Origen

Commentary on Matthew

τὴν οὖν πρώτην ἐρωτηθεὶς ἐπήγαγε καὶ τὴν δευτέραν, οὐδὲν αὐτῆς ἀποδέουσαν. εἰ δὲ ἔστι τις πρώτη ἐντολὴ καὶ ἄλλη δευτέρα, εἴη ἄν τις καὶ τρίτη καὶ ἄλλη τετάρτη καὶ καθεξῆς. (ἀκούσαντες γὰρ) γεγραμμένου ἐν τῷ νόμῳ περὶ τῶν θείων ῥημάτων ὅτι ἀφάψατε αὐτὰ ἐπὶ τῆς χειρὸς ὑμῶν, καὶ ἔσται ἀσάλευτα πρὸ ὀφθαλμῶν ὑμῶν οἱ τὰ ἔργα αὐτῶν ποιοῦντες πρὸς τὸ θεαθῆναι τοῖς ἀνθρώποις, γράψαντές τινα τοῦ νόμου ῥητὰ εἰς περικομμάτια διφθερίων δύο καὶ περιδήσαντες τὸ μὲν ἕτερον φοροῦσιν ὡς στέφανον ἐπὶ τῆς κεφαλῆς τιθέντες κατὰ τοῦ μετώπου τὸ γεγραμμένον, τὸ δὲ ἕτερον κατὰ τοῦ βραχίονος τῆς ἑτέρας τῶν χειρῶν · καὶ καλοῦσι ταῦτα φυλακτήρια. οὕτω δὲ καὶ περὶ κρασπέδου τι εὑρόντες ἐν τῷ Δευτερονομίῳ οἴονται τηρεῖν τὸν νόμον κράσπεδόν τι ποιήσαντες ἐπί τινος κλώσματος φοροῦσιν ἐπὶ τοῖς ἐνδύμασι. οὐ δύνανται γὰρ τὸν ἐν τοῖς δώδεκα τεταγμένον Ζαχαρίαν υἱὸν Βαραχίου ἀνῃρηκέναι οἱ νῦν ὑπὸ τοῦ σωτῆρος ὀνειδιζόμενοι. ἀλλ’εἰκὸς Ζαχαρίαν νῦν λέγεσθαι τὸν Ἰωάννου πατέρα, περὶ οὗ ἀπὸ μὲν γραφῶν δεῖξαι οὐκ ἔχομεν οὔτε ὅτι υἱὸς ἦν Βαραχίου, οὔτε ὅτι οἱ γραμματεῖς καὶ οἱ Φαρισαῖοι ἐφόνευσαν αὐτὸν μεταξὺ τοῦ ναοῦ καὶ τοῦ θυσιαστηρίου. ἀλλ’ἦλθεν εἰς ἡμᾶς τοιαύτη τις παράδοσις, ὡς ἄρα ὄντος τινὸς περὶ τὸν ναὸν τόπου, ἔνθα ἐξῆν τὰς μὲν παρθένους εἰσιέναι καὶ προσκυνεῖν τῷ θεῷ, τὰς δὲ ἤδη πεπειραμένας κοίτην ἀνδρὸς οὐκ ἐπέτρεπον ἐν ἐκείνῳ. οὖν Μαρία μετὰ τὸ γεννῆσαι τὸν σωτῆρα ἐλθοῦσα προσκυνῆσαι ἔστη ἐν τῷ τόπῳ τῶν παρθένων. καὶ κωλυόντων τῶν εἰδότων αὐτὴν γεννήσασαν Ζαχαρίας ἔλεγε τοῖς κωλύουσιν ἀξίαν αὐτὴν εἶναι τοῦ τόπου τῶν παρθένων ἔτι παρθένον οὖσαν. ὡς οὖν σαφῶς παρανομοῦντα καὶ εἰς τὸν τόπον τῶν παρθένων ἐπιτρέποντα γυναῖκα γίνεσθαι ἀπέκτειναν μεταξὺ τοῦ ναοῦ καὶ τοῦ θυσιαστηρίου οἱ τῆς γενεᾶς ἐκείνης. ὀνειδίζονται γοῦν ὑπὸ τοῦ σωτῆρος οὐχ ὡς υἱοὶ τῶν τοὺς προφήτας ἀποκτεινάντων καὶ τὸν Ζαχαρίαν μετὰ τῶν προφητῶν, ἀλλ’ὡς αὐτοὶ φονεύσαντες. οὐ θαυμαστὸν δέ, εἰ ἔτυχεν ὥσπερ ὁμωνύμους εἶναι τὸν πατέρα Ἰωάννου Ζαχαρίαν τοῦ ἐν τοῖς δώδεκα. οὕτω καὶ τὸν πατέρα τοῦ πατρός. εἰ γὰρ καὶ ὤφθη τισὶν ἁγίοις μετὰ τὴν ἀνάστασιν, ἀλλ’οὐχὶ τοῖς ἀπίστοις Ἰουδαίοις. ἐπεὶ δὲ καὶ ἀναγωγῆς δεῖται τὸ ῥητόν, (βδέλυγμα ἐρημώσεως) κατὰ ἀναγωγὴν ἑτερόδοξος λόγος καὶ ἀσεβὲς δόγμα εἰσαγόμενον ἀπὸ τῶν ῥητῶν τῆς γραφῆς, οἷς χρῶνται οἱ ἑτερόδοξοι. τὸ δὲ ἑστὸς δηλοῖ ὅτι κατασκευαῖς βεβαιοῦν θέλει τὰ ἑαυτοῦ δόγματα Ἀντίχριστος λόγος. ἀεὶ μὲν οὖν τὸν ἀναγινώσκοντα δεῖ σπεύδειν νοεῖν τὰς γραφάς, μάλιστα ὅτε δόγμα φανερὸν εἰς ἐρήμωσιν τῆς ψυχῆς πρόκειται. ἀποτιθεμένους τὸν παλαιὸν ἄνθρωπον (τοῦτο γάρ φησι τὸ ἱμάτιον) (οἱ κατὰ θεωρίαν ἐκλαμβάνοντες τὰ εἰρημένα φασί) τὸ βδέλυγμα ἕστηκε, πῶς ἔστιν ὧδε ὧδε; καὶ μὲν ἔξω τῆς πίστεως καὶ τοῦ τῆς ἐκκλησίας κανόνος καὶ τῆς γραφῆς λέγει · ἰδοὺ ἐν τῇ ἐρήμῳ. διὸ ἐπιφέρεται · μὴ ἐξέλθητε · γὰρ σοφίᾳ κοσμικῇ πιστεύσας ἐξῆλθε καὶ γέγονεν ἐθνικός. δὲ ἀπόκρυφα ἐπαγγελλόμενος ἐρεῖ · ἰδοὺ ἐν τοῖς ταμείοις, διὸ ἐπιφέρεται · μὴ πιστεύσητε. τροπικῶς τῆς ἀληθείας ἀστραπή, ἔοικεν παρουσία τοῦ υἱοῦ τοῦ ἀνθρώπου, ἐν πάσῃ ἐξομαλίζεται νομικῇ, προφητικῇ, εὐαγγελικῇ, ἀποστολικῇ γραφῇ. καὶ ἐξελθοῦσα ἀπὸ ἀνατολῶν, τῶν ἀρχῶν τοῦ Χριστοῦ, φαίνεται ἕως τῶν κατὰ τὴν οἰκονομίαν τοῦ πάθους δυσμῶν. ὅρα δὲ εἰ μία ἀνατολὴ νόμος, μία δύσις τὸ πέρας τοῦ νόμου · ἄλλη ἀνατολὴ ἕως δύσεως Ἰησοῦς Χριστὸς ἕως Παύλου, ἐσχάτῳ πάντων ὡσπερεὶ ἐκτρώματι ἐφάνη. καὶ γενικῶς μὲν εἷς Ἀντίχριστος, ὡς τὸ ψεῦδος ἕν · εἰδικῶς δὲ πολλοὶ καὶ πολλὰ ψευδῆ διδάγματα καὶ δόγματα. ὡς δὲ Χριστοῦ, ἀληθοῦς λόγου, προφῆται, καὶ Ἀντιχρίστου, ὄντος ψευδοῦς λόγου, ψευδοπροφῆται. ὅπου γὰρ τὸ κατὰ τὴν οἰκονομίαν τοῦ πάθους πτῶμα πεσόντος τοῦ Ἰησοῦ, ἵνα τοὺς πεσόντας στήσῃ, συναχθήσονται οὐχ οἱ τυχόντες, ἀλλ’οἱ πτεροφυοῦντες μαθηταὶ καὶ κατὰ τὸν Σολομῶνα κατασκευάσαντες πτέρυγας ὡς ἀετοὶ μεγαλοφυῶς καὶ βασιλικῶς, πρὸς τὸ πάθος Χριστοῦ πεπιστευκότες · διὸ οὐ γῦπες, οὐ κόρακες, ἀλλὰ τὸ μὴ νεκροβόρον ζῷον. οἷς λεκτέον κατὰ τὸ ῥητόν, ὅτι ὡς ἀπὸ τοῦ πολλοῦ τῆς ἐκπυρώσεως καπνοῦ ἀπὸ τοῦ μηκέτι τρέφεσθαι τοῖς ἀναθυμιάμασιν οἱ μεγάλοι φωστῆρες σκοτίζονται καὶ οὐ διδόασι τὸ φῶς, οὕτω μαραινομένου τοῦ ἐν τοῖς ἄστροις φωτὸς τὸ λεῖπον γεῶδες οὐ δυνάμενον μετεωρίζεσθαι ἔξεδρον ἀπὸ τῶν οὐρανῶν ἔσται, αἵτε λογικαὶ τῶν οὐρανῶν δυνάμεις ξένον σάλον παθοῦσαι καὶ τοῦ διεληλυθότος αὐτοὺς πάλιν κατιόντος σαλευθήσονται, τάχα ἐπὶ τὸ βέλτιον, τότε σημεῖον, εἰρηνοποιήθη τὰ ἐν οὐρανῷ καὶ ἐπὶ γῆς φανεῖται, ὡς τοὺς ἀπίστους εἰς συναίσθησιν ἐλθόντας θρηνῆσαι ἐπὶ τῷ κακῶς εἰρηκέναι Χριστιανισμόν. […] ἀπὸ τοῦ μηκέτι τρέφεσθαι τοῖς ἀναθυμιάμασιν […] ([…] τὸ λεῖπον γεῶδες) χρηστέον εἰς ταῦτα τοῖς ἐν Ἡσαίᾳ περὶ τῆς ἡμέρας κυρίου καὶ τοῖς ἐν Ζαχαρίᾳ περὶ τοῦ κόψεσθαι τὰς φυλὰς εἰρημένοις. ἐν δὲ ἀναγωγῇ ἐρεῖς σκοτιζόμενον ἥλιον τὸν διάβολον ἐπὶ πολὺ μὲν μετασχηματιζόμενον ὡς ἄγγελον φωτὸς καὶ πολλοὺς ἀπατήσαντα ὡς ἥλιον, ἐπὶ δὲ συντελείας ἐλεγχθησόμενον σκότος καὶ ὑποκριτὴν ἀνατολῆς. σελήνην δὲ οὐ δώσουσαν τὸ φέγγος τὴν τῶν πονηρευομένων ἐκκλησίαν, ἐπαγγελλομένην μὲν διδόναι τὸ φῶς, τότε δὲ ἐλεγχθησομένην ἀνατραπέντων αὐτῆς τῶν δογμάτων. τοὺς δὲ ἐν ὑψώμασι λόγων ἐπαιρομένους κατὰ τῆς γνώσεως τοῦ θεοῦ τοὺς πεσουμένους ἀστέρας ἐκ τοῦ ἰδίου οὐρανοῦ. υἱὸν δὲ ἀνθρώπου ἑαυτόν φησιν ὡς ἐνσώματον ἐλευσόμενον ὥσπερ δέ, ὅτε μετεμορφώθη παραλαβὼν τοὺς τρεῖς μαθητάς, νεφέλη φωτεινὴ ἐπεσκίασεν αὐτούς, οὕτως ἐν τῇ δευτέρᾳ παρουσίᾳ ἐνδοξότερον μεταμορφωθεὶς ἐπὶ πλειόνων ἥξει νεφελῶν, ὡς ἂν οὐ τρισὶν ἀλλὰ πλείοσιν ὁρώμενος. καθὰ καὶ ἀνελήφθη ἐρχόμενος ἐν νεφέλαις, ὡς ἐν ταῖς Πράξεσιν ἔφησεν ὅτι νεφέλη ὑπέλαβεν αὐτόν, καὶ ἰδοὺ ἄνδρες δύο εἶπον αὐτοῖς · οὗτος Ἰησοῦς οὕτως ἐλεύσεται, ὃν τρόπον ἐθεάσασθε αὐτὸν πορευόμενον εἰς τὸν οὐρανόν. ἐν δὲ ἀναγωγῇ νεφέλαι, ἐφ’ὧν ἔρχεται κύριος, αἱ θεῖαι γραφαὶ δεικνύουσαι τὴν ἔνδοξον τοῦ θεοῦ λόγου ἐπιδημίαν συνάγονται δὲ ὑπὸ τῶν ἀγγέλων τοῦ θεοῦ ἤτοι οἱ ἀπὸ τῆς παρουσίας τοῦ Χριστοῦ μέχρι τῆς συντελείας κλητοὶ καὶ ἐκλεκτοὶ καὶ οἱ ἀπὸ κτίσεως καὶ καταβολῆς κόσμου χαρέντες ἐπὶ τῷ ἰδεῖν τὴν ἡμέραν Χριστοῦ ὡς Ἀβραάμ. τάχα ἐν τῷ μεταξὺ παρὰ τοῖς προπαιδεύουσι τὰ οὐράνια ἀγγέλοις διατρίβοντες, ἵν’ὑπὸ τελείῳ διδασκάλῳ, λόγῳ θεοῦ, παιδευθέντες συμβασιλεύσωσιν αὐτῷ. ἄλλωςτε συκῇ παραβάλλεται πᾶς κόσμος, οὗ συντέλεια προφητεύεται, ἕκαστος τῶν ἐπὶ τὸ μακαρίως ζῆν ὁδευόντων καὶ τὸ ἰδεῖν τὴν Χριστοῦ λόγου ἔνδοξον ἐσομένην αὐτῷ καὶ τελείαν ἐπιδημίαν. ὡς γὰρ συκῆ, οὕτω καὶ κόσμος καὶ ἕκαστος τῶν σῳζομένων νῦν μὲν (ὡς ἐν χειμῶνι) δυνάμει ἔχει φύλλα καὶ καρπούς, ὕστερον δὲ ἐνεργείᾳ τῶν ἐν θέρει φανερωθησομένων. καὶ χειμασθεὶς δὲ ἐν πειρασμῷ ἐπὶ θέρος ὁδεύει φέρων ἁπαλὸν κλάδον, μὴ σκληρὰν καρδίαν, καὶ αἱ ἐν ἔργοις προκοπαὶ φέρουσι τὰ φύλλα καὶ τελειότης τοὺς καρπούς. ὡς ἄμπελος δὲ ἀληθινὴ σωτήρ, οὕτω καὶ συκῆ τὸ ἅγιον πνεῦμα τὸ φέρον τοὺς σωτηρίους καρπούς, τὰ σῦκα τὰ χρηστά, ὧν