ὁ τοῦ παρόντος αἰῶνος ὑπερορῶν καὶ ὑπὸ τοῦ λόγου τοῦ Θεοῦ “μετατεθεὶς” ὁδεύειν ἐπὶ τὸν αἰῶνα τὸν μέλλοντα ἐξῆλθεν ἐξ Αἰγύπτου, τῶν σωματικῶν καὶ θλιβόντων πραγμάτων, ἅπερ “οἶκος” ἂν εἴη “δουλείας”, ζητῶν τὸν οἶκον τῆς ἐλευθερίας τὴν Ἱερουσαλήμ, στῆναι θέλων ἐν τῷ ἐξομολογεῖσθαι τῷ κυρίῳ καὶ ὁρᾶν αὐτοῦ τὴν εἰρήνην · ὅτε καὶ γίνεται κύριος ὁ Θεὸς αὐτοῦ · οὐ γὰρ ἐν Αἰγύπτῳ, κα- κἂν ὡς δεῖ τις ἐσθίῃ τὸ πάσχα, οὐ δὲ κατά τινα τῶν εἰρημένων σταθμῶν. οὔπω γὰρ δουλείας ὁ τοιοῦτος ἐλεύθερος μετὰ τοσαύτην ἀπόδειξιν, εἰ μὴ “πρὸς ὄρει” γένοιτο “τοῦ Θεοῦ”. τοῦτο τῆς ἐπιούσης δεκαλόγου προοίμιον. τὰ μὲν οὖν ὁμοιώματα τῶν ὄντων εἰσὶν εἰκόνες ζῴωντε καὶ σωμάτων, τὰ δὲ εἴδωλα ἀνυπάρκτων ἐστὶν ἀναπλάσματα. οὐ γὰρ ὕπαρξις τὸ εἴδωλον · “οὐδὲν γὰρ εἴδωλον ἐν κόσμῳ” Παῦλος φησίν · οἷον εἴ τις ἱπποκενταύρους ἢ Πᾶνας ἢ τερατώδεις τινὰς ἀναπλάσαιτο φύσεις. πᾶν ἄρα νόημα κατὰ περιληπτικὴν φαντασίαν ἐν περινοίᾳ τῆς θείας γινόμενον φύσεως εἴδωλον πλάττει Θεοῦ, ἀλλ’οὐ Θεὸν καταγγέλλει. γένοιτο δ’ἂν καὶ τῶν ἐν οὐρανῷ ὁμοιώματα γραφόντων ἢ καὶ γλυφόντων τινῶν ἥλιον ἢ σελήνην · ἴσως δὲ καὶ περὶ τῶν κατ’ἀστρολογίαν φησὶ δεκανῶν · ἀλλοκότους γάρ τινας διαγράφουσι δαίμονας, ἅπερ ἴσως “πνευματικὰ τῆς πονηρίας ἐν τοῖς ἐπουρανίοις” ὠνόμασται κατὰ τὸν λόγον τοῦ λέγοντος Θεοῦ · “ἐμεθύσθη ἡ μάχαιρά μου ἐν τῷ οὐρανῷ”. τούτους γὰρ ἐν πίναξιν ἀστρολογικοῖς καταγράφουσιν ἔντε φυλακτηρίοις ἀποτρεπτικοῖς δαιμόνων ἢ προτρεπτικοῖς, ἐν οἷς ἄν τις εὕροι τὰ μὲν ὁμοιώματα, τὰ δὲ εἴδωλα. “οὐ προσκυνήσεις αὐτοῖς οὐ δ’οὐ μὴ λατρεύσῃς αὐτοῖς”. ὁ μὲν λατρεύων καὶ προσκυνεῖ, προσκυνῶν δέ τις οὐ πάντως λατρεύει · τὸ μὲν γὰρ ψυχῆς σεβομένης, τὸ δὲ καὶ μέχρι τοῦ σχήματος · οἷά τινες ἔσθ’ὅτε καθυποκρίνονται δυναστείαν θεραπεύοντες ἢ πάθεσι χαριζόμενοι κατὰ τοὺς ἐν τοῖς Ἀριθμοῖς εἰδωλολατρήσαντας. γέγραπται γὰρ περὶ αὐτῶν ὅτι οὐκ ἐλάτρευσαν οὐ δὲ ἐδούλευσαν τοῖς εἰδώλοις αὐτῶν. ὁ δὲ Θεὸς ἀγαπᾶσθαι θέλων “ἐξ ὅλης ψυχῆς” οὐ δὲ τῶν ἄχρι σχήματος ἀσεβούντων ἀνέχεται · χρὴ γὰρ τοὺς ἀλλοτρίους θεοὺς ἀρνησάμενον “μερίδα” γενέσθαι “θεοῦ” “ἐξ ὅλης” αὐτὸν ἠγαπηκότα “ψυχῆς” καὶ τῶν πρὶν κακῶν ἐραστῶν τῆς πορνευούσης ἐκ θεοῦ ψυχῆς ἀφιστάμενον, ὡς καὶ περὶ τῆς Ἱερουσαλὴμ εἴρηται δυσμενῶν αὐτῇ γεγονότων τῶν ἐραστῶν, ἣ καί φησιν · “ἀποστρέψω πρὸς τὸν ἄνδρα μου τὸν πρότερον, ὅτι καλῶς μοι ἦν τότε ἢ νῦν”. εἰ δὲ μὴ οὕτως ἐπιστρέψῃς, ὡς αὐτόν σε παραδέξασθαι καὶ λοῦσαι καὶ καθαρίσαι συγχωροῦντα τὴν ἁμαρτίαν, γέγονας ἐν μεγίστῳ κινδύνῳ. τοιγαροῦν Ἰησοῦς πρὸς τοὺς υἱούς φησιν Ἰσραήλ · “ὑμεῖς αὐτοὶ ἐκλέξασθε πότερον λατρεύετε τοῖς θεοῖς τῶν τόπων τούτων ἢ λατρεύετε τῷ Θεῷ Ἰσραήλ” · ἐκείνων δὲ λεγόντων · “λατρεύομεν Κυρίῳ τῷ Θεῷ”, φησίν · “ὑμεῖς μάρτυρες καθ’ὑμῶν ὅτι ὑμεῖς ἐξελέξασθε λατρεύειν Κυρίῳ τῷ Θεῷ Ἰσραήλ”. κίνδυνος γὰρ ἐκείνων ἀποστάντα μὴ γνησίως προσελθεῖν τῷ Θεῷ · πολλὰ γὰρ τὰ πολεμοῦντα καὶ πάλιν ἀποσπάσαι βουλόμενα πρὸς μερίδα τὴν ἑαυτῶν κατὰ “τὸ πνεῦμα τὸ ἐξελθὸν καὶ διὰ τῶν ἀνύδρων οὐχ εὑρίσκον ἀνάπαυσιν, εἶτα τὸν οἶκον εὑρόν, ὅθεν ἐξῆλθε, σχολάζοντα καὶ μόνον μὲν φοβηθὲν εἰσελθεῖν, μεθ’ἑπτὰ δὲ πονηροτέρων ποιοῦν τὰ ἔσχατα τῶν πρώτων βαρύτερα”. κρῖνον γὰρ τὸν ὑποστρέφοντα πρὸς τοὺς δαίμονας, καὶ τὸν μετὰ ταῦτα βίον εὑρήσεις χείρω γεγονότα τοῦ πρὶν αὐτὸν προσελθεῖν τῷ Θεῷ. οἰκεῖ γὰρ δαιμόνιον ἐν ἑκάστῳ τῶν ἐθνικῶν, “ὅτι πάντες οἱ θεοὶ τῶν ἐθνῶν δαιμόνια”. τοῦτον ἐκβαλὼν ἐὰν μὴ σχῇς τὸν εἰρηκότα · “ἐνοικήσω ἐν αὐτοῖς καὶ ἔσομαι αὐτῶν Θεός”, δέδωκας σαυτὸν ἐκείνῳτε καὶ τοῖς πονηροτέροις ἑπτά · θεοῦ γὰρ ὄντος οὐχ ἥξουσι · “τίς γὰρ μετοχὴ δικαιοσύνης καὶ ἀδικίας ἢ τίς κοινωνία φωτὶ πρὸς σκότος · ἢ τίς συγκατάθεσις ναῷ Θεοῦ μετὰ εἰδώλων · τίς μερὶς πιστοῦ μετὰ ἀπίστου”; . ἡμεῖς γὰρ “ναὸς Θεοῦ” ἐσμὲν “ζῶντος”, καθὼς εἶπεν ὁ Θεός, ὅτι “ἐνοικήσω ἐν αὐτοῖς καὶ ἐμπεριπατήσω καὶ ἔσομαι αὐτῶν Θεὸς καὶ αὐτοὶ ἔσονταί μου λαός”. “διὰ τοῦτο ἐξέλθετε ἐκ μέσου αὐτῶν καὶ ἀφορίσθητε καὶ ἀκαθάρτου μὴ ἅπτεσθε · κα- κἀγὼ εἰσδέξομαι ὑμᾶς καὶ ἔσομαι