Origen

Selected Comments on Genesis

καὶ εἶπεν Θεός · βλαστησάτω γῆ βοτάνην χόρτου, σπεῖρον σπέρμα κατὰ γένος καὶ καθ’ὁμοιότητα. οὐ παραπεμπτέον ὅτι σολοικισμὸς ἂν δόξειεν εἶναι κατὰ τὴν φράσιν τὸ, εἶπεν Θεός · βλαστησάτω γῆ βοτάνην χόρτου, σπεῖρον σπέρμα κατὰ γένος καὶ καθ’ὁμοιότητα · οὐ γὰρ ἂν εὐχερῶς ἐφαρμόσαι τὸ σπεῖρον τῷ βοτάνην χόρτου. πῶς δὲ καὶ χωρὶς σολοικισμοῦ νοεῖσθαι δύναται, τῶν πλείστων ὑποληψομένων τὸ σπεῖρον πρὸς τὸ βοτάνην χόρτου λέγεσθαι; ἔστι δὲ, ὑποδιαστολῇ χρησάμενον μέσης στιγμῆς, οὕτως ἀναγνῶναι · βλαστησάτω γῆ βοτάνην χόρτου · καὶ διαστήσαντα ἐπενεγκεῖν τὸ, σπεῖρον σπέρμα κατὰ γένος · ἵν’, βλαστησάτω γῆ βοτάνην χόρτου, κατὰ γένος σπεῖρον σπέρμα · ἐπιφερομένου ἐπὶ τὸ γένος τοῦ σπεῖρον σπέρμα. αὐξάνεσθε καὶ πληθύνεσθε. σημαίνει μὲν αὔξησις τὴν εἰς μέγεθος ἐπίδοσιν, τὸ δὲ πληθύνεσθαι τὴν ἐκ τῆς μίξεως εἰς πλῆθος διαδοχήν. καὶ εἶπεν Θεός · ποιήσωμεν ἄνθρωπον κατ’εἰκόνα ἡμετέραν καὶ καθ’ὁμοίωσιν. προδιαληπτέον πρότερον, ποῦ συνίσταται τὸ κατ’εἰκόνα, ἐν σώματι ἐν ψυχῇ. ἴδωμεν δὲ πρότερον οἷς χρῶνται οἱ τὸ πρῶτον λέγοντες · ὧν ἐστι καὶ Μελίτων συγγράμματα καταλελοιπὼς περὶ τοῦ ἐνσώματον εἶναι τὸν Θεόν. μέλη γὰρ Θεοῦ ὀνομαζόμενα εὑρίσκοντες, ὀφθαλμοὺς Θεοῦ ἐπιβλέποντας τὴν οἰκουμένην, καὶ ὦτα αὐτοῦ εἶναι εἰς δέησιν δικαίων ἐπινενευκότα, καὶ, ὠσφράνθη Κύριος ὀσμὴν εὐωδίας · καὶ, τὸ στόμα Κυρίου ἐλάλησε ταῦτα, καὶ βραχίονα Θεοῦ, καὶ χεῖρας, καὶ πόδας, καὶ δακτύλους, ἄντικρυς φάσκουσι ταῦτα οὐχ ἕτερόν τι διδάσκειν τὴν μορφὴν τοῦ Θεοῦ. πῶς δὲ, φασὶ, καὶ ὤφθη Θεὸς τῷ Ἀβραὰμ, καὶ Μωσῇ, καὶ τοῖς ἁγίοις, μὴ μεμορφωμένος; μεμορφωμένος δὲ, κατὰ ποῖον χαρακτῆρα τὸν ἀνθρώπινον; καὶ συνάγουσι μυρία ῥητὰ μέλη ὀνομάζοντα Θεοῦ. πρὸς οὓς ἀγωνιστέον πρῶτον ἀπὸ τῆς λέξεως · ἀντιπαραβαλοῦμεν δὲ ῥητὰ τοῖς πλέον τοῦ γράμματος μηδὲν ἐπισταμένοις, ἐναντιούμενα αὐτῶν τῇ ὑπολήψει · ἐκ μὲν τοῦ Ζαχαρίου, ὅτι ἑπτὰ ὀφθαλμοὶ Κυρίου οἱ ἐπιβλέποντες ἐπὶ πᾶσαν τὴν γῆν. εἰ δὲ ἑπτὰ ἔχει ὀφθαλμοὺς Θεὸς, ἡμεῖς δὲ δύο, οὐ κατ’εἰκόνα αὐτοῦ γεγόναμεν. ἀλλὰ καὶ ἡμεῖς μὲν οὐκ ἐπτερυγώμεθα, περὶ δὲ Θεοῦ λέγει ἐν ἐννενηκοστῷ ψαλμῷ, ὅτι ὑπὸ τὰς πτέρυγας αὐτοῦ ἐλπιεῖς. εἰ δὲ ἐκεῖνος μὲν πτέρυγας ἔχει, ἡμεῖς δέ ἐσμεν ζῶον ἄπτερον, οὐ κατ’εἰκόνα Θεοῦ γέγονεν ἄνθρωπος. πῶς δὲ σφαιροειδὴς οὐρανὸς καὶ ἀεὶ κινούμενος θρόνος εἶναι δύναται, ὡς ὑπολαμβάνουσι, τοῦ Θεοῦ; ἀλλὰ καὶ γῆ πῶς ὑποπόδιον τῶν ποδῶν αὐτοῦ; ἀπαγγελλέτωσαν ἡμῖν. ἆρα γὰρ τὸ ἀπὸ γονάτων μέχρι τῶν βάσεων σῶμα τοῦ μεταξὺ οὐρανοῦ καὶ γῆς περιέχοντος, ἐν μέσῳ δὲ οὔσης τῆς γῆς τοῦ παντὸς κόσμου, καὶ περιεχομένης ὑπ’αὐτοῦ, ὡς γραμμικαῖς ἀποδείξεσι παρίσταται, παρ’ἡμῖν εἰσιν αἱ βάσεις τοῦ Θεοῦ παρὰ τοῖς ἀντίχθοσι; καὶ ὅλην τὴν οἰκουμένην ἡμῶν πεπληρώκασιν, καὶ πλέον τι ἐπιλαμβάνουσιν, ἔλαττόν τι; διεστήκασιν οἱ πόδες αὐτοῦ διὰ τὰς θαλάσσας καὶ τοὺς ποταμοὺς, καὶ τοῖς ὕδασιν ἐπιβαίνουσι; πῶς δὲ οὗ τηλικοῦτος οὐρανὸς θρόνος, καὶ γῆ ὑποπόδιον τῶν ποδῶν, ἐν μόνῳ τῷ παραδείσῳ εὑρίσκεται περιπατῶν, ἐν τῇ κορυφῇ τοῦ Σινᾶ φαίνεται τῷ Μωσῇ; καὶ πῶς ταῦτά τις περὶ Θεοῦ δοξάζων οὐ μωρὸς λεχθήσεται; εἶτα πολλὰ πρὸς ἀνατροπὴν εἰπὼν τῆς τοιαύτης δόξης ἐπάγει. δὲ φάσκων τὸ κατ’εἰκόνα μὴ ἐν σώματι εἶναι, ἐν δὲ τῇ λογικῇ ψυχῇ, παραστήσει οὐκ εὐκαταφρόνητον δόγμα, καταλαβὼν τίνες δυνάμεις εἰσὶν αὐτῆς. γὰρ γνωστικὴ δύναμις ἐν τῷ ἀνθρώπῳ, κριτικήτε καὶ εὐποιητικὴ, δικαιοπρακτικήτε καὶ ἐρρωμένη, καὶ ἁπαξαπλῶς παντὸς καλοῦ ἐπιτελεστικὴ, κατ’εἰκόνα ὑπὸ τοῦ Θεοῦ γεγόνασιν αὐτῷ. ὅτι δὲ τὸ κατ’εἰκόνα αἱ πράξεις χαρακτηρίζουσι, καὶ οὐχὶ τοῦ σώματος μορφὴ, σαφῶς Ἀπόστολος ἐν τῇ πρὸς Κορινθίους φησί · καθὼς ἐφορέσαμεν τὴν εἰκόνα τοῦ χοϊκοῦ, οὕτως φορέσωμεν καὶ τὴν εἰκόνα τοῦ ἐπουρανίου. εἰκόνα μὲν γὰρ φορεῖ χοϊκὴν κατὰ σάρκα ζῶν, καὶ ποιῶν τὰ ἔργα τῆς σαρκός · εἰκόνα δὲ τοῦ ἐπουρανίου τῷ πνεύματι τὰς πράξεις τῆς σαρκὸς θανατῶν. καὶ ἐν ἑτέρᾳ δὲ ἐπιστολῇ διδάσκων ὡς δεῖ βιοῦν, ἐπιφέρει ταῖς ἐντολαῖς τὸ, ἵνα γένησθε κατ’εἰκόνα τοῦ κτίσαντος. κύριος μακρόθυμος, καὶ μακρόθυμος ἄνθρωπος ἔχει τὸ κατ’εἰκόνα Θεοῦ. δίκαιος καὶ ὅσιος Κύριος, καὶ οἰκτίρμων καὶ ἐλεήμων Κύριος. οὐκοῦν ἀγαπῶν δικαιοσύνην καὶ ὁσιότητα, καὶ πράττων καὶ τηρῶν τὴν ἐντολὴν τοῦ Σωτῆρος τὴν, γίνεσθε οἰκτίρμονες, ὡς καὶ Πατὴρ ὑμῶν οἰκτίρμων ἐστὶ, καὶ, γίνεσθε τέλειοι, ὡς Πατὴρ ὑμῶν οὐράνιος τέλειός ἐστιν, εἰκὼν γίνεται κατὰ πάντα τοῦ Θεοῦ. καὶ ἄρχετε τῶν ἰχθύων τῆς θαλάσσης, καὶ τῶν πετεινῶν τοῦ οὐρανοῦ, καὶ πάντων τῶν κτηνῶν, καὶ πάσης τῆς γῆς, καὶ πάντων τῶν ἑρπετῶν τῶν ἑρπόντων ἐπὶ τῆς γῆς. τηρητέον δὲ, ὅτι ἐν τῷ καταλόγῳ τῆς τῶν ζώων δημιουργίας, ἄλλα τὰ κήτη, καὶ ἄλλα ἑρπετὰ ψυχῶν · καὶ ὡς ἄρχειν νῦν τῶν ἰχθύων τῆς θαλάσσης ἄνθρωπος λέγεται, σεσιώπηται δὲ τὸ τῶν κητῶν γένος καὶ τὸ τῶν θηρίων. οὐ γὰρ μάτην δεῖ νομίζειν μὴ προστίθεσθαι καὶ ταῦτα, δυναμένου ἀναγεγράφθαι · καὶ ἀρχέτωσαν τῶν ἰχθύων, καὶ τῶν κητῶν τῆς θαλάσσης, καὶ τῶν θηρίων τῆς γῆς, καὶ τῶν πετεινῶν τοῦ οὐρανοῦ, καὶ τῶν κτηνῶν. καὶ ἐπίστησον, εἰ δυνατὸν διὰ τὸ σεσιωπῆσθαι, μὴ πάντα τὰ ζῶα διὰ τὸν ἄνθρωπον γεγονέναι, ἀλλὰ ταῦτα, ὧν ἄρχειν λέγεται, ἰχθύας θαλάσσης, καὶ πετεινὰ οὐρανοῦ, καὶ κτήνη τῆς γῆς, τάχα δὲ καὶ τὰ ἑρπετὰ τῆς γῆς, διὰ τὰς ἀναγκαιοτάτας τῶν φαρμάκων χρείας ἀπ’αὐτῶν τελουμένας · οὐ μέντοι διὰ τὸν ἄνθρωπον ταῦτα ἐγεγόνει τὰ κήτη τὰ μεγάλα καὶ τὰ θηρία τῆς γῆς. γὰρ ἂν προσετέθη τῇ δεδομένῃ ἐξουσίᾳ τῶν ἀνθρώπων καὶ τούτων ὀνομασία. οὐχ εὑρίσκομεν δὲ ἐν τῇ Γραφῇ τὸ τῶν ὄφεων γένος ἐν ἑρπετοῖς τεταγμένον, ἀλλ’ἐν θηρίοις. γὰρ ὄφις, φησὶν, ἦν φρονιμώτατος πάντων τῶν θηρίων. καὶ ἐν ταῖς Πράξεσιν ἔχιδνα δακοῦσα τὸν Παῦλον, ἐκρέματο κατὰ τῆς χειρὸς αὐτοῦ · καὶ ἐπιφέρει · ἰδόντες δὲ βάρβαροι κρεμάμενον τὸ θηρίον. ἐν δὲ τῷ Λευϊτικῷ ὅρα ἐπὶ τίνων τάσσει τὸ ἑρπετὸν, ὡς οὐδαμῶς ἐπὶ τῶν νῦν ἐν τῇ συνηθείᾳ καλουμένων. ταῦτα γὰρ, φησὶ, φάγεσθε ἀπὸ τῶν ἑρπετῶν τῶν πετεινῶν, πορεύονται ἐπὶ τῶν τεσσάρων, ἔχει σκέλη ἀνώτερον τῶν ποδῶν αὐτοῦ, πηδᾷν ἐν αὐτοῖς ἐπὶ τῆς γῆς · καὶ ταῦτα φάγεσθε ἀπ’αὐτῶν, τὸν βροῦχον καὶ τὰ ὅμοια αὐτῷ, καὶ τὴν ἀκρίδα καὶ τὰ ὅμοια αὐτῇ, καὶ ἀττάκην καὶ τὰ ὅμοια αὐτῷ, καὶ τὸν ὀφιομάχην καὶ τὰ ὅμοια αὐτῷ · καὶ πᾶν ἑρπετὸν ἀπὸ τῶν πετεινῶν οἷς εἰσι τέσσαρες πόδες, βδέλυγμα ὑμῖν ἐστι, καὶ ἐν τούτοις μιανθήσεσθε. οὐκ ἄρχει τοίνυν ἄνθρωπος οὔτε τῶν κητῶν τῶν μεγάλων οὔτε τῶν θηρίων, τάχα τὴν ἀρχὴν οὔτε δι’αὐτὸν γεγενημένων. τὸ δὲ ὅμοιον τοῖς ἐνθάδε ἀναγεγραμμένοις ὑπὸ τὴν ἐξουσίαν τοῦ ἀνθρώπου ἐν τῷ ηʹ ψαλμῷ λέγεται · πάντα ὑπέταξας ὑποκάτω ποδῶν αὐτοῦ, πρόβατα καὶ βόας ἁπάσας, ἔτι δὲ καὶ τὰ κτήνη τοῦ πεδίου · τὰ πετεινὰ τοῦ οὐρανοῦ καὶ τοὺς ἰχθύας τῆς θαλάσσης, τὰ διαπορευόμενα τρίβους θαλασσῶν. κἀνταῦθα γὰρ τὰ κήτη καὶ τὰ θηρία σεσιώπηται. καὶ συνετέλεσεν Θεὸς ἐν τῇ ἡμέρᾳ τῇ ἕκτῃ τὰ ἔργα αὐτοῦ ἐποίησεν. ἤδη τινὲς ἄτοπον ὑπολαμβάνοντες τὸν Θεὸν δίκην οἰκοδόμου μὴ διαρκέσαντος χωρὶς ἡμερῶν πλειόνων πληρῶσαι τὴν οἰκοδομὴν, ἐν πλείοσιν ἡμέραις τετελεκέναι τὸν κόσμον, φασὶν ὑφ’ἓν πάντα γεγονέναι, καὶ ἐντεῦθεν τοῦτο κατασκευάζουσιν · ἕνεκεν δὲ τάξεως οἴονται τὸν κατάλογον τῶν ἡμερῶν εἰρῆσθαι καὶ τῶν ἐν αὐταῖς γενομένων. πιθανῶς δ’ἂν πρὸς τοῦτο κατασκευαζομένῳ χρήσαιντο ῥητῷ, τῷ · αὐτὸς εἶπε, καὶ ἐγενήθησαν · αὐτὸς ἐνετείλατο, καὶ ἐκτίσθησαν. αὕτη βίβλος γενέσεως οὐρανοῦ καὶ γῆς, ὅτε ἐγένετο · ἡμέρᾳ ὅτε ἐποίησε Κύριος Θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν. τὸ, βίβλος, ἐν τῷ τόπῳ τούτῳ καθόλου οὐ κεῖται παρ’Ἑβραίοις · ἀλλ’ἔστι πλάνη Ἑβραίου γραφέως, πλανηθέντος ἐν τῇ πλάνῃ ἐκείνου, ἐν κεῖται παρὰ μὲν Ἀκύλᾳ · τοῦτο βιβλίον γεννημάτων Ἀδάμ · παρὰ δὲ τοῖς Οʹ · αὕτη βίβλος γενέσεως ἀνθρώπων. ὠήθη