παλάθη ἐθεράπευσεν Ἐζεκίαν τὸν βασιλέα. οἱ μὲν πλείους ἀνοίσουσι τὸν λόγον ἐπὶ τὴν καθαίρεσιν τῆς Ἱερουσαλήμ, ἣν εἶδον οἱ καὶ τὸ πάθος τοῦ Χριστοῦ ἰδόντες. λέγει οὖν ὅτι πάντως ἐκ βήσεται τὰ εἰρημένα καὶ μενεῖ γενεὰ τῶν πιστῶν […] ἐπεὶ πολύσημος ἐν τῇ γραφῇ γενεὰ λέξις (δηλοῖ γὰρ καὶ τὸν ἐκ περιτομῆς λαὸν καὶ τὸν ἐξ ἐθνῶν) ἀκουστέον, ὅτι οὐ μὴ παρέλθῃ ἐν ὄψει τοῦ σωτῆρος τῆς καινῆς διαθήκης γενεὰ οὐ δὲ ἐλεύσεται ἐπὶ τὰς ἐπαγγελίας, ἕως οὗ πάντα εἶπεν σωτὴρ γένηται. καὶ ἑκάστῳ δὲ ἡμῶν ταῦτα γενέσθαι μυστικῶς δεῖ, ἐὰν ἀπὸ τῆς διδασκαλίας ἕως τέλους ἐν πᾶσι τις διαρκέσας μείνῃ ἀπαθὴς ἄχρι τῆς ἐνδόξου Χριστοῦ παρουσίας. τοὺς ἐν οὐρανῷ καὶ ἐν γῇ μετωνυμικῶς οὐρανὸν καὶ γῆν λεγομένους διελεύσεσθαι πᾶσαν τὴν ἑαυτῶν κατάστασιν, ἵνα ἔλθωσιν ἐπὶ τὰ ὑπερέχοντα. οἱ γὰρ τοῦ σωτῆρος λόγοι ἀεὶ τὰ οἰκεῖα ἐνεργήσουσιν ὡς τέλειοι καὶ οὐκ ἐπιδεχόμενοι βελτίους γενέσθαι παρελθόντες εἰσιν. ἀλλ’ οὐρανὸς μὲν καὶ γῆ παρελεύσονται, οἱ δὲ λόγοι αὐτοῦ μενοῦσι λόγοι ὄντες τοῦ δι’οὗ τὰ πάντα ἐγένετο · γὰρ λόγος τῶν γεγονότων οὐ παρέρχεται, εἰ καὶ αὐτὰ παρέρχεται. δὲ λέξει, πρὸ μὲν τῆς οἰκονομίας τὸν Χριστὸν τοῦτο λέγειν, μετὰ δὲ τὴν οἰκονομίαν οὐκέτι, ὅτε θεὸς αὐτὸν ὑπερύψωσε καὶ ἐχαρίσατο αὐτῷ ὄνομα τὸ ὑπὲρ πᾶν ὄνομα. ἀπέκρυψεν υἱὸς εἰπὼν μὴ γινώσκειν εἰς τὸ συμφέρον τῶν μαθητῶν. ἕτερος δέ φησιν, ὅτι ὥσπερ Παῦλός φησι τότε καὶ υἱὸς ὑποταγήσεται τῷ πατρὶ οὐχ ὡς ἀνυποτάκτου ποτὲ ὄντος, ἀλλ’ὡς μηδέπω τῶν μελῶν αὐτοῦ πάντων τελειωθέντων, οὕτως ἐπεὶ τὸ σῶμα τοῦ Χριστοῦ οὐκ οἶδε τὴν ἡμέραν ἐκείνην τὴν ὥραν, οὐ δὲ αὐτὸς λέγει εἰδέναι […]. καὶ κατὰ τὴν τῆς γραφῆς περὶ τοῦ εἰδέναι συνήθειαν καὶ φυλάσσων ἐντολὰς οὐ γνώσεται πταῖσμα ἀντὶ τοῦ οὐ πείσεται · καὶ τὸν μὴ γνόντα ἁμαρτίαν ἁμαρτίαν ὑπὲρ ἡμῶν ἐποίησε. τοιοῦτόν τι σημαίνει καὶ τὸ οὐ δὲ υἱός καὶ κατὰ τὸ ἔγνω Ἀδὰμ Εὔαν τὴν γυναῖκα αὐτοῦ νῦν μὲν προπαρασκευάζει τὴν γνῶσιν τῆς ἡμέρας καὶ ὥρας τοῖς κληρονόμοις · τῆς ἐπαγγελίας τῆς ἀφ’οὗ ἑαυτὸν ἐκένωσεν, ἵνα ἅπαντες δι’οὓς ἀνέλαβε τὴν τοῦ δούλου μορφήν, γνῶσι τὰ τῆς ἡμέρας καὶ ὥρας, ὀφθαλμὸς οὐκ εἶδε καὶ οὖς οὐκ ἤκουσε καὶ ἐπὶ καρδίαν ἀνθρώπου οὐκ ἀνέβη, ἡτοίμασεν θεὸς τοῖς ἀγαπῶσιν αὐτόν. τὸ γὰρ ἑκάστου τῆς ἐξόδου τέλος μόνος οἶδεν θεὸς καὶ πνεῦμα θεοῦ ἔχων, ὡς Σαμουὴλ τοῦ Σαοὺλ καὶ Ἡλίας τοῦ Ὀχοζίου. δύο ἐν τῷ ἀγρῷ τῷ ἡγεμονικῷ, τε τοῦ σπουδαίου νοῦς καὶ τοῦ φαύλου, καὶ τῶν ἀληθουσῶν ἐν τῷ βαρεῖ μυλῶνι τοῦ κόσμου ψυχῶν ἔνθα μὲν καλὴ καὶ ἀγαθὴ παραλαμβάνεται, δὲ φαύλη ὡς ἀναξία ἀφίεται. δύναται δὲ σημαίνεσθαι καὶ τὰ δύο ἐπὶ μιᾶς ὕλης σώματα, ὧν τὸ μὲν τοῦ δικαίου ἕτερός ἐστι τῶν ἐπὶ τῆς μιᾶς κλίνης παραλαμβανόμενος, τὸ δὲ τοῦ ἀδίκου ἕτερος καὶ ἀφιέμενος. καὶ τὸ μὲν σῶμα ὡς ἀσθενὲς ἐπὶ κλίνης ἐστὶν κἂν παραλαμβάνηται, δὲ ψυχὴ διὰ πολλῶν, ὧν ἀνέχεται ἐν τῷ βίῳ, ἀλήθει ἐν τῷ μυλῶνι τοῦ κόσμου. τούτων οὖν τῶν ἑξῆς οὐχ ὡς περὶ τῆς καθολικῆς, ὡς δὲ περὶ τῆς ἑκάστου συντελείας μάλιστα ἐκληπτέον τὸν λόγον. οὗτοι γὰρ ἤκουσαν γρηγορεῖν, ὧν μακρὰν τὸ καθολικώτερον ἦν, διὰ τὴν ἐσομένην ἐν αὐτοῖς ἐπιδημίαν τοῦ λόγου, οὔπω ὡς ἔμελλεν ἔσεσθαι γενομένην ἐν αὐτοῖς. καὶ μὲν κύριος ἐλθὼν εἰσέρχεται εἰς οἰκίαν ψυχὴν οἰκοδεσπότης νοῦς, δὲ κλέπτης ἀντικείμενος διορύσσων τὰς φυσικὰς ἐννοίας τῆς ψυχῆς, ἃς ᾠκοδόμησεν λόγος, καὶ ἀνατρέπων, ἵνα σκυλεύσῃ, τὸν νοῦν. καὶ πᾶς δέ, ὃν γρηγοροῦντα λόγος (εἰ καὶ μηδέπω ὡς ἥλιος, ἀλλ’ὡς λύχνος) φωτίζει, ἐπιτηρεῖν ὀφείλει καὶ τὸν λύχνον τοῦ κυρίου ἐπὶ δύσει, εἴτε