ὑμῖν εἰς πατέρα καὶ ὑμεῖς ἔσεσθέ μοι εἰς υἱοὺς καὶ θυγατέρας, λέγει Κύριος παντοκράτωρ”. “ἐγὼ γάρ εἰμι Κύριος ὁ Θεός σου, Θεὸς ζηλωτής”. οὐδεὶς ἀνὴρ ἐπὶ πόρνῃ ζηλοῖ, ἀλλ’ἐπὶ γυναικὶ γαμετῇ · ἡ μὲν γὰρ πρόκειται πᾶσιν, ἡ δὲ μόνου τοῦ συνοικοῦντός ἐστιν, ἐφ’ᾗ καὶ ζηλοῖ. “μεστὸς γὰρ ζήλου θυμὸς ἀνδρὸς” κατὰ Σολομῶντα. οὕτως ἐπὶ ψυχῆς ἐχούσης ἕνα λόγον ἕνα νυμφίον · ἐπὶ δὲ πόρνης τὸ μὲν ἐξῆλθε, τὸ δὲ ἀντεισῆλθε δαιμόνιον καὶ ὁ ζηλῶν οὐ δὲ εἷς. ὅθεν πᾶν εἴδωλον τιμᾶν οἱ τῶν ἐθνῶν προσέταξαν νόμοι. ὁ δὲ νυμφίος καὶ καλὸς ζηλωτής, κα- κἂν πόρνην ποτὲ παραλάβῃ, σωφρονίζειν ἐθέλει. διὸ καὶ Ὠσηὲ πόρνην λαβὼν ἔλεγεν · “ἡμέρας πολλὰς καθίσῃ ἐπ’ἐμοί, καὶ οὐ μὴ πορνεύσῃς, οὐ δ’οὐ μὴ γένῃ ἀνδρὶ ἑτέρῳ, κα- κἀγὼ ἐπὶ σοί”. ἐποίει καὶ Θεὸς μέγα δεῖπνον διὰ τοὺς γάμους τοῦ υἱοῦ αὐτοῦ. καὶ ἔστι “θεὸς ζηλωτής”, μὴ ἐπιτρέπων ἄλλῳ κοινωνεῖν τῇ ψυχῇ, ἅμα δὲ τῇ πορνείᾳ “βιβλίον ἀποστασίου” διδοὺς κατὰ τὴν ἐν νόμῳ προφασιστικοὺς ἔχουσαν λόγους · ὅπερ ὡς Φαρισαίους κατὰ τὸ γράμμα παρήγαγεν ὁ Χριστὸς κατὰ Παῦλον λέγοντα · “γέγονα τοῖς Ἰουδαίοις ὡς Ἰουδαῖος, ἵνα Ἰουδαίους κερδήσω”. σαφηνίζει δὲ τοῦτο λέγων · “καὶ τοῦτο τὸ βιβλίον τοῦ ἀποστασίου τῆς μητρὸς ὑμῶν, ᾧ ἐξαπέστειλα αὐτήν. ἰδοὺ ταῖς ἁμαρτίαις ὑμῶν ἐπράθητε καὶ ταῖς ἀνομίαις ὑμῶν ἐξαπέστειλα τὴν μητέρα ὑμῶν”. ἐὰν δὲ ἐπιστρέψῃ πορνεύουσα, λέγει περὶ αὐτῆς, ἣν “ὁ Θεὸς ἐκαθάρισε”, “σὺ μὴ κοίνου”. ἀντέχεται μὲν οὖν πάσης ψυχῆς, ἐξιοῦσα δὲ τῆς ἐκκλησίας αὐτὴ μᾶλλον δίδωσι τῷ νυμφίῳ “βιβλίον ἀποστασίου” · καὶ πρὸς αὐτήν · “ἐκπεπόρνευκάς” φησιν “ἐν ποιμέσι πολλοῖς καὶ πρὸς ἐμὲ ἀνέκαμπτες, λέγει Κύριος”. μετανοοῦσαν δὲ παραδεκτέον · ἐὰν δὲ πόρνῃ τις ἔτι τυγχανούσῃ κοινωνήσῃ, ὁράτω ὅτι “ὁ κολλώμενος τῇ πόρνῃ ἓν σῶμά ἐστι”. πορνεύουσαν δὲ Θεὸς οὐκέτι ζηλοῖ · φησὶ γὰρ ἐν Ἰεζεκιὴλ πρὸς τὴν Ἱερουσαλήμ · “διὰ τοῦτο ὁ ζῆλός μου ἀποστήσεται ἀπὸ σοῦ καὶ οὐ θυμωθήσομαι ἐπὶ σοί”. ἀγαθότητος ταῦτα Θεοῦ · ἐλεῶν θυμοῦται καὶ πλήττει · τῷ δὲ ἐλέῳ συμπαύεται καὶ ὁ θυμός.