μὴ ἐξαποστεῖλαι τὸν λαόν”. τὸ, “βεβάρυται ἡ καρδία Φαραὼ,” λεγόμενον ὑπὸ τοῦ Κυρίου, μετὰ τὴν μεταβαλοῦσαν εἰς δράκοντα ῥάβδον τοῦ Ἀαρὼν, καὶ καταπιοῦσαν τὰς τῶν Μάγων ῥάβδους, ἄξιον ἰδεῖν, εἰ ἕτερόν ἐστι τοῦ, “ἐσκληρύνθαι τὴν καρδίαν Φαραώ,” λεγομένου πολλάκις, καὶ τοῦ, “κατισχυκέναι”. καὶ γὰρ καὶ τοῦτο οὕτως εἴρηται, “καὶ κατίσχυσεν ἡ καρδία Φαραὼ, καὶ οὐκ εἰσήκουσεν αὐτῶν καθὼς ἐλάλησε Κύριος”. δοκεῖ δέ μοι ἡ μὲν ἐνδιδοῦσα καρδία πρὸς τὰ θεῖα, ἁπαλύνεσθαι καὶ μὴ ἰσχύειν ἀνθίστασθαι τῇ θειότητι, καὶ μὴ βαρύνεσθαι, μη δὲ ἕλκεσθαι κάτω εἰς γῆν καὶ ὕλην · ἡ δὲ ἀντιτείνουσα καὶ ἐναντιουμένη τῷ θείῳ βουλήματι, σκληρύνεσθαι καὶ ἀντιτυπεῖν δίκην λίθου, καὶ ἀποκρούεσθαι τὸν λόγον, καὶ κατ’ἀπόνοιαν ἀνθίστασθαι μετά τινος ψευδωνύμου ἰσχύος. ἀνάγκη δὲ τὴν τοιαύτην καρδίαν καθελκομένην ὑπὸ τῆς κακίας οὔσης κατωφεροῦς, βαρύνεσθαι. οὐ μὴν κατὰ τὴν αὐτὴν διάνοιαν ταῦτα τῇ καρδίᾳ συμβαίνει, εἰ καὶ μιᾷ καὶ τῇ αὐτῇ συμβέβηκε φαύλῃ οὔσῃ τὸ κατισχύειν καὶ τὸ βαρύνεσθαι. ἡ μὲν γὰρ, ὡς εἴρηταί που, λιθίνη γίνεται ἡ καρδία καὶ σκληρύνεται · ἡ δὲ οὐ παραχωρεῖ ὡς κρείττονι τῇ θείᾳ φύσει · ἀλλὰ θεομαχεῖν ἱσταμένη κατ’αὐτῆς καὶ ἰσχύειν λέγεται. “εἶπε δὲ αὐτῷ Μωϋσῆς,” ὡς ἂν ἐξέλθω τὴν πόλιν, ἐκπετάσω τὰς χεῖράς μου πρὸς Κύριον, καὶ αἱ φωναὶ παύσονται, καὶ ἡ χάλαζα, καὶ ὁ ὑετὸς οὐκέτι ἔσται “”. ὁ γὰρ πάντων δημιουργὸς πρὸς τὴν κέλευσιν τὴν φύσιν εἴκουσαν ἔχει. τοῦ αὐτοῦ. σημειωτέον ὅτι οὐ πάντα τῇ ῥάβδῳ τερατουργεῖ Μωϋσῆς, ἀλλὰ καὶ χερσὶ καὶ λόγῳ, ἵνα μὴ τὴν ῥάβδον μαγικαῖς ἀπάταις τελεῖσθαι οἱ πολλοὶ νομίσωσι. “λαβέτωσαν ἕκαστος πρόβατον κατ’οἴκους πατριῶν” · καὶ τὰ ἑξῆς. ἀπὸ τῆς δεκάτης φησὶ λαμβάνειν πρόβατον καὶ τρέφειν ἕως ιδʹ · καὶ ἐπονομάσαι λέγοντας, Τοῦτο τὸ πρόβατον θύεται ὑπὲρ τοῦδε καὶ τοῦδε · οὐχ ὑπερβαινόντων αὐτῶν ιʹ ὀνομάτων · καὶ τῇ ιδʹ θύεται ἀνάμεσον τῶν ἑσπερινῶν, ἀρχομένης τῆς ιεʹ · ὡς γίνεσθαι ἀπὸ τῆς λήψεως μέχρι τῆς θύσεως ἡμέρας εʹ, ὅτε πλῆρές ἐστι τῆς σελήνης τὸ φῶς. “πρόβατον τέλειον, ἄρσεν, ἐνιαύσιον ἔσται ὑμῖν”. ἐνιαύσιον πρόβατον ὁ Χριστός ἐστι. τὸ γὰρ ἐν μηδενὶ ὑστερεῖσθαι μη δὲ ἐλλιπές τι ἔχειν διὰ τοῦ ἐνιαυτοῦ δηλοῦται. “καὶ σφάξουσιν αὐτὸ πᾶν τὸ πλῆθος συναγωγῆς υἱῶν Ἰσραὴλ πρὸς ἑσπέραν”. πρὸς ἑσπέραν δὲ κελευόμεθα σφάξαι τὸ πρόβατον, ἐπειδὴ καὶ ἐσχάτῃ ὥρᾳ τὸ ἀληθινὸν ἡμῶν πρόβατον εἰς τὸν κόσμον ἦλθεν ὁ Σωτήρ. “καὶ λήψονται ἀπὸ τοῦ αἵματος, καὶ θήσουσιν ἐπὶ τῶν δύο σταθμῶν, καὶ ἐπὶ τὴν φλιὰν, ἐν τοῖς οἴκοις” · καὶ τὰ ἑξῆς. θύομεν δὲ, καὶ χρίομεν