γὰρ καὶ ἐν τούτῳ τῷ τόπῳ βιβλίον παραλελεῖφθαι, καὶ οὕτως αὐτὸ προσέθηκε. καὶ ἐφύτευσεν Θεὸς παράδεισον ἐν Ἐδὲμ κατὰ ἀνατολὰς, καὶ ἔθετο ἐκεῖ τὸν ἄνθρωπον, ὃν ἔπλασε. καὶ ἐξανέτειλεν Θεὸς ἔτι ἐκ τῆς γῆς πᾶν ξύλον ὡραῖον εἰς ὅρασιν, καὶ καλὸν εἰς βρῶσιν. ὅταν ἀναγινώσκοντες ἀναβαίνωμεν ἀπὸ τῶν μύθων καὶ τῆς κατὰ τὸ γράμμα ἐκδοχῆς, ζητῶμεν τίνα τὰ ξύλα ἐστὶν ἐκεῖνα, Θεὸς γεωργεῖ · λέγομεν, ὅτι οὐκ ἔνι αἰσθητὰ ξύλα ἐν τῷ τόπῳ. τοῦ αὐτοῦ. τέθειται ἐν τῇ ἑρμηνείᾳ, κῆπον ἐν Ἐδὲμ, αὐτῇ χρησαμένῳ τῇ Ἑβραϊκῇ λέξει. ἔστι μὲν οὖν ἑρμηνεία τοῦ Ἐδὲμ κυρίως ἡδύ. οὐκοῦν παραδεδώκασιν Ἑβραῖοι, ὅτι τόπος ἐν ἐφύτευσεν τὸν παράδεισον τὸν κῆπον Κύριος Θεὸς, Ἐδὲμ καλεῖται · καὶ φασὶν αὐτὸν μέσον εἶναι τοῦ κόσμου, ὡς κόρην ὀφθαλμοῦ · διὸ καὶ τὸν ποταμὸν τὸν Φείσων, ἑρμηνεύεσθαι στόμα κόρης, ὡς ἐκ τοῦ Ἐδὲμ ἐκπορευομένου τοῦ ποταμοῦ τοῦ πρώτου. δὲ παραδιδόασιν, τοιοῦτόν ἐστιν · Ἐδὲμ, ὃς ἑρμηνεύεται ἡδὺ, ἦν πρὶν τὸν κῆπον γενέσθαι · ἐν αὐτῷ γὰρ καὶ κῆπος ἐφυτεύθη. τὸ δὲ χρυσίον τῆς γῆς ἐκείνης καλόν. ὅτε ἀλλοιοῦται ὑπὸ τῆς ἀρετῆς ἡμῶν τὸ στόμα, καὶ κυριεύει ψυχὴ καλὰ νοήματα, τότε τρέφει καλὰ δόγματα · ἅπερ αἰνιττόμενος λόγος εἶπεν, χρυσίον καλόν. καὶ ὄνομα τῷ ποταμῷ τῷ δευτέρῳ, Γεών · οὗτος κυκλῶν πᾶσαν τὴν γῆν Αἰθιοπίας. Αἰθιοπίας, ἥτις ἐστὶ Ἑβραϊστὶ Χοῦς · σημαίνει καὶ σκότωσιν. ἀπὸ οὖν τῆς Αἰθιοπίας, τουτέστιν ἀπὸ τοῦ Χοῦς, διὰ τὸ σκοτῶδες τῆς χροίας, ἧς ἔσχε παρὰ τοὺς λοιποὺς ἀδελφούς. καὶ ἔθετο αὐτὸν ἐν τῷ παραδείσῳ. οἱ ἀναγεννώμενοι διὰ τοῦ θείου βαπτίσματος ἐν τῷ παραδείσῳ τίθενται, τουτέστιν ἐν τῇ Ἐκκλησίᾳ, ἐργάζεσθαι τὰ ἔνδον ὄντα ἔργα πνευματικά · καὶ ἐντολὴν λαμβάνουσι πάντας ἀγαπᾷν τοὺς ἀδελφοὺς, καὶ τὸν ἐρχόμενον καρπὸν δι’ὑπομονῆς ἐσθίειν, κατὰ τὸ εἰρημένον · ἀπὸ παντὸς ξύλου τοῦ ἐν τῷ παραδείσῳ βρώσει φαγῇ. παραβαίνει δέ τις τὴν ἐντολὴν τοῦ ἀναγεννήσαντος τοῖς ὄφεως λογισμοῖς χρησάμενος, καὶ ἀγαπῶν τοὺς μὲν ὡς χρηστοὺς, τοὺς δὲ ὡς πονηροὺς μισῶν · ὅπερ ἐστὶ τὸ ξύλον τοῦ γινώσκειν καλόν · οὗ ἀπογευσάμενος κατ’ἄδειαν ἀποθνήσκει · οὐχὶ τοῦ Θεοῦ τὸν θάνατον ποιήσαντος, ἀλλὰ τοῦ ἀνθρώπου τὸν πλησίον μισήσαντος. θεὸς γὰρ θάνατον οὐκ ἐποίησεν, οὐ δὲ τέρπεται ἐπ’ἀπωλείᾳ ζώντων · οὔτε κινεῖται πάθει ὀργῆς, οὐ δὲ ἐπινοεῖ πρᾶγμα εἰς ἄμυναν, οὐ δὲ ἀλλοιοῦται πρὸς τὴν ἑκάστου ἐξίαν ἕξιν, ἀλλὰ πάντα ἐν σοφίᾳ ἐποίησεν, ὑπὸ νόμῳ πνευματικῷ κρίνεσθαι προορίσας. διὰ τοῦτο οὖν λέγει τῷ Ἀδάμ · δ’ἂν ἡμέρᾳ φάγητε, θανάτῳ ἀποθανεῖσθε. καὶ οὕτω δὲ ἑκάστῳ τῷ πράγματι καλοῦτε καὶ κακοῦ φυσικῶς ἐπακολουθεῖν τὸ δέον ἀπένειμεν · καὶ οὐκ ἐπινοητικῶς, ὥς τινες νομίζουσιν, οἱ τὸν πνευματικὸν ἀγνοοῦντες νόμον. καὶ ἐποίησε Κύριος Θεὸς τῷ Ἀδὰμ καὶ τῇ γυναικὶ αὐτοῦ χιτῶνας δερματίνους, καὶ ἐνέδυσεν αὐτούς. τί δεῖ νοεῖν τοὺς δερματίνους χιτῶνας; σφόδρα μὲν οὖν ἠλίθιον καὶ γραῶδες, καὶ ἀνάξιον τοῦ Θεοῦ, τὸ οἴεσθαι ζώων τινῶν περιελόντα δέρματα τὸν Θεὸν, ἀναιρεθέντων, ἄλλως πως ἀποθανόντων, πεποιηκέναι σχήματα χιτώνων, καταρράψαντα δέρματα δίκην σκυτοτόμου. πάλιντε, φυγόντα τὸ οὕτως ἄτοπον, λέγειν τοὺς δερματίνους χιτῶνας οὐκ ἄλλους εἶναι τὰ σώματα πιθανὸν μὲν, καὶ εἰς συγκατάθεσιν ἐπισπάσασθαι δυνάμενον, οὐ μὴν σαφὲς ὡς ἀληθές. εἰ γὰρ οἱ δερμάτινοι χιτῶνες σάρκες καὶ ὀστέα εἰσὶ, πῶς πρὸ τούτων φησὶν Ἀδάμ · τοῦτο νῦν ὀστοῦν ἐκ τῶν ὀστῶν μου, καὶ σὰρξ ἐκ τῆς σαρκός μου; ταύτας οὖν τὰς ἀπορίας περιιστάμενοί τινες, δερματίνους χιτῶνας τὴν νέκρωσιν, ἣν ἀμφιέννυνται Ἀδὰμ καὶ Εὔα, διὰ τὴν ἁμαρτίαν θανατωθέντες, ἀπεφήναντο τυγχάνειν. οὐ πάνυ τι οὐ δὲ αὐτοὶ εὐχερῶς δυνάμενοι παραστῆσαι, πῶς Θεὸς, καὶ οὐχὶ ἁμαρτία, νέκρωσιν ἐμποιεῖ τῷ παραβεβηκότι. πρὸς τούτοις ἀνάγκην ἔχουσι λέγειν σάρκα καὶ ὀστέα τῷ ἰδίῳ λόγῳ μὴ εἶναι φθαρτὰ, εἴγε ὕστερον τὴν νέκρωσιν οἱ πατέρες ἡμῶν διὰ τὴν ἁμαρτίαν εἰλήφασιν. ἀλλ’εἰ καὶ παράδεισος θεῖόν τι χωρίον ἐστὶ, λεγέτωσαν πῶς ἕκαστον ἐκεῖ τῶν μελῶν μὴ μάτην δεδημιουργημένον τὴν οἰκείαν ἐνέργειαν ἐνήργει. περὶ μὲν οὖν τοῦ μυκτῆρα λέγεσθαι παρὰ τῷ Ἀκύλᾳ καὶ Συμμάχῳ, πρόσωπον παρὰ τοῖς Ἑβδομήκοντα τοῦ πεπλασμένου, εἰς ἐνεφύσησεν Θεὸς πνοὴν ζωῆς, λεκτέον, ὅτι οὐ δεῖ περιέχεσθαι τοῦ γράμματος τῆς Γραφῆς ὡς ἀληθοῦς, τὸν δὲ κεκρυμμένον θησαυρὸν ἐν τῷ γράμματι ζητεῖν. καὶ ἔταξε τὰ χερουβίμ. οὐ μόνον τὰ λειτουργικὰ πνεύματα φυλάσσουσι τὴν ὁδὸν τοῦ ξύλου τῆς ζωῆς, ἀποστελλόμενα διὰ τοὺς μέλλοντας κληρονομεῖν σωτηρίαν, ἀλλὰ καὶ ἐναντίαι δυνάμεις φυλάττουσι, κωλύουσαι τοὺς βουλομένους προσπορευθῆναι τῷ ξύλῳ τῆς ζωῆς. καὶ εἶπε Κάϊν πρὸς Ἄβελ τὸν ἀδελφὸν αὐτοῦ · διέλθωμεν εἰς τὸ πεδίον. ἐν τῷ Ἑβραϊκῷ τὸ λεχθὲν ὑπὸ τοῦ Κάϊν πρὸς τὸν Ἄβελ οὐ γέγραπται · καὶ οἱ περὶ Ἀκύλαν ἔδειξαν, ὅτι ἐν τῷ ἀποκρύφῳ φασὶν οἱ Ἑβραῖοι κεῖσθαι τοῦτο ἐνταῦθα κατὰ τὴν τῶν Ἑβδομήκοντα ἐκδοχήν. καὶ εἶπε Κάϊν πρὸς Κύριον τὸν Θεόν · μείζων ἁμαρτία μου τοῦ ἀφεθῆναί με. οὐ διεῖλεν ὀρθῶς · τῆς θείας νομοθεσίας κατεφρόνησεν · ἀπέκτεινεν ἀδελφόν · ἀπέκτεινε πρὸς τούτῳ καὶ δίκαιον · ἐψεύσατο · θάνατον ᾐτήσατο ἐν ἀπευδοκιμήσει ζωῆς καὶ μετανοίας. καὶ ἐγέννησε κατὰ τὴν ἰδέαν αὐτοῦ καὶ κατὰ τὴν εἰκόνα αὐτοῦ. πρὸς τοὺς οἰομένους ἄλλην μὲν εἶναι τὴν εἰκόνα τοῦ Θεοῦ, ἄλλον δὲ τὸν κατ’εἰκόνα, λεκτέον, εἰ ἄλλος μὲν Ἀδὰμ, ἄλλος δὲ εἰκὼν αὐτοῦ · καὶ εἰ τρίτος κατὰ τὸν οὗ κατ’εἰκόνα Ἀδάμ. χρήσονται δὲ τῷ · κύριε, ἐν τῇ πόλει σου τὴν εἰκόνα αὐτῶν ἐξουδενώσεις · καὶ τῷ · μέντοιγε ἐν εἰκόνι διαπορεύεται ἄνθρωπος. ζητητέον δὲ τίνι διαφέρει ἰδέα Ἀδὰμ τῆς εἰκόνος αὐτοῦ. εὐηρέστησε δὲ Ἐνὼχ τῷ Θεῷ μετὰ τὸ γεννῆσαι αὐτὸν τὸν Μαθουσάλα. εἰ μετὰ τὸ γεννῆσαι τὸν Μαθουσάλα εὐηρέστησε, πρὸ τούτου κατὰ τὴν Γραφὴν οὐκ ἦν εὐάρεστος. δῆλον, ὅτι ἐκ μετανοίας εὐηρέστησεν, ὅτε ἐγέννησεν τὴν τοῦ θανάτου ἐξαποστολὴν, ὃν εἶχον πρὶν γεννῆσαι αὐτόν. καὶ εἶπεν Θεός · ἀπαλείψω τὸν ἄνθρωπον, ὃν ἐποίησα, ἀπὸ προσώπου τῆς γῆς. οὐχ ἁπαξαπλῶς ἀπαλείψω, ἀλλ’ἀπὸ τῆς γῆς. οὐ γὰρ πέφυκε παντελῶς ἀπαλείφεσθαι ποιηθεὶς, ἐπεὶ ποιηθεὶς κατ’εἰκόνα Θεοῦ πεποίηται. αὗται δὲ αἱ γενέσεις Νῶε, καὶ τὰ ἑξῆς. εἰ κοινότερον ἐγράφετο ταῦτα, ἐχρῆν ἐπιφέρεσθαι τῷ, αὗται αἱ γενεαὶ Νῶε, Νῶε ἐγέννησε τρεῖς υἱούς. νῦν δὲ ἐπεὶ δικαιοσύνης γένεσις αὐτοῦ, προτέτακται μὲν τὸ, αὗται αἱ γενέσεις, ἐπιφέρεται δὲ τὸ, ἄνθρωπος δίκαιος ὤν. τῷ Θεῷ εὐηρέστησε Νῶε. ἐγέννησε δὲ Νῶε τρεῖς υἱοὺς, τὸν Σὴμ, τὸν Χὰμ, τὸν Ἰάφεθ. περιέχει ἐν τοῖς ἔμπροσθεν, ὅτι ἔζησε Λάμεχ ἔτη ἑκατὸν καὶ ὀγδοήκοντα καὶ ὀκτὼ, καὶ ἐγέννησε Νῶε. καὶ ἔζησε Λάμεχ, μετὰ τὸ γεννῆσαι αὐτὸν τὸν Νῶε, ἔτη πεντακόσια καὶ ἑξήκοντα καὶ πέντε · καὶ ἐγένοντο πᾶσαι αἱ ἡμέραι Λάμεχ ἔτη ἑπτακόσια καὶ πεντήκοντα τρία, καὶ ἀπέθανε. καὶ ἦν Νῶε ἐτῶν πεντακοσίων, καὶ ἐγέννησε τρεῖς υἱούς. καὶ εὑρίσκομεν ἐν τούτῳ διαφωνίαν ἑξήκοντα πέντε ἐτῶν τοῦ Νῶε. ἀλλ’ἐνταῦθα Γραφὴ λέγει, ὅτι τῷ Θεῷ εὐηρέστησε Νῶε, καθὼς γέγραπται καὶ περὶ τοῦ Ἐνώχ. κἀκεῖνος γὰρ ὅτε εὐηρέστησε τῷ Θεῷ, τότε καὶ μετέθηκεν αὐτόν. ὁμοίως οὖν καὶ τοῦ Νῶε τὰ πρὸ τῆς εὐαρεστήσεως ἑξήκοντα καὶ πέντε ἔτη οὐκ ἐλογίσατο αὐτῷ θεία Γραφή. ὥσπερ καὶ ἐπὶ τοῦ Ἀβραὰμ οὐκ ἐλογίσθη εἰς ζωὴν τὰ ἑξήκοντα ἔτη τὰ πρὸ τῆς θεογνωσίας αὐτοῦ, καὶ τοῦ Ἐνὼχ ἔτη τριάκοντα · καὶ τοῦ Σαοὺλ ἔτη εἴκοσι, καὶ τοῦ Σολομῶντος ἔτη τεσσαράκοντα, καὶ τοῦ Ἐζεκίου ἔτη δέκα καὶ ἑπτά · ἀλλὰ καὶ περὶ τοῦ Μαθουσάλα εὑρίσκεται διαφωνία ἐτῶν δεκαπέντε. ἐφθάρη δὲ γῆ ἐναντίον τοῦ Θεοῦ · καὶ ἐπλήσθη γῆ ἀδικίας · καὶ εἶδε Κύριος Θεὸς τὴν γῆν, καὶ ἦν κατεφθαρμένη · ὅτι κατέφθειρε πᾶσα σὰρξ τὴν ὁδὸν αὐτοῦ ἐπὶ τῆς γῆς. ἀδικία μὲν φθείρει τὴν γῆν, δικαιοσύνη δὲ σώζει · καὶ ἁμαρτάνων, τὸ ὅσον ἐφ’ἑαυτῷ, φθείρει τὴν γῆν. οὐκ ἐν τῷ κατακλυσμῷ γέγονε κατεφθαρμένη γῆ (τότε γὰρ ἀπελούσατο τὴν φθορὰν), ἀλλ’ἐν τῇ ἀδικίᾳ. δὲ κατέφθειρε τὴν ὁδὸν τοῦ Θεοῦ, οὐκ ἔστι πνεῦμα, ἀλλὰ σάρξ · τὸ γὰρ φρόνημα τῆς σαρκὸς ἔχθρα εἰς Θεόν · καὶ, οἱ ἐν σαρκὶ ζῶντες Θεῷ ἀρέσαι οὐ δύνανται. δύο, δύο ἀπὸ πάντων εἰσάξεις εἰς τὴν κιβωτὸν ἵνα τρέφῃς μετὰ σεαυτοῦ. ἄρσεν καὶ θῆλυ ἔσονται. ἐπεὶ καθαροὺς ἤθελε διαμένειν τοὺς εἰσελθόντας ἀνθρώπους εἰς τὴν κιβωτὸν ἀπὸ μίξεως, οὕτως αὐτοὺς εἰσάγει, κατὰ τὴν εἰσαγωγὴν κελεύων αὐτοῖς τὴν διατριβὴν ποιεῖσθαι τὴν ἐν τῇ κιβωτῷ. οὐ γὰρ ἔπρεπε, τῶν ὁμοίων ἀπολλυμένων, τούτους κοίταις καὶ παιδοποιίαις σχολάζειν. ὅτε μέντοι τὰ δεινὰ παρῆλθε, καὶ χρεία ἐκάλει τὴν γῆν ἀνθρώπων πληρωθῆναι, κατὰ γαμικὴν αὐτοὺς συζυγίαν ἐκβάλλει, λέγων · ἔξελθε σὺ, καὶ γυνή σου, καὶ οἱ υἱοί σου, καὶ αἱ γυναῖκες τῶν υἱῶν σου. ἀπὸ δὲ πάντων τῶν κτηνῶν τῶν καθαρῶν εἰσάγαγε πρὸς σὲ ἑπτὰ ἑπτὰ, ἄρσεν καὶ θῆλυ · ἀπὸ δὲ τῶν κτηνῶν τῶν μὴ καθαρῶν δύο δύο, καὶ τὰ ἑξῆς. ζητήσειέ τις ἂν πῶς, μηδέπω τοῦ νόμου διαστειλαμένου καθαρὰ καὶ ἀκάθαρτα, ὡς εἰδότι τῷ Νῶε διαφορὰν ἀκαθάρτων ταῦτα λέγεται. ὅθεν ἄξιον ἐπιστῆσαι μὴ κατὰ τὸ, ὅταν ἔθνη τὰ μὴ νόμον ἔχοντα φύσει τὰ τοῦ νόμου ποιῶσιν, ἀπὸ τοῦ φύσει νόμου ταῦτα ἠπίστατο Νῶε. Νῶε δὲ ἦν ἐτῶν ἑξακοσίων, καὶ κατακλυσμὸς τοῦ ὕδατος ἐγένετο ἐπὶ τῆς γῆς. μήποτε πρὸς ἀντιδιαστολὴν μέλλοντος κατακλυσμοῦ γενέσθαι πυρὶ πρόσκειται ἐνταῦθα, τοῦ ὕδατος. καὶ εἰσῆλθον πρὸς Νῶε εἰς τὴν κιβωτὸν δύο δύο ἀπὸ πάσης σαρκός. ὡς πρὸς τὸ ῥητὸν ζητήσειέ τις ἂν διὰ τί οὐκ εἴρηται, τὰ μὲν ἀκάθαρτα δύο δύο, τὰ δὲ καθαρὰ ἑπτὰ ἑπτά · ἀλλὰ σεσιώπηκε τὰ καθαρά. ὅρα δὲ μὴ ἀπολογία ἐστὶν ἐν τῷ, ἀπὸ πάσης σαρκὸς, ἀκαθάρτων μόνον δηλουμένων ἐν τῷ, ἀπὸ πάσης σαρκός. καὶ εὐλόγησεν Θεὸς τὸν Νῶε, καὶ τοὺς υἱοὺς αὐτοῦ, καὶ εἶπεν αὐτοῖς · αὐξάνεσθε καὶ πληθύνεσθε, καὶ πληρώσατε τὴν γῆν. Νῶε πῶς ηὔξησε, καὶ ἐπλήθυνε, μήπω γεννήσας μετὰ κατακλυσμόν; μήποτε οὖν οὐ δεῖ σωματικῶς ἀκούειν τὸ, αὐξάνεσθε καὶ πληθύνεσθε. εἰ δὲ ἐνθάδε οὐ σωματικῶς διὰ τὸν Νῶε, δῆλον, ὅτι κατὰ βούλημα τοῦ πνευματικοῦ νόμου καὶ ἐν τῇ ἀρχῇ οὕτως. καὶ τρόμος καὶ φόβος ὑμῶν ἔσται ἐπὶ πᾶσι τοῖς θηρίοις τῆς γῆς · καὶ τὰ ἑξῆς. βιάζεται μέν τις κατὰ τὸ ῥητὸν φάσκων, πᾶν ζῶον φοβεῖσθαι βλέπον τὸν ἄνθρωπον, καὶ αὐτὰ τὰ ἐν ἐρημίαις θηρία. μήποτε δὲ βέλτιον νοεῖν τὰς πονηρὰς δυνάμεις, τὰ ἄγρια θηρία τῆς γῆς, καὶ τὰ λοιπὰ εἴδη ἕτερα, πάσχειν ἀπὸ τοῦ δικαίου τὸν φόβον, καὶ τὸν τρόμον εἶναι ἐπὶ τοῖς τοιούτοις. αἱ γὰρ πονηραὶ δυνάμεις φοβοῦνται τὸν δίκαιον. πλὴν ἐν αἵματι ψυχῆς οὐ φάγεσθε · καὶ γὰρ τὸ ὑμέτερον αἷμα τῶν ψυχῶν ὑμῶν ἐκζητήσω. ἐκ χειρὸς πάντων τῶν θηρίων ἐκζητήσω αὐτό. ἀπεμφαίνοντος τοῦ ῥητοῦ, λεκτέον, ὅτι θηρία δυνάμεις ἀντικείμεναί εἰσι, τῷ ἁμαρτάνουσαν τὴν ψυχὴν ἀποθνήσκειν, ἀφ’ὧν τῆς χειρὸς ἐκζητηθήσεται θάνατος τοῦ ἡμαρτηκότος. δυνατὸν δὲ καὶ ἐπὶ τῶν κτηνῶν αὐτὸ ἐκλαβεῖν, ἀφ’ὧν τὸν κερατιστὴν ταῦρον λιθοβολεῖσθαι προσέταξεν. ὅτι ἐν εἰκόνι Θεοῦ ἐποίησα τὸν ἄνθρωπον. Θεὸς λέγει · ἐν εἰκόνι Θεοῦ ἐποίησα τὸν ἄνθρωπον · εἰκὼν δὲ τοῦ Θεοῦ τοῦ ἀοράτου Σωτήρ. θεὸς ἄρα καὶ κατὰ τὴν Γραφὴν Σωτήρ. ἦσαν δὲ οἱ υἱοὶ Νῶε, οἱ ἐξελθόντες ἐκ τῆς κιβωτοῦ, Σὴμ, Χὰμ, Ἰάφεθ. Χὰμ δὲ ἦν πατὴρ Χαναάν. τί δήποτε, εἰποῦσα Γραφὴ, καὶ ἦσαν οἱ υἱοὶ Νῶε ἐξερχόμενοι ἀπὸ τῆς κιβωτοῦ, Σὴμ, Χὰμ, Ἰάφεθ, προσέθηκε · καὶ Χὰμ οὗτος πατὴρ Χαναάν; εἰ γὰρ ἐχρῆν μνημονεῦσαι τῶν υἱῶν, ἔδει πάντων, καὶ μὴ μόνου Χαναάν · Χαναὰν καὶ αὐτὸς ἀσεβὴς ἐγένετο, ὡς ἱστορία δηλοῖ. βουλόμενον οὖν τὸ πνεῦμα δεῖξαι τὴν οἰκειότητα τοῦ πατρὸς πρὸς τὸν υἱὸν, τρόπον τινὰ ἀπαλλοτριοῖ τῆς τῶν ἀδελφῶν εὐσεβείας προσθήκῃ τοῦ, Χὰμ ἦν πατὴρ Χαναάν. υἱοὶ μὲν γὰρ πάντες τοῦ Νῶε τῷ γένει · μόνος δὲ οὗτος οὐχ υἱὸς τῷ τρόπῳ, ἀλλὰ τοῦ ὁμοίου παιδὸς πατήρ. διόπερ ἐμφαντικῶς κεῖται, αὐτὸς πατὴρ Χαναάν. ἔφερε δὲ Ἑβραῖος ταῦτα εἰπὼν καὶ παράδοσιν τοιαύτην, ἐπενεγκὼν ἀπόδειξιν τῇ παραδόσει · ὡς ἄρα Χαναὰν πρότερος εἶδε τὴν ἀσχημοσύνην τοῦ πάππου, καὶ ἀνήγγειλεν αὐτοῦ τῷ πατρὶ μόνῳ καταμωκώμενος ὥσπερ τοῦ γέροντος. δὲ Χὰμ, δέον ὁμοίως τοῖς ἀδελφοῖς μὴ προσελθεῖν τῷ πατρὶ ἀσεβῶς, ἀλλὰ καὶ ἐπιπλῆξαι τῷ πρώτῳ θεασαμένῳ καὶ διαβάλλοντι, αὐτὸς δὲ καὶ πέπεισται, καὶ εἰσῆλθε, καὶ εἶδε, καὶ ἀνήνεγκε τοῖς ἀδελφοῖς. καὶ ταῦτα δὲ δοκεῖ μῦθος εἶναι, εἰ μὴ τὸ τῆς ἀποδείξεως ἦν ἰσχυρόν · καὶ ἐξυπνίσθη γὰρ, φησὶ, Νῶε ἐκ τοῦ ὕπνου αὐτοῦ, καὶ ἔγνω ὅσα ἐποίησεν αὐτῷ υἱὸς αὐτοῦ νεώτερος. μικρότερος μὲν γὰρ υἱὸς αὐτοῦ Χὰμ οὐκ ἦν, ἀλλὰ δεύτερος. Σὴμ γὰρ, φησὶ, καὶ Χὰμ, καὶ Ἰάφεθ · καὶ εἰ τὸν μικρὸν ἤθελε δεῖξαι, τὸν Ἰάφεθ ἂν ἔλεγεν. ἐπειδὴ δὲ τοὺς ἐκγόνους υἱοὺς ἀεὶ λέγουσιν οἱ πάπποι, καὶ τοὺς μακρόθεν ἀπογόνους, τὸν βραχύτατον τῶν ἐκγόνων τὸν Χαναὰν εἴρηκεν Γραφὴ ἐγνῶσθαι παρὰ τοῦ Νῶε, ὅτι αὐτὸς ἐποίησε ταῦτα. καὶ ὅτι τοῦτο οὕτως ἔχει, εὐθὺς ἐπάγει τὸ θεῖον λόγιον, καὶ εἶπεν · ἐπικατάρατος Χαναὰν, δοῦλος δούλων ἔσται τοῖς ἀδελφοῖς αὐτοῦ. εἰ δέ τις θαυμάζοι, τί δήποτε Χὰμ, καὶ αὐτὸς ἀσεβὴς ὢν, τὴν αὐτὴν κατάραν οὐκ ἔσχε τῷ υἱῷ, ἐπιγνώτω ὡς, εἰ ἦν λελεγμένον τῷ Χὰμ, δοῦλος δούλων ἔσται, τῆς δουλείας μετέσχον ἂν καὶ οἱ ἀδελφοὶ αὐτοῦ, ὡς οἱ τοῦ Χαναὰν ἀδελφοὶ δοῦλοι ἐγένοντο κατὰ τὴν κατάραν, ὧν δοῦλος ἀπεφάνθη Χαναάν. οὐκ ἀποθανεῖται πᾶσα σὰρξ ἔτι. ὑπισχνεῖται μηκέτι τὸν οἰκουμενικὸν ποιήσειν κατακλυσμὸν, ἐὰν διάνοια τῶν ἀνθρώπων ἐκ νεότητος ἐγκειμένη ἐπὶ τὰ πονηρὰ, οὐκέτι οὕτως ἔχει πάσας τὰς ἡμέρας, ὥσπερ πρὸ τοῦ κατακλυσμοῦ. νέμει γὰρ βραχεῖάν τινα συγγνώμην τοῖς νέοις διὰ τὸ τῆς ἡλικίας εὐόλισθον. διόπερ, οὐ μὴ προσθῶ, φησὶν, ἔτι καταράσασθαι τὴν γῆν διὰ τὰ ἔργα τῶν ἀνθρώπων · ὅτι ἔγκειται διάνοια τοῦ ἀνθρώπου ἐπιμελῶς ἐπὶ τὰ πονηρὰ ἐκ νεότητος · τουτέστι, πρόοιδα, ὅτι νεότης τοῖς ἐσομένοις εὐόλισθος ἔσται. μὴ τοίνυν δείσητε. διὰ τοῦτο γὰρ οὐκέτι ἐπάξω ὑμῖν ἀφανισμὸν παντελῆ. καὶ ἤρξατο Νῶε ἄνθρωπος γεωργὸς γῆς, καὶ ἐφύτευσεν ἀμπελῶνα, καὶ ἔπιεν ἐκ τοῦ οἴνου, καὶ ἐμεθύσθη, καὶ ἐγυμνώθη ἐν τῷ οἴκῳ αὐτοῦ. οὐκ ᾔδει Νῶε τὴν τοῦ οἴνου φύσιν, ὅτι μεθύσκει · καὶ τοῦτο μαρτυρεῖ Γραφὴ λέγουσα τὸ, ἤρξατο, καὶ ἐγυμνώθη. τοῦ αὐτοῦ. οἶνος γήϊνος γυμνοῖ τὸν νοῦν τῆς τῶν νοητῶν γνώσεως. τοῦ αὐτοῦ. τοιοῦτος ἦν καρπὸς τοῦ ξύλου τοῦ γνωστοῦ καλοῦ καὶ πονηροῦ, οἷος οἶνος, τὸν Νῶε γυμνώσας. τοῦ αὐτοῦ. εἰ καὶ ἐμεθύσθη, καὶ ἐγυμνώθη Νῶε, ἀλλ’ἐν τῷ οἴκῳ αὐτοῦ · ἁγίου γὰρ τὸ μὴ ἕξω τοῦ οἴκου αὐτοῦ γυμνοῦσθαι. οὗτος ἦν γίγας κυνηγὸς ἐναντίον Κυρίου τοῦ Θεοῦ. κυνηγὸς οὐκ ἐπὶ δικαίων κεῖται νῦν · καὶ τήρει μήποτε οὐ δὲ ἄλλοτε. καὶ ἦν πᾶσα γῆ χεῖλος ἓν, καὶ φωνὴ μία πᾶσι. τοῖς μὴ νοοῦσι τὸ, ἐγὼ καὶ Πατὴρ ἕν ἐσμεν, καὶ διὰ τοῦτο ἀρνουμένοις ὑπόστασιν ἰδίαν Υἱοῦ, προσοίσομεν τὸ, ἦν πᾶσα γῆ χεῖλος ἓν, καὶ φωνὴ μία πᾶσι. ζητοῦντες δὲ διαφορὰν χείλους καὶ φωνῆς, φήσομεν τὴν μὲν φωνὴν ἐπὶ τῆς διαλέκτου τάσσεσθαι, τάχα δὲ τὸ χεῖλος ἐπὶ τῆς διανοίας · τὸ ἔμπαλιν. δεῦτε, καὶ καταβάντες συγχέωμεν αὐτῶν ἐκεῖ τὴν γλῶσσαν, ἵνα μὴ ἀκούσωσιν ἕκαστος τῆς φωνῆς τοῦ πλησίον. γνώρισμα κακίας τὸ συγχυθῆναι τὰς γλώσσας · γνώρισμα ἀρετῆς, ὅτε ἦν πάντων τῶν πιστευόντων καρδία, καὶ ψυχὴ μία. καὶ οὕτω τηρῶν τὴν Γραφὴν εὑρήσεις, ὅτι ὅπου πλῆθος ἀριθμοῦ, ὅπου σχίσμα, ὅπου διαίρεσις, καὶ διαφωνία, καὶ ὅσα τοιαῦτα, κακίας ἐστὶ γνωρίσματα · ὅπου δὲ ἑνότης, καὶ ὁμόνοια, καὶ πολλὴ δύναμις ἐν λόγοις, ἀρετῆς γνωρίσματα. καὶ ἔζησε Θάρρα ἑβδομήκοντα ἔτη, καὶ ἐγέννησε τὸν Ἀβρὰμ, καὶ τὸν Ναχὼρ, καὶ τὸν Ἀρράμ. τὸν πατέρα τοῦ ἑορτάζοντος ἔθνους τὴν ἑβδομάδα ἐγέννησεν Θάρρα γενόμενος ἑβδομηκονταέτης. ἐφίστημι δὲ μήπως τοὺς τρεῖς τριδύμους ἐγέννησεν. ἄλλως γὰρ, ἑβδομηκονταέτης ὢν, οὐ δύναιτ’ἂν τῶν τριῶν ἐκ μιᾶς γενέσθαι πατήρ. ἀλλὰ καὶ οὐ δηλοῦνται πλείους αὐτοῦ γυναῖκες. καὶ κατέβη Ἀβρὰμ εἰς Αἴγυπτον παροικῆσαι ἐκεῖ, ὅτι ἐνίσχυσεν λιμὸς ἐπὶ τῆς γῆς. Ἀβραὰμ οὐ κατῴκει Αἴγυπτον, ἀλλὰ παρῴκει, ὅτι ἐνίσχυσεν λιμὸς ἐπὶ τῆς γῆς. οἱ δὲ Χαναναῖοι καὶ οἱ Φερεζαῖοι τότε κατῴκουν τὴν γῆν. ὡς φαῦλοι οἱ Χαναναῖοι κατῴκουν, καὶ οὐ παρῴκουν τὴν γῆν. ὥστε φαῦλοι κατοικοῦσιν, οὐ παροικοῦσι τὴν γῆν. εἰ σὺ εἰς ἀριστερὰ, ἐγὼ εἰς δεξιά · εἰ δὲ σὺ εἰς δεξιὰ, ἐγὼ εἰς ἀριστερά · καὶ τὰ ἑξῆς. εἰ καὶ ἐκλογὴ γέγονε συγχωρηθεῖσα ἀπὸ τῆς ἐπιεικείας τοῦ Ἀβραὰμ τῷ Λώτ · παρατηρητέον, ὅτι μὲν ἐκλεξάμενος οὐκ ἀπολαύει τῆς αὐτοῦ ἐκλογῆς, δὲ παραχωρήσας εὐλογημένον ἔχει τὸ καταλελειμμένον. δὲ Θεὸς εἶπε πρὸς Ἀβρὰμ, μετὰ τὸ διαχωρισθῆναι τὸν Λὼτ ἀπ’αὐτοῦ · ἀνάβλεψον τοῖς ὀφθαλμοῖς σου, καὶ ἴδε ἀπὸ τοῦ τόπου οὗ νῦν σὺ εἶ, πρὸς βορρᾶν καὶ λίβα, καὶ ἀνατολὰς καὶ θάλασσαν, ὅτι πᾶσαν τὴν γῆν, ἣν σὺ ὁρᾷς, σοὶ δώσω αὐτήν. ἕπεται τοῖς κατορθοῦσι τὴν ἀρετὴν παρὰ τοῦ Θεοῦ παράκλησις. μετὰ δὲ παραχωρῆσαι τῷ ἀδελφῷ τὴν αἵρεσιν, κἀκεῖνον τὸ κάλλιστον καὶ εὐφορώτατον ἐκλέξασθαι χωρίον, ἐπεφάνη Θεὸς τῷ Ἀβραὰμ, λόγοις παρακλητικοῖς καὶ χρησταῖς ὑποσχέσεσιν αὐτὸν ψυχαγωγῶν, μονονουχὶ λέγων · γῆς ταύτης κατεφρόνησας τῆς ἐλαχίστης καὶ αἰσθητῆς · ἐγώ σοι δώσω τῶν πραέων τὴν γῆν τὴν ἐν χώρᾳ τῶν ζώντων. ἀνάβλεψον γὰρ τοῖς τῆς διανοίας ὄμμασι, καὶ ἴδε ἀπὸ τοῦ τόπου, οὗ σὺ εἶ νῦν · τόπος δὲ τοῦ δικαίου ἀρετὴ, ἀφ’ἧς τὰ ἐν ἐλπίσι καραδοκεῖ, καὶ τὰ ἀποκείμενα ἐν τοῖς οὐρανοῖς ἀπεκδέχεται. εἰ γὰρ μὴ τοῦτο ἦν, πόσην εἰκὸς ἦν αὐτὸν γῆν θεωρεῖν αἰσθητοῖς ὀφθαλμοῖς; ἕως τίνος ἀτενίσαι ἠδύνατο κύκλῳ περιθέων καὶ περιάγων τὴν ὄψιν; ἔλαβον δὲ τὴν ἵππον πᾶσαν τὴν Σοδόμων. ἵππον Σοδομῖται νῦν πρῶτον ὠνομασμένην ὡς φαῦλοι ἔχειν λέγονται. παραγενόμενος δὲ τῶν ἀνασωθέντων τις, ἀπήγγειλεν Ἀβρὰμ τῷ περάτῃ. περάτης καλεῖται Ἀβραὰμ, ἐπειδὴ ἀπὸ τῆς Χαλδαίων χώρας διαπεράσας τὴν Μεσοποταμίαν ἦλθεν εἰς τὰ μέρη τῶν Χαναναίων. ἑρμηνεύεται δὲ καὶ τοῖς περὶ Ἀκύλαν Ἑβραῖος. καὶ εἶπεν αὐτῷ · ἀνάβλεψον εἰς τὸν οὐρανὸν καὶ ἀρίθμησον τοὺς ἀστέρας, εἰ δυνήσῃ ἐξαριθμῆσαι αὐτούς · οὕτως ἔσται τὸ σπέρμα σου. τὰ γὰρ γεννήματά φησι τῆς ψυχῆς τοῦ ἁγίου, καὶ πλήθει καὶ λαμπρότητι, ἅτε Θεοῦ συνεργήσαντος, τοσαῦτα καὶ τοιαῦτα γενέσθαι. αὐτὰ παρίστησι τὴν θείαν εὐλογίαν. εἶπε δέ · δέσποτα Κύριε, κατὰ τί γνώσομαι, ὅτι κληρονομήσω αὐτήν; καὶ τὰ ἑξῆς. οὐκ ἦν κατὰ τὸν πιστεύσαντα πίστιν λελογισμένην αὐτῷ εἰς δικαιοσύνην ἀπιστεῖν, ὡς ἄν τις οἰηθείη. ἀλλὰ μήποτε πιστεύσας πρότερον, νῦν καὶ γνῶσιν αἰτεῖ τὴν περὶ τῶν πεπιστευμένων. οὐ νομοθετεῖ δὲ τῷ Ἀβραὰμ θύειν Θεὸς, ἀλλ’ἐπειδὴ οἱ παλαιότατοι τὰς ὁρκωμοσίας διὰ τούτων ἐβεβαίουν. τετάρτῃ δὲ γενεᾷ ἀποστραφήσονται ὧδε · οὔπω γὰρ ἀναπεπλήρωνται αἱ ἁμαρτίαι τῶν Ἀμορραίων ἕως τοῦ νῦν. ἐτῶν υʹ δόσις, εἰς τὸ πληθυνθῆναι μὲν τοῦ Ἀβραὰμ τὸ σπέρμα, γενέσθαι δὲ τὰ γενόμενα σημεῖα. πῶς οὖν τὸ, οὔπω ἀνεπληρώθησαν αἱ ἁμαρτίαι τῶν Ἀμορραίων; ἵνα δείξῃ, ὅτι εὐλόγως ἐκβάλλονται δι’ἁμαρτίας. καὶ γὰρ ὅταν λέγει, μετεμελήθην, οὐ τοῦτο λέγει πάσχει, οὔτε τοῦτο πάσχει λέγει, ἀλλὰ τὴν τοῦ γενομένου ἀτοπίαν παρίστησιν. καὶ μετ’ὀλίγα · ἔπειτα ἦσαν πάλαι ἐν μὲν Παλαιστίνῃ δίκαιοι, Μελχισεδὲκ καὶ ἄλλοι πολλοί. οὐ γὰρ ἦν ἁπλῶς ἱερεὺς μὴ ὄντων τῶν πειθομένων. οὔπω οὖν ἀναπεπλήρωνται ἀντὶ τοῦ, οὔπω ἐκλέλοιπεν ὅσιος ἐξ αὐτῶν · οὔπω πεπλήρωνται, καὶ τετελειωμένοι εἰσὶν ἁμαρτίαις. δέκα γὰρ δίκαιοι ῥύονται τὴν πόλιν · τότε δὲ οὐκ ὀλίγοι ἦσαν. ταπεινώσουσιν αὐτοὺς τετρακόσια ἔτη. διὰ τί δὲ περισσὰ ἔτη λέγει Ἀπόστολος λʹ, τάτε τῆς Διαθήκης, ἣν ἐποιήσατο μετὰ τοῦ Ἀβραὰμ, καὶ τῆς ἐξ Αἰγύπτου πορείας ἐν τῇ ἐρήμῳ, καὶ τῆς τοῦ νόμου δόσεως; οὐ μάχεται τὰ ἐνταῦθα τοῖς ἐν τῇ ἐξόδῳ γεγραμμένοις. ἐκεῖ γὰρ εἴρηται, μετὰ υλʹ ἔτη ἐξῆλθεν δύναμις Κυρίου ἐκ τῆς Αἰγύπτου · ἐνταῦθα δὲ μετὰ υʹ φησίν. ἀλλ’ἐπιστῆσαι δεῖ, ὅτι οὐκ ἐρρέθη, ὡς πληρωθέντων τῶν υʹ ἐτῶν ἐξῆλθον, ἀλλὰ μετὰ υʹ ἔτη, ὅπερ ἐμφαίνει καὶ τὰ λʹ. καὶ ἠτιμάσθη κυρία αὐτῆς ἐναντίον αὐτῆς. ἐπίτηδες οὐκ ἐσαφηνίσθη τὸ ὑπὸ τίνος, ἵνα ἡμεῖς ζητήσαντες εὕρωμεν, ὅτι πέφυκεν ἀτιμάζεσθαι ἀρετὴ, ἡνίκα τὰ προπαιδεύματα γεννήσῃ · οὐ πάντως ὑπὸ τοῦ Ἀβραὰμ, ἀλλ’ἤτοι ὑπὸ τῆς παιδίσκης, τῶν χαιρόντων πρὸ τῆς γενέσεως τῶν κρειττόνων τοῖς γεννήμασιν αὐτῆς. καὶ οὐ κληθήσεται ἔτι τὸ ὄνομά σου Ἀβρὰμ, ἀλλ’ἔσται τὸ ὄνομά σου Ἀβραάμ. τὰς ἑρμηνείας τῶν ὀνομάτων ζήτει · δυνάμει γὰρ ὠνομάσθησαν ὑπὸ τοῦ ἁγίου Πνεύματος · ἀλλὰ μὴν καὶ τοῦτο χρὴ εἰδέναι, ὅτι τὰ ὀνόματα ἕξεών ἐστι, καὶ καταστάσεων, καὶ ποιοτήτων δηλωτικά · ἐξ ὧν ἔστιν ἰδεῖν τὴν ἐπιτηδειότητα τοῦ ὀνομαζομένου. εἶπε δὲ Ἀβραὰμ πρὸς τὸν Θεόν · Ἰσμαὴλ οὗτος ζήτω ἐναντίον σοῦ. ἐξαίρετόν τι ἠξίου περὶ τοῦ Ἰσμαὴλ Ἀβραὰμ, οὐκ ἀρκούμενος τῷ, ζήτω · διὸ προσέθηκεν · ἐναντίον σοῦ. τὸ γὰρ ζῇν ἐναντίον Κυρίου μακαρίων ἐστὶ καὶ τῶν ἁγίων μόνων. Ἀβραὰμ δὲ καὶ Σάρρα πρεσβύτεροι προβεβηκότες ἡμερῶν. μήποτε ἐπὶ δικαίων μόνων τὸ, προβεβηκότες ἡμερῶν, τέτακται. ὅπερ ἐὰν οὕτως ἔχει, οὐδεὶς φαῦλος προβέβηκε. καὶ ἐγγίσας Ἀβραὰμ εἶπε · μὴ συναπολέσῃς δίκαιον μετὰ ἀσεβοῦς. ἐγκώμιον τοῦτο τοῦ Ἀβραάμ. δηλοῦται γὰρ τὸ βέβαιον τῆς εὐσεβείας αὐτοῦ, διὸ καὶ ἐγγίσαι δεδύνηται. τὸ δὲ ἐγγίσαι οὐ σωματικῶς νοητέον. Λὼτ δὲ ἐκάθητο παρὰ τὴν πύλην Σοδόμων. οὐκ ἦν ἔνδον Σοδόμων Λὼτ, ἀλλὰ παρὰ τὴν πύλην. εἴποιμι δ’ἂν αὐτὸς, ὃν τρόπον ἔξω τῆς σκηνῆς Ἀβραὰμ ἐκάθητο ἐπιτηρῶν διὰ φιλοξενίαν καὶ παρὰ καιρὸν τοὺς διοδεύοντας · (μεσημβρία γὰρ ἦν) · οὕτως ἐκείνου συγγενὴς καὶ μιμητὴς τῶν τρόπων ἐκαθέζετο παρὰ τῇ πύλῃ, προτρεπόμενος τοὺς παριόντας, καὶ ἑσπέρας ἤδη καταλαβούσης · εἰδὼς μάλιστα τῶν ἐν Σοδόμοις τὴν ἀσέβειαν, καὶ ὡς οὐκ ἔστιν ἐκεῖσε τοῖς ξένοις ἀνάπαυσις. καὶ κατεβιάσατο αὐτοὺς, καὶ εἰσῆλθον εἰς τὸν οἶκον αὐτοῦ. ἐπειδὴ μὴ τοιοῦτος ἦν Λὼτ οἷος Ἀβραὰμ, διὰ τοῦτο, ὀκνοῦντες διελθεῖν πρὸς αὐτὸν, βίας χρῄζουσιν. τοὺς δὲ ἄνδρας τοὺς ὄντας ἐπὶ τῆς θύρας τοῦ οἴκου ἐπάταξαν ἀορασίᾳ. ἐπ’ἀγαθῷ πατάσσονται ἀορασίᾳ οἱ κακῶς τῇ ὁράσει χρησάμενοι, καὶ εἰς τὸ ἁμαρτάνειν ἐμποδιζόμενοι ὑπὸ τῆς ἀορασίας. καὶ κατέστρεψε πάσας τὰς πόλεις ταύτας, καὶ πᾶσαν τὴν περίχωρον, καὶ πάντας τοὺς κατοικοῦντας ἐν ταῖς πόλεσι, καὶ πάντα τὰ ἀνατέλλοντα ἐκ τῆς γῆς. Κύριος οὐ μόνον τοὺς ἀσεβεῖς ἀπόλλυσι, ἀλλὰ καὶ τὰς τροφὰς αὐτῶν, οὔσας Σοδομιτικὰς καὶ ἐπιβλαβεῖς, ἐν αἷς ἐστι καὶ ἄμπελος, περὶ ἧς γέγραπται · ἐκ γὰρ ἀμπέλου Σοδόμων ἄμπελος αὐτῶν, καὶ κληματὶς αὐτῶν ἐκ Γομόρρας. καὶ ἐπέβλεψεν γυνὴ αὐτοῦ εἰς τὰ ὀπίσω, καὶ ἐγένετο στήλη ἁλός. οὐδὲν ὤνησε τὴν γυναῖκα Λὼτ τὸ κεκρατῆσθαι ὑπὸ τῶν ἀγγέλων, εἰ καὶ ἐξῆλθεν ἔξω Σοδόμων, ἐπείπερ ἐστράφη εἰς τοὐπίσω. Ἀβιμέλεχ δὲ οὐχ ἥψατο αὐτῆς. ἔμφασιν ἔχει τὸ, οὐχ ἥψατο, ὡς τὸ, καλὸν ἀνθρώπῳ γυναικὸς μὴ ἅπτεσθαι · ὅπερ ἐστὶ καὶ χωρὶς μίξεως κατὰ μηδὲν ἄλλο παθητικῶς, ἤτοι ἐνιδεῖν, ἅψασθαι γυναικός. Θεὸς μέντοι οὐκ ἀφῆκεν ἅψασθαι τὸν Ἀβιμέλεχ αὐτῆς · τάχα καὶ πάντα τὸν ἄκρως συμφρονοῦντα · θεόσδοτον γὰρ τὸ τοιοῦτον. καὶ εἶπεν Ἀβραὰμ τοῖς παισὶν αὐτοῦ · καθίσατε αὐτοῦ μετὰ τῆς ὄνου · ἐγὼ δὲ καὶ τὸ παιδάριον διελευσόμεθα ἕως ὧδε, καὶ προσκυνήσαντες ὑποστρέψομεν πρὸς ὑμᾶς. ταῦτα εἶπε λογισάμενος, ὅτι καὶ ἐκ νεκρῶν ἐγείρειν δυνατὸς Θεός. ἔλαβε καὶ Ἀβραὰμ τὰ ξύλα τῆς ὁλοκαρπώσεως, καὶ ἐπέθηκεν Ἰσαὰκ τῷ υἱῷ αὐτοῦ. ἐπωμάδιον γὰρ ἔχων τὸν οἰκεῖον σταυρὸν ἔξω τῆς πύλης ἔπαθεν Χριστὸς, οὐκ ἐξ ἀνθρωπίνης ἰσχύος βεβιασμένος εἰς τὸ πάθος, ἀλλ’ἐκ θελήματος οἰκείου, καὶ βουλήσει τοῦ Θεοῦ καὶ Πατρός. ἰδοὺ τέτοκε Μελχὰ καὶ αὐτὴ υἱοὺς Ναχὼρ τῷ ἀδελφῷ σου, τὸν Ὢζ πρωτότοκον, καὶ τὰ ἑξῆς. Μελχὰ ἑρμηνεύουσι βασιλείαν · Ὢζ βουλευόμενον · Ναχὼρ ἀνάπαυσιν φωτός · Βαὺζ ἐξουδενωμένον · Καμουὴλ ἀνάστασιν Θεοῦ · Σύρων μετέωρον · Χαζὰδ ψεῦδος · Ἀζαῦ ὁρῶντα · Φάλδακ πτῶσιν ἐνδεοῦς, πτῶσιν πτωχείας · Ἰεδλὰφ χειρὸς περισσείαν, χεῖρα λάβε · Βαθουὴλ ἔνοικον Θεοῦ, θυγατέρα Θεοῦ · Ῥεβέκκα ὑπομονήν · Ῥεέμα ὅρασιν προσδοκωμένην · Ταὰμ, διαμηρυκώμενον · Τοχὼς σιγήν · Μωχὰν ἔντερον κενόν. ἰδοὺ ἐγὼ ἕστηκα ἐπὶ τῆς πηγῆς τοῦ ὕδατος. διὸ φιλοτιμητέον ἑστηκέναι ἐπὶ τῆς πηγῆς, ἵνα μὴ καὶ ἐφ’ἡμῶν ἁρμόσῃ τὸ, ἐμὲ ἐγκατέλιπον πηγὴν ὕδατος ζῶντος. καὶ ἔσται παρθένος, ἂν ἐγὼ εἴπω, ἐπίκλινον τὴν ὑδρίαν σου , καὶ τὰ ἑξῆς. πρέπουσα φωνὴ τῷ πρεσβύτῃ τῆς οἰκίας τοῦ Ἀβραὰμ, καὶ ἁρμόζουσα τῷ ἄρχοντι πάντων τῶν αὐτοῦ. καὶ ὅρα σοφίαν, οἷον τίθησι σημεῖον. δὲ ἄνθρωπος κατεμάνθανεν αὐτὴν, καὶ παρεσιώπα, τοῦ γνῶναι εἰ εὐώδωκε Κύριος τὴν ὁδὸν αὐτοῦ οὔ. ἐντεῦθέν ἐστι διδαχθῆναι, ὅτι καλόν ἐστι τὸν προσευχόμενον μὴ μετὰ αἰσθητῆς ἀκουόμενον τῆς φωνῆς προσεύχεσθαι, ἀλλ’ἐν τῇ καρδίᾳ τῷ ἐτάζοντι καρδίας καὶ νεφρούς. Ἰσαὰκ δὲ ἐπορεύετο διὰ τῆς ἐρήμου κατὰ τὸ φρέαρ τῆς ὁράσεως. πρέπουσα πορεία τῷ ἁγίῳ διὰ μὲν τὴν πολλὴν ἀναχώρησιν πορευομένῳ διὰ τῆς ἐρήμου, διὰ δὲ τὴν περὶ τῶν εἰς Θεὸν θεωρίαν πορευομένῳ κατὰ τὸ φρέαρ τῆς ὁράσεως. καὶ ἐξῆλθεν Ἰσαὰκ ἀδολεσχῆσαι εἰς τὸ πεδίον τὸ πρὸς δείλης. ἐξελθεῖν δεῖ τῶν γηΐνων τὸν μέλλοντα περὶ τῶν θείων ὁμιλεῖν, ὅπερ ἀδολεσχῆσαι νῦν ὠνόμασεν. οὐ πρόσκειται δὲ τίνι · εἰκότως, ἐπεὶ μη δὲ ἀνθρώπων τοιαύτη ὁμιλία γίνεται, ἀλλ’ἤτοι πρὸς Θεὸν, αὐτοῦ τινος πρὸς ἑαυτόν. τοῦ αὐτοῦ. τὸ δὲ, πρὸς δείλης, σύμβολόν ἐστι τοῦ μόλις ἐπὶ γήρως δύνασθαί τινα ἐλθόντα μετὰ καταλήψεως τῶν θειοτέρων ὁμιλεῖν. προσθέμενος δὲ Ἀβραὰμ ἔλαβε γυναῖκα ὄνομα Χεττούρα. ἔτεκε δὲ αὐτῷ τὸν Ζεμβρᾶν, καὶ τὰ ἑξῆς. ἀπὸ τῶν τέκνων Χεττούρας ἔθνη γέγονε πλεῖστα, κατῴκησαν τὴν Τρωγλοδύτην ἔρημον, καὶ τὴν Εὐδαίμονα Ἀραβίαν, καὶ τὴν διήκουσαν, τήντε Μαδιανῖτιν, καὶ τὴν πόλιν Μαδιὰμ παρακειμένην τῇ ὑπὲρ τὴν Ἀραβίαν ἐρήμῳ ἄντικρυς Φαρὰν εἰς ἀνατολὰς τῆς Ἐρυθρᾶς θαλάσσης · ὅθεν τὸ Μαδιανιτῶν ἔθνος ἀπὸ Μαδιὰμ υἱοῦ Ἀβραὰμ καὶ Χεττούρας · ὡς εἶναι δῆλον ἐκ τούτου, ὅτι Ἰοθὼρ πενθερὸς Μωϋσέως ἀπόγονος ἦν τοῦ Ἀβραὰμ καὶ συγγενὴς Μωϋσέως. τοῦ αὐτοῦ. Χεττούρα ἑρμηνεύεται μικροτέρα ὑποδεεστέρα · Ἰεσβὼκ ἄφεσις, ἀφήσει · Σωϊὲ χρηστὸς λαός · Σαβὰν ἀποστροφή · Θαιμὰν ἐκλείψεις αὐτῶν, συντελούμενοι · Δαιδὰν ἱκανὴ κρίσις, μονότης · Ῥαγουὴλ φίλος ἰσχυρὸς, ποιμανσία Θεοῦ · Ναβδεὴλ δουλεύων τῷ Θεῷ · Ἀσσουριεὶμ ἑδραῖοι, κατευθύνοντες · Λατουσιεὶμ σφυροκόποι · Γεφὰρ, ἐνδεὴς, ἐλλείπων · Ἀφὲρ χοῦς, γήϊνος, σποδός. Ἐνὼχ χάρις σου · Ἀβιδὰ πατρός μου ὕψος · Ἐφρὼν χοῦς, γήϊνος, σποδός · Σαὰρ μεσημβρία · Δουμὰ σιωπή · Μαμβρῆ ἀπὸ ὁράσεως · Μασσῆ ἔπαρσις, Ἰσμαὴλ ἀκοὴ Θεοῦ · Χοδδὰδ μέτρον κενούμενον · Ναβαιὼθ προφητεία · Θαιμὰν συντέλεια · Κηδὰρ σκοτασμός · Ἰετοὺρ ἐξωρισμένος · Ναβδεὴλ δουλεύων Θεῷ · Ναφὲς ἀναψυχή · Μασμὰν προσοχὴ, ἀκοή · Κεδμὰ ἐμπρόσθιος · Μασσὰμ ἐξ ἡδυσμῶν · Εὐϊλὰτ ὠδίνουσα · Σοὺρ τεῖχος. κατοίκησον δὲ ἐν τῇ γῇ, ἄν σοι εἴπω · καὶ παροίκει ἐν τῇ γῇ ταύτῃ, καὶ ἔσομαι μετὰ σοῦ, καὶ εὐλογήσω σε. εἰ, ποῦ χρὴ κατοικεῖν ἐκ προστάγματος Θεοῦ, παροικήσει τις, ἔστιν Θεὸς μετ’αὐτοῦ, καὶ εὐλογεῖ αὐτόν · εἰ δὲ, ὅπου οὐ δεῖ παροικεῖν, κατοικήσει τις, οὐκ ἔστιν Θεὸς μετ’αὐτοῦ, οὐ δὲ εὐλογήσει αὐτόν. ἀνθ’ὧν ὑπήκουσεν Ἀβραὰμ τῆς ἐμῆς φωνῆς, καὶ ἐφύλαξε τὰ προστάγματά μου καὶ τὰ δικαιώματά μου, καὶ τὰ νόμιμά μου. εἰ μήπω ἦν κατὰ Μωϋσέα νόμος γεγραμμένος, ἐφύλαξε δὲ Ἀβραὰμ τὰ εἰρημένα, οὕτως αὐτὰ ἐφύλαξεν, ὡς ἔθνη τὰ μὴ νόμον ἔχοντα, καὶ φύσει τὰ τοῦ νόμου ποιοῦντα · ἐνδεικνύμενοι τὸ ἔργον τοῦ νόμου γραπτὸν ἐν ταῖς καρδίαις αὐτῶν, μαρτυρουμένης αὐτῶν τῆς συνειδήσεως, καθά φησιν Ἀπόστολος. καὶ ὤρυξαν οἱ παῖδες Ἰσαὰκ ἐν τῇ φάραγγι Γεράρων · καὶ εὗρον ἐκεῖ φρέαρ ὕδατος ζῶντος. φιλοτιμητέον ἑκάστῳ εὐχομένῳ εἶναι τέκνον τοῦ Ἰσαὰκ ταῦτα νοῆσαι τὰ φρέατα, καὶ ὀρύξαι αὐτὰ ἐν ἑαυτῷ. ἀπάρας δὲ ἐκεῖθεν ὤρυξε φρέαρ ἕτερον, καὶ οὐκ ἐμαχέσαντο περὶ αὐτοῦ. διὰ δὲ τοῦ μὴ ἀνθίστασθαι τοῖς ἀδικοῦσι δείκνυσιν, ὅτι ἀληθῶς ἦν ἄπλαστος. ὅθεν, ἀποδεξάμενος αὐτὸν τῆς ἀνεξικακίας Θεὸς, ἐπιφαίνεται αὐτῷ, καὶ ἐπαγγέλλεται τὴν γῆν, ἵνα μὴ ἀθυμῇ, ὅτι ὡς ξένος πάροικος προὔκειτο τοῖς ἀδικεῖν βουλομένοις, πληρῶν τὸ εἰρημένον ἑκάστοτε, ἐὰν διώκωσιν ὑμᾶς. καὶ εἶπεν · μὲν φωνὴ φωνὴ Ἰακώβ. τὴν εὐσεβῆ φωνὴν οὐκ ἂν λεχθεῖσαν ὑπὸ τοῦ Ἠσαῦ · παρέδωκεν Θεός σου ἐναντίον μου · ἐπιγνοὺς Ἰσαὰκ, εἶπεν · φωνὴ φωνὴ Ἰακώβ. καὶ εἶπεν · ἰδοὺ ὀσμὴ τοῦ υἱοῦ μου, ὡς ὀσμὴ ἀγροῦ πλήρους ὃν εὐλόγησε Κύριος. σαφῶς οὐκ αἰσθητὴ ἦν ὀσμή. ποία γὰρ ἂν ὀσμὴ δύναται εἶναι ὀσμῇ ἀγροῦ παραβαλλομένη; ἀλλὰ μήποτε τοιαύτη ἦν αὕτη, ὁποίαν Ἀπόστολος ἔχων ἔφασκε · Χριστοῦ εὐωδία ἐσμὲν τῷ Θεῷ ἐν παντὶ τόπῳ. ἐγὼ δὲ ἡγοῦμαι καὶ ἑκάστην ἀρετὴν ἰδίαν ἔχειν εὐωδίαν, ἥτις ἐστὶ συμπληρωτικὴ τῶν ἀρετῶν. καὶ ἐκ τοῦ ἐναντίου δὲ αἱ κακίαι δυσώδεις εἰσὶ κατὰ τὸν εἰπόντα · προσώζεσαν καὶ ἐσάπησαν οἱ μώλωπές μου. πρέπει δὲ τῷ Κυρίῳ τὸν αὐτῷ εὐώδη τῶν ἀρετῶν ἀγρὸν εὐλογεῖν. καὶ εἶπεν αὐτῷ · ἰδοὺ Ἠσαῦ ἀδελφός σου ἀπειλεῖ σοι τοῦ ἀποκτεῖναί σε · νῦν οὖν, τέκνον, ἄκουσόν μου τῆς φωνῆς, καὶ ἀναστὰς ἀπόδραθι εἰς τὴν Μεσοποταμίαν. μανθάνομεν ἀπὸ τούτων, ὅτι δεῖ ἀποδιδράσκειν τοὺς ἐπιβουλεύοντας, καὶ διωγμοὺς φεύγειν, εἰ καὶ ὀπτασιῶν καταξιωθῶμεν ὡς Ἰακώβ. παρακληθείη δ’ἄν τις ἰδὼν τὰ παρακολουθήσαντα τῷ Ἰακὼβ φεύγοντι ἀπὸ τοῦ Ἠσαῦ · ὀπτασιῶντε γὰρ ἠξιώθη, καὶ πατὴρ γεγένηται δώδεκα φυλῶν · καὶ ἐπανερχόμενος ἀπὸ τῆς διὰ τὸν διωγμὸν φυγῆς, γίνεται ἀντὶ Ἰακὼβ Ἰσραήλ. οὐ λήψῃ γυναῖκα ἐκ τῶν θυγατέρων Χαναάν. αἱ θυγατέρες Χαναὰν πονηραί εἰσιν, οὐκ ἐναντίον Ἠσαῦ, ἀλλ’ἐναντίον Ἰσαὰκ τοῦ πατρὸς αὐτοῦ. ἰδὼν δὲ Κύριος Θεὸς, ὅτι μισεῖται Λεία, ἤνοιξε τὴν μήτραν αὐτῆς. ἀνοίγει μήτραν ἐπὶ ἁγίων γεννήσει · κατὰ δὲ τὸν πνευματικὸν νόμον ψυχῆς ἀνοίγει μήτραν, ἵνα γεννήσῃ Θεοῦ Λόγον ἐσομένη αὐτοῦ μήτηρ. τοῦ αὐτοῦ. πρώτη γὰρ ἐτέκνωσε τῷ Θεῷ τὴν Ἰουδαίων συναγωγὴν καὶ πληθὺν ἐν χρόνῳ πρεσβυτέρα. εἶπε δὲ αὐτῷ Λάβαν · εἰ εὗρον χάριν ἐναντίον σου, οἰωνισάμην ἄν · εὐλόγησε γάρ με Θεὸς ἐπὶ τῇ σῇ εἰσόδῳ. οὐκ ἔστι μὲν οἰωνισμὸς ἐν Ἰακώβ · δὲ Λάβαν φησὶν, οἰωνισάμην ἂν, ὡς ἀλλότριος τῆς τοῦ Ἰακὼβ προαιρέσεως, ἧς οὐ τέλεον ἀλλότριος ἦν, προστιθεὶς τῷ, οἰωνισάμην, καὶ τὸ, εὐλόγησε γάρ με Θεὸς ἐπὶ τῇ σῇ εἰσόδῳ. ἔλαβε δὲ ἑαυτῷ Ἰακὼβ ῥάβδον στυρακίνην χλωρὰν, καὶ καρυΐνην, καὶ πλατάνου. αἱ τρεῖς ῥάβδοι συμβολικῶς ἤτοι αἱ τρεῖς δυνάμεις τῆς ψυχῆς εἰσι, τὸ λογικὸν, τὸ θυμικὸν, τὸ ἐπιθυμητικόν · ἤτοι αἱ τρεῖς θεωρίαι τῶν σωμάτων, τῶν ἀσωμάτων, τῆς ἁγίας Τριάδος · ἤτοι γενικῶς πρακτικὴ διὰ τῆς καρυΐνης, θεωρητικὴ διὰ τῆς στυρακίνης, διὰ δὲ τῆς πλατάνου τὸν κόσμον τοῦτον καὶ τὴν θεωρίαν αὐτοῦ ᾐνίξατο. τὸ περισύρειν τὸ χλωρὸν τούτου, τὴν ἀποταξίαν αὐτοῦ σημαίνει · καὶ τῆς μὲν πρακτικῆς τὸ χλωρόν ἐστι τὸ ἡδυπαθές · τῆς δὲ θεωρίας, τὸ περὶ τὰ σώματα ἀσχολεῖσθαι · τὸ δὲ χλωρὸν τῶν δύο ἄλλων ἐκδοχῶν βασάνιζε. εἶπε δὲ Κύριος πρὸς Ἰακώβ · ἀποστρέφου εἰς τὴν γῆν τοῦ πατρός σου, καὶ εἰς τὴν γενεάν σου · καὶ ἔσομαι μετὰ σοῦ. ὅτε ἐκαρποφόρησεν Ἰακὼβ, καὶ ἐπλούτησεν ἔξω τῆς γενεᾶς αὐτοῦ τυγχάνων, τότε εἶπεν αὐτῷ Κύριος · ἀποστρέφου εἰς τὴν γῆν τοῦ πατρός σου. τοιοῦτον δέ τι νοητέον ὑπὸ Κυρίου λέγεσθαι, ὅτε πρὸς τῇ ἐξόδῳ γενώμεθα ἀπελευσόμενοι πρὸς τοὺς πατέρας ἡμῶν. καὶ ἆθλον δὲ δίδωσι τῷ ἀποστρέφοντι εἰς τὴν γῆν τοῦ πατρὸς αὐτοῦ, καὶ εἰς τὴν γενεὰν αὐτοῦ. οἶμαι δὲ, ὅτι ἐν ὕπνοις παρῆν αὐτῷ Κύριος. δὲ πατὴρ ὑμῶν παρεκρούσατό με, καὶ ἤλλαξε τὸν μισθόν μου τῶν δέκα ἀμνῶν. Ἀκύλας δέκα ἀριθμοὺς εἴρηκε · Σύμμαχος δεκάκις ἀριθμῷ. ἔλεγεν οὖν, ὥς φησιν Ἑβραῖος, Δεκάκις ἠθέτησεν τὰς συνθήκας πρὸς τὸν Ἰακὼβ Λάβαν, διὰ τὸ τὰ γεννώμενα ἐπ’ὀνόματι τοῦ Ἰακὼβ πλεῖστα ὅσα ὑπάρχειν, κἀκεῖνον ἐποφθαλμιᾷν αὐτόν · ὅπερ ἐδήλωσαν αἱ δύο ἐκδόσεις · καὶ παρηλογίσω τὸν μισθόν μου δέκα ἀμνάδας · ἀμνῶν δὲ ὅλως οὐκ ἔχει μνήμην, οὓς συνέθετό μοι δοῦναι · οὐδαμοῦ φαίνεται, ὅτι