ἐν τῇ ἐξόδῳ τοῦ βίου, εἴτε καθ’ἣν συντέλεια τοῦ αἰῶνος τούτου γίνεται αὐτῷ. τάχα δὲ μετὰ τὸν κλέπτην ἔρχεται κύριος · ἐπ’ἐκεῖνον δὲ ἔρχεται, οὗ κλέπτης γρηγοροῦντος ἀπέσχετο. ὅρα δὲ εἰ μὴ καὶ τοὺς τὰ τοιαῦτα ἐγχειρισθέντας ἐπισκόπους καὶ διδασκάλους δυσωπεῖ λόγος. τὸ παρὰ τοῦ Δανιὴλ εἰρημένον πρὸς θάτερον τῶν κατειπόντων τῆς ἁγίας Σωσάννης πρεσβυτέρων ἤδη γὰρ ἄγγελος τοῦ θεοῦ λαβὼν φάσιν παρὰ τοῦ θεοῦ σχίσει σε μέσον γενήσεσθαι πάντως αὐτῷ τοῦτο ἐν τῇ κρίσει κατὰ τὸ εἰρημένον ὑπὸ τοῦ κυρίου, ὅτι καὶ διχοτομήσει αὐτόν. διχοτόμησις ὅτι τὸ πνεῦμα ἐπιστρέφει πρὸς τὸν θεὸν ὃς ἔδωκεν αὐτό, δὲ ψυχὴ μετὰ τοῦ λεγομένου ἐν τῷ εὐαγγελίῳ σώματος ἄπεισιν εἰς γέενναν. κλαίουσι τοίνυν ἀνθ’ὧν ἐγέλων, βρύξουσι δὲ τοὺς ὀδόντας λογιζόμενοι τὸ τέλος τοῦ πόνου καὶ τὴν ὑπερβολὴν τῆς κολάσεως οἱονεὶ θέλοντες αὐτὰ γενναίως φέρειν. δέκα παρθένους εἶναί φησι τὰς ἐν ἑκάστῃ ψυχῇ αἰσθήσεις ἀποστάσας τῆς εἰδωλολατρείας τῷ παραδέξασθαι εἴτε προφάσει εἴτε ἀληθείᾳ τὸν τοῦ θεοῦ καθαρὸν λόγον καὶ παρθενοποιηθείσας. […] αἳ καὶ ἀντανακολουθοῦσαι ὡς αἱ ἀρεταὶ τῇ ὑποστάσει τοῦ Χριστοῦ. εἰσὶ δὲ αἵτε κοινῶς νοούμεναι καὶ αἱ ἐν Παροιμίαις κείμεναι, διὸ καὶ ἐν τῇ πεντάδι οὐχ αἳ μὲν μωραὶ αἳ δὲ φρόνιμοι, ἀλλ’εἰ μία καὶ πᾶσαι. […]. λαμπάδες δὲ τὰ ὄργανα τοῦ καλῶς καὶ κατὰ λόγον βιοῦντος ἐναντίως. ἐξῆλθον δὲ εἰς ἀπάντησιν αἱ παραδεξάμεναι τὸ περὶ Χριστοῦ καὶ ἐκκλησίας μυστήριον · ἐξίασι γὰρ ἀπὸ τῆς τοῦ κόσμου πλάνης πρὸς τὸν ἑτοίμως ὁρμῶντα πρὸς αὐτάς. […]. ἔλαιον ἐπιχεόμενος λόγος τοῦ ψυχικοῦ, τοῦ τὴν ἀγαθὴν πρᾶξιν ἐργαζομένου […] καθεύδουσιν οἱ ἀπανιστάμενοι τοῦ ζωτικοῦ τόνου · οὐκ ἀπολλύουσι γοῦν τὰς λαμπάδας αἱ φρόνιμοι οὐ δὲ ἀπροσεκτοῦσι περὶ τὴν τήρησιν τοῦ ἐλαίου. ἐμβοῶσιν οἱ ἄγγελοι ταῖς κοιμωμέναις αἰσθήσεσι διεγείροντες αὐτάς, τουτέστι τὰ λειτουργικὰ πνεύματα εἰς διακονίαν ἀποστελλόμενα διὰ τοὺς μέλλοντας κληρονομεῖν σωτηρίαν. πωλοῦσι δὲ τὸ ἔλαιον οἱ διδάσκοντες μισθοῦ προσεδρίας, προσοχῆς, φιλομαθίας, σπουδῆς, φιλοπονίας. πολλοὶ γάρ εἰσιν, οἳ αὐτάρκη μὲν πρὸς τὴν χρῆσιν τῆς πολιτείας ἔχουσι λόγον, οὐ μὴν ὥστε καὶ ἑτέρους διδάξαι. δὲ μὴ ἐν καιρῷ τὸ λογικὸν ἔλαιον κτώμενος ἀπόλλυσιν ὄντως τὸ συνεισελθεῖν εἰς τοὺς γάμους τῷ νυμφίῳ · ὁποῖοί εἰσιν οἱ πρὸς τὴν ἔξοδον μανθάνειν ἀρξάμενοι. […]. κόσμος λαμπάδων κατὰ τὰς αἰσθήσεις εὐαγγελικὴ χρῆσις, ὀφθαλμῶν ἐπὶ τῷ θαυμάζειν τὸν πεποιηκότα καὶ μύειν ἵνα μὴ ἴδωσιν ἀδικίαν, ἀκοῆς μὴ παραδεχομένης μάταιον μη δὲ κρίσιν αἵματος, τοῦ δὲ Ἰησοῦ λόγους, γεύσεως ἐσθιούσης Χριστὸν κύριον, ὀσφρήσεως Χριστοῦ εὐωδίας ἀπολαυούσης καὶ τοῦ ἐκκενωθέντος μύρου ἁφῆς ἁπτομένης τοῦ λόγου ὡς Ἰωάννης λέγει αἱ χεῖρες ἡμῶν ἐψηλάφησαν περὶ τοῦ λόγου τῆς ζωῆς. συμπέρασμα δὲ τοῦ λόγου, παντὶ καιρῷ παρεσκευάσθαι πρὸς τὴν ἔξοδον. μὴ θαύμαζε δὲ εἰ ἕνεκα τοῦ μὴ διδάξαι τὸν λόγον τοιαῦτά τις πείσεται · Παῦλος γὰρ λέγει · οὐαί μοι γάρ ἐστιν ἐὰν μὴ εὐαγγελίζωμαι. […]. ὅθεν καὶ οὐχ οἱ δοῦλοι πρὸς τὸν κύριον, ἀλλ’ἐκεῖνος ἔρχεται, ἵνα κρίνας τὸ κατ’ἀξίαν ἀποδῷ. καὶ σπείρει δίκαιος εἰς τὸ πνεῦμα, ἐξ οὗ θερίζει ζωὴν αἰώνιον, θεοῦ ἐστι κτῆμα. πάλιν δίκαιος ἐσκόρπισεν, ἔδωκε τοῖς πένησιν · ταῦτα δὲ συνάγει κύριος εἰς ἑαυτὸν λογιζόμενος · ἐπείνασα γὰρ καὶ ἐδώκατέ μοι φαγεῖν, τὰ εἰς μικροὺς γενόμενα εἰς ἑαυτὸν συνάγων. σπείρωμεν γοῦν καὶ ἀναφέρωμεν αὐτῷ δεκάτας καὶ ἀπαρχάς. πονηρὸς οὖν ἐπειδὴ μηδεὶς ἀπέλαυσεν οὗ ἔσχεν ἀργυρίου τῶν δυναμένων συνεξετάσαι αὐτῷ τὰ θεῖα μυστήρια. ὀκνηρὸς δὲ ἐπεὶ ἐδειλίασεν ἐργάσασθαι. τραπεζῖται δὲ οἱ ἀκροαταὶ οἱ τὰ μὲν καλὰ κατέχοντες δόγματα, τῶν δὲ φαύλων ἀπεχόμενοι. ἀργύρια τοίνυν τοῦ κυρίου εἰσὶ τὰ ἔχοντα τὴν βασιλικὴν τοῦ θεοῦ μορφὴν καὶ τὴν εἰκόνα τοῦ λόγου αὐτοῦ. οἷον πίστιν ἔχοντι τὴν ἐκ τοῦ ἐφ’ἡμῖν δοθήσεται χάρισμα πίστεως, καὶ ἁπλῶς τῷ ἔχοντί τι τῶν ἐκ κατασκευῆς φυσικῆς ἐνυπαρχόντων αὐτῷ βελτιωθὲν προσοχῇ καὶ ἐπιμελείᾳ τὸ ἐνδέον ἀπὸ θεοῦ δοθήσεται. σκότος δὲ ἐξώτερόν φησιν, ἔνθα οὐδεὶς φωτισμός ἐστιν, τάχα μὲν οὐ δὲ σωματικός, πάντως δὲ οὐδεμία ἐπισκοπὴ θείου φωτός. εἰ δὲ τὸ σκότος ἐπάνω τῆς ἀβύσσου, αὕτη δὲ ἔξω τοῦ κόσμου, ὥς φασί τινες, κατὰ τοῦτο οἱ ἀνάξιοι τοῦ παντὸς κόσμου ἐκ βάλλονται εἰς τὴν ἄβυσσον ἐκείνην, οὐδενὸς φωτίζοντος τὰ ἔξω τῆς τοῦ παντὸς κόσμου κατασκευῆς. πρόβατα δὲ καλεῖ τοὺς ἁγίους διὰ τὸ ἥμερον […] τοὺς δὲ ἀσεβεῖς ἐρίφους διὰ τὸ πηδητικόν. καλεῖ δὲ αὐτοὺς κατηραμένους οὐκ ἀπὸ τοῦ πατρός · τὰ γὰρ ἴδια αὐτῶν ἔργα ποιεῖ αὐτοὺς ἐπικαταράτους. δοκεῖ μέν τισι μία εἶναι καὶ αὐτὴ παρὰ τοῖς εὐαγγελισταῖς ἅπασιν. τάχα μὲν εἴποι τις τέσσαρας εἶναι τὰς γυναῖκας περὶ ὧν ἀνέγραψαν οἱ εὐαγγελισταί. ἐγὼ δὲ μᾶλλον προστίθημι τῷ τρεῖς αὐτὰς εἶναι, καὶ μίαν μὲν περὶ ἧς ἀνέγραψε Ματθαῖος καὶ Μᾶρκος ὡς ἐν πολλοῖς ἄλλοις συνᾴδοντες τῆς εὐαγγελικῆς γραφῆς, ἑτέραν δὲ περὶ ἧς Λουκᾶς, διαφέρουσαν δέ τινα τῶν προειρημένων, περὶ ἧς Ἰωάννης · εἰ γὰρ καὶ ἐν Βηθανίᾳ ἀνέγραψαν τὰ κατὰ τὴν γυναῖκα γενόμενα, Ματθαῖος καὶ Μᾶρκος ἐν οἰκίᾳ Σίμωνος τοῦ λεπροῦ διηγήσαντο τὰ περὶ τούτων ἀπηντηκέναι, Ἰωάννης δέ φησιν ὅτι πρὸ ἓξ ἡμερῶν τοῦ πάσχα ἦλθεν Ἰησοῦς εἰς Βηθανίαν, ὅπου ἦν Λάζαρος ὃν ἤγειρεν ἐκ νεκρῶν καὶ τὰ ἑξῆς. ἕτερος δέ φησι · πρὸ μιᾶς τῶν ἀζύμων, ἡμέρας μνημονεύσας ἐκείνης, καθ’ἣν ἐν τῇ ἑσπέρᾳ τὸ πάσχα ἔμελλε θύεσθαι. οἱ δὲ λοιποὶ μαθηταί, εἰ καὶ καθαρὸν εἶχον τὸ συνειδός, ἀλλ’οὖν ἐκείνῳ μᾶλλον ἑαυτοῖς πιστεύοντες ἠγωνίων. ἐνόμιζε γὰρ ὅτι ἔλαθεν τὸν κύριον. τὸ δὲ τῆς λύπης πάθος τῆς ἀδημονίας οὐ περὶ αὐτὴν γένοιτ’ἂν τὴν θείαν φύσιν · παντὸς γὰρ ἐπέκεινα πάθους ἐστί. θελῆσαι δέ φαμεν τὸν σαρκωθέντα λόγον καὶ τῶν τῆς ἀνθρωπότητος καθικέσθαι μέτρων. φασὶ δέ τινες ὅτι εἶχέ τι αἰδοῦς πρὸς τὸν διδάσκαλον Ἰούδας. τούτῳ τῷ ὀνόματι οὐδένα οἴδαμεν τῶν ἀστείων καλούμενον · καὶ γὰρ καὶ μὴ ἔχων ἔνδυμα γάμου οὕτω ἐκλήθη · ἑταῖρε, πῶς εἰσῆλθες ὧδε; καὶ πρὸς τὸν γογγύσαντα ἐργάτην λέλεκται · ἑταῖρε, οὐκ ἀδικῶ σε. ταῦτα δὲ εἶπεν, ἵνα μὴ οἰηθῶσιν ὅτι ἄκων ἔπαθεν. καὶ οἱ δύο οὗτοι συμφωνήσαντες ψευδῆ εἶπον · οὐ γὰρ εἶπεν κύριος, ὅτι λύω τὸν ναόν, ἀλλὰ λύσατε, καὶ οὐκ εἶπε λύσατε τὸν ναὸν τοῦ θεοῦ, ἀλλὰ λύσατε τὸν ναὸν τοῦτον, περὶ τοῦ ἰδίου σώματος λέγων, οἱ δὲ Ἰουδαῖοι καὶ ψευδῆ οὖσαν ταύτην τὴν φωνὴν ἐδέξαντο. ἄλλο τί ἐστιν ὅρκος παρὰ τὸν ἐξορκισμόν · οἱ γὰρ δαίμονες πνεύματα ἀόρατα ὄντες ἐξορκίζονται, ἵνα ἐξομολογήσωνται. σὺ δέ, Καϊάφα, ἑώρας τὸν Ἰησοῦν ἑστῶτα καὶ χωρὶς ἐξορκισμοῦ ἐπιτάσσοντα τοῖς δαίμοσι καὶ τοιαύτην ἐξουσίαν τοῖς μαθηταῖς χαρισάμενον. ἐπεὶ οὖν οὐ γνησίως αὐτὸν ἐπηρώτησεν, ἀρνήσασθαι μὲν ἑαυτὸν οὐκ ἐδύνατο Χριστὸς υἱὸν εἶναι τοῦ θεοῦ, ἀλλ’οὐ δὲ διὰ τὴν προπέτειαν τοῦ ἐρωτῶντος ἀπεκρίθη. δεικνὺς αὐτοῦ τὴν ἀσχημοσύνην (τὴν γύμνωσιν τῆς ψυχῆς) καὶ σύμβολον τοῦ διερρῆχθαι τῆς παλαιᾶς ἀρχιερωσύνης τὸ ἔνδυμα. εἰ δὲ μηδεὶς δύναται εἰπεῖν κύριον Ἰησοῦν, εἰ μὴ ἐν πνεύματι ἁγίῳ, οὔπω δὲ ἦν πνεῦμα ἅγιον, ὅτι Ἰησοῦς οὐδέπω ἐδοξάσθη, οὐχ οἷόντε ἦν οὐ δὲ Πέτρον ὁμολογῆσαι, διὸ οὐ δὲ ἐγκαλεῖται. πρὸς γοῦν τοὺς ὁμολογοῦντας λέγει σωτήρ · οὐχ ὑμεῖς ἐστε οἱ λαλοῦντες, ἀλλὰ τὸ πνεῦμα τοῦ θεοῦ τὸ λαλοῦν ἐν ὑμῖν. ἐν δὲ τῇ αὐλῇ τοῦ ἀποκτιννύντος γράμματος ἔτι ὢν καὶ ἐν Ἰουδαϊκαῖς παραδόσεσι καὶ ἐντάλμασι καὶ διδασκαλίαις ἀνθρώπων οὐχ ὁμολογεῖ Χριστόν. τήρει δὲ ὅτι δευτέρα ἄρνησις οὐκ ἔξω τοῦ πυλῶνος, ἀλλ’ἐν αὐτῷ. αἱ οὖν τρεῖς ἀρνήσεις ἐν νυκτὶ καὶ πρὶν ἐπιστῆναι τὸ σημεῖον τῆς ἡμέρας τὸ διανιστᾶν ἐξ ὕπνου πεφυκός. τάχα δὲ εἰ μετ’ἀλεκτοροφωνίαν ἠρνεῖτο, ὅτε λέγεται νὺξ προέκοψεν, δὲ ἡμέρα ἤγγικεν, ἀσύγγνωστος ἦν. τάχα δὲ καὶ τὸ πνεῦμα τῆς χάριτος ἐνυβρίσας οὐχ ἁρμόζει Πέτρῳ · οὐ γὰρ ἦν πνεῦμα. ἀλλὰ καὶ γνοὺς τὸ ἐγὼ δοῦλος σὸς καὶ υἱὸς τῆς παιδίσκης σου ἔξω γίνεται τῆς ἀρνεῖσθαι Χριστὸν ποιούσης παιδίσκης. τοίνυν ἀκούσας τὸ ἰδοὺ δὴ εὐλογεῖτε τὸν κύριον πάντες οἱ δοῦλοι κυρίου οἱ ἑστῶτες ἐν οἴκῳ κυρίου, ἐν αὐλαῖς οἴκου θεοῦ ἡμῶν. ἵνα δὲ καὶ τῆς ἄλλης παιδίσκης ἀποστῶμεν, νοήσωμεν τὸ ὡς ὀφθαλμοὶ παιδίσκης εἰς χεῖρας τῆς κυρίας αὐτῆς, οὕτως οἱ ὀφθαλμοὶ ἡμῶν πρὸς κύριον τὸν θεὸν ἡμῶν. ἐν τούτοις Πέτρος ἐξελθὼν ἀπὸ τῶν ἀρνεῖσθαι ποιούντων αὐτὸν ἐκ τῆς ἐν τῷ ἡμαρτηκέναι πικρότητος πικροποιὸν ἐποιήσατο ἐν τῇ μετανοίᾳ τὸν κλαυθμόν. οἱ μὲν Χριστοῦ μαθηταὶ νυκτὸς σκανδαλίζονται, οὗτοι δὲ οὐκ ἐν σκότει προσέχοντες διὰ τὸ περιέχον, ἀρχομένης δὲ αὐτοῖς ἡμέρας ἐν ἀπροσεξίᾳ ἁμαρτάνοντες οὐ συγγνωστοί. πεπλάνηνται δὲ καὶ οἰόμενοι θανατώσαντες τὸν Ἰησοῦν σβέσαι αὐτοῦ τὴν διδασκαλίαν καὶ παύσειν τοὺς πιστεύοντας. αὐτοὶ μὲν οὖν ἔδησαν τὸν λέγοντα τοῖς ἐν δεσμοῖς ἐξέλθετε καὶ τοῖς πεπεδημένοις λύεσθε, πληροῦντες τὴν λέγουσαν προφητείαν δήσωμεν τὸν δίκαιον ὅτι δύσχρηστος ἡμῖν ἐστιν. αὐτὸς δὲ εἰπὼν διαρρήξωμεν τοὺς δεσμοὺς αὐτῶν λέγει καὶ τὰ ἑξῆς ἐν τῷ ψαλμῷ. ἀλλ’οὖν τὸ ἐν αὐτῷ λεῖμμα τῶν Χριστοῦ λόγων ἐνίκησε τὴν φιλαργυρίαν. διὸ οὐ μετὰ τὴν ἀνάστασιν αὐτοῦ οἷον ἐκβιαζόμενος, πρὸ δὲ τῆς ὑπὸ Πιλάτου κατακρίσεως τὴν μετάνοιαν δείκνυσιν. τάχα δὲ καὶ ἰδὼν τὸν Ἰησοῦν παραδοθέντα Πιλάτῳ ὑπεμνήσθη ὅτι καὶ τοῦτο εἰρήκει Ἰησοῦς καὶ ὅτι ἀναστήσεται. ἀπήγξατο μὲν εἰ καὶ διαπύρως μετανοῶν, ἀλλ’οὐ κατ’ἐπίγνωσιν […]. ἴσως δὲ ᾠήθη προλαβὼν τὸν Ἰησοῦν τεθνηξόμενον καὶ ὑπαντήσας αὐτῷ ἱκετεύειν γυμνῇ τῇ ψυχῇ ὁμολογῶν τὴν καθ’ἑαυτοῦ κρίσιν, ὡς δεχθῆναι αὐτοῦ τὴν ἐξομολόγησιν. […]. οὐ δὲ μνησθεὶς μεθ’ὅσας περιστάσεις Ἰὼβ λέγει εἰ γὰρ ὄφελον ἐμαυτὸν χειρώσασθαι δεηθείς γε ἑτέρου καὶ ποιήσει μοι τοῦτο, ἅτινα τὸ ὁπωσοῦν ἐξάγειν ἑαυτὸν τοῦ βίου ἀναιρεῖ. διὸ οὐ μετὰ τὴν ἀνάστασιν αὐτοῦ οἷον ἐκβιαζόμενος, πρὸ δὲ τῆς ὑπὸ Πιλάτου κατακρίσεως τὴν μετάνοιαν δείκνυσιν. ἐπειδὴ μήπω κατακέκριτο ὑπὸ Πιλάτου Ἰησοῦς, παραδιδοὺς αὐτὸν Ἰούδας οὐ νομίζων θανάτου ψῆφον ἐξοίσειν κατ’αὐτοῦ τοὺς ἀρχιερεῖς καὶ προγνοὺς τοῦτο γεγονὸς ἐν συμβουλίῳ δυνάμει εἶδεν τὸν Ἰησοῦν δι’ὅλου κατακριθέντα. ἤτοι ἐπὶ τὸν Ἰούδαν ἀναφέρεται τὸ κατεκρίθη αἰσθόμενον οἷον κακὸν ἦν ὑπὸ θεοῦ καταδικασθείς μετὰ τὸ ψωμίον εἰσελθὼν εἰς αὐτὸν σατανᾶς, παρὼν αὐτῷ, ἕως Ἰησοῦς παρεδόθη Πιλάτῳ, ἀπέστη ἀπ’αὐτοῦ ἕως καιροῦ, ὡς χωρῆσαι τὴν μεταμέλειαν […]. φησὶ δὲ ἥμαρτον παραδοὺς αἷμα ἀθῷον οἰόμενός τι ἀνύσειν. διὸ ἀκούσας ὅτι τί πρὸς ἡμᾶς; σὺ ὄψει ῥίπτει τὸ ἀργύριον καὶ ἀπάγχεται μὴ φέρων τὴν περισσοτέραν λύπην. […]. καὶ γέγονε πνικτικὸς καὶ ἀκάθαρτος ἀπομείναντος τῇ σαρκὶ τοῦ αἵματος. καὶ τάχα δευτέρῳ κακῷ τῇ περισσοτέρᾳ λύπῃ καταποθεὶς τοῦτο ποιεῖ, οὐ ζητήσας ὀρθῶς τόπον μετανοίας […]. ὅρα δὲ εἰ μεῖζόν τι περὶ τοῦ σωτῆρος ἐννοῶν ἐκεῖ ἔρριψε τὰ ἀργύρια. […]. δὲ Ἰησοῦς ἠρέμα ὑπαινιττόμενος τὸ ναὶ ὡς πάντων ἀνθρώπων βασιλεὺς ἔφη τὸ σὺ λέγεις. ὡς ἐπὶ δημοσίῳ ἐγκλήματι παραδοθέντα αὐτὸν ἐρωτᾷ Πιλᾶτος λέγων σὺ εἶ βασιλεὺς τῶν Ἰουδαίων; ζητήσεις εἰ μυκτηρίζων ἀμφιβάλλων οὕτως ἐρωτᾷ. […]. ἐπεὶ μὲν ἀρχιερεὺς διστακτικῶς ἠρώτησε λέγων · εἰπὲ ἡμῖν, εἰ σὺ εἶ Χριστός, Πιλᾶτος δὲ ἀποφαντικῶς. ὅρα δὲ εἰ μὴ τὸ μὲν σὺ εἶπας τῷ ἀρχιερεῖ λεγόμενον τὸν δισταγμὸν αὐτοῦ λεληθότως ἐλέγχει, τὸ δὲ σὺ λέγεις τῷ Πιλάτῳ τὴν ἀπόφασιν αὐτοῦ κυροῖ […]. διὰ τὸ ἀμετάτρεπτον αὐτῶν οὐδὲν αὐτοῖς ἀντιφθέγγεται, καλῶς δὲ οὐ δὲ τῷ Πιλάτῳ ἀπεκρίθη, ὅτι ἀμφιβάλλει εἰ χρὴ αὐτὸν πρὸς τὰς ἀδίκους κατηγορίας ἀπολογεῖσθαι καὶ ὅτι διχογνώμων ἐστὶ περὶ αὐτόν. δῆλον γὰρ ἦν ὅτι, εἰ ἀπελογήσατο καὶ παρέστησεν ἑαυτὸν οὐδενὶ ἔνοχον ἐγκλήματι, ἀπέλυσεν ἂν δικαστὴς αὐτὸν λαβὼν ὁδὸν τοῦ χρηστὰ περὶ αὐτοῦ ἀποφήνασθαι · ὅθεν καὶ ἡγεμὼν ἐθαύμαζεν αὐτόν, πῶς δυνάμενος εἰπεῖν πολλὰς ἀπολογίας ἐσιώπα […]. οὐχ ἁπλῶς δὲ θαυμάζει, ἀλλὰ καὶ λίαν · τάχα μὲν διὰ τὸ ἄτρεπτον αὐτοῦ καὶ ἀτάραχον πρὸς θάνατον καὶ τὸ ἐν τούτοις γαληνὸν τοῦ προσώπου, τάχα δὲ ἐθαύμαζε καὶ τὴν ὑπὲρ ἄνθρωπον μακροθυμίαν. εἰκὸς ἄρτι ὑποσπόνδων γενομένων Ῥωμαίοις Ἰουδαίων τὸν κεχαρισμένον αὐτοῖς ἐν τῇ ἑορτῇ συγχωρεῖσθαι. καὶ Σαοὺλ δὲ συγχωρήσας τῷ λαῷ τὸν Ἰωνάθαν δηλοῖ πάτριον αὐτοῖς τὸ τοιοῦτο. παλαιοῖς δὲ πάνυ ἀντιγράφοις ἐντυχὼν εὗρον καὶ αὐτὸν τὸν Βαραββᾶν Ἰησοῦν λεγόμενον. οὕτως γοῦν εἶχεν τοῦ Πιλάτου πεῦσις ἐκεῖ · τίνα θέλετε τῶν δύο ἀπολύσω ὑμῖν, Ἰησοῦν τὸν Βαραββᾶν Ἰησοῦν τὸν λεγόμενον Χριστόν; ὅτι γὰρ φθόνῳ παρεδόθη, καὶ Πιλάτῳ δῆλον ἦν. ἄλλωςτε δὲ προνοίας ἔργον τὸ ὄναρ, οὐ λεγόμενον μὲν τί ἦν, δεικνύον δὲ ὅτι οὐχ ἵνα μὴ πάθῃ Ἰησοῦς ἐδείχθη, ἀλλ’ἵνα σωθῇ γυνή. μακαρία δὲ ἀπέχουσα ἐν ὀνείροις τὸ παθεῖν, ἵνα μὴ ὑπερπάθῃ. εἰ δὲ σύμβολόν ἐστιν αὕτη τῆς ποτε ὑπὸ Πιλάτου κυριευομένης ἀπὸ τῶν ἐθνῶν ἐκκλησίας καὶ οὐκέτι οὔσης αὐτῷ ὑποχειρίου διὰ τὴν εἰς Χριστὸν πίστιν, ζητήσεις · ἀλλόφυλος γὰρ γυνή. ὡς ἀφοσιούμενος τὸ πρᾶγμα τοῦτο ἐποίησεν Πιλᾶτος δίκαιον λέγων τὸν σωτῆρα. παρὰ δὲ τὰ νῦν ἔθη Ῥωμαίων ἐνίψατο τὰς χεῖρας, ἴσως Ἰουδαϊκὸν ἔθος ποιῶν. εἰκὸς δὲ κατ’ἀρχὰς τῆς Ῥωμαϊκῆς βασιλείας τὴν στρατιωτικὴν ἐπιστήμην οὔπω τὴν πρέπουσαν τάξιν ἔχειν, διὸ παρὰ τὰ νῦν Ῥωμαίων ἔθη συνάγεται ἐπ’αὐτὸν σπεῖρα καὶ ποιεῖ τὰ γεγραμμένα, διὰ τὸ ἀκοῦσαι αὐτὸν βασιλέα χλευαστικῶς ταῦτα ποιοῦντες. εἰ δὲ σπεῖρα σύμβολον τῆς στρατιᾶς τοῦ πονηροῦ καὶ εἰ ὑπὸ τῶν ἀοράτων βασιλειῶν ἐνηργοῦντο ἀγνοουσῶν τὴν οἰκονομίαν, ζητήσεις · εἰ γὰρ ἔγνωσαν, οὐκ ἂν τὸν κύριον τῆς δόξης ἐσταύρωσαν φησὶν ἀπόστολος. μὴ νοοῦντες ἐποίουν. στέφανος δὲ ἐξ ἀκανθῶν αἱ ὑπὸ μεριμνῶν τοῦ βίου συμφυεῖσαι ἁμαρτίαι, ἃς ἀναλίσκει τῇ ἑαυτοῦ κεφαλῇ ὡς θεός. ἣν λαβὼν ἀφ’ἡμῶν Χριστὸς αὐτὸς μὲν οὐκ ἐβλάβη, ἐποίησε δὲ ἰσχυράν, πολὺ τῆς προτέρας στερροτέραν. ἀντέδωκε δὲ ἡμῖν σκῆπτρον οὐρανῶν βασιλείας. κατὰ μὲν τοὺς τρεῖς Σίμων βαστάζων ἀναφέρεται τὸν Ἰησοῦ σταυρόν, κατὰ δὲ Ἰωάννην ἑαυτῷ βαστάζων Ἰησοῦς αὐτόν. εἰ δὲ γέγονε κατὰ τὸ ῥητὸν ἀμφότερα, ζητήσεις, καὶ τί πρότερον, πότερον τὸ τέλος τοῦ βαστάζειν τὸν σταυρὸν Ἰησοῦς ἔλαβεν Σίμων · εἰκὸς γὰρ μηδενὸς θελήσαντος βαστάσαι τὸν σταυρὸν οὗτος ἔσωθεν πρῶτον ἐβάστασεν αὐτόν, ἐν δὲ τῇ ὁδῷ ἐπέθηκαν αὐτὸν ἐπὶ Σίμωνα, οὐ συντυχικῶς μὲν ἀγγαρευθέντα, προορισθέντα δὲ ὑπὸ θεοῦ διακονῆσαι τῷ σταυρῷ Ἰησοῦ, ἐν κόσμος ἐσταύρωται τοῖς ἁγίοις καὶ οἱ ἅγιοι κόσμῳ. ἐπεὶ δὲ Κυρήνη τῆς Πενταπόλεώς ἐστιν, τροπικῶς φασιν τὰς εʹ αἰσθήσεις βαστάζειν τὸν τῆς οἰκονομίας σταυρόν. καὶ ἐπεὶ Σίμων ἑρμηνεύεται ὑπακοή, τῆς ὑπακοῆς ἐπώνυμος αἴρει αὐτόν. περὶ τοῦ κρανίου τόπου ἦλθεν εἰς ἐμέ, ὅτι Ἑβραῖοι παραδιδόασι τὸ σῶμα τοῦ Ἀδὰμ ἐκεῖ τετάφθαι, ἵν’ἐπεὶ ἐν τῷ Ἀδὰμ πάντες ἀποθνῄσκομεν, ἀναστῇ μὲν Ἀδάμ, ἐν Χριστῷ δὲ πάντες ζῳοποιηθῶμεν. τὸν γὰρ οἶνον μετὰ χολῆς ἔφη Ματθαῖος γευσάμενον μὴ θελῆσαι πιεῖν, μὴ γεύσασθαι δὲ τὴν ἀρχὴν ἐσμυρνισμένον οἶνον Μᾶρκος. μὲν Ματθαῖος παρατρέχων εἶπεν ὅτι καὶ οἱ συσταυρωθέντες ὠνείδιζον αὐτόν · ἀκριβέστερον δὲ οὗτος ὥσπερ καὶ ἐπηγγείλατο ἐξηγούμενος ἕνα φησὶν εἶναι τὸν βλασφημήσαντα, τὸν δ’ἕτερον ἐπιτιμᾶν αὐτῷ. εἰκὸς δὲ καὶ κατὰ μὲν τὴν ἀρχὴν ἀμφοτέρους ὠνειδικέναι, ὕστερον δὲ τὸν ἕτερον μεταβεβληκέναι ἐπὶ τὸ πιστεῦσαι αὐτῷ, ὑπομνησθέντατε ὧν ἐποίει σημείων καὶ ἰδόντα ἀρχόμενον σκοτίζεσθαι τὸν ἀέρα. ὅρα δὲ εἰ σῳζόμενος λῃστὴς σύμβολόν ἐστιν τῶν μετὰ ἁμαρτίας εἰς Ἰησοῦν πιστευσάντων καὶ λεγόντων · Χριστῷ συνεσταύρωμαι, συμμορφιζομένων τῷ θανάτῳ αὐτοῦ, οἳ καὶ τῆς ἐν παραδείσῳ καταξιοῦνται διατριβῆς διὰ τὸ εἰρηκέναι τὸν κύριον τὸ σήμερον μετ’ἐμοῦ ἔσῃ ἐν τῷ παραδείσῳ. τότε γὰρ γίνονται ἐκλείψεις ὅτε πλησιάσωσιν ἀλλήλοις οἱ δύο οὗτοι φωστῆρες. γίνεται γὰρ ἔκλειψις ἡλίου, συνόδῳ ὑποδραμούσης αὐτὸν σελήνης, οὐ πανσελήνῳ ὅτε διάμετρός ἐστι τῇ σελήνῃ. καὶ Φλέγων δέ τις παρ’Ἕλλησι φιλόσοφος μέμνηται τούτου τοῦ σκότους. Ματθαῖόςτε καὶ Μᾶρκος οὔτε ἥλιον οὔτε ἔκλειψιν ὠνόμασαν, Λουκᾶς δὲ […] ὥσπερ περὶ τὴν Ἰουδαίαν γῆ καὶ αἱ πέτραι καὶ τὰ μνημεῖα. πολλαχοῦ γὰρ γραφὴ πᾶσαν γῆν τὴν Ἰουδαίαν ὀνομάζει […] εἴτε σκοτεινῆς νεφέλης νεφῶν ὑποδραμουσῶν τὰς φθανούσας ἐπὶ τὴν Ἰουδαίαν γῆν ἡλιακὰς ἀκτῖνας τοῦ ἐκεῖσε ἀέρος παχυνθέντος συμπαθοῦντος καὶ αὐτοῦ τῷ γεγονότι […] ὅτε τοῖς Αἰγυπτίοις πεπολέμηκε δι’αὐτούς. […]. καὶ ἐπεὶ ἐν τῇ ἕκτῃ ἡμέρᾳ γεγένηται ἄνθρωπος, καὶ εἰκὸς τὸν ἄνθρωπον τῇ ἕκτῃ ὥρᾳ ἐσφάλθαι, τάχα διὰ τοῦτο ὑπὲρ σωτηρίας ἀνθρώπων πάσχων ὥρᾳ ἕκτῃ ἐκρεμάσθη εἰκὼν δὲ τὸ σκότος τοῦ σκοτίζεσθαι τοὺς ἐπιβαλόντας χεῖρα τῷ φωτί · ὡς γὰρ Αἰγυπτίοις σκότος καὶ τοῖς υἱοῖς Ἰσραὴλ φῶς, οὕτω καὶ νῦν τῇ μὲν ἐκκλησίᾳ φῶς, τοῖς δὲ Ἰουδαίοις σκότος τριῶν ὡρῶν, φωτὸς πατρικοῦ, ἀπαυγάσματος Χριστοῦ, ἐλλάμψεως ἁγίου πνεύματος. δὲ φωνή ἐστιν αὕτη · πάτερ, εἰς χεῖράς σου παρατίθημι τὸ πνεῦμά μου. ἀλλ’ἕως μὲν οὔπω τῆς ἡμετέρας ὑπεραθλήσας ζωῆς τὸν τῆς σαρκὸς θάνατον ὑπέμεινεν Χριστός, ἥπλωτό πως ἔτι τὸ καταπέτασμα. ἐπεὶ δὲ καὶ πέτρα Χριστός, καὶ οἱ μιμηταὶ αὐτοῦ ἀπόστολοι καὶ προφῆται πέτραι ὀνομάζονται […] ἐποικοδομηθέντες ἐπὶ τῷ θεμελίῳ τῶν ἀποστόλων καὶ προφητῶν, ὄντος ἀκρογωνιαίου Ἰησοῦ Χριστοῦ. καὶ νῦν δὲ καταλιποῦσα τὴν κατακυλιστικὴν καὶ ἄστατον Γαλιλαίαν ψυχὴ καὶ ἑπομένη τῷ λόγῳ καὶ ποιοῦσα τὰ προσταττόμενα ὁρᾷ κατὰ ἀλήθειαν καὶ τὴν νεκρότητα τοῦ σώματος Ἰησοῦ καὶ τὸν τρόπον τοῦ μετ’εὐχῆς αὐτὸν παραθέσθαι τὸ πνεῦμα τῷ πατρί […]. πολλῶν δὲ οὐσῶν καὶ ἄλλων γυναικῶν κατ’ἐξοχὴν αὗται ὠνομάσθησαν αἱ μᾶλλον θεωροῦσαι καὶ διακονοῦσαι καὶ κρεῖττον ἀκολουθοῦσαι · ἀπὸ τοῦ μεγαλυσμοῦ Μαρία (Μάγδαλα γὰρ μεγαλυσμὸς ἑρμηνεύεται) καὶ τῶν ἐπωνύμων τῶν πατριαρχῶν μήτηρ, τοῦ πτερνίσαντος τὸν ἀδελφόν, καὶ ἐφ’ γεννηθέντι λέγει μήτηρ προσθέτω μοι θεὸς υἱὸν ἕτερον, καὶ τῶν υἱῶν τῆς βροντῆς μήτηρ ὀνομαζομένη Σαλώμη ἐστιν εἰρήνη τέλος δὲ τῶν καταλιπόντων τὴν Γαλιλαίαν τῶν ἐθνῶν καὶ ἀκολουθούντων Ἰησοῦ τὸ μὴ μόνον ἀναβαίνειν εἰς Ἱερουσαλήμ, ἀλλὰ καὶ σὺν αὐτῷ.