τοὺς οἴκους ἡ μῶν τῷ αἵματι · λέγω δὲ τὸ σῶμα, εἴπερ χρίσις πίστις ἐστὶν ἡ εἰς αὐτὸν, δι’ἧς πιστεύω τὴν τοῦ ὀλοθρευτοῦ δύναμιν καταργουμένην. μετὰ δὲ τὸ χρισθῆναι ἡμᾶς, τουτέστι πιστεῦσαι εἰς τὸν Χριστὸν, τότε καὶ ἐπὶ τὴν βρῶσιν ἔρχεσθαι κελευόμεθα · μήτε δὲ ὠμὰ, μήτε ἑψημένα ἐν ὕδατι, ἀλλ’ὀπτὰ πυρί. “πᾶς ὃς ἂν φάγῃ ζύμην, ἐξολοθρευθήσεται ἡ ψυχὴ ἐκείνη ἐξ Ἰσραήλ”. ἐξολοθρευθήσεται ἄνθρωπος ἕνεκεν ζύμης · καὶ ὁ τῶν ὅλων Θεὸς ὁ χρηματίζων τοὺς νόμους, ὡς ὀλοθρεύει μοιχὸν, ὡς ὀλοθρεύει πόρνον, ὡς ὀλοθρεύει παιδοφθόρον, οὕτως ὀλοθρεύει τὸν ἔχοντα ζύμην ἐν τῇ οἰκίᾳ αὐτοῦ ἐν τῇ τῶν ἀζύμων ἡμέρᾳ. τοῦτο κατὰ Θεόν ἐστι; τοῦτο κατὰ νόμον τὸν οὐράνιόν ἐστιν; ἀλλ’εἴποιμι ἂν ὅτι ἐὰν ἔχῃς ζύμην πονηρίας, καὶ μὴ ἐξολοθρεύσῃς πᾶσαν ζύμην κακίας ἀπὸ τοῦ ἡγεμονικοῦ σου · αὕτη γάρ ἐστιν ἡ ἀληθινὴ οἰκία σου · ὁ Θεὸς τῶν ὅλων νομοθετεῖ ἐξολοθρευθῆναί σε μὴ ἀποβαλόντα τὴν ζύμην τὴν παλαιὰν ἀπὸ σεαυτοῦ. χρὴ γάρ σε ἐλθόντα εἰς τὸν καιρὸν τῶν νέων, νέον γενόμενον μηδὲν ἔχειν ἀρχαῖον. “τὰ ἀρχαῖα παρῆλθε,” καὶ τὰ ἑξῆς. ὅρα πῶς ἔδει ἑορτάζειν ἐν μηνὶ τῶν νέων τὴν ἑορτὴν τῶν ἀζύμων. “καθίξετε τῆς φλιᾶς, καὶ ἐπ’ἀμφοτέρων τῶν σταθμῶν, ἀπὸ τοῦ αἵματος ὅ ἐστι παρὰ τὴν θύραν”. φλιᾶς μὲν, ὡς ἀποδέδωκέ τις τῶν πρὸ ἡμῶν, τοῦ λογικοῦ · ἀμφοτέρων δὲ σταθμῶν, θυμικοῦ καὶ ἐπιθυμητικοῦ. τοῦ αὐτοῦ. οὐ γὰρ ἐντὸς γενόμενον τὸν ὀλοθρευτὴν δι’ἐπινοίας ἐκβάλλομεν, ἀλλ’ὅπως ἂν μη δὲ τὴν ἀρχὴν παρεισδύῃ, φυλακὴν διὰ τοῦ νόμου ποιούμεθα. φυλακὴ δέ ἐστι καὶ ἀσφάλεια, τὸ, τῷ αἵματι τοῦ ἀμνοῦ τήντε φλιὰν καὶ τοὺς σταθμοὺς τῆς εἰσόδου κατασημαίνεσθαι. “ἐγενήθη δὲ μεσούσης τῆς νυκτὸς, καὶ Κύριος ἐπάταξε πᾶν πρωτότοκον ἐν γῇ Αἰγύπτῳ”. δι’ἀγγέλων γὰρ ὁ Θεὸς τὰς θανατηφόρους ταύτας ἐπάγει πληγὰς, ὡς καὶ ἐν ταῖς Βασιλείαις ἔγνωμεν πῶς ἐν μιᾷ νυκτὶ ὁ ἄγγελος ἀνεῖλε τῶν Ἀσσυρίων ρπεʹ χιλιάδας. “οὗτος ὁ νόμος τοῦ Πάσχα · πᾶς ἀλλογενὴς οὐκ ἔδεται ἀπ’αὐτοῦ. καὶ πάντα οἰκέτην τινὸς, καὶ ἀργυρώνητον περιτεμεῖς αὐτὸν, καὶ τότε φάγεται ἀπ’αὐτοῦ” · καὶ τὰ ἑξῆς. ἀκολούθως τοῖς παρατεθεῖσι τρίτος ἐστὶν οὗτος νόμος, ὃν εἶπε πάλιν ὁ Κύριος παρὰ τοὺς δύο νόμους. πρόσχες δὲ τῇ ἀκριβείᾳ τῆς Γραφῆς, ὅτι οὐκ εἶπε τοῦτον τὸν νόμον τὸν περὶ τοῦ Πάσχα ὁ Κύριος ἐν τῇ ἀρχῇ. εἰ γὰρ εἰρήκει ἔτι ὄντων ἐν Αἰγύπτῳ πρὶν ἀπᾷραι ἐκ τῆς Αἰγύπτου τὸν Ἰσραὴλ, τὸ, “πᾶς ἀλλογενὴς οὐκ ἔδεται ἀπ’αὐτοῦ. καὶ πάντα οἰκέτην τινὸς, καὶ ἀργυρώνητον περιτεμεῖς, καὶ τότε φάγεται ἀπ’αὐτοῦ,” οὐκ ἂν ἐξεληλύθησαν ὁ πολύμικτος πολὺς ὄχλος ὁ ἐξελθὼν ἐξ Αἰγύπτου. ἐτήρησεν οὖν τὸν νόμον τοῦτον, ἵνα μετὰ τοῦ ἐξελθεῖν τοὺς βουλομένους δοθῇ ἄλλος νόμος. καὶ μετ’ὀλίγα. ἐὰν ἀλληγορῶμεν ταῦτα εἰς τὴν ψυχὴν ἡμῶν, ἐροῦμεν ὅτι οἰκογενεῖς μέν εἰσιν οἱ συμπεφυκότες ἡμῖν καὶ γεωργηθέντες λόγοι, καὶ ἐπιστῆναι ἀπὸ συμφύτων ἐννοιῶν ἀρξάμενοι · ἀργυρώνητοι δὲ, ὅσοι ἐκ διδασκαλίας ἡμῖν ἐπιγίνονται ἔξωθεν ἀπὸ τῶν μαθημάτων. πάντας οὖν φησι περιτέμνειν καὶ καθαίρειν, καὶ τοὺς οἰκογενεῖς, καὶ τοὺς ἀργυρωνήτους. ἀλλογενῆ δὲ οὐδένα δεῖ προσλαμβάνειν, οἷον ἀλλότριον δόγμα προσιεμένους · ἀλλογενῆ γὰρ οὐ παραδέχεται, ὃς βούλεται βεβηλῶσαι τὴν ἑορτὴν τοῦ Κυρίου. καὶ μετ’ὀλίγα. εἰ γὰρ ἐν Ἐκκλησίᾳ ἐσθίεις λόγους Θεοῦ, ἐσθίεις δὲ καὶ ἐν Ἰουδαίων συναγωγῇ, παραβαίνεις τὴν λέγουσαν ἐντολὴν, “ἐν οἰκίᾳ μιᾷ βρωθήσεται”. εἰ δὲ μεταλαμβάνεις λόγων Θεοῦ, ἐν οἰκίᾳ μιᾷ τῇ Ἐκκλησίᾳ · εἶτα καταλιπὼν αὐτὴν, ὑπολαμβάνεις μεταλαμβάνειν Θεοῦ ἐν αἱρετικῇ συναγωγῇ, λεγούσης τῆς ἐντολῆς, “ἐν οἰκίᾳ μιᾷ βρωθήσεται,” σὺ οὐκ ἐσθίεις ἐν οἰκίᾳ μιᾷ. μίαν οὖν νοήσαι οἰκίαν τὴν Ἐκκλησίαν · μηδαμοῦ οὖν ἔσθιε τοῦ προβάτου ἔξω γενόμενος τῆς Ἐκκλησίας. “καὶ οὐκ ἐξοίσετε ἐκ τῆς οἰκίας τῶν κρεῶν ἔξω”. ἐκκλησιαστικὸν λόγον οὐ δεῖ ἔξω τῆς Ἐκκλησίας πρεσβεύειν, ὡς ἔξω τῆς οἰκίας μὴ ἐκφέρειν τὰ κρέα · φημὶ δὲ εἰς συναγωγὴν Ἰουδαίων ἢ αἱρετικῶν · ὅμοιον γάρ ἐστι τῷ ῥίψαι τοὺς μαργαρίτας ἔμπροσθεν τῶν χοίρων. “πᾶς ἀπερίτμητος οὐκ ἔδεται ἀπ’αὐτοῦ”. πᾶν γέννημα ψυχῆς νοητὸν ὑπερβαῖνον τὰ ὑλικὰ (ὑλικὰ δὲ τὰ θήλεα) περιτέμνειν καὶ καθαίρειν δεῖ, ἵνα οὕτως μεταλαμβάνῃ τις τῶν κρεῶν τοῦ Πάσχα · ὡς αὐτόχθων δὲ τῆς γῆς, καὶ ὁ προσήλυτος γίνεται · οὐ γὰρ τὰ σπέρματα προτιμᾷ ὁ Θεὸς τὰ εὐγενῆ, ἀλλὰ προαίρεσιν ἀποδέχεται. τοῦ αὐτοῦ. ἀπερίτμητον τῇ σαρκὶ τὸν μὴ περιτεμνόμενον τὰ σαρκικά φησιν, ὥσπερ καὶ ἀπερίτμητον ὀφθαλμοῖς τὸν βλέποντα πρὸς ἃ μὴ δεῖ. τοῦ αὐτοῦ. ὁρᾶτε μή τις ὑμῶν ἀπερίτμητός ἐστι τῇ καρδίᾳ · μή τις οὐ περιτέτμηται τὰς περιτομὰς ἃς ὁ λόγος διδάσκει περιτέμνεσθαι. ποίας δὲ ταύτας; ἀπερίτμητοι τὰ ὦτα ὀνειδίζονταί τινες ὄντες · καὶ ὅσοι οὐ περιτέτμηνται τὴν ἀκοὴν, ἀκάθαρτοί εἰσιν. ἀπερίτμητος χείλεσιν, ὁ μὴ περιτεμνόμενος τοὺς λόγους τοὺς ἐναντίους καὶ ἀκαθάρτους. οὕτως ἔστι καὶ ἀπερίτμητον τῇ σαρκὶ εἰπεῖν, τὸν μὴ περιτεμνόμενον τὰ σαρκικὰ πράγματα · καὶ ἀπερίτμητον ὀφθαλμοῖς, τὸν βλέποντα ἃ μὴ δεῖ, καὶ μὴ καθαίροντα τὸ ὁρατικόν · καὶ ἀπερίτμητον σαρκὶ, τὸν πράττοντα ἃ μὴ δεῖ. “ἐξάραντες δὲ οἱ υἱοὶ Ἰσραὴλ ἐκ Σοκχὼθ, ἐστρατοπέδευσαν ἐν Ὀθὼμ παρὰ τὴν ἔρημον”. ἐν τοῖς Ἀριθμοῖς κεῖται, “ἀπὸ Βουθὰ ἐπὶ στόμα Ἰρώθ · ὅ ἐστιν ἀπέναντι Βεελσεπρὼν ἐχόμενα τοῦ Βορρᾶ,” παρεμβεβληκέναι τοὺς υἱοὺς Ἰσραήλ. “καὶ ἔλαβε ἑξακόσια ἅρματα ἐκλεκτὰ, καὶ πᾶσαν τὴν ἵππον τῶν Αἰγυπτίων, καὶ τριστάτας ἐπὶ πάντων”. τοὺς πρὸς τρεῖς δυναμένους μάχεσθαι, ἢ τοὺς ἐν τῇ παρατάξει μετὰ τὸν πρωτοστάτην καὶ τὸν δευτεροστάτην ἱσταμένους ἐν τῇ τρίτῃ τάξει. ἄλλοι δέ φασιν, ὡς εἰς τὰς χεῖρας τῶν πολεμίων ἅρματα ἐποίουν μεγάλα, ὥστε καὶ τρεῖς χωρεῖν, ἵνα ὁ μὲν εἷς ἡνιοχεῖ, οἱ δὲ δύο πολεμοῦσιν · ἢ τοὺς ἐπὶ τριῶν ἵππων βεβηκότας. οἱ γὰρ παλαιοὶ ἐν τοῖς πολέμοις ἐπὶ δύο ἢ τριῶν ἵππων ἐπωχοῦντο ἐξιόντες ἁρματηλάται. ἢ τριστάτην λέγει τὸν ἐν τῷ καθέζεσθαι τὸν βασιλέα, τρίτον ἱστάμενον, ἤτοι τρίτην ἔχοντα καθέδραν · οἷος ἦν ὁ Δαυῒδ παρὰ Σαοὺλ, ὡς ἐν τῇ πρώτῃ τῶν Βασιλειῶν εὑρήσεις. “ἐκεῖ ἔθετο αὐτῷ ὁ Θεὸς δικαιώματα καὶ κρίσεις, καὶ ἐκεῖ αὐτὸν ἐπείρασε”. ὅτε Θεὸς πειράζει, ἐπ’ὠφελείᾳ πειράζει, οὐκ ἐπὶ τῷ κακοποιῆσαι · διὸ καὶ ἐλέχθη, ὅτι “ὁ Θεὸς ἀπείραστός ἐστι κακῶν,” ὡς καὶ μετ’ὀλίγα ἐπάγει ὁ λόγος · “ἐὰν ἀκοῇ ἀκούσῃς Κυρίου τοῦ Θεοῦ σου, πᾶσαν νόσον, ἣν ἐπήγαγον τοῖς Αἰγυπτίοις, οὐκ ἐπάξω ἐπὶ σέ”. ὁ οὖν φέρων τοὺς πειρασμοὺς γενναίως, στεφανοῦται. ἄλλο δέ ἐστιν ἐπὶ τοῦ διαβόλου · ἐκεῖνος γὰρ πειράζει, ἵνα τοὺς πειθομένους αὐτῷ θανατώσῃ · καὶ ὁ μὲν Θεὸς πειράζει οὐκ ἀγνοῶν τὸ ἐσόμενον, πλὴν διδοὺς τῷ ἀνθρώπῳ πράττειν ὃ θέλει διὰ τὸ αὐτεξούσιον. “τοῦτο τὸ ῥῆμα ὃ ἐλάλησε Κύριος · σάββατα, ἀνάπαυσις ἁγία τῷ Κυρίῳ αὔριον”. ἀπογράφομαι τὰ περὶ τοῦ σαββάτου εἰρημένα · πρῶτον κατὰ τὸ ῥητὸν, ἵν’ἴδωσι τί σημαίνει τὸ γράμμα · δεύτερον δὲ κατὰ τὴν ἀναγωγὴν, καθ’ἣν εἴποιμι ἂν ἡμέραν σαββάτου ἐνεστηκέναι τῷ δικαίῳ καταλύσαντι τὰ τοῦ κόσμου ἔργα, καὶ δοξάζοντι τὸν Θεὸν, καὶ σχολάζοντι, μήτε τοῦ τόπου ἐν ᾧ ἕστηκε τοῦ Χριστοῦ, ἀφισταμένῳ · μήτε πῦρ καίοντι, κατὰ τὸ μηδὲν ἁμαρτάνειν · μήτε βαστάγματα αἴροντι. βάσταγμα ὄρους βαρύτερον πᾶσα ἁμαρτία · διὸ ἔλεγεν ὁ Ὑμνῳδὸς · “ὡσεὶ φορτίον βαρὺ ἐβαρύνθησαν ἐπ’ἐμέ”. ἑτέρα δὲ ἀπογραφὴ ἂν εἴη σαββάτου, καθ’ἣν “ἀπολείπεται σαββατισμὸς τῷ λαῷ τοῦ Θεοῦ,” ἀνάπαυσις ἱερὰ καὶ ἁγία. ὁ δὲ ποιήσας πάντα τὰ ἔργα αὐτοῦ, ἄξιος κρίνεται ἐκείνου τοῦ σαββάτου · σχολάζων οὐδενὶ ἢ τῇ θεωρίᾳ τῆς ἀληθείας, καὶ τῆς σοφίας. ταῦτα δὲ διὰ τὸ μεμνῆσθαι ἐνταῦθα τὸν Μωϋσέα περὶ τοῦ σαββατίζειν, παρεθέμεθα. “καὶ πατάξεις τὴν πέτραν, καὶ ἐξελεύσεται ἐξ αὐτῆς ὕδωρ”. πέτρᾳ παρεικάζεται ὁ Χριστὸς διὰ τὸ ἄσειστον καὶ ἀκλόνητον. ἐρήρεισται γὰρ ἐν τοῖς ἀγαθοῖς ἡ θείατε καὶ ὑπερτάτη φύσις. “ἐγὼ γάρ εἰμι Κύριος ὁ Θεός σου, Θεὸς ζηλωτὴς, ἀποδιδοὺς ἁμαρτίας πατέρων ἐπὶ τέκνα, ἐπὶ τρίτην καὶ τετάρτην γενεὰν τοῖς μισοῦσί με, καὶ ποιῶν ἔλεος εἰς χιλιάδας τοῖς ἀγαπῶσί με, καὶ τοῖς φυλάσσουσι τὰ προστάγματά μου”. τίνα τοῦτο τὸ ῥητὸν οὐκ ἐτάραξεν; εἰ ἥμαρτε μὲν ὁ πατὴρ, ὁ δὲ υἱὸς, καὶ ἡ τρίτη, καὶ ἡ τετάρτη γενεὰ ἀπολαμβάνει τὴν ἁμαρτίαν, ὡς τοὺς μὲν κατηγορῆσαι καὶ τοῦ δεδωκότος τοὺς νόμους Θεοῦ · τοὺς δὲ μὴ κατηγορῆσαι μὲν, ἀληθῶς δὲ ἐλπίζειν τοιαῦτά τινα, καὶ προσδοκᾷν, ὅτι τὰ ἁμαρτήματα αὐτῶν οἱ υἱοὶ ἀπολαμβάνουσιν. Ἰουδαῖοι ταῦτα νομίζουσιν, οὐκ ἀπαλλάττοντες ἄλλον θεόν. Σαμαρεῖς ταῦτα ὑπολαμβάνουσιν, ὡς καὶ αὐτοὶ δοξάζοντες μετεσχηκέναι τοῦ ἑνὸς Θεοῦ. οἱ ἀπὸ τῶν αἱρέσεων οὐκ ἀρεσκόμενοι τῷ ἀγαθὸν ἢ δίκαιον εἶναι Θεὸν δύνασθαι, τὸν ἀποδιδόντα ἁμαρτίας πατέρων εἰς κόλπον τέκνων αὐτῶν, λέγουσιν, ὅτι ὁ τοῦ νόμου Θεὸς οὐκ ἔστι δίκαιος, οὐκ ἔστιν ἀγαθὸς, ἀποδιδοὺς τὰ ἁμαρτήματα τῶν πατέρων ἐπὶ τοὺς υἱούς · ἀλλά τις ἐστὶν ἐκείνου μείζων θεός. ὁ δὲ ἐκκλησιαστικὸς, οὔτε ὡς Ἰουδαῖος σωματικῶς ἀκούει τῶν λεγομένων, οὔτε ὡς αἱρετικὸς ἀναπλάσσει ἄλλον, ἀλλ’ἕστηκεν ἀμφοτέρων μέσος, καὶ λέγει καλῶς μὲν ταῦτα γεγράφθαι · οὐκ οἶδα δὲ τῶν γεγραμμένων τὸν νοῦν. ἀνατείνατε οὖν τὰς διανοίας πάντες, καὶ αἰτήσασθε, ἵνα ὑμῖν ἀποκαλύψῃ ὡς ἀγαθός ἐστιν, ὁ ἀποδιδοὺς ἁμαρτίας πατέρων ἐπὶ τέκνα. τίνες οἱ πατέρες; φέρε τὰς Γραφὰς μάρτυρας · ἐξετασθήτωσαν τὰ λόγια τὰ ἱερά. λέγει ὁ Σωτὴρ καὶ Κύριος Ἰησοῦς Χριστὸς τοῖς ἁμαρτάνουσιν, ὅτι “ὑμεῖς ἐκ τοῦ πατρὸς τοῦ διαβόλου ἐστὲ, καὶ τὰς ἐπιθυμίας τοῦ πατρὸς ὑμῶν θέλετε ποιῆσαι. ἐκεῖνος ἀνθρωποκτόνος ἐστὶν ἀπ’ἀρχῆς, καὶ ἐν τῇ ἀληθείᾳ οὐχ ἕστηκεν”. οὐκοῦν εἴ τις ἁμαρτάνει, ἐκ τοῦ πατρὸς τοῦ διαβόλου ἐστὶ, καὶ διὰ τοῦτο τὸ ἁμάρτημα τοῦ διαβόλου ἀποδίδοται ἐπὶ τὸν υἱόν. πλὴν ἐκεῖνός ἐστιν ὁ πρῶτος ἁμαρτωλὸς, ὁ ὑποβαλών μοι τὸ ἁμάρτημα · ἐγὼ δέ εἰμι ὁ δεύτερος ἁμαρτωλὸς, ὁ μὴ ἐκβαλὼν τὸ βούλημα αὐτοῦ, ἀλλὰ παραδεξάμενος αὐτοῦ τὴν ἐνέργειαν · δέον με στῆναι καθωπλισμένον τὴν πανοπλίαν τοῦ Θεοῦ, καὶ ἔχοντα τὸν θυρεὸν τῆς πίστεως, ἵνα πάντα τὰ βέλη τοῦ πονηροῦ τὰ πεπυρωμένα σβεσθῇ ἐν τῷ θυρεῷ τῆς πίστεώς μου. ἐὰν οὖν ἁμαρτάνω, ποιῶ τὰ τοῦ διαβόλου βεβληκότος εἰς τὴν καρδίαν, ἵνα τόδε τὸ ἁμάρτημα, ἢ τόδε ποιήσω. πρῶτον παραδέχομαι αὐτοῦ τὸ βέλος, καὶ ὅταν παραδέξωμαι αὐτὸ, τότε καὶ αὐτὸν παραδέχομαι. καὶ γὰρ ἐπὶ τοῦ Ἰούδα οὕτω γέγραπται, ὅτι οὐ πρῶτον εἰσῆλθεν ὁ Σατανᾶς εἰς αὐτὸν, ἀλλὰ πρῶτον τοῦ διαβόλου βεβληκότος εἰς τὴν καρδίαν ἵνα παραδῷ αὐτὸν Ἰούδας Σίμων ὁ Ἰσκαριώτης, εἶτα μετὰ τὸ ψωμίον εἰσῆλθεν εἰς αὐτὸν ὁ Σατανᾶς. οὐκοῦν ἔχω πατέρα, εἰ μὲν ἅγιός εἰμι, Θεόν · εἰ δὲ ἁμαρτωλός εἰμι, τὸν διάβολον ἔχω πατέρα · ἀλλὰ καὶ τὸν προσεχῶς φέρε εἰπεῖν ἐνεργήσαντα Ἀντίχριστον, ἢ ἄγγελόν τινα τοῦ διαβόλου, ἢ δαιμόνιον, οὗ τὴν ἐνέργειαν παρεδεξάμην. καὶ ἁπαξαπλῶς εἰσί μοι πατέρες μυρίοι, ἐὰν γένωμαι ἁμαρτωλός · ὥσπερ πάλιν ἐὰν γένωμαι δίκαιος, πατήρ μου ἐστὶν ὁ Θεὸς, καθάπερ φησὶν ὁ Σωτὴρ, “τεκνία, ἔτι μικρὸν μεθ’ὑμῶν εἰμι”. καὶ πάλιν, “θύγατερ, ἡ πίστις σου σέσωκέ σε”. καὶ πάλιν, “τέκνον, ἀφέωνταί σου αἱ ἁμαρτίαι”. οὕτως οἶδα καὶ ἄλλους πατέρας, κατὰ τὸ γεγραμμένον τῷ Ἀβραάμ · “σὺ δὲ ἀπελεύσῃ πρὸς τοὺς πατέρας σου” · οὐ πρὸς τοὺς κατὰ σάρκα πατέρας · οὐ γὰρ ἦσαν πιστοὶ, οὐκ ἦσαν ἅγιοι, ὡς δῆλον ἐκ τῆς ἱστορίας τῆς γεγραμμένης περὶ αὐτῶν. εἰ γὰρ ἅγιος αὐτοῦ ὁ πατὴρ, οὐκ ἂν ἐλέγετο αὐτῷ, “ἔξελθε ἐκ τῆς γῆς σου, καὶ ἐκ τῆς συγγενείας σου, καὶ ἐκ τοῦ οἴκου τοῦ πατρός σου”. ἔχει γὰρ ὁ λόγος τὸ σωματικὸν, ἔχει καὶ τὸ πνευματικόν. εἰ νενόηκας τοὺς πατέρας, ὅρα λοιπὸν ὅτι ἀπολαμβάνεις σὺ, ὁ παραδεξάμενος τὴν ἐνέργειαν, διὰ τὸ ἡμαρτηκέναι, ὑπὸ τοῦ διαβόλου, ἤ τινος τῶν ὑπ’αὐτὸν πνευμάτων. γενόμενος οὖν ἐκείνων υἱὸς, ἀπολαμβάνεις ἀπὸ ἀγαθοῦ Θεοῦ σε ἐπισκεπτομένου. οὐ γὰρ ἐπισκέπτεται τὸν πατέρα σου, ἀλλ’ἐπισκέπτεταί σε, καὶ λέγει σοι, “ἄκουσον, θύγατερ, καὶ ἴδε, καὶ κλῖνον τὸ οὖς σου,” καὶ τὰ ἑξῆς · καὶ δίδωσί σοι ὡς ἀγαθός. ἐπισκέπτεται γάρ σε τὸν υἱὸν τοῦ πονηροῦ πατρὸς, τὰ ἁμαρτήματα ἀποδιδούς. “ἐπισκέψομαι οὖν ἐν ῥάβδῳ τὰς ἀνομίας” ὑμῶν τῶν ἁγίων · ἐπισκέψομαι δὲ “καὶ ἐν μάστιξι τὰς ἀδικίας αὐτῶν”. διὰ τί; ἵνα τὸ “ἔλεός μου μὴ διασκεδάσω ἀπ’αὐτῶν”. ὅτε γὰρ καταλίπῃ τινὰ, οὐκέτι αὐτὸν κολάζει, οὔτε μαστιγοῖ. “μαστιγοῖ” γὰρ οὐ πάντας, ἀλλὰ “πάντα υἱὸν ὂν παραδέχεται Κύριος”. καὶ λέγεται ἐν τῷ προφήτῃ περὶ τῶν πάνυ ἁμαρτωλῶν · “οὐκ ἐπισκέψομαι ἐπὶ τὰς θυγατέρας ὑμῶν ὅταν πορνεύσωσι, καὶ ἐπὶ τὰς νύμφας ὑμῶν ὅταν μοιχευθῶσι”. τοσούτῳ χρόνῳ ὁ διάβολος ἁμαρτάνει ἀπὸ κτίσεως, καὶ καταβολῆς κόσμου, καὶ οὔτε πῦρ, οὔτε μάστιξ · οὐ γὰρ ἄξιός ἐστι τῶν κολάσεων τῶν ἀπὸ τοῦ Θεοῦ. οὐ γὰρ δύναται εἰπεῖν ὁ διάβολος, “κύριε, μὴ τῷ θυμῷ σου ἐλέγξῃς με,” καὶ τὰ ἑξῆς. ἕκαστος οὖν συνειδὼς ἑαυτῷ ἁμαρτίας, εὐχέσθω κολασθῆναι. καλὸν μὲν γὰρ τὸ μηδὲν ἄξιον κολάσεως πεποιηκέναι. εἰ δέ τι ἄξιον κολάσεως πεποιήκαμεν, οὕτω κολασθῶμεν, ὥστε ἐνθάδε μὲν ἀπολαβεῖν, μετὰ δὲ ταῦτα εἰς τοὺς κόλπους Ἀβραὰμ ἀναπαύσασθαι. “καὶ ταῦτα τὰ δικαιώματά μου, ἃ παραθήσῃ ἐνώπιον αὐτῶν. ἐὰν κτήσῃ παῖδα Ἑβραῖον,” καὶ τὰ ἑξῆς. ἀναγκαῖον ἐξετάσαι τί νόμος, καὶ τί πρόσταγμα, τί δὲ δικαιώματα, καὶ κρίματα, καὶ μαρτύρια, καὶ ἐντολαί. δικαιώματα μὲν οὖν ἐστι, τὸ ἐνθάδε εἰρημένον, “ἐὰν κτήσῃ παῖδα Ἑβραῖον,” καὶ τὰ ἑξῆς, περὶ αὐτοῦ εἰρημένα · κρίμα δὲ, ἵνα ἱερέως θυγάτηρ ἐὰν μοιχευθῇ, πυρὶ κατακαίηται · ἐντολαὶ δὲ, “οὐκ ἔσονταί σοι θεοὶ ἕτεροι” · πρόσταγμα δὲ, “καταβὰς διαμάρτυραι τῷ λαῷ, καὶ πλυνάτωσαν τὰ ἱμάτια αὐτῶν” · μαρτύρια δὲ, “διαμαρτύρομαι ὑμῖν σήμερον τὸν οὐρανὸν καὶ τὴν γῆν”. “ἓξ ἔτη δουλεύσει σοι · τῷ δὲ ἔτει τῷ ἑβδόμῳ, ἀπελεύσεται ἐλεύθερος δωρεάν”. σημαίνει ἡ ἐν τῷ ἑβδόμῳ ἐλευθέρωσις, ἔτι δὲ καὶ ἡ ἐν τῷ σαββάτῳ τῶν ἔργων κατάπαυσις τὴν ἐν χάριτι ἡμῖν διὰ Χριστοῦ ἐλευθερίαν. “προσάξει αὐτὸν ὁ κύριος αὐτοῦ πρὸς τὸ κριτήριον τοῦ Θεοῦ”. Ἀκύλας καὶ Σύμμαχος εἶπον, “πρὸς τοὺς θεούς”. θεοὺς δὲ τοὺς κριτὰς ὀνομάζουσι, καὶ θεοῦ κριτήριον, τὴν τούτων ψῆφον. “τρεῖς καιροὺς τοῦ ἐνιαυτοῦ ἑορτάσατέ μοι. τὴν ἑορτὴν τῶν ἀζύμων φυλάξασθε. ἑπτὰ ἡμέρας ἔδεσθε ἄζυμα, καθάπερ ἐνετειλάμην σοι, κατὰ τὸν καιρὸν τοῦ μηνὸς τῶν νέων. ἐν γὰρ αὐτῷ ἐξῆλθες ἐξ Αἰγύπτου. οὐκ ὀφθήσῃ ἐνώπιόν μου κενὸς, καὶ ἑορτὴν τοῦ θερισμοῦ πρωτογεννημάτων ποιήσεις τῶν ἔργων σου”. αἱ ἑορταὶ τοίνυν τοῦ Θεοῦ, οἷς ἐστι πνεῦμα, πνευματικαί εἰσι · καὶ οὐδεὶς χοϊκὸς ἑορτάζει τὰς ἑορτὰς πνευματικῶς. “τίς γὰρ συμφωνία δικαιοσύνης καὶ ἀνομίας”; ἵνα μὴ τὰ ἑξῆς λέγω. οὐ δύναται χοϊκὸς ἑορτάσαι ἑορτὰς πνευματικὰς, ὥσπερ οὐ δὲ πνευματικὸς ἑορτὴν χοϊκήν. καὶ μετ’ὀλίγα. τί ἐστιν ὁ μὴν τῶν νέων; τοὺς αἰσθητοὺς φήσεις καρπούς · οὔπω ἐνέστηκεν ὁ μὴν τῶν νέων, τοῦ ἐνιαυτοῦ φέρε εἰπεῖν ὀψιμωτέρου ὄντος. τὸ δὲ, ἐὰν γένηταί ποτε ἐνιαυτὸς, ὥστε μη δὲ φέρειν τὴν γῆν τοὺς καρποὺς, ἆρα δυνάμεθα ἑορτάζειν ἐν τῷ μηνὶ τῶν νέων, ὡς κεκέλευκεν ὁ Θεὸς ἑορτάζειν τοὺς ἑορτάζοντας; οὐκοῦν δεῖ κατ’ἐνιαυτὸν τὴν ἑορτὴν ἑορτάζειν. ἐπαπορῶ δὲ πάλιν καὶ περὶ τοῦ δευτέρου νόμου, τοῦ κατὰ τὴν ἑορτὴν τὴν δευτέραν. φησὶ γὰρ “ἑορτὴν τοῦ θερισμοῦ τῶν πρωτογεννημάτων”. ἐάν τις σπείρῃ, καὶ μὴ γένωνται οἱ καρποὶ πρῶτοι, ἀλλὰ τελευταῖοι, οὗτος οὐκ ἂν δύναιτο ἑορτάσαι τὴν ἀρχὴν τοῦ θερισμοῦ τῶν πρωτογεννημάτων. δεῖ γὰρ ἔχειν σε γεννήματα, ἵνα δυνηθῇς ἑορτάζειν. τί δὲ, ἂν χώραν μὴ ἔχω, πῶς ἂν δυναίμην τὴν ἑορτὴν ταύτην ἑορτάζειν, τῆς λέξεως λεγούσης, “καὶ ἑορτὴν θερισμοῦ τῶν πρωτογεννημάτων ποιήσεις τῶν ἔργων σου, ὧν ἐὰν σπείρῃς ἐν τῷ ἀγρῷ σου”; οὐκ ἔσπειρα, οἰκοδόμος εἰμί · οὐκ ἔσπειρα, ὑφάντης εἰμί · ἀγρὸν οὐκ ἔχω, πῶς δύναμαι τὴν δευτέραν ἑορτάζειν ἑορτήν; καὶ δὴ καὶ περὶ τὴν τρίτην, “καὶ ἑορτὴν συντελείας ἐπ’ἐξόδῳ τοῦ ἐνιαυτοῦ”. καὶ μεθ’ἕτερα. τί βούλεται λόγος ἡμῖν λέγειν ὁ κελεύων ἡμᾶς ἑορτάζειν τὴν ἑορτὴν τῶν ἀζύμων τῷ μηνὶ τῶν νέων; ἀπόθου τὸν παλαιὸν ἄνθρωπον σὺν ταῖς πράξεσιν αὐτοῦ. καὶ ἵνα γε ποιήσῃς τὴν ἑορτὴν ἐν τῷ μηνὶ τῶν νέων, καὶ σὺ νέος γενοῦ, ἵνα γένηται ὁ μὴν τῆς ἑορτῆς τῶν νέων, καὶ σὸς μήν. νέων γὰρ, καὶ οὐ παλαιῶν ἐστιν οὗτος ὁ μήν. πῶς οὖν δεήσει νέον καὶ σὲ γενέσθαι; νοήσας τὰς ἑορτὰς, τὴν ἑορτὴν τῶν νέων ὁ ἀπόστολος Παῦλός φησιν, “ἐκδυσάμενοι τὸν παλαιὸν ἄνθρωπον σὺν ταῖς πράξεσιν αὐτοῦ, καὶ ἐνδυσάμενοι τὸν νέον τὸν ἀνακαινούμενον εἰς ἐπίγνωσιν κατ’εἰκόνα τοῦ κτίσαντος”. οὐκοῦν ἵνα ἀγάγῃς τὴν ἑορτὴν ἐν μηνὶ τῶν νέων, νέον σε γενέσθαι δεῖ, καὶ πᾶσαν ἀποθέσθαι παλαιότητα. εἶτα ποίαν ἑορτὴν πρώτην ἄγεις; ὅτι τὴν ἑορτὴν τῶν ἀζύμων, μάνθανε ἀπὸ τοῦ Ἀποστόλου · “τὸ γὰρ πάσχα ἡμῶν, φησὶν, ὑπὲρ ἡμῶν ἐτύθη Χριστός · ὥστε ἑορτάζωμεν μὴ ἐν ζύμῃ παλαιᾷ, μη δὲ ἐν ζύμῃ κακίας καὶ πονηρίας, ἀλλ’ἐν ἀζύμοις εἰλικρινείας καὶ ἀληθείας”. ἅμα δὲ συνάγαγε τὰ νενομοθετημένα περὶ τῆς ἑορτῆς τῶν ἀζύμων, καὶ ὄψει μὲν τὸ ἄλογον τῶν τῷ ῥητῷ ὡς πνευματικῷ μὴ προσεχόντων, καταφρονούντων δὲ τῶν πνευματικῶν ὡς μὴ χρησίμων. “οὐκ ὀφθήσῃ ἐνώπιόν μου κενός”. ἴσθι ὅτι πᾶς ἄνθρωπος ἢ κενός ἐστιν, ἢ πλήρης. εἰ μὲν γὰρ οὐκ ἔχει ἅγιον Πνεῦμα, οὐκ ἔχει γνῶσιν τοῦ κτίσαντος, οὐ παρεδέξατο ζωὴν Ἰησοῦν τὸν Χριστόν · εἰ οὐκ οἶδε τὸν Πατέρα τὸν ἐν οὐρανοῖς, εἰ οὐ βιοῖ κατὰ τὸν λόγον, κατὰ τὸν νόμον οὐράνιον · οὐ σωφρονεῖ, οὐ δικαιοπραγεῖ · ὁ τοιοῦτος κενός ἐστιν. εἰ δὲ κεχώρηκε τὸν εἰπόντα Θεόν · “ἐνοικήσω ἐν αὐτοῖς, καὶ ἐμπεριπατήσω, καὶ ἔσομαι αὐτοῖς Θεὸς,” οὗτος οὐκ ἔστι κενὸς, ἀλλὰ πλήρης. “τρεῖς καιροὺς τοῦ ἐνιαυτοῦ ὀφθήσεται πᾶν ἀρσενικόν σου ἐνώπιον Κυρίου τοῦ Θεοῦ σου”. τί ἐστι τὸ ῥητὸν εἴποιμι ἄν. ὃ πράττομεν, ἢ θῆλύ ἐστιν, ἢ ἀρσενικόν. εἰ μὲν οὖν θηλυκόν ἐστιν ὃ ποιοῦμεν, ἢ σωματικόν ἐστιν, ἢ σαρκικόν. σπείροντες γὰρ εἰς τὴν σάρκα, ποιοῦμεν θῆλυ τὸ γέννημα τῆς ψυχῆς, οὐκ ἄρρεν · ἀλλ’ἐκνενευρισμένον, ἁπαλόντε καὶ ὑλικόν. εἰ μέντοι βλέποντες τὰ αἰώνια, καὶ πρὸς τοῖς κρείττοσιν ἔχοντες τὴν διάνοιαν, καρποφοροῦμεν τοὺς καρποὺς τοῦ πνεύματος, καὶ πάντα τὰ γεννήματα ἡμῶν ἄρρενά ἐστι. τὰ τοίνυν φερόμενα ἐνώπιον τοῦ Θεοῦ, τὰ καὶ ὀφθησόμενα τῇ ὄψει τοῦ κτίσαντος, ἀρσενικά ἐστιν, οὐχὶ θήλεα. οὐ γὰρ τὰ θηλυκὰ, καὶ τὰ σωματικὰ ἀξιοῖ βλέπειν ὁ Θεός.