συνέθετο · ἀλλ’ἀφ’ὧν αὐτὸς λέγει, φανερόν ἐστιν. ὥσπερ γὰρ ἀποκτείνοντα τὸν Λάμεχ οὐκ εἰσάγει, ἐκζητούμενον δὲ, ὡς ἀπὸ τῆς ἐξηγήσεως εἶναι φανερὸν καὶ τὸ γενόμενον · οὕτω καὶ ἐνταῦθα. πολλάκις οὖν Γραφὴ, ἐν τῷ πράττεσθαι οὐκ ἐξηγήσατο, διά τινος ἐξηγουμένου ἐδήλωσεν. τὰ πρόβατά σου καὶ αἱ αἶγές σου οὐκ ἠτεκνώθησαν · κριοὺς τῶν προβάτων σου οὐ κατέφαγον. καλοῦ ποιμένος παρρησία ἐμφαίνεται ταῖς φωναῖς ταύταις, ἃς ζηλωτέον. γεννάτωσαν οὖν καρποὺς πνευματικοὺς τὰ ἐν τοῖς ποιμνίοις καὶ αἰπολίοις, ἀλλὰ καὶ τοὺς πλουσίους τῆς ποίμνης μὴ κατεσθίωμεν. ἐπεὶ δὲ οὐχ εὕρηνται οἱ αὐτοῦ θεοὶ, συμβάσεις ποιεῖται μετὰ τοῦ θεσπεσίου Ἰακώβ · καὶ κόσμος, ἡνίκα τοὺς ψευδωνύμους ἀπεβάλετο θεοὺς, φίλος γέγονε τοῦ Χριστοῦ. εἶπε δὲ Ἰακὼβ τοῖς ἀδελφοῖς αὐτοῦ · συλλέγετε λίθους · καὶ συνέλεξαν λίθους. καὶ ἐν τῷ Ἐκκλησιαστῇ γέγραπται · καιρὸς τοῦ βαλεῖν λίθους, καὶ καιρὸς τοῦ συναγαγεῖν λίθους. συνάγονται δὲ κατὰ πρόσταξιν Ἰακὼβ, ὃς τύπος ἦν Χριστοῦ, ἵνα οἰκοδομὴ πληρωθῇ ἐπὶ τῷ θεμελίῳ τῶν ἀποστόλων καὶ προφητῶν, ὄντος ἀκρογωνιαίου αὐτοῦ Χριστοῦ τοῦ Κυρίου ἡμῶν, ἐκ λίθων ζώντων, ὅτε γίνεται οἶκος πνευματικὸς, ἱεράτευμα ἅγιον. καὶ ἀποστραφεὶς Λάβαν ἀπῆλθεν εἰς τὸν τόπον αὐτοῦ. τοῦ μὲν φαύλου διὰ τὴν κακίαν ἐγγὺς τόπος · τοῦ δὲ διὰ προκοπῆς ὁδεύοντος, ἐπεὶ μακράν ἐστιν τόπος, οὐ μικρὸς κόπος. καὶ συνήντησαν αὐτῷ οἱ ἄγγελοι τοῦ Θεοῦ. Κύριός φησιν · ἐγώ εἰμι ὁδός. τῷ οὖν τὴν ὁδὸν ταύτην πορευομένῳ συναντῶσιν ἄγγελοι τοῦ Θεοῦ. καὶ ἐνετείλατο αὐτοῖς λέγων · οὕτως ἐρεῖτε τῷ κυρίῳ μου Ἠσαῦ · οὕτως λέγει παῖς σου Ἰακώβ · μετὰ Λάβαν παρῴκησα. κατὰ τιμὴν τὸν πρεσβύτερον ἀδελφὸν ἀνυποκρίτως κύριον αὑτοῦ καλεῖ. πλὴν καὶ ἀπόκρισις ὑποπίπτουσα ἀποστρέφει θυμόν. καὶ ὡς ἄνθρωπος μὲν ἐφοβήθη, τῷ Θεῷ δὲ πιστεύσας, οὐκ ἔφυγεν, ἀλλ’ἤρχετο. καὶ διέβη τὴν διάβασιν τοῦ Ἰαβώκ. Ἰαβὼκ ποταμός ἐστι τῆς Ἀραβίας, νῦν καλούμενος Ἰαμβίκης. ὑπελείφθη δὲ Ἰακὼβ μόνος, καὶ ἐπάλαιε μετ’αὐτοῦ ἄνθρωπος, καὶ τὰ ἑξῆς. τίς δ’ἂν ἄλλος εἴη λεγόμενος ἄνθρωπος ὁμοῦ καὶ Θεὸς, συμπαλαίων καὶ συναγωνιζόμενος τῷ Ἰακὼβ, πολυμερῶς καὶ πολυτρόπως λαλήσας τοῖς πατράσιν ἱερὸς τοῦ Θεοῦ Λόγος, Κύριος καὶ Θεὸς χρηματίζων, ὃς καὶ εὐλογήσας τὸν Ἰακὼβ, Ἰσραὴλ αὐτὸν ὠνόμασεν, ἐπειπὼν, ὅτι ἐνίσχυσας μετὰ Θεοῦ; οὕτω δὲ ἑώρων οἱ τότε ἄνδρες τὸν τοῦ Θεοῦ Λόγον, ὡς καὶ οἱ φήσαντες τοῦ Κυρίου ἡμῶν ἀπόστολοι · ἦν ἀπ’ἀρχῆς, ἑωράκαμεν τοῖς ὀφθαλμοῖς ἡμῶν, καὶ ἐθεασάμεθα, καὶ αἱ χεῖρες ἡμῶν ἐψηλάφησαν περὶ τοῦ Λόγου τῆς ζωῆς · ὃν Λόγον, καὶ ζωὴν θεασάμενος καὶ Ἰακὼβ, ἐπιφέρει λέγων · εἶδον γὰρ Θεὸν πρόσωπον πρὸς πρόσωπον. Ἰακὼβ δὲ ἠγάπα τὸν Ἰωσὴφ παρὰ πάντας τοὺς υἱοὺς αὐτοῦ, ὅτι υἱὸς γήρως ἦν αὐτῷ. ἐποίησε δὲ αὐτῷ χιτῶνα ποικίλον. χιτὼν ποικίλος ἐστὶν ἕξις ἀρίστη ταῖς ἀρεταῖς κεκοσμημένη. ἰδόντες δὲ οἱ ἀδελφοὶ αὐτοῦ, ὅτι αὐτὸν πατὴρ φιλεῖ ἐκ πάντων τῶν υἱῶν αὐτοῦ, ἐμίσησαν αὐτὸν, καὶ οὐκ ἠδύναντο λαλεῖν αὐτῷ οὐδὲν εἰρηνικόν. μισῶν ἀδυνάτως ἔχει πρὸς τὸ εἰρηνικόν τι λαλεῖν τῷ μισουμένῳ. ἀποθώμεθα οὖν τὸ μῖσος, ἵνα λαλεῖν εἰρηνικὰ δυνηθῶμεν. οἱ δὲ Μαδιηναῖοι ἀπέδοντο τὸν Ἰωσὴφ εἰς Αἴγυπτον τῷ Πετεφρῇ τῷ σπάδοντι Φαραὼ ἀρχιμαγείρῳ. Πετεφρῆς παρὰ Ἀκύλᾳ καὶ Συμμάχῳ Φουτιφὰρ εἴρηται ἐν τούτῳ τῷ τόπῳ, ἐν δὲ ἑτέρῳ Φουτιφαρέ. καὶ μὲν τοῦ παρόντος ὀνόματος ἑρμηνεία παράκειται τῇ λέξει · δὲ ἔκθεσις τοῦ ἑτέρου ἐν τοῖς ἑξῆς φανεῖται. γνοὺς δὲ Αὐνᾶν, ὅτι οὐκ αὐτῷ ἔσται τὸ σπέρμα, ἐγένετο ὅταν εἰσήρχετο πρὸς τὴν γυναῖκα τοῦ ἀδελφοῦ αὐτοῦ, ἐξέχεεν ἐπὶ τὴν γῆν. πᾶς σπείρων ἐπὶ τὴν σάρκα, καὶ τὰ ἔργα τῆς σαρκὸς ἐν τῇ γῇ θησαυρίζων, ὅμοιος τῷ Αὐνᾶν · διὸ καὶ θανατοῦται ὑπὸ Θεοῦ. καὶ ἦν Κύριος μετὰ Ἰωσήφ · καὶ ἦν ἀνὴρ ἐπιτυγχάνων. ὡς ἐπὶ σκοπὸν βάλλων, ἔτεινε τὸ ἡγεμονικὸν ἑαυτοῦ, καὶ ἀεὶ ἐπετύγχανε. πολλαχοῦ δὲ κέχρηται τούτῳ Γραφή. καὶ εὐλόγησε Κύριος τὸν οἶκον τοῦ Αἰγυπτίου διὰ Ἰωσήφ. διὰ τὸν ἅγιον ἐν οἴκῳ ὄντα Αἰγυπτίου εὐλογεῖται οἶκος, καὶ τὰ ὑπάρχοντα, καὶ ἀγρὸς τοῦ Αἰγυπτίου. αὕτη δὲ οὐ πνευματικὴ εὐλογία. ἐγένετο δὲ μετὰ ῥήματα ταῦτα, ἥμαρτεν ἀρχιοινοχόος τοῦ βασιλέως Αἰγύπτου, καὶ ἀρχισιτοποιὸς τῷ κυρίῳ αὐτῶν βασιλεῖ Αἰγύπτου. νομίζω ὅτι τὸ ἀνάλογον τῷ · ἥμαρτον βασιλεῖ Αἰγύπτου, λέγοιτ’ἂν περὶ τῶν μαρτύρων, ὅτι τῷ νοητῷ βασιλεῖ τῆς Αἰγύπτου οὗτοι ἁμαρτάνουσιν, ἀλλ’οὐ τῷ Θεῷ. εἰς γὰρ τὸν τοῦ κόσμου νόμον δοκοῦσιν ἁμαρτάνειν, ἐναντίον ὄντα τῷ νόμῳ τοῦ Θεοῦ. ὅτι κλοπῇ ἐκλάπην ἐκ γῆς Ἑβραίων, καὶ ὧδε οὐκ ἐποίησα οὐδέν. τὸ μηδὲν ἐπιχωρίων Αἰγυπτίων ποιεῖν αἰνίσσεται διὰ τοῦ · ὧδε οὐκ ἐποίησα οὐδέν. Αἰγυπτίων δὲ ἔργον ἦν καὶ τὸ συνελθεῖν τῇ τοῦ κυρίου γυναικί. ἀποκριθεὶς δὲ Ἰωσὴφ εἶπεν αὐτῷ · αὕτη σύγκρισις αὐτοῦ · τὰ τρία κανᾶ τρεῖς ἡμέραι εἰσίν. καὶ ἀνωτέρω εἴρηται, οἱ τρεῖς πυθμένες τρεῖς ἡμέραι εἰσίν. οὐκοῦν τὸ, τρεῖς ἡμέραι, καὶ διὰ πυθμένων καὶ διὰ κανῶν παρίσταται · συγχρησαμένης Προνοίας εἰς παράστασιν τριῶν ἡμερῶν οἰκείοις παραδείγμασι τοῦ ἑκατέρου βίου. τοιαῦτα δ’ἂν εὕροις καὶ ἐν ταῖς λοιπαῖς Γραφαῖς · τὸ αὐτὸ δηλούμενον ἀπὸ διαφόρων εἶναι δοκούντων παραδειγμάτων. ἐγένετο δὲ ἐν τῇ ἡμέρᾳ τῇ τρίτῃ, ἡμέρα γενέσεως ἦν Φαραὼ, καὶ ἐποίει πότον πᾶσι τοῖς παισὶν αὐτοῦ. τῶν μὲν πρὸ ἡμῶν ἐτήρησέ τις, ὅτι φαῦλός ἐστιν τὰ γενέσεως τιμῶν πράγματα, καὶ τὴν ἡμέραν τῆς γενέσεως αὐτοῦ ἀποδεχόμενος · ἡμεῖς δὲ βεβαιοῦμεν τὴν διήγησιν, καὶ ἐπὶ τοῦ Ἡρώδου τὸ παραπλήσιον εὑρόντες, ὅτε καὶ θυγάτηρ Ἡρωδιάδος ὠρχήσατο, καὶ ἀπετμήθη Ἰωάννου κεφαλή · καὶ οὐδαμοῦ δίκαιος φαίνεται γενέθλιον ἄγων ἡμέραν. ἐγένετο δὲ μετὰ δύο ἔτη ἡμερῶν, Φαραὼ εἶδεν ἐνύπνιον. ᾤετο ἑστάναι ἐπὶ τοῦ ποταμοῦ, καὶ τὰ ἑξῆς. ἐπὶ τοῖς ῥευστοῖς καὶ ἀβεβαίοις πεποιθὼς ᾤετο ἑστάναι ἐπὶ τοῦ ποταμοῦ, ἀφ’οὗ τὰ δοκοῦντα εὐδαιμονικὰ εἶναι ἀναβαίνει, ὅτε οἱ βόες αὐτοῦ παχεῖς εἰσιν · ἀλλὰ πάντως κατεσθίεται ταῦτα ὑπὸ τῶν χειρόνων. πρὸς δὲ τὸ, ᾤετο, συγκρινεῖς τὸ, ᾤμην ὑμᾶς δεσμεύειν δράγματα. ἐπὶ δὲ δευτέρου ἐνυπνίου, ὥσπερ, φησὶν, ἥλιος, καὶ σελήνη, καὶ οἱ ἀστέρες προσεκύνουν μοι. πάλιντε αὖ μὲν ἀρχιοινοχόος · ἐν τῷ ὕπνῳ μου, φησὶν, ἦν ἄμπελος, καὶ τὰ ἑξῆς · δὲ ἀρχισιτοποιός · ὤμην τρία κανᾶ χονδριτῶν αἴρειν ἐπὶ τῆς κεφαλῆς μου, καὶ τὰ ἑξῆς. τοῦ αὐτοῦ. τὸ μὲν διηγηματικὸν τῆς Γραφῆς πρόσωπόν φησιν · ᾤετο ἑστάναι ἐπὶ τοῦ ποταμοῦ, οὐ παρὰ τὸ χεῖλος τοῦ ποταμοῦ · δὲ Φαραώ φησιν · ὤμην ἑστάναι παρὰ τὸ χεῖλος τοῦ ποταμοῦ, οὐκ ἐπὶ τοῦ ποταμοῦ. τὰ μέντοιγε ἐν Αἰγύπτῳ πράγματα τὰ ἐν τοῖς κοσμικοῖς, ἀπὸ χρηστοτέρων ἀρχόμενα, ὧν σύμβολον εὐθηνία, εἰς πικρότερον καταλήγει, ὧν εὐθηνία καὶ λιμὸς τύπος. τοιοῦτον δέ ἐστι καὶ ἐπὶ τοῦ κατὰ τὸν πλούσιον λόγου θεωρῆσαι. οἱονεὶ γὰρ τὰ ἑπτὰ ἔτη τῆς εὐθηνίας ἦν αὐτῷ, ἀπολαμβάνοντι τὰ ἀγαθὰ αὐτοῦ ἐν τῇ ζωῇ αὐτοῦ, ἐνδεδυμένῳ πορφύραν, καὶ βύσσον, καὶ εὐφραινομένῳ καθ’ἡμέραν λαμπρῶς · λήγει δὲ αὐτῷ εἰς τὰ ἐναντία, ἀπολαμβάνοντι τὰ κακὰ μετὰ τὴν ἐντεῦθεν ἀπαλλαγήν. τοιαῦτα δ’ἂν ἴδοις καὶ ἐπὶ τῶν τὴν πλατείαν καὶ εὐρύχωρον ὁδευόντων, ὧν τὸ τέλος ἀπώλεια · οἷς δὲ ἀρχὴ τὸ στενὸν καὶ τὸ τεθλιμμένον, τὸ τέλος ζωή. διὸ οὐαὶ τοῖς ἐμπεπλησμένοις, ὅτι πεινάσουσι · καὶ τοῖς γελῶσιν, ὅτι κλαύσουσι. μακάριοι οἱ πενθοῦντες καὶ κλαίοντες, ὅτι αὐτοὶ παρακληθήσονται. καὶ ἰδοὺ ὥσπερ ἐκ τοῦ ποταμοῦ ἀνέβαινον ἑπτὰ βόες, καὶ τὰ ἑξῆς. τοῦ Φαραὼ τὰ ἐνύπνια βόες ἦσαν καὶ στάχυες. δι’ὧν γὰρ γεωργεῖται γῆ, καὶ ἅπερ φέρει, προσημαντικὰ εὐθηνίαςτε καὶ ἀφορίας ἐγένετο τῷ βασιλεῖ. ἠγέρθη δὲ Φαραὼ, καὶ ἐνυπνιάσθη τὸ δεύτερον · καὶ ἰδοὺ ἑπτὰ στάχυες ἀνέβαινον ἐν πυθμένι ἑνὶ ἐκλεκτοὶ καὶ καλοί. μὲν Ἰωσὴφ οὐ στάχυας, ἀλλὰ δράγματα εἶδεν · δὲ Αἰγύπτιος οὐ δράγματα, ἀλλὰ στάχυας. καὶ πάλιν μὲν ἀρχιοινοχόος τοὺς τρεῖς πυθμένας βλέπει εἰς τρεῖς ἡμέρας · δὲ βασιλεὺς τοὺς ἐν πυθμένι ἑνὶ ἑπτὰ στάχυας εἰς τὸ συνημμένον τῶν ἑπτὰ ἐνιαυτῶν · καὶ γίνεται τοῦ ἑνὸς ὀνόματος τοῦ πυθμένος διάφορος ἑρμηνεία. εἴποτε οὖν ἄλλως τις διηγεῖται τὴν Γραφὴν, μὴ δοκείτω βιάζεσθαι αὐτήν. καὶ ἔτι τηρητέον, ὅτι ἐπὶ μὲν τῆς εὐθηνίας ἑπτὰ στάχυες ἀναβαίνοντες ἐν πυθμένι ἑνὶ, ἐπὶ δὲ τοῦ λιμοῦ ἑπτὰ μὲν στάχυες, οὐκ ἔτι δὲ ἐν πυθμένι ἑνί · ἄλλος φησίν · ἐν καλάμῳ ἑνί. ἐγένετο δὲ πρωῒ, καὶ ἐταράχθη ψυχὴ αὐτοῦ, καὶ ἀποστείλας ἐκάλεσε πάντας τοὺς ἐξηγητὰς Αἰγύπτου, καὶ πάντας τοὺς σοφοὺς αὐτῆς. ὅλης Αἰγύπτου πῶς ἐκάλεσε τοὺς ἐξηγητὰς καὶ σοφοὺς, ἅμα ζητητέον ὡς πρὸς τὴν λέξιν, καὶ εἰ πρὸς ἀναγωγὴν δεῖται ἐξηγητῶν Αἰγυπτίων Φαραὼ ὡς σοφωτέρων. ὅλης δὲ Αἰγύπτου φαμὲν, ὡς ἀκολούθου τῷ, πάντας τοὺς ἐξηγητὰς Αἰγύπτου, καὶ πάντας τοὺς σοφοὺς αὐτῆς. καὶ διηγήσατο αὐτοῖς Φαραὼ τὸ ἐνύπνιον αὐτοῦ, καὶ οὐκ ἦν ἀπαγγέλλων αὐτὸ τῷ Φαραώ. οὐκ οἶμαι, ὅτι τέλεον ἐσιώπων, ἀλλὰ πάντα μᾶλλον ἔλεγον αὐτὸ τὸ τῆς ἐνυπνίων διηγήσεως. ἀλλ’ἐρεῖ τις · πῶς ᾔδει Φαραὼ πότερον ἐπιτυγχάνουσιν οἱ ἐξηγηταὶ καὶ σοφοὶ Αἰγύπτου διηγούμενοι τὰ ἐνύπνια, μή; ἔλεγε δὲ πρὸς ταῦτα Ἑβραῖος, ὅτι Φαραὼ ἰδὼν τὸ ἐνύπνιον, εἶδε αὐτοῦ καὶ τὴν διήγησιν, ἥτις αὐτοῦ ἀπέπεσε τῆς μνήμης. ἑκάστου οὖν ἀκούων λέγοντος, οὐκ ἀνεμιμνήσκετο οὗ ᾔδει ἑωρακέναι. διὰ τοῦτο δὲ ἐξεπλάγη τὸν Ἰωσὴφ, καὶ ἀθρόως αὐτὸν προήγαγεν εἰς τὸ πιστεῦσαι τὴν πᾶσαν Αἴγυπτον, καὶ τὸν σῖτον αὐτῆς, καὶ τὴν σωτηρίαν τῶν Αἰγυπτίων, αὐτῷ · ἐπεὶ ἅμα γε ἐκδιηγήσατο τὰ ὀνείρατα, καὶ οὗτος ὑπεμνήσθη τὰ αὐτὰ εἶναι τὰ προδεδηλωμένα αὐτῷ. ἀποκριθεὶς δὲ Ἰωσὴφ τῷ Φαραὼ, εἶπεν · ἄνευ τοῦ Θεοῦ οὐκ ἀποκριθήσεται τὸ σωτήριον Φαραώ. εὔλογος Ἰωσὴφ ἐν προοιμιάζεται ἀπὸ Θεοῦ. τήρει δὲ, ὅτι πρὸς μὲν τὴν γυναῖκα εἶπε · καὶ ποιήσω τὸ ῥῆμα τὸ πονηρὸν τοῦτο, καὶ ἁμαρτήσομαι ἐναντίον τοῦ Θεοῦ. ἀλλὰ καὶ πρὸς τοὺς ἐν τῇ φυλακῇ εὐνούχους φησίν · οὐχὶ διὰ τοῦ Θεοῦ διασάφησις αὐτῶν ἐστι; καὶ εἶπε Φαραὼ πᾶσι τοῖς παισὶν αὐτοῦ · μὴ εὑρήσομεν ἄνθρωπον τοιοῦτον, ὃς ἔχει πνεῦμα Θεοῦ ἐν ἑαυτῷ; μεῖζον κατὰ ἄνθρωπον ἰδὼν Φαραὼ τὸ τὴν ἐκπεσοῦσαν τῆς μνήμης αὐτοῦ λύσιν τοῦ ὀνείρατος σεσαφηνίσθαι ὑπὸ τοῦ Ἰωσὴφ, πνεῦμα εἶπε Θεοῦ ἔχειν αὐτὸν ἐν ἑαυτῷ. τοῦ αὐτοῦ. ἠναγκάσθη καὶ Φαραὼ ἕνα εἰπεῖν Θεόν · καὶ τούτῳ δὲ συνᾴδει τὸ περὶ τῆς λύσεως τοῦ ὀνείρατος προαποδεδομένον. καὶ ἐκήρυσσεν ἔμπροσθεν αὐτοῦ κήρυξ. τὸ Ἑβραϊκὸν ἔχει Ἀβρὴχ, κυρίως σημαίνει, πατὴρ ἁπαλός. εἰκότως πατέρα ἁπαλὸν ἐκάλεσε τὸν Ἰωσὴφ, ἐπειδήπερ ἁπαλὸς ὢν κατὰ τὴν ἡλικίαν, ὡς πατὴρ σωτήριον ἀρχὴν Αἰγυπτίοις ἐνεδείξατο. δηλοῖ δὲ οὐδὲν λέξις, τὸ γονατίζειν. φανερὰ γάρ ἐστιν φωνὴ τοῦ κήρυκος. καὶ ἐκάλεσε Φαραὼ τὸ ὄνομα Ἰωσὴφ Ψονθομφανήχ. Ψομθομφανὴχ ἑρμηνεύεται, ἀπεκαλύφθη τὸ μέλλον. Ἀκύλας, Σαφαμφανή · Σύμμαχος, Σαφθφανὴ, κεκρυμμένα ἀπεκάλυψε. καὶ ἔδωκεν αὐτῷ τὴν Ἀσενὲθ θυγατέρα Πετεφρῆ ἱερέως Ἡλιουπόλεως αὐτῷ γυναῖκα. τὸ μὲν Φουτιφὰρ ἐν ὀνόματι τοῦ πατρός ἐστι τῆς γαμηθείσης τῷ Ἰωσήφ. οἰήσεται δέ τις ἕτερον εἶναι τοῦτον παρὰ τὸν ὠνησάμενον τὸν Ἰωσήφ. οὐ μὴν οὕτως ὑπειλήφασιν Ἑβραῖοι · ἀλλ’ἐξ ἀποκρύφου λέγουσι τὸν αὐτὸν εἶναι, καὶ δεσπότην καὶ πενθερὸν γενέσθαι. καὶ φασὶ ταύτην τὴν Ἀσενὲθ διαβεβληκέναι τὴν μητέρα παρὰ τῷ πατρὶ ὡς ἐπιβουλεύσασαν τῷ Ἰωσὴφ, καὶ οὐκ ἐπιβουλευθεῖσαν. ἣν δὲ ἐκδέδωκε τῷ Ἰωσὴφ, δεῖξαι σπουδάσας καὶ τοῖς Αἰγυπτίοις, ὅτι μηδὲν τοιοῦτον ἡμάρτηται εἰς τὸν οἶκον αὐτοῦ. ἐκάλεσε δὲ Ἰωσὴφ τὸ ὄνομα τοῦ πρωτοτόκου Μανασσῆ, ὅτι ἐπιλαθέσθαι ἐποίησέ με Θεὸς πάντων τῶν πόνων μου, καὶ πάντων τῶν τοῦ πατρός μου. τὸ μὲν πάντων ἐπιλαθέσθαι τῶν πόνων τοῦ Θεοῦ τοῦτο ποιήσαντος, σαφῶς καλόν ἐστιν · εἰ δὲ καὶ πάντων τῶν τοῦ πατρὸς αὐτοῦ Ἰακὼβ Ἰωσὴφ ἐπελάθετο, καὶ τοῦτο ποιήσαντος τοῦ Θεοῦ αὐτῷ, ζητητέον. οὐ γὰρ Θεὸς ποιεῖ ἐπιλαθέσθαι τὸν Ἰωσὴφ λόγων τοῦ Ἰακὼβ, καὶ υἱῶν αὐτοῦ · εἰ μὴ ἄρα πόνων αὐτοῦ, ἵν’ ἀπὸ κοινοῦ τὸ, πόνων, οὕτως · πάντων τῶν πόνων μου καὶ πάντων τῶν τοῦ πατρὸς πόνων. τὸ ὄνομα τοῦ δευτέρου ἐκάλεσεν Ἐφραῒμ, ὅτι ηὔξησέ με Θεὸς ἐν γῇ ταπεινώσεώς μου. μυστικῶς πνευματικὴ Αἴγυπτος γῆ ταπεινώσεώς ἐστι τοῦ δικαίου · παρὸ παρὰ τῷ Ἀποστόλῳ λέγεται · τὸ σῶμα τῆς ταπεινώσεως ἡμῶν · καὶ ἐν Ψαλμοῖς · ἐταπεινώθη εἰς χοῦν ζωὴ ἡμῶν · καὶ πάλιν · ἐταπείνωσας ἡμᾶς ἐν τόπῳ κακώσεως. Ἰωσὴφ δὲ ἦν ἄρχων τῆς Αἰγύπτου. οὗτος ἐπώλει παντὶ τῷ λαῷ τῆς γῆς. ἐλθόντες δὲ οἱ ἀδελφοὶ Ἰωσὴφ προσεκύνησαν αὐτῷ ἐπὶ πρόσωπον ἐπὶ τὴν γῆν. διὰ τὸ μὴ εἶναι λαοὺς τῆς γῆς τοὺς υἱοὺς Ἰακὼβ, οὐκ ἐπώλει αὐτοῖς · ἀπεδίδου δὲ τὰ ἀργύρια δίς. ἔπρεπε γὰρ τοὺς υἱοὺς Ἰσραὴλ προῖκα λαμβάνειν τὸν σῖτον. τοῦ αὐτοῦ. χαριέντως περὶ τῶν αὐτῶν, ὅτε μὲν ἀγοράζουσι, φησὶν, υἱοὶ Ἰσραήλ · ὅτε δὲ προσκυνοῦσιν Ἰωσὴφ, οἱ ἀδελφοὶ Ἰωσήφ. πλὴν Βενιαμὶν οὔτε τὸν Ἠσαῦ οὔτε τὸν Ἰωσὴφ προσκυνεῖ. διὸ ἐν τῇ μερίδι αὐτοῦ γίνεται ναός. ναὶ, ἐν ἁμαρτίαις γάρ ἐσμεν περὶ τοῦ ἀδελφοῦ ἡμῶν, ὅτι ὑπερείδομεν τὴν θλίψιν τῆς ψυχῆς αὐτοῦ, ὅτε κατεδέετο. κατὰ τὸ σιωπώμενον κατεδέετο · οὐ γὰρ ἀναγέγραπται πῶς κατεδέετο. ἀποκριθεὶς Ῥουβὶμ, εἶπεν αὐτοῖς · οὐκ ἐλάλησα ὑμῖν, λέγων, μὴ ἀδικήσητε τὸ παιδάριον ; καὶ οὐκ εἰσηκούσατέ μου. καὶ ἰδοὺ τὸ αἷμα αὐτοῦ ἐκζητεῖται. ἐν τοῖς ἀνωτέρω λέλεκται, ὅτι μὴ παρόντος τοῦ Ῥουβὶμ πέπραται τοῖς Ἰσμαηλίταις Ἰωσὴφ, καὶ μετὰ τὸ πραθῆναι αὐτὸν ἀνέστρεψεν Ῥουβὶμ ἐπὶ τὸν λάκκον, καὶ οὐχ ὁρᾷ τὸν Ἰωσὴφ ἐν τῷ λάκκῳ, καὶ διέρρηξε τὰ ἱμάτια αὑτοῦ · καὶ ἐπέστρεψεν πρὸς τοὺς ἀδελφοὺς αὑτοῦ, καὶ εἶπε · τὸ παιδάριον οὐκ ἔστιν · ἐγὼ δὲ ποῦ πορεύσομαι ἔτι; καὶ οὐ φαίνεται μεμαθηκὼς παρὰ τῶν ἀδελφῶν περὶ τοῦ Ἰωσὴφ, ὅτι ἐπράθη. μήποτε οὖν, οἰόμενος ἀνῃρῆσθαι αὐτὸν, νῦν φησι τὸ, ἰδοὺ αἷμα αὐτοῦ ἐκζητεῖται. εἶπε δὲ Ἰούδας πρὸς Ἰσραὴλ τὸν πατέρα αὑτοῦ · ἀπόστειλον τὸ παιδάριον μετ’ἐμοῦ, καὶ ἀναστάντες πορευσόμεθα ἵνα ζῶμεν. μήποτε προφητεύει, ὅτι ἤμελλε μετὰ τῆς Ἰούδα φυλῆς εἶναι Βενιαμίν. ἐγὼ δὲ ἐκδέχομαι αὐτόν · ἐκ χειρός μου ζήτησον αὐτὸν, ἐὰν μὴ ἀγάγω αὐτὸν πρὸς σὲ, καὶ τὰ ἑξῆς. μηδὲν τῶν δυνατῶν γενέσθαι ὡς ἀνθρώπῳ τῷ Βενιαμὶν λογισάμενος Ἰούδας, προφητικῶς, οἶμαι, τῷ πατρὶ ἐπαγγέλλεται. λάβετε ἀπὸ τῶν καρπῶν τῆς γῆς ἐν τοῖς ἀγγείοις ὑμῶν, καὶ κατάγετε τῷ ἀνθρώπῳ δῶρα τῆς ῥητίνης, καὶ τοῦ μέλιτος, θυμίαμάτε καὶ στακτὴν, καὶ τερέβινθον, καὶ κάρυα. ἀπὸ τῶν καρπῶν τῆς γῆς φέρεται τῷ Ἰωσὴφ δῶρα, οὐκ ἔχει Αἴγυπτος · ἔστι δὲ ῥητίνη, μέλι, θυμίαμα, στακτὴ, τερέβινθος, κάρυα · καὶ ἀνωτέρω δὲ, καὶ αἱ κάμηλοι ἔγεμον θυμιαμάτων, ῥητίνης, στακτῆς, ἀλλ’οὐχὶ καὶ μέλιτος, καὶ τερεβίνθου, καὶ καρύων. τοῦ αὐτοῦ. τρία εἴδη μετὰ Ἰωσὴφ κατάγουσι Μαδιηναῖοι εἰς Αἴγυπτον, οἷς ἄλλα τρία προσθέντες οἱ υἱοὶ Ἰακὼβ φέρουσι τῷ Ἰωσήφ. πλὴν σπέρμα Ἀβραὰμ καὶ τὰ πρότερα φέρουσι, καὶ τὰ δεύτερα. καὶ ἔδει τὰ μὲν ὑποδεέστερα ἀπὸ τῶν νόθων τοῦ Ἀβραὰμ φέρεσθαι παίδων, τὰ δὲ πλείονα, ἀπὸ τῶν γνησίων, ὡς τῆς Αἰγύπτου χρείαν τούτων ἐχούσης. εἶπαν · διὰ τὸ ἀργύριον τὸ ἀποστραφὲν ἐν τοῖς μαρσίποις τὴν ἀρχὴν ἡμεῖς εἰσαγόμεθα · τοῦ συκοφαντῆσαι ἡμᾶς, καὶ ἐπιθέσθαι ἡμῖν, τοῦ λαβεῖν ἡμᾶς εἰς παῖδας, καὶ τοὺς ὄνους ἡμῶν. ἀπίθανον τὸ, ἐν τοιαύτῃ νομίζοντας εἶναι περιστάσει, περὶ τῶν ὄνων φροντίζειν, εἰ μὴ ἀλληγορεῖται. εἶπε δὲ αὐτοῖς · ἵλεως ὑμῖν, μὴ φοβεῖσθε. ἔοικεν ἐπὶ τοῦ οἴκου τοῦ Ἰωσὴφ ἄνθρωπος ταῦτα εἰρηκέναι, ὠφεληθεὶς εἰς θεοσέβειαν παρὰ τοῦ Ἰωσήφ. ἐμεγαλύνθη δὲ μερὶς Βενιαμὶν παρὰ τὰς μερίδας πάντων πενταπλασίως πρὸς τὰς ἐκείνων. ἐμεγαλύνθη διὰ τὴν Ἱερουσαλὴμ, ὡς τύπος τοῦ ἀποστόλου Παύλου. καὶ Ἰησοῦς δὲ τῆς φυλῆς ὢν Ἐφραῒμ διεμέρισε ταῖς ἄλλαις φυλαῖς τὴν γῆν. ἀπέστειλε γάρ με Θεὸς ἔμπροσθεν ὑμῶν, ὑπολείπεσθαι ὑμῖν κατάλειμμα. ἐπείπερ Θεὸς ἀπέστειλε διὰ τὴν τῶν πολλῶν ζωὴν τὸν Ἰωσὴφ ἔμπροσθεν τῶν ἀδελφῶν αὐτοῦ εἰς Αἴγυπτον, δηλονότι Θεὸς ἀποστέλλων αὐτὸν εἰς Αἴγυπτον, συγκατεχρήσατο τῷ ζήλῳ καὶ τῇ προαιρέσει τῶν ἀδελφῶν αὐτοῦ εἰς τὴν περὶ τοῦ Ἰωσὴφ ἐπὶ ζωῇ πολλῶν οἰκονομίαν. οὐκοῦν ἔσθ’ὅτε συγχρώμενος ἑτέρων ἁμαρτίαις Θεὸς, οἰκεῖα βουλεύεται ἐπὶ ἄλλων σωτηρίᾳ. νῦν οὖν οὐχ ὑμεῖς με ἀπεστάλκατε ὧδε, ἀλλ’ Θεὸς, καὶ ἐποίησέ με ὡς πατέρα Φαραὼ, καὶ κύριον παντὸς τοῦ οἴκου αὐτοῦ, καὶ ἄρχοντα πάσης γῆς Αἰγύπτου. ἄρχων τῶν σωματικῶν πραγμάτων, καὶ μηδαμῶς αὐτοῖς εἴκων, λέγοιτ’ἂν τὸ, Ἐποίησέ με Θεὸς πάσης τῆς γῆς Αἰγύπτου κύριον. καὶ μὴ φείσησθε τοῖς ὀφθαλμοῖς τῶν σκευῶν ὑμῶν. τὰ γὰρ πάντα ἀγαθὰ Αἰγύπτου ὑμῶν ἔσται. εἴ τι ὑπάρχει ἐν τῇ τροπικῶς καλουμένῃ Αἰγύπτῳ, οὐκ Αἰγυπτίων ἐστὶν, ἀλλὰ τοῦ Ἰσραήλ. διὰ τοῦτο καὶ ἐν τῇ ἐξόδῳ συσκευάζουσιν Ἑβραῖοι τοὺς Αἰγυπτίους, καὶ λαμβάνουσι σκεύη χρυσᾶ καὶ ἀργυρᾶ, καὶ εἴ τι ἀγαθὸν ἐν Αἰγύπτῳ ἦν. καὶ ἐγὼ ἀναβιβάσω σε εἰς τέλος. πρέπουσα ἐπαγγελία τῷ Θεῷ, οὐ μόνον ἀναβιβάζειν, ἀλλὰ καὶ ἐπὶ τέλος φέρειν τὸν ἀναβιβαζόμενον. τοῦ αὐτοῦ. πρὸς τοὺς ἀπὸ τῆς Πεντατεύχου ζητοῦντας τὴν μετὰ ταῦτα ζωὴν φήσομεν · ἐπείπερ ἀψευδής ἐστιν εἰπὼν, ἀναβιβάσω σε, ἀνεβίβασεν ἐν τῇ ζωῇ ταύτῃ ὕστερον, καὶ μετὰ τὴν ἔξοδον ἀνεβίβασεν αὐτὸν, ὅτε μετὰ τοῦτο Ἰωσὴφ ἐπέβαλε τὰς ἑαυτοῦ χεῖρας τοῖς ὀφθαλμοῖς τοῦ σώματος Ἰακώβ. ἀνεβίβασεν δὲ Θεὸς, ἀνάγων μετὰ τὸ τέλος τοῦ βίου ἐπὶ τὸ παρ’ἑαυτῷ τέλος τὸν Ἰσραήλ. ἀνέστη δὲ Ἰακὼβ ἀπὸ τοῦ φρέατος τοῦ ὅρκου, καὶ ἀνέλαβον υἱοὶ Ἰσραὴλ Ἰακὼβ τὸν πατέρα αὐτῶν. μὲν ἐλθὼν ἐπὶ τὸ φρέαρ τοῦ ὅρκου Ἰσραήλ ἐστι, φέρων μετὰ πάντων τῶν αὐτοῦ, οἶμαι, Ἰακώβ · δὲ ἀνιστάμενος ἀπὸ τοῦ φρέατος τοῦ ὅρκου, Ἰακώβ ἐστιν · ἐδεῖτο γὰρ ἀναστάσεως οὐχ Ἰσραὴλ, ἀλλ’ Ἰακώβ. εἶτα μετὰ τοῦτο, δεόμενον ἀναλήψεως Ἰακὼβ πατέρα ἀνειλήφασιν υἱοὶ οὐχὶ Ἰακὼβ, ἀλλ’Ἰσραήλ. τοῦ αὐτοῦ. ἀπέστειλε Φαραὼ ἁμάξας ἆραι οὐ τὸν Ἰσραὴλ, ἀλλὰ τὸν Ἰακώβ. εἰσῆλθεν εἰς Αἴγυπτον, οὐ κατέβη Ἰακώβ. τῷ γὰρ Ἰσραὴλ εἴρηται, μὴ φοβοῦ καταβῆναι εἰς Αἴγυπτον. εἰσῆλθεν εἰς Αἴγυπτον Ἰακὼβ, καὶ πᾶν τὸ σπέρμα αὐτοῦ μετ’αὐτοῦ. σπέρμα μὲν νῦν τοῦ Ἰακὼβ λέλεκται · ἀνωτέρω δὲ υἱοὶ Ἰσραήλ. πλὴν εἴπερ Ἰακὼβ, καὶ πᾶν τὸ σπέρμα αὐτοῦ εἰσῆλθεν εἰς Αἴγυπτον, οὐκ εἰσῆλθεν δὲ Ἢρ, καὶ Αὐνὰν, οὐκ ἦσαν σπέρμα τοῦ Ἰακώβ. θυγατέρες καὶ θυγατέρες τῶν θυγατέρων αὐτοῦ. δηλονότι τὰς θυγατέρας ἔχων μεθ’ἑαυτοῦ, καὶ τοὺς γαμβροὺς συνεπάγετο. οὐ γὰρ ἠνείχετο ἔξω τῆς οἰκίας αὑτοῦ ἀποστέλλειν τὰς θυγατέρας, μήπως τραπεῖεν εἰς εἰδωλολατρείαν. τοῦ αὐτοῦ. εἰ μὴ ἔχει θυγατέρας Ἰακὼβ, πῶς αἱ θυγατέρες αὐτοῦ καταβαίνουσιν εἰς Αἴγυπτον; μὴ τοίνυν ἀλληγορεῖται. ἑξῆς δὲ λέγει ἐκ Λείας εἶναι, καὶ θυγατέρας λγʹ Δίνας ὀνομασθείσης. ταῦτα δὲ τὰ ὀνόματα τῶν υἱῶν Ἰσραὴλ, τῶν εἰσελθόντων εἰς Αἴγυπτον. υἱῶν, οὐκ Ἰακὼβ, ἀλλ’Ἰσραὴλ, εἰσελθόντων, οὐ καταβάντων εἰς Αἴγυπτον, τὰ ὀνόματα ταῦτά ἐστιν. πρωτότοκος Ἰακὼβ, Ῥουβὴμ, καὶ τὰ ἑξῆς. ἀνωτέρω εἰπὼν τὰ ὀνόματα τῶν υἱῶν εἶναι τοῦ Ἰσραὴλ, νῦν τοῦ Ἰακὼβ εἶναι πρωτότοκόν φησι τὸν Ῥουβήμ. τοῦ αὐτοῦ. σημειωτέον, ὅτι σὺν τοῖς γενομένοις ἐν γῇ Χαναὰν υἱοῖς Ἰακὼβ ἀριθμεῖ αὐτοὺς καὶ τοὺς ἐν Αἰγύπτῳ ὄντας υἱοὺς Ἰωσήφ. συμβάλλεται γὰρ τοῦτο εἰς τὸ ἑξῆς ῥητὸν περὶ τὰ τέλη, ἔνθα φησίν · ἐμοί εἰσιν Ἐφραῒμ καὶ Μανασσῆ, ὡς Ῥουβὴμ καὶ Συμεών. καὶ εἶπεν Ἰσραὴλ πρὸς Ἰωσήφ · ἀποθανοῦμαι ἀπὸ τοῦ νῦν, ἐπεὶ ἑώρακα τὸ πρόσωπόν σου. ἔτι γὰρ σὺ ζῇς. θαυμαστόν ἐστι τὸν γενόμενον ἐν Αἰγύπτῳ μὴ βλαβῆναι ἀπὸ τῶν Αἰγυπτίων, καὶ μεῖναι ἐν τῇ κατὰ Θεὸν ζωῇ. διόπερ θαυμάζων Ἰακὼβ, εἶπε τῷ Ἰωσὴφ τὸ, ἔτι γὰρ σὺ ζῇς. ποιμένες προβάτων οἱ παῖδές σου ἐκ παιδὸς ἕως τοῦ νῦν. εἶπαν δὲ Φαραώ · παροικεῖν ἐν τῇ γῇ ἥκαμεν. παρρησιάζονται τὸ ποιμένες εἶναι πρὸς τὸν Φαραώ. εἶτα, ἵνα μὴ ταραχθῇ Φαραὼ, φασίν · παροικεῖν ἐν τῇ γῇ ἥκαμεν. εἶπε δὲ Φαραὼ τῷ Ἰωσὴφ, λέγων · κατοικείτωσαν ἐν γῇ Γεσέμ. ἐπειδὴ ἐν τοῖς τετραπλοῖς, ἐξ ὧν καὶ τὸ ἀντίγραφον μετελήφθη πρὸς τὸν εἱρμὸν τὸν ἐν τῷ Ἑβραϊκῷ καὶ ταῖς ἄλλαις ἐκδόσεσι, δείκνυται καὶ τῶν Ἑβδομήκοντα ἔν τισι τόποις μετατεθεῖσα, ὡς τὰ πρῶτα ὕστερα, καὶ τὰ ὕστερα πρῶτα γενέσθαι · ὅπερ καὶ ἐνταῦθα εὑρέθη παθοῦσα · τούτου χάριν παρεθήκαμεν ἀκολουθίαν. ἔστι δὲ αὕτη · τῷ, κατοικήσομεν οἱ παῖδές σου ἐν γῇ Γεσὲμ, συνάπτεται τὸ, εἶπε δὲ Φαραὼ τῷ Ἰωσήφ · κατοικείτωσαν ἐν γῇ Γεσέμ. εἰ δὲ ἐπίστῃ, ὅτι εἰσὶν ἐν αὐτοῖς · καὶ τὰ ἑξῆς. εἰ δὲ ἐπίστῃ ὅτι εἰσὶν ἐν αὐτοῖς δυνατοὶ, κατάστησον αὐτοὺς ἄρχοντας τῶν ἐμῶν κτηνῶν. τοὺς τοῦ Ἰσραὴλ δυνατοὺς Φαραὼ βούλεται ἄρχοντας καταστῆσαι Αἰγυπτίων κτηνῶν. εἴ τις δέ ἐστι τοῦ Ἰσραὴλ δυνατὸς, φευγέτω τὸ ἐπὶ τούτοις βούλημα. καὶ εὐλογήσας Ἰακὼβ τὸν Φαραὼ, ἐξῆλθεν ἀπ’αὐτοῦ. οὐκ ἂν, δίκαιον εὐλογήσας, ἀπ’αὐτοῦ ἐξῆλθε. ζητητέον δὲ εἴποτε ἅγιόν τις εὐλογήσας ἀπῆλθεν ἀπ’αὐτοῦ. καὶ ἐνθάδε μὲν εὐλογῶν ἐξέρχεται · ἀνωτέρω δὲ Ἰακὼβ εὐλογίας τυχὼν εἰσέρχεται. καὶ εἰσήνεγκεν Ἰωσὴφ πᾶν τὸ ἀργύριον εἰς τὸν οἶκον Φαραώ. καὶ ποῦ ἔδει πᾶν τὸ Αἰγύπτου ἀργύριον καὶ Χαναὰν γενέσθαι, ἐν τῷ οἴκῳ Φαραώ; ἤγαγον δὲ τὰ κτήνη αὐτῶν πρὸς Ἰωσὴφ, καὶ ἔδωκεν αὐτοῖς Ἰωσὴφ ἄρτους ἀντὶ τῶν ἵππων, καὶ ἀντὶ τῶν προβάτων, καὶ ἀντὶ τῶν βοῶν, καὶ ἀντὶ τῶν ὄνων. οὐκ ὠμῶς τοῦτο ποιεῖ Ἰωσὴφ, ἀλλ’ἵνα μὴ κάμωσι τὰ κτήνη τρέφοντες, καὶ ἵνα μετὰ ταῦτα χάριν αὐτὰ δέξωνται παρὰ τοῦ Φαραώ. καὶ οὐχ ὑπολείπεται ἡμῖν ἐναντίον τοῦ Κυρίου ἡμῶν τὸ ἴδιον σῶμα καὶ γῆ ἡμῶν. ἐπεὶ περὶ τῶν ἁμαρτωλῶν λέγεται τὸ, διὰ τὸ εἶναι αὐτοὺς σάρκας · διὰ τοῦτο καὶ νῦν Αἰγύπτιοι, ὡς σάρκες, ὑπολελεῖφθαί φασιν αὑτοῖς οὐχὶ ψυχὴν, ἀλλὰ τὸ ἴδιον σῶμα καὶ τὴν γῆν αὑτῶν. τοῦτο δὲ νομιστέον ὑπὸ πάντων τῶν ἀλλοτρίων τοῦ Θεοῦ λέγεσθαι. ἵνα οὖν μὴ ἀποθάνωμεν ἐναντίον σου, καὶ γῆ ἐρημωθῇ, κτῆσαι ἡμᾶς καὶ τὴν γῆν ἡμῶν. ἐναντίον τοῦ Φαραὼ θέλουσιν οἱ Αἰγύπτιοι ζῇν, οὐκ ἐναντίον Θεοῦ. τοῦ αὐτοῦ. κτῆμα βούλονται οἱ Αἰγύπτιοι γενέσθαι τοῦ Φαραὼ, ὡς οἱ ἅγιοι τοῦ Θεοῦ. ἐπεκράτησε γὰρ αὐτῶν λιμός. δηλονότι τῶν Αἰγυπτίων · οὐ γὰρ ἂν εἴρηται περὶ τοῦ Ἰσραὴλ, ὅτι ἐπεκράτησεν αὑτῶν λιμός. καὶ ἐνισχύσας Ἰακὼβ ἐκάθισεν ἐπὶ τὴν κοίτην. ἐνισχύσας ἐκάθισεν, ἵνα τοὺς ἐνθέους εἴπῃ λόγους οἶμαι γὰρ τὸν μὲν Ἰακὼβ ἠνωχλῆσθαι, τὸν δὲ Ἰσραὴλ ἐνισχυκέναι, ὃς καὶ εὐλόγησε τοὺς υἱοὺς Ἰωσὴφ, καὶ τὰ ἑξῆς, ἐν οἷς οὐκ ὀνομάζεται ἐπὶ τῶν παιδίων Ἰακώβ. καὶ εἶπέ μοι · ἰδοὺ ἐγὼ αὐξανῶ σε, καὶ πληθυνῶ σε. ἤτοι οὐκ αὔξει ἀσεβὴς, οὐκ ἀπὸ Θεοῦ αὔξει. τὸ δ’ὅμοιον ἐρεῖς καὶ διὰ τὸ, πληθυνῶ. θεὸς γὰρ εὐλογῶν ταῦτά φησιν. ἐμοί εἰσιν Ἐφραῒμ καὶ Μανασσῆς · ὡς Ῥουβὴμ καὶ Συμεὼν ἔσονταί μοι. ὡς Ῥουβὴμ, καὶ Ἐφραΐμ · ἀμφότεροι γὰρ πρωτότοκοι · ὡς Μανασσῆς, καὶ Συμεών · ἑκάτερος γὰρ τῇ μητρὶ αὐτῶν δεύτερος. τὰ δὲ ἔκγονα, ἐὰν γεννήσῃς μετὰ ταῦτα, ἔσονται ἐπὶ τῷ ὀνόματι τῶν ἀδελφῶν αὑτῶν · κληθήσονται ἐν τοῖς ἐκείνων κλήροις. οἱ ἐσόμενοι, φησὶν, ἕτεροι παῖδές σου ταῖς ἐπωνύμοις φυλαῖς τῶν ἀδελφῶν αὑτῶν ταχθήσονται ἐν τῇ κληροδοσίᾳ. ἰδὼν δὲ Ἰσραὴλ τοὺς υἱοὺς Ἰωσὴφ, εἶπε · τίνες σοι οὗτοι; καὶ τὰ ἑξῆς. δόξει ἐναντίον τῷ, ἰδὼν δὲ Ἰσραὴλ τοὺς υἱοὺς Ἰωσὴφ, τὸ, οἱ ὀφθαλμοὶ Ἰακὼβ ἐβαρυώπησαν ἀπὸ τοῦ γήρους · εἰ μή πού ἐστι ταὐτὸν τῷ, τοὺς ὀφθαλμοὺς μὴ δύνασθαι βλέπειν, τὸ ἰδεῖν τὸν Ἰσραὴλ τὸ σπέρμα τοῦ Ἰωσὴφ, τοῦ Θεοῦ δείξαντος αὐτῷ τὰ γενησόμενα. ἐκτείνας δὲ Ἰσραὴλ τὴν χεῖρα τὴν δεξιὰν, ἐπέβαλεν ἐπὶ τὴν κεφαλὴν Ἐφραΐμ. ὅτι παρηκολούθουν οἱ προφῆται νοοῦντες περὶ ὧν προεφήτευον. ἀμέλει μετὰ ταῦτα τῶν δέκα φυλῶν ἐξῆρχεν τοῦ Ἐφραῒμ φυλή. ἐξ αὐτοῦ γὰρ μακάριος Ἰησοῦς τοῦ Ναυῆ, ἀληθινὸς τύπος ὢν τοῦ Χριστοῦ, κατήγετο ἐν τοῖς ἀριθμοῖς. διὸ καὶ τοῦ Ἰωσὴφ εὐλογία ἐπ’αὐτὸν ἀναφέρεται. ποιήσαι σε Θεὸς ὡς Ἐφραῒμ, καὶ ὡς Μανασσῆ · καὶ ἔθηκε τὸν Ἐφραῒμ ἔμπροσθεν τοῦ Μανασσῆ. εὐκαίρως χρήσῃ τῷ ῥητῷ περὶ τοῦ ἐν προσευχῇ ἔμπροσθεν ἑστάναι τὸν τιμιώτερον. κάμψας κατεκλίθης ὡς λέων, καὶ ὡς σκύμνος. τὸν κατ’οἰκονομίαν θάνατον σημαίνει τὸ, κατεκλίθης. λέων ἐστὶν Χριστὸς τοῖς τελείως ἀποθηριωθεῖσι · τοῖς δὲ ἔτι εἰσαγωγικοῖς σκύμνος.