ὥσπερ ἐν τῷ πάλαι λαῷ πολλοὶ προφητείαν ἐπηγγέλλοντο, ἀλλὰ τούτων τινὲς μὲν ἦσαν ψευδοπροφῆται, τινὲς δὲ ἀληθῶς προφῆται, καὶ ἦν χάρισμα τῷ λαῷ διάκρισις πνευμάτων, ἀφ’οὗ ἐκρίνετο ὅτε ἀληθὴς προφήτης καὶ ὁ ψευδώνυμος · οὕτω καὶ νῦν ἐν τῇ καινῇ διαθήκῃ τὰ εὐαγγέλια “πολλοὶ” ἠθέλησαν γράψαι, ἀλλ’“οἱ δόκιμοι τραπεζῖται” οὐ πάντα ἐνέκριναν, ἀλλά τινα αὐτῶν ἐξελέξαντο. τάχα δὲ καὶ τὸ “ἐπεχείρησαν” λεληθυῖαν ἔχει κατηγορίαν τῶν χωρὶς χαρίσματος ἐλθόντων ἐπὶ τὴν ἀναγραφὴν τῶν εὐαγγελίων. Ματθαῖος γὰρ οὐκ “ἐπεχείρησεν”, ἀλλ’ἔγραψεν ἀπὸ ἁγίου πνεύματος, ὁμοίως καὶ Μᾶρκος καὶ Ἰωάννης, παραπλησίως δὲ καὶ Λουκᾶς. τὸ μέντοι ἐπιγεγραμμένον κατὰ Αἰγυπτίους εὐαγγέλιον καὶ τὸ ἐπιγεγραμμένον τῶν Δώδεκα εὐαγγέλιον οἱ συγγράψαντες “ἐπεχείρησαν” · ἤδη δὲ ἐτόλμησε καὶ Βασιλείδης γράψαι κατὰ Βασιλείδην εὐαγγέλιον. “πολλοὶ μὲν οὖν ἐπεχείρησαν” · φέρεται γὰρ καὶ τὸ κατὰ Θωμᾶν εὐαγγέλιον καὶ τὸ κατὰ Ματθίαν καὶ ἄλλα πλείονα. ταῦτά ἐστι τῶν ἐπιχειρησάντων · τὰ δὲ τέσσαρα μόνα προκρίνει ἡ τοῦ θεοῦ ἐκκλησία. ὅ γε μὴν Λουκᾶς εἰπών · “περὶ τῶν πεπληροφορημένων ἐν ἡμῖν πραγμάτων” τὴν διάθεσιν ἑαυτοῦ ἐμφαίνει, ὅτι οὐδὲν ἀμφιβάλλων οὐ δὲ εἰκάζων, ἀλλὰ πάντα μετὰ παρρησίας ἐβεβαίωσεν ὡς εὖ εἰδώς. πεπληροφόρητο γὰρ καὶ ἐν οὐδενὶ ἐδίσταζεν, πότερον οὕτως ἔχει ἢ οὔ. τοῦτο δὲ γίνεται περὶ τοὺς βεβαίως πιστεύοντας καὶ εὐχομένους καὶ ἐπιτυχόντας καὶ εἰπόντας · “βεβαίωσόν με ἐν τοῖς λόγοις σου”. καὶ γὰρ ὁ ἀπόστολος περὶ τῶν βεβαίων φησίν · “ἵνα ᾖτε ἐρριζωμένοι καὶ τεθεμελιωμένοι τῇ πίστει”. οὐδὲν γὰρ οὕτως πληροφορεῖ ὡς νοῦς καὶ λόγος · ὄψις γὰρ οὐ πληροφορεῖ, ἐπεὶ οὐκ ἀπὸ σημείων καὶ τεράτων ὁρατῶν κρίνεται τὰ πράγματα, ἀλλὰ λόγῳ κρίνεται, ποῖα τὰ ἀληθῆ καὶ ποῖα τὰ ψευδῆ. “οἱ αὐτόπται”, φησί, “καὶ ὑπηρέται τοῦ λόγου”. ἐν μὲν τῇ Ἐξόδῳ γέγραπται, ὅτι “ὁ λαὸς ἑώρα τὴν φωνὴν τοῦ κυρίου”. καίτοι γε φωνὴ οὐ βλέπεται, ἀλλ’ἀκούεται, ἵνα δηλωθῇ παραδόξως, ὅτι ἡ τοῦ θεοῦ φωνὴ βλέπεται, οἷς βλέπεται. ἐν δὲ τῷ εὐαγγελίῳ οὐχ ἡ φωνὴ βλέπεται, ἀλλ’ὁ κρείττων τῆς φωνῆς λόγος. διὰ τοῦτο · “καθὼς παρέδοσαν ἡμῖν οἱ ἀπ’ἀρχῆς αὐτόπται καὶ ὑπηρέται γενόμενοι τοῦ λόγου”. οὐκοῦν οἱ ἀπόστολοι “αὐτόπται τοῦ λόγου” ἦσαν οὐ μόνον ἑωρακότες τὸν Ἰησοῦν κατὰ σῶμα, ἀλλὰ καὶ τὸν θεοῦ λόγον. εἰ γὰρ τὸ ἑωρακέναι τὸν Ἰησοῦν κατὰ σῶμα “αὐτόπτην τοῦ λόγου” γίνεσθαι ἦν, καὶ Πιλᾶτος “αὐτόπτης” ἦν “τοῦ λόγου” καταδικάζων αὐτὸν καὶ Ἰούδας ὁ προδότης καὶ πάντες οἱ λέγοντες · “σταύρου, σταύρου αὐτόν”. ἀλλ’ἀπείη λέγειν, ὅτι ἐκεῖνοι ἦσαν “αὐτόπται τοῦ λόγου”. τὸ οὖν ἰδεῖν τὸν λόγον ἐκεῖ ἐννοεῖται, ὅπου ἔλεγεν ὁ σωτήρ · “ὁ ἑωρακὼς ἐμὲ ἑώρακε τὸν πατέρα τὸν πέμψαντά με”. καὶ λεληθότως δέ τι καλὸν μάθημα διδάσκει ἡμᾶς ὁ Λουκᾶς ἐνταῦθα, ὅτι τινῶν μὲν θεωρημάτων τὸ τέλος ἡ θεωρία ἐστίν, τινῶν δὲ θεωρημάτων τὸ τέλος ἡ πρᾶξις. ἵνα μὲν οὖν διὰ τοῦ “αὐτόπται” δηλώσῃ τὸ θεωρητικόν, διὰ δὲ τοῦ “ὑπηρέται” τὸ πρακτικὸν αὐτῶν παραστήσῃ, “αὐτόπται καὶ ὑπηρέται” εἶπεν. “ἔδοξε κα- κἀμοὶ ἄνωθεν παρηκολουθηκότι” · γράφω δὲ οὐ ψιλὴν ἀκοήν, φησίν, παραλαβών, ἀλλ’ἀκριβῶς παρηκολουθηκὼς ἄνωθεν · διαβεβαιοῦται, ὅτι παρηκολούθησεν οὔ τισι τῶν εἰρημένων, ἀλλὰ πᾶσιν. ἐπαινεῖ δὲ τὸν μακάριον Λουκᾶν καὶ ὁ ἀπόστολος λέγων · “οὗ ὁ ἔπαινος ἐν τῷ εὐαγγελίῳ”. εἰκὸς δὲ ὑπολαμβάνειν τινάς, ὅτι Θεοφίλῳ τινὶ ἔγραψε τὸ εὐαγγέλιον. ἀλλὰ καὶ πάντες, ἐὰν τοιοῦτοι ὦμεν ὡς ἀγαπᾶσθαι ὑπὸ τοῦ θεοῦ καὶ φιλεῖσθαι, θεόφιλοί ἐσμεν. εἰ δέ τις “θεόφιλος”, οὗτος καὶ “κράτιστος” · οὐδεὶς γὰρ “θεόφιλος” ἀσθενής. καὶ ὥσπερ γέγραπται ἐπὶ τοῦ λαοῦ ἐξερχομένου ἐκ τῆς Αἰγύπτου, ὅτι “οὐκ ἦν ἐν ταῖς φυλαῖς αὐτῶν ὁ ἀσθενῶν”, οὕτως εἴποιμι ἄν, ὅτι πᾶς “θεόφιλος” “κράτιστός” ἐστιν ἔχων τὸ κράτος καὶ τὴν δύναμιν τὴν ἀπὸ τοῦ θεοῦ καὶ τοῦ λόγου αὐτοῦ · καὶ οὕτως ἐπιγνώσεