Origen

Fragments from Commentary on Exodus

εἰς τό · ἐσκλήρυνε Κύριος τὴν καρδίαν Φαραώ. ἐσκλήρυνε δὲ Κύριος τὴν καρδίαν Φαραὼ, καὶ οὐκ ἠβουλήθη ἐξαποστεῖλαι αὐτούς. πολλάκις ἐν τῇ Ἐξόδῳ κείμενον τό · ἐσκλήρυνε Κύριος τὴν καρδίαν Φαραὼ, καὶ, ἐγὼ σκληρυνῶ τὴν καρδίαν Φαραὼ, σχεδὸν πάντας τοὺς ἐντυγχάνοντας ταράσσει, τούςτε ἀπιστοῦντας αὐτῇ καὶ τοὺς πιστεύειν λέγοντας. τοῖς μὲν γὰρ ἀπιστοῦσι μετ’ἄλλων πολλῶν καὶ τοῦτο ἀπιστίας αἴτιον εἶναι δοκεῖ, ὅτι λέγεται περὶ Θεοῦ τὰ ἀνάξια Θεοῦ. ἀνάξιον δὲ Θεοῦ τὸ ἐνεργεῖν σκλήρυνσιν περὶ καρδίαν οὑτινοσοῦν, καὶ ἐνεργεῖν σκλήρυνσιν ἐπὶ τῷ ἀπειθῆσαι τῷ βουλήματι τοῦ σκληρύνοντος τὸν σκληρυνόμενον · καὶ πῶς, φασὶν, οὐκ ἄτοπον τὸν Θεὸν ἐνεργεῖν τινα, ἐπὶ τῷ ἀπειθεῖν αὐτοῦ τῷ βουλήματι; δῆλον γὰρ ὅτι μὴ βουλομένου πειθόμενον ἔχειν οἷς προστάσσει τὸν Φαραὼ ταῦτα δοκεῖ λέγεσθαι τὰ ῥήματα. τοῖς δὲ πιστεύειν νομιζομένοις διαφωνία οὐχ τυχοῦσα γεγένηται, διὰ τό · ἐσκλήρυνε Κύριος τὴν καρδίαν Φαραώ · οἱ μὲν γὰρ πειθόμενοι μὴ ἄλλον εἶναι Θεὸν παρὰ τὸν δημιουργὸν φρονοῦσιν ὡς ἄρα κατὰ ἀποκλήρωσιν Θεὸς ὃν θέλει ἐλεεῖ, ὃν δὲ θέλει σκληρύνει, αἰτίαν οὐκ ἔχοντος τοῦ, τόνδε μὲν ἐλεεῖσθαι, τόνδε δὲ σκληρύνεσθαι ὑπ’αὐτοῦ. ἕτεροι δὲ βέλτιον παρὰ τούτους φερόμενοι, φασὶ πολλὰ καὶ ἄλλα κεκρύφθαι τῆς Γραφῆς αὐτοῖς νοήματα, καὶ οὐ παρὰ τοῦτο τῆς ὑγιοῦς πίστεως τρέπεσθαι · ἓν δὲ τῶν ἀποκεκρυμμένων εἶναι καὶ τὸν περὶ ταύτης τῆς γραφῆς ὑγιῆ λόγον. οἱ δὲ ἕτερον θεὸν φάσκοντες παρὰ τὸν δημιουργὸν, δίκαιον μὲν αὐτὸν εἶναι θέλουσι καὶ οὐκ ἀγαθὸν, σφόδρα ἰδιωτικῶς ἅμα καὶ ἀσεβῶς ἐνεχθέντες, ἐν τῷ χωρίζειν δικαιοσύνην ἀγαθότητος, καὶ οἴεσθαι ὅτι οἷόντέ ἐστι δικαιοσύνην εἶναι ἔν τινι χωρὶς ἀγαθότητος, καὶ ἀγαθότητα δίχα δικαιοσύνης · ὅμως δὲ καὶ τοῦτο λέγοντες ἐναντία τῇ ἰδίᾳ ὑπολήψει περὶ δικαίου προσίενται Θεοῦ, σκληρύνειν τὴν καρδίαν Φαραὼ, καὶ ἀπειθῆ αὐτὴν κατασκευάζειν ἑαυτῷ. εἰ γὰρ τὸ κατ’ἀξίαν ἀπονέμων ἑκάστῳ δίκαιος, καὶ ἀπὸ τῆς ἑαυτῶν αἰτίας κρείττοσιν χείροσι γεγενημένοις ἀποδιδοὺς ὧν ἐπιτήδειον ἕκαστον τυγχάνειν ἐπίσταται, πῶς δίκαιος, ἁμαρτίας χείρονος αἴτιος γενόμενος τῷ Φαραώ; καὶ οὐχ ἁπλῶς αἴτιος, ἀλλ’ὅσον ἐφ’οἷς ἐκεῖνοι ἐξεδέξαντο συνεργήσας εἰς τὸ γενέσθαι αὐτὸν ἀδικώτατον. ἐπ’οὐδὲν γὰρ ἀναφέροντες ἄξιον προαιρέσεως δικαίου θεοῦ τὴν σκλήρυνσιν τῆς καρδίας Φαραὼ, οὐκ οἶδ’ὅπως δίκαιον θεὸν, κἂν καθάπερ διηγεῖσθε βούλωνται, παραστῆσαι δύνανται τὸν σκληρύνοντα τὴν καρδίαν Φαραώ · ὅθεν θλιπτέον αὐτοὺς ἐν τοῖς κατὰ τὸν προκείμενον τόπον, ὅπως ἤτοι παραστήσωσι πῶς δίκαιος σκληρύνει, τολμήσωσιν εἰπεῖν, ὅτι ἐπεὶ σκληρύνει, πονηρὸς Δημιουργός · μήτε εὐποροῦντες ἀποδείξεων πρὸς τὸ τὸν δίκαιον σκληρυντικὸν εἶναί τινος, μήτε τολμῶντες τὸ ἐπὶ τοσοῦτον ἀσεβὲς προέσθαι περὶ τοῦ κτίσαντος ὡς πονηροῦ, καταφύγωσιν ἐπὶ ἑτέραν ὁδὸν, ἐξηγητικὴν τοῦ, ἐσκλήρυνε Κύριος τὴν καρδίαν Φαραὼ, ἀποστάντες τοῦ ἐκ τοῦ νομίζειν τὰ κατὰ τὰς λέξεις νοεῖν, τὰς ἰδίας ἀναιρεῖν περὶ δικαίου θεοῦ νοήσεις. τὸ δὲ τελευταῖον. κἂν ἀπορεῖν τι ποτὲ λόγος ὑποβάλλῃ ὁμολογήσωσιν · ταῦτα μὲν οὖν ἐσπαράχθω ἐξεταζόμενα περὶ Θεοῦ ἐν τῷ προκειμένῳ προβλήματι. ἐπεὶ δὲ εἰς τὸν περὶ φύσεως τόπον οἱ ὑπολαμβάνοντές τινας ἐκ τῆς κατασκευῆς ἐπ’ἀπωλείᾳ γεγονέναι, καὶ ταῦτα φέρουσι, λέγοντες δηλοῦσθαι διδάσκουσι διὰ τοῦ ἐσκληρύνθαι ὑπὸ Κυρίου τὴν καρδίαν Φαραὼ, φέρε ταῦτα αὐτῶν πυνθανώμεθα · ἐπ’ἀπωλείᾳ κτισθεὶς, οὐκ ἄν ποτε ποιῆσαί τι τῶν κρειττόνων δύναιτο, αὐτῆς τῆς ἐνυπαρχούσης φύσεως ἀντιπραττούσης αὐτῷ πρὸς τὰ καλά. τίς οὖν χρεία τὸν Φαραὼ, ἀπωλείας, ὥς φατε, υἱὸν τυγχάνοντα, σκληρύνεσθαι ὑπὸ τοῦ Θεοῦ, ἵνα μὴ ἀποστείλῃ τὸν λαόν; εἰ γὰρ μὴ ἐσκληρύνετο, ἀπέστειλεν ἄν. ἀποκρινέσθωσαν δὴ περὶ τούτου λέγοντες, τί ἂν ἐποίησε Φαραὼ εἰ μὴ ἐσκληρύνθη; εἰ μὲν γὰρ ἀπέλυε μὴ σκληρυνθεὶς, οὐχὶ φύσεως ἀπολλυμένης ἦν · εἰ δὲ μὴ ἀπέλυε, περισσὸν τὸ σκληρύνεσθαι αὐτοῦ τὴν καρδίαν, ὁμοίως γὰρ οὐκ ἀπέλυε καὶ μὴ σκληρυνθείς. τί δὲ ἐνεργῶν Θεὸς περὶ τὸ ἡγεμονικὸν αὐτοῦ ἐσκλήρυνεν αὐτόν; καὶ πῶς αὐτὸν αἰτιᾶται λέγων, ἀνθ’ὧν ἀπειθεῖς μοι, ἰδοὺ ἐγὼ ἀποκτενῶ τὰ πρωτότοκά σου, καὶ γνώσονται γὰρ, φησὶ, πάντες οἱ Αἰγύπτιοι ὅτι ἐγὼ δέ εἰμι Κύριος · ὡς διὰ τοῦτο τῶν νομιζομένων χαλεπῶν ἐπαγομένων αὐτοῖς, ἵνα γνῶσι τὸν Θεόν. ἐν δὲ τοῖς Μακκαβαϊκοῖς τοιοῦτόν τι λέγεται · παρακαλῶ τοὺς ἐντυγχάνοντας τῇδε τῇ βίβλῳ, μὴ συστέλλεσθαι διὰ τὰς συμφορὰς, νομίζειν δὲ τὰ γινόμενα μὴ πρὸς ὄλεθρον, ἀλλὰ πρὸς παιδείαν τοῦ γένους ἡμῶν εἶναι · καὶ γὰρ τὸ μὴ πολὺν χρόνον ἐᾶσθαι δυσσεβοῦντας, ἀλλ’εὐθέως περιπίπτειν ἐπιτιμίοις, μεγάλης εὐεργεσίας ἐστὶ σημεῖον · οὐ γὰρ καθάπερ ἐπὶ τῶν ἄλλων ἐθνῶν ἀναμένει μακροθυμῶν Δεσπότης, ὡς εἰς τέλος ἀφειμένων αὐτῶν τῶν ἁμαρτημάτων, ὕστερον αὐτοὺς ἐκδικῇ · οὕτω καὶ ἐφ’ἡμῖν ἔκρινε, παιδεύων δὲ μετὰ συμφορᾶς, οὐκ ἐγκαταλείπει τὸν ἑαυτοῦ λαόν. εἰ γὰρ τὸ ἐπιπίπτειν ἐπιτιμίοις διὰ τὰ ἁμαρτήματα, μεγάλης εὐεργεσίας ἐστὶ σημεῖον, ἐπιτιμώμενος καὶ Φαραὼ μετὰ τὸ ἐσκληρύνθαι αὐτοῦ τὴν καρδίαν, καὶ κολαζόμενος ἅμα τῷ λαῷ αὐτοῦ, ὅρα εἰ μὴ οὐ μάτην ἐπιτετίμηται, μη δὲ ἐπὶ τῷ ἰδίῳ κακῷ. οἱονεὶ δὲ Θεοῦ μιμητὴς γινόμενος κατὰ τὸ ἐπιβάλλον τοῖς καιροῖς Δαυῒδ, ἐντέλλεται περὶ τοῦ Ἰωὰβ τῷ Σολομῶντι κολάσαι αὐτὸν διὰ τὰ ἡμαρτημένα εἰς Ἀβενὴρ, υἱὸν Νὴρ, καὶ ἀποκτεῖναι διὰ τὰ ἐπταισμένα, εἶτα ἐπιφέρει · καὶ κατάξεις αὐτοῦ τὴν πολιὰν ἐν εἰρήνῃ εἰς ᾅδου. δῆλον δὲ ὅτι, ὡς καὶ Ἑβραῖος ἡμῖν ἀπήγγειλε, τὸ διὰ τοῦ κολασθῆναι αὐτὸν ἐν εἰρήνῃ κοιμηθήσεσθαι, οὐκ ἔτι ὀφειλομένης αὐτῷ κολάσεως καὶ βασάνου, διὰ τὸ ἐντεῦθεν ἤδη ἀπειληφέναι αὐτὸν, μετὰ τὴν ἐντεῦθεν ἀπαλλαγήν. οὕτω δ’ἡμεῖς καὶ πᾶσαν ἀπειλὴν, ἀπότε τῶν ἱερῶν Γραφῶν, καὶ ἀπὸ τῆς ἐνεργείας τῆς κατὰ τὸ μέγεθος, καὶ τάξεως τῶν δημιουργημάτων παραδεχόμεθα Θεοῦ τοῦ κτίσαντος τὰ βλεπόμενα, καὶ τὰ μὴ βλεπόμενα, τὰ πρόσκαιρα, καὶ τὰ αἰώνια, ὡς ἑνὸς ὄντος καὶ τοῦ αὐτοῦ κατὰ πάντα τῷ Πατρὶ τοῦ Κυρίου καὶ Σωτῆρος ἡμῶν ἀγαθῷ, καὶ δικαίῳ, καὶ σοφῷ, καὶ ἐπὶ τὸν σκοπὸν ἐκεῖνον τὰς Γραφὰς ἄγειν ἀγωνιζόμεθα, τοῦ μὲν δεικνύναι πάντα ἀγαθοῦ Θεοῦ, καὶ σοφοῦ, καὶ δικαίου, οὐ δὲ κατὰ τὸ τυχὸν ὑπονοηθέντες ἂν τοῖς γε νοῦν ἔχουσιν ἀποπίπτειν · κατὰ δὲ τὸ ἐφαρμόζειν, μὴ, τῇ ἀγαθότητι αὐτοῦ, καὶ δικαιοσύνῃ, καὶ σοφίᾳ τὰ λεγόμενα, Θεοῦ σωτῆρος δεόμενοι. τοιαῦτα τοίνυν καὶ περὶ τοῦ · ἐσκλήρυνε Κύριος Θεὸς τὴν καρδίαν Φαραὼ, ὑπονοοῦμεν. ἰατρός ἐστι ψυχῆς λόγος τοῦ Θεοῦ, ὁδοῖς θεραπείας χρώμενος ποικιλωτάταις καὶ ἁρμοδίαις πρὸς τοὺς κακῶς ἔχοντας καὶ ἐπικαιριωτάταις · τῶν δὲ τῆς θεραπείας ὁδῶν, αἱ μέν εἰσιν ἐπὶ πλεῖον, αἱ δὲ ἐπ’ἔλαττον πόνους καὶ βασάνους ἐμποιοῦσαι τοῖς εἰς ἴασιν ἀγομένοις · πάλιντ’αὖ βοηθήματα, ὁτὲ μὲν ἀπεμφαινόντως γίνεται, ὁτὲ δὲ οὐχ οὕτως ἔχει, καὶ πάλιν τάχιον βράδιον · καὶ μετὰ τὸ ἐμφορηθῆναι τῆς ἁμαρτίας, μετὰ τὸ, ὥσπερ εἰπεῖν, μόνον ἅψασθαι αὐτῆς. μαρτυριῶν δὲ τῶν εἰς ἕκαστον πλήρης πᾶσα θεόπνευστος Γραφὴ, σκυθρωποτέρων βοηθημάτων ἐπὶ πλεῖον ἔλαττον ἀναγεγραμμένων γεγονέναι τῷ λαῷ, καὶ συμβεβηκέναι αὐτῷ ὑπὲρ ἐπιστροφῆς καὶ διορθώσεως · ἐν πολέμοις μείζοσιν ἐλάττοσι, καὶ λιμοῖς πολυχρονιωτέροις, ὀλιγοχρονιωτέροις. ἀπεμφαινόντως δὲ ἐν τῷ · οὐκ ἐπισκέψομαι ἐπὶ τὰς θυγατέρας ὑμῶν ὅταν πορνεύωσι, καὶ ἐπὶ τὰς νύμφας ὑμῶν ὅταν μοι χεύωσι. τάχα γὰρ ἐπὶ πλεῖον ἀφιεμένας ψυχὰς τῶν σωματικῶν καὶ ἡδέων εἶναι νομιζομένων παρ’ἑαυτοῖς ἐγκαταλείπει · ἕως κορεσθεῖσαι ἀποστραφῶσι τῶν ὧν ὀρέγονται, οἱονεὶ καὶ ἐμέσαι αὐτὰ βουλόμεναι, καὶ οὐκ ἂν ἔτι ταχέως τοῖς αὐτοῖς, διὰ τὸ ὡς ἐπὶ πλεῖον ἐμπεφορῆσθαι αὐτὰς, καὶ ἐπὶ τοσοῦτον βεβασανίσθαι, περιπεσούμεναι. βράδιον δὲ ἐπὶ τὴν θεραπείαν ἄγονται αἱ καταφρονήσασαι ἂν τοῦ δεύτερον τοῖς αὐτοῖς περιπεσεῖν, διὰ τὸ τάχιον ἀπηλλάχθαι τῶν κακῶν. οἶδε δὲ τεχνίτης Θεὸς τὰς διαθέσεις ἑκάστων, καὶ ὡς ἐπιβάλλει αὐτῷ, μόνος ἐπιστημόνως δυνάμενος τὰς θεραπείας προσάγειν, τί χρὴ, καὶ πότε ἑκάστῳ ποιεῖν. ὥσπερ δὲ ἐπί τινων σωματικῶν παθημάτων, εἰς βάθος τοῦ, ἵν’οὕτως εἴπω, κεχωρηκότος κακοῦ, ἰατρὸς εἰς τὴν ἐπιφάνειαν διά τινων φαρμάκων ἕλκει καὶ ἐπισπᾶται τὴν ὕλην, φλεγμονὰς χαλεπὰς ἐμποιῶν καὶ διοιδήσεις, καὶ πόνους πλείονας ὧν εἶχέ τις πρὶν ἐπὶ τὸ θεραπευθῆναι ὁδεῦσαι · ὥσπερ ἔθος ποιεῖν αὐτοῖς ἐπὶ λυσσοδήκτων, καὶ ἑτέρων τινῶν τὰ παραπλήσια τούτοις πεπονθότων · οὕτως οἶμαι καὶ τὸν Θεὸν οἰκονομεῖν τὴν κρύφιον κακίαν εἰς τὸ βάθος κεχωρηκυῖαν τῆς ψυχῆς. καὶ ὥσπερ λέγει ἰατρὸς ἐπὶ τοῦδέ τινος · ἐγὼ φλεγμονὰς ποιήσω περὶ τὸν τόπον τῆς ἀνέσεως, καὶ διοιδῆσαι ἀναγκάσω τάδε τινὰ μέρη, ὥστε ἀπόστημα χαλεπὸν ἐργάσασθαι · λέγοντος δὲ ταῦτα τοῦ ἰατροῦ, μὲν ἀκούων αὐτοῦ ἐπιστημονικώτερος, οὐκ αἰτιάσεται, ἀλλὰ καὶ ἐπαινέσεται τὸν ταῦτα οἱονεὶ ἀπειλοῦντα ἐργάσασθαι · δέ τις λέξει φάσκων ἀλλότριον τῆς τῶν ἰατρῶν ἐπαγγελίας ποιεῖν, τὸ δέον ὑγιάζειν, ἐπὶ φλεγμονὰς καὶ ἀποστήματα ἄγοντα · οὕτω δὲ οἶμαι καὶ τὸν Θεὸν εἰρηκέναι τό · ἐγὼ σκληρυνῶ τὴν καρδίαν Φαραώ · καὶ τούτων γεγραμμένων, μὲν ἀκούων ὡς Θεοῦ λογίων, τὸ μὲν ἀξίωμα τοῦ λέγοντος τηρῶν ἀποδέχεται, καὶ ζητῶν πᾶς εὑρίσκει καὶ ἐν τούτοις ἀγαθότητα τοῦ Θεοῦ παραστῆσαι γινομένην · φανερώτερον μὲν ἐπὶ σωτηρίᾳ τοῦ λαοῦ, διὰ πλειόνων παραδόξων πιστοποιουμένου · καὶ δεύτερον περὶ τῶν Αἰγυπτίων, ὅσοι ἔμελλον τὰ γινόμενα καταπληττόμενοι ἀκολουθεῖν τοῖς Ἑβραίοις · ἐπίμικτος γὰρ, φησὶ, λαὸς πολὺς τῶν Αἰγυπτίων συνεξῆλθεν αὐτοῖς · ἀπορρητότερον δὲ καὶ βαθύτερον τάχα, καὶ ἐπὶ τῷ ὄφελος γενέσθαι αὐτῷ τῷ Φαραὼ, οὐκ ἔτι ἀποκρύπτοντι τὸν ἰὸν, οὐ δὲ τὴν ἕξιν συνέχοντι, ἀλλ’ἕλκοντι καὶ εἰς τοὐμφανὲς ἄγοντι αὐτὸν, καὶ τάχα διὰ τοῦ πράττειν ἐκλύοντι, ἵνα πάντα τὰ τῆς ἐνυπαρχούσης κακίας ἐκβράσματα ἐπιτελέσας, ἄτονον ὕστερον ἔχῃ τὸ τῶν κακῶν οἰστικὸν δένδρον, τάχα ξηραινόμενον ἐπὶ τέλει, ὅτε καταποντοῦται, οὐχ ὡς οἰηθείη ἄν τις ἐπὶ τῷ παντελῶς ἀπολέσθαι, ἀλλ’ἐπὶ τῷ ἀποβαλόντα τὰ ἁμαρτήματα κουφισθῆναι, καὶ τάχα ἐν εἰρήνῃ ἀπὸ τοσούτου πολέμου τῆς ψυχῆς εἰς ᾅδου καταβῆναι. ἀλλ’εἰκὸς δυσπαθῶς ἕξειν τοὺς ἐντευξομένους, βίαιον ὑπολαμβάνοντας εἶναι τὸ λεγόμενον, ὡς ἄρα συμφέρον γεγονέναι τῷ Φαραὼ τὸ ἐσκληρύνθαι αὐτοῦ τὴν καρδίαν, καὶ ὑπὲρ αὐτοῦ πάντα τὰ ἀναγεγραμμένα γεγονέναι, μέχρι καὶ τῆς καταποντώσεως. ὅρα δὲ εἰ δυνάμεθα ἐντεῦθεν τὸ δυσπειθὲς περιελόντες πειθὼ ἐνεργάσασθαι τοῦ περὶ τῶν εἰρημένων. πολλαὶ αἱ μάστιγες, φησὶν Δαυῒδ, τοῦ ἁμαρτωλοῦ · δὲ υἱὸς αὐτοῦ διδάσκει, ὅτι μαστιγοῖ Θεὸς πάντα υἱὸν ὃν παραδέχεται. ἔτι δὲ αὐτὸς Δαυῒδ ἀπαγγελίαν προφητεύων τὴν περὶ Χριστοῦ, καὶ τῶν εἰς αὐτὸν πιστευόντων, φησίν · ἐὰν ἐγκαταλείπωσιν οἱ υἱοὶ αὐτοῦ τὸν νόμον μου, καὶ τοῖς κρίμασί μου μὴ πορευθῶσιν · ἐὰν τὰ δικαιώματά μου βεβηλώσωσι, καὶ τὰς ἐντολὰς δέ μου μὴ φυλάξωσιν, ἐπισκέψομαι ἐν ῥάβδῳ τὰς ἀνομίας αὐτῶν, καὶ ἐν μάστιξι τὰς ἀδικίας αὐτῶν · τὸ δὲ ἔλεός μου οὐ μὴ διασκεδάσω ἀπ’αὐτῶν. οὐκοῦν χάρις Θεοῦ ἐστι τὸ ἄνομον ἐπισκεφθῆναι ῥάβδῳ, καὶ τὸν ἁμαρτωλὸν μάστιξι. καὶ ὅσον γε οὐ μαστιγοῦται ἁμαρτάνων, παιδεύσει καὶ διορθώσει οὐδέπω ὑπάγεται · διὸ καὶ ἀπειλεῖ Θεὸς, ἐὰν μεγάλα γένηται τὰ ἁμαρτήματα τῶν τὴν Ἰουδαίαν οἰκούντων, μηκέτι ἐπισκέψασθαι ἐπὶ τὰς θυγατέρας αὑτῶν ὅταν πορνεύωσι, καὶ ἐπὶ τὰς νύμφας αὐτῶν ὅταν μοιχεύωσι. καὶ ἀλλαχοῦ φησιν · ἀνθ’ὧν ἐκαθάρισά σε καὶ οὐκ ἐκαθαρίσθης, οὐ θυμωθήσομαι ἐπὶ σοὶ ἔτι, οὐ δὲ ζηλώσω ἐπὶ σοὶ ἔτι. οὐκοῦν οἷς οὐ θυμοῦται ἁμαρτάνουσιν, ἵν’οὕτως εἴπω, χολούμενος οὐ θυμοῦται. παρατηρητέον δὲ καὶ ἐπὶ ταῖς προφητικαῖς ἀπειλαῖς ἐπὶ τοῖς πολλοῖς, ὅτι ἐπιλέγεται τό · γνώσονται ὅτι ἐγώ εἰμι Κύριος. καὶ ἀπειλεῖ οὐ μόνον Ἰσραηλίταις, ἀλλὰ καὶ Αἰγυπτίοις, καὶ Ἀσσυρίοις, καὶ ἑτέροις ἐχθροῖς τοῦ λαοῦ. τοῦτο δὲ τὸ ἐπὶ τέλει πολλῶν νομιζομένων ἀπειλῶν καὶ ἐν τῇ Ἐξόδῳ ἀναγέγραπται. ἆρα γὰρ σκληρύνων σκληρὸν σκληρύνει; σαφὲς δ’ὅτι σκληρὸν οὐ σκληρύνεται, ἀλλ’ἀπὸ ἁπαλότητος σκληρότης εἰς σκληρότητα μεταβάλλει · ἁπαλότης δὲ καρδίας κατὰ τὴν Γραφὴν ἐπαινετὴ, ὡς πολλαχοῦ τετηρήκαμεν. λεγέτωσαν τοιγαροῦν εἰ χρηστὸς Φαραὼ τυγχάνων, γεγένηται πονηρὸς, ἀλλὰ καὶ ἤτοι αἰτιώμενος Θεὸς τῷ Φαραὼ, μάτην αἰτιᾶται, οὐ μάτην · εἰ μὲν οὖν μάτην, πῶς ἔτι σοφὸς καὶ δίκαιος; εἰ δὲ μὴ μάτην, αἴτιος ἐτύγχανε τῶν ἁμαρτημάτων τῶν κατὰ τὴν ἀπείθειαν τῷ Φαραώ · καὶ εἰ αἴτιος, οὐ φύσεως ἦν ἀπολλυμένης ἐκεῖνος. πιστευτέον μέντοιγε καὶ τοῦτο, διὰ τὸ καταχρώμενον τὸν Ἀπόστολον τοῖς ἐντεῦθεν ῥητοῖς λέγειν · ἄρ’οὖν ὃν θέλει ἐλεεῖ, ὃν δὲ θέλει σκληρύνει. ἐρεῖς οὖν μοι, τί ἔτι μέμφεται ; τῷ γὰρ βουλήματι αὐτοῦ τίς ἀνθέστηκε; τίς σκληρύνων καὶ ἐλεῶν; οὐ γὰρ δὴ ἑτέρου τὸ σκληρύνειν, καὶ ἑτέρου τὸ ἐλεεῖν κατὰ τὴν ἀποστολικὴν φωνὴν, ἀλλὰ τοῦ αὐτοῦ. ἤτοι οὖν οἱ ἐν Θεῷ ἐλεούμενοι τοῦ σκληρύνοντός εἰσι τὴν καρδίαν Φαραὼ, καὶ μάτην ἀναπλάσσεται αὐτοῖς ἕτερος Θεὸς, ἀγαθός. κατ’αὐτοὺς Θεὸς, οὐκ ἐλεήμων μόνον, ἀλλὰ καὶ σκληρύνων, καὶ οὐκ ἔτ’ἂν εἴη, ὡς ὑπολαμβάνουσιν, ἀγαθός. πάντα δὲ ταῦτα ἐπίτηδες ἐπὶ πλεῖον ἐξητάσαμεν πρὸς τοὺς ἀβασανίστως ἑαυτοῖς χαριζομένους τὸ νενοηκέναι, καὶ ἐπιβαίνοντας τῇ ἁπλότητι τῶν ἡμετέρων, ἐνιστάμενοι καὶ δεικνύντες ὅτι οὔτε εἰς ὑπολαμβάνουσι περὶ Θεοῦ, οὔτε εἰς δογματίζουσι περὶ φύσεως, συμβάλλεται αὐτοῖς, ὡς οἴονται, λόγος κατὰ τὸ ἐνεστηκὸς ἐξεταζόμενος. ἡμεῖς δὲ πολλαχόθεν πειθόμενοι, καὶ πόνον καὶ κόλασιν τὰ προσαγόμενα ἀπὸ τοῦ Θεοῦ νομίζομεν γίνεσθαι, οὐδέποτε κατὰ τῶν πασχόντων, ἀλλ’ἀεὶ ὑπὲρ αὐτῶν. καὶ τὰ χαλεπώτατα γοῦν Θεῷ νομιζόμενα προσάπτεσθαι τῶν ὀνομάτων, θυμὸς καὶ ὀργὴ, ἐλέγχειν καὶ παιδεύειν λέγεται ἐν τῷ · κύριε, μὴ τῷ θυμῷ σου ἐλέγξῃς με, μη δὲ τῇ ὀργῇ σου παιδεύσῃς με, τοῦ ταῦτα εὐχομένου, δεομένου μὴ δεηθῆναι ἐλέγχου τοῦ διὰ θυμοῦ Θεοῦ, καὶ παιδεύσεως τῆς διὰ τῆς ὀργῆς αὐτοῦ, ὡς τινῶν ἐλεγχθησομένων τῷ θυμῷ τοῦ Θεοῦ, καὶ παιδευθησομένων τῇ ὀργῇ αὐτοῦ. ἵνα δὲ μᾶλλον προσιώμεθα τὰ λεγόμενα, καὶ ἀπὸ τῆς Καινῆς Διαθήκης παραπλησίοις ῥητοῖς χρηστέον, τοῦ μὲν Σωτῆρος λέγοντος · πῦρ ἦλθον βαλεῖν ἐπὶ τὴν γῆν, καὶ εἴθε δὲ ἐκάη · οὐκ ἂν γὰρ μὴ σωτηρίου ὄντος τοῦ πυρὸς, ἦλθε βαλεῖν ἐπὶ τὴν γῆν, καὶ ἀνθρώποις σωτηρίου, ἔλεγε ταῦτα τοῦ ἀγαθοῦ Θεοῦ Υἱός. ἀλλὰ καὶ Πέτρος ἀνελὼν τῷ λόγῳ τὸν Ἀνανίαν καὶ τὴν Σάπφειραν, ἁμαρτήσαντας ἐν τῷ ψεύδεσθαι οὐκ ἀνθρώποις, ἀλλὰ τῷ Κυρίῳ, οὐ μόνον πεφρόντικε τῆς οἰκοδομῆς τῶν ἐκ τοῦ ὁρᾷν τὸ γεγενημένον εὐλαβεστέρων ἐσομένων εἰς τὴν εἰς Χριστὸν πίστιν, ἀλλὰ καὶ τῶν ἀποθνησκόντων · βουλόμενος αὐτοὺς κεκαθαρμένους τῷ αἰφνιδίῳ θανάτῳ καὶ παρὰ προσδοκίαν ἀπαλλάξαι τοῦ σώματος, ἔχοντάς τι καὶ δικαιώσεως, ἐπεὶ κἂν τὸ ἥμισυ τῶν ὑπαρχόντων δεδώκασιν εἰς τὴν χρείαν τῶν δεομένων. καὶ Παῦλος δὲ τὸν σὺν τῷ ἀνθυπάτῳ Σεργίῳ Παύλῳ τῷ λόγῳ τυφλῶν διὰ τῶν πόνων ἐπιστρέφει αὐτὸν εἰς θεοσέβειαν, λέγων αὐτῷ · πλήρης παντὸς δόλου καὶ πάσης ῥᾳδιουργίας, υἱὲ διαβόλου, ἐχθρὲ πάσης δικαιοσύνης, οὐ παύσῃ διαστρέφων τὰς ὁδοὺς Κυρίου τὰς εὐθείας, καὶ νῦν ἔσῃ τυφλὸς μὴ βλέπων τὸν ἥλιον ἄχρι καιροῦ. ποίου καιροῦ; τοῦ ὅτε ἐπιπληχθεὶς καὶ βασανισθεὶς διὰ τὰ ἁμαρτήματα, ἔμελλε μετανοῶν ἄξιος γίνεσθαι ἀμφοτέρως τὸν ἥλιον ἰδεῖν κατὰ ψυχὴν καὶ κατὰ σῶμα, ἵνα ἐξαγγέλληται θεία δύναμις ἐπὶ τῇ ἀποκαταστάσει τῶν ὄψεων αὐτοῦ · καὶ κατὰ ψυχὴν, ὅτε ἔμελλε πιστεύων ὄνασθαι τῆς θεοσεβείας; ἀλλὰ καὶ Δημᾶς, καὶ Ἑρμογένης, οὓς παρέδωκε τῷ Σατανᾷ, ἵνα παιδευθῶσι μὴ βλασφημεῖν, παραπλήσιόν τι πεπόνθασι τοῖς προειρημένοις. καὶ ἐν Κορίνθῳ τὴν γυναῖκα τοῦ πατρὸς ἐσχηκὼς, καὶ αὐτὸς παραδίδοται τῷ Σατανᾶ εἰς ὄλεθρον τῆς σαρκὸς, ἵνα τὸ πνεῦμα σωθῇ ἐν τῇ ἡμέρᾳ τοῦ Κυρίου. οὐ θαυμαστὸν οὖν εἰ καὶ τὰ περὶ τὸν Φαραὼ τὸν σκληρυνόμενον, καὶ ἐπὶ τέλει τοιαύταις κολάσεσι περιβαλλόμενον ἀπὸ ἀγαθότητος οἰκονομεῖται Θεοῦ. ταῦτα δὲ ἡμῖν ἐπὶ τοῦ παρόντος, ὡς ὑπέπεσεν, εἰρήσθω περὶ τοῦ, ἐσκλήρυνε Κύριος τὴν καρδίαν Φαραώ. ἐὰν δέ τις τὸ πρὸς τὸν Θεὸν εὐσεβὲς τηρῶν, κρείττονα, καὶ μηδαμῶς ἀσεβείας ἐφαπτόμενα εὑρίσκῃ, μετὰ μαρτυριῶν τῶν ἀπὸ τῶν θείων Γραφῶν, ἐκείνοις μᾶλλον χρηστέον. καὶ ἐν ἄλλοις περὶ τοῦ αὐτοῦ. ἔτι δὲ ἐφίστημι ἐν τοῖς κατὰ τόπον, μήποτε ὥσπερ οἱ ἰατροὶ τῶν λυσσοδήκτων τὸν ἰὸν ἐπισπώμενοι ἐπὶ τὴν ἐπιφάνειαν, ἵνα μὴ ἔνδον νεμόμενος διαφθείρῃ τὸν ἄνθρωπον, χαλεπωτέρας ἐμποιοῦσι διαθέσεις καὶ φλεγμονάς · οὕτως Θεὸς τὴν ἐγκρυπτομένην καὶ ἐμφωλεύουσαν τοῖς βάθεσι τῆς ψυχῆς κακίαν, διὰ τῆς αὐτοῦ ἰατρικῆς ἐπισπᾶται εἰς τὰ ἔξω, ὥστε φανερὰν αὐτὴν καὶ ἐναργεστέραν γενέσθαι, ἵνα μετὰ τοῦτο τὴν ἑξῆς ἐπάγῃ θεραπείαν. τοιαῦτα δὲ ἡγοῦμαι καὶ τὰ ἐν τῷ Δευτερονομίῳ ῥητὰ, τοῦτον ἔχοντα τὸν τρόπον · καὶ μνησθήσῃ πᾶσαν τὴν ὁδὸν ἢν διήγαγέ σε Κύριος Θεός σου τοῦτο τεσσαρακοστὸν ἔτος ἐν τῇ ἐρήμῳ, ὅπως κακώσῃ σε, καὶ πειράσῃ σε, καὶ διαγνωσθῇ τὰ ἐν τῇ καρδίᾳ σου, εἰ φυλάξῃ τὰς ἐντολὰς αὐτοῦ, οὔ. καὶ ἐκάκωσέ σε καὶ ἐλιμαγχόνισέ σε · καὶ ἐψώμισέ σε τὸ μάννα, οὐκ ᾔδεις σὺ, καὶ οὐκ ᾔδεισαν οἱ πατέρες σου · ἵνα ἀναγγείλῃ σοι ὅτι οὐκ ἐπ’ἄρτῳ μόνῳ ζήσεται ἄνθρωπος, ἀλλ’ἐπὶ παντὶ ῥήματι ἐκπορευομένῳ διὰ στόματος Θεοῦ ζήσεται ἄνθρωπος. τήρει δὲ ἐν τούτοις ὅτι κακοῖ Θεὸς καὶ πειράζει, ἵνα διαγνωσθῇ τὰ ἐν τῇ ἑκάστου καρδίᾳ, ὡς ὄντα μὲν, ἐναποκείμενα δὲ τῷ βάθει, καὶ εἰς φανερὸν διὰ τῶν κακώσεων ἐρχόμενα. τοιοῦτόν ἐστι καὶ τὸ ἐν τῷ Ἰὼβ ὑπὸ τοῦ Κυρίου διὰ λαίλαπος καὶ νεφῶν ἀπαγγελλόμενον πρὸς τὸν Ἰὼβ, οὕτως · οἴει με ἄλλως σοι κεχρηματικέναι, ἵνα ἀναφανῇς δίκαιος · οὔτε γὰρ εἶπε, γένῃ δίκαιος, ἀλλ’, ἵνα ἀναφανῇς, τοιοῦτος ὢν καὶ πρὸ τῶν πειρασμῶν, ἀναφανῇς δὲ ἐν τοῖς συμβεβηκόσιν. καὶ πάλιν ἐν ἄλλῳ τόμῳ ἐν ταῖς αὐταῖς εἰς τὴν Ἔξοδον σημειώσεσιν. ἔλεγε δέ τις τῶν καθ’ἡμᾶς, ἀπὸ τῆς συνηθείας τὸ ζητούμενον παραμυθούμενος, ὅτι πολλάκις οἱ χρηστοὶ κύριοι μακροθυμοῦντες ἐπὶ τοὺς ἁμαρτάνοντας τῶν οἰκετῶν, λέγειν εἰώθασι τὸ, ἐγώ σε ἀπώλεσα, καὶ, ἐγώ σε πονηρὸν ἐποίησα, μετὰ τοῦ ἤθους ἐμφαίνοντες, ὅτι χρηστότης αὐτῶν καὶ μακροθυμία πρόφασις δοκεῖ γεγονέναι τῆς ἐπὶ πλεῖον πονηρίας. ὥσπερ οὖν τούτων λεγομένων δύναταί τις λέγειν συκοφαντῶν, ὅτι ὡμολόγησεν δεσπότης πονηρὸν πεποιηκέναι τὸν οἰκέτην · οὕτω τὰ ὑπὸ τῆς ἀγαθότητος τοῦ Θεοῦ πρόφασις γενόμενα τῆς σκληρότητος τοῦ Φαραὼ, ἐσκληρυκέναι ἀναγέγραπται τὴν καρδίαν Φαραώ. παραμυθήσεται δὲ οὗτος ἐξ ἀποστολικῶν ῥητῶν, νενόηκεν εἰπεῖν · τοῦ πλούτου τῆς χρηστότητος αὐτοῦ καὶ τῆς ἀνοχῆς καὶ τῆς μακροθυμίας καταφρονεῖς, ἀγνοῶν ὅτι τὸ χρηστὸν τοῦ Θεοῦ εἰς μετάνοιάν σε ἄγει; διὰ δὲ τὴν σκληρότητά σου, καὶ ἀμετανόητον καρδίαν θησαυρίζεις σεαυτῷ ὀργὴν ἐν ἡμέρᾳ ὀργῆς, καὶ ἀποκαλύψεως, καὶ δικαιοσύνης τοῦ Θεοῦ, ὃς ἀποδώσει ἑκάστῳ κατὰ τὰ ἔργα αὐτοῦ. αὐτὸς γοῦν Ἀπόστολος ἐν τῇ πρὸς Ῥωμαίους ἐπιστολῇ φησιν · εἰ δὲ θέλων Θεὸς ἐνδείξασθαι τὴν ὀργὴν, καὶ γνωρίσαι τὸ δυνατὸν αὐτοῦ, ἤνεγκεν ἐν πολλῇ μακροθυμίᾳ σκεύη ὀργῆς κατηρτισμένα εἰς ἀπώλειαν · ὡς τῆς μακροθυμίας αὐτοῦ ἐνηνοχυίας τὰ σκεύη τῆς ὀργῆς, καὶ οἱονεὶ γεγεννηκυίας. εἰ γὰρ παρὰ τὸ μακροθυμεῖν αὐτὸν οὐ κολάζοντα τοὺς ἁμαρτάνοντας, ἀλλ’ἐλεοῦντα, ἐπλεόνασε τῇ χύσει, αὐτός πως ἤνεγκε τῇ ἑαυτοῦ μακροθυμίᾳ τὰ σκεύη τῆς ὀργῆς, καὶ ἵν’οὕτως εἴπω, αὐτὸς τὰ πάντα πεποίηκε σκεύη ὀργῆς, καὶ κατὰ τοῦτο, αὐτὸς ἐσκλήρυνε τὴν καρδίαν αὐτῶν. ὅτε γὰρ σημείων τοσούτων καὶ τεράτων γενομένων οὐ πείθεται Φαραὼ, ἀλλὰ μετὰ τηλικαῦτα ἀνθίσταται, πῶς οὐ σκληρότερος καὶ ἀπιστότερος ἐλέγχεται; τῆς σκληρότητος καὶ ἀπιστίας δοκούσης ἐκ τῶν τεραστίων δυναμένης γεγονέναι. ὅμοιον δὲ καὶ τὸ ἐν τῷ Εὐαγγελίῳ · εἰς κρίμα ἐγὼ εἰς τὸν κόσμον τοῦτον ἦλθον · οὐ γὰρ προέθετο Σωτὴρ εἰς κρίμα ἐλθεῖν, ἀλλ’ἠκολούθησε τῷ ἐληλυθέναι αὐτὸν, τὸ εἰς κρίμα αὐτὸν ἐληλυθέναι τῶν μετὰ τὰ τεράστια οὐ πεπιστευκότων αὐτῷ · ἀλλὰ καὶ εἰς πτῶσιν ἐλήλυθε. καὶ μεθ’ἕτερα οὕτως. τὰ τεράστια γινόμενα, τοῖς μὲν δεχομένοις καὶ πιστεύουσιν, ὡς παρὰ τοῖς ἐπιμίκτοις Αἰγυπτίοις τοῖς συνεληλυθόσι τῷ λαῷ, ἔλεος ἦν · τοῖς δ’ἀπειθοῦσι σκληρότητα ταῖς καρδίαις αὐτῶν ἐπιφέρει. καὶ ἐκ τοῦ Εὐαγγελίου δὲ ἔτι παρὰ τὰ εἰρημένα ἔστι τὰ ὅμοια παραθέσθαι περὶ τοῦ καὶ τὸν Σωτῆρα κακῶν αἴτιον δοκεῖν γεγονέναι τισίν · οὐαί σοι χώρα Ζὶν, οὐαί σοι Βηθσαϊδὰ, ὅτι εἰ ἐν Τύρῳ καὶ Σιδῶνι ἐγένετο τὰ σημεῖα τὰ γενόμενα ἐν ὑμῖν, πάλαι ἂν ἐν σάκκῳ καὶ σποδῷ καθήμενοι μετενόησαν. πλὴν λέγω ὑμῖν, Τύρῳ καὶ Σιδῶνι ἀνεκτότερον ἔσται ὑμῖν, καὶ τὰ ἑξῆς · προγνώστης γὰρ Σωτὴρ ὢν τῆς ἀπιστίας τῶν ἐν χώρᾳ Ζὶν, καὶ τῶν ἐν Βηθσαϊδὰ, καὶ τῶν ἐν Καπερναοὺμ, καὶ ὅτι ἀνεκτότερον γίνεται γῇ Σοδόμων ἐν ἡμέρᾳ κρίσεως, ἐκείνοις, διὰ τί τὰ τεράστια ἐπετέλει ἐν χώρᾳ Ζὶν, καὶ ἐν Βηθσαϊδὰ, ὁρῶν ὅτι διὰ ταῦτα ἀνεκτότερον γίνεται ἐν ἡμέρᾳ κρίσεως Τυρίοις, καὶ Σιδωνίοις, τούτοις; καὶ μεθ’ἕτερα. σὺ δὲ ἐρεῖς τῷ Φαραώ · τάδε λέγει Κύριος · υἱὸς πρωτότοκός μου Ἰσραήλ. εἶπα δέ σοι, ἐξαπόστειλον τὸν λαόν μου, ἵνα μοι λατρεύσωσιν . εἰ δὲ μὴ βούλει ἐξαποστεῖλαι αὐτὸν, ὅρα γοῦν, ἐγὼ ἀποκτενῶ τὸν υἱόν σου τὸν πρωτότοκον. λεκτέον οὖν τοῖς φάσκουσι δικαίου ταῦτα εἶναι Θεοῦ, καὶ ὑπολαμβάνουσι κατὰ τὸ πρόχειρον τῆς λέξεως ἐσκληρύνθαι τὴν καρδίαν Φαραὼ βασιλέως, ἵνα μὴ ἐξαποστείλῃ τὸν λαὸν αὐτοῦ, πῶς δίκαιος σκληρύναςτε τὴν καρδίαν, καὶ ἀπειλῶν, εἰ μὴ ἀπολύσει, ἀποκτεῖναι τὸν πρωτότοκον αὐτοῦ υἱόν; θλιβόμενοι γὰρ πονηρὸν αὐτὸν ὁμολογήσουσιν. εἶτα πάλιν ἀπὸ ἑτέρων ἀνατραπήσονται, καὶ ἀναχθήσονται εἰς τὸ μὴ τῇ προχείρῳ λέξει δουλεύειν, οὐ δυναμένῃ κατ’αὐτοὺς σῶσαι τὸ δίκαιον τοῦ Δημιουργοῦ. ἅπαξ δὲ ἐὰν νῦν ἀναγκασθῶσι βεβιασμένως ταῦτα ἐξετάζειν, ἀναβήσονται ἐπὶ τὸ μηκέτι κατηγορεῖν τοῦ Δημιουργοῦ, ἀλλὰ φάσκειν αὐτὸν ἀγαθὸν εἶναι. πευστέον οὖν τῶν οἰομένων νενοηκέναι τό · ἐσκλήρυνε Κύριος Θεὸς τὴν καρδίαν Φαραὼ, πότερον ἀληθῶς πιστεύουσι λέγεσθαι ταῦτα ὑπὸ τοῦ Θεοῦ, διὰ Μωϋσέως ἐνθουσιῶντος, ψευδῶς · εἰ μὲν γὰρ ψευδῶς, οὔτε δίκαιος ἔτι κατ’αὐτοὺς Θεὸς, οὔτε ἀληθὴς, καὶ ὅσον ἐπὶ τούτοις οὐ δὲ Θεός · εἰ δ’ἀληθῶς, κατανοείτωσαν εἰ μὴ ὡς αὐτεξούσιον αἰτιᾶται λέγων · εἰ δὲ μὴ βούλει ἐξαποστεῖλαι αὐτόν · καὶ ἀλλαχοῦ · ἕως τίνος οὐ βούλει ἐντραπῆναί με; τὸ γὰρ, ἕως τίνος οὐ βούλει ἐντραπῆναί με; δυσωπητικῶς λέγεται πρὸς τὸν Φαραὼ οὐκ ἐντρεπόμενον, οὐ παρὰ τὸ μὴ δύνασθαι, ἀλλὰ παρὰ τὸ μὴ βούλεσθαι. καὶ τὸ λεγόμενον δὲ παρὰ Μωϋσέως πρὸς τὸν Φαραὼ, ἵνα γνῷς ὅτι τοῦ Κυρίου γῆ, καὶ σὺ, καὶ οἱ θεράποντές σου, ἐπίσταμαι ὅτι οὐδέποτε πεφόβησθε τὸν Κύριον, δηλοῖ ὅτι φοβηθήσονται · ὅπερ ἁρμόζει πρὸς τοὺς ἑτεροδόξους, περίτε ἀγαθότητος Θεοῦ, καὶ περὶ τοῦ μὴ εἶναι ἀπολλυμένην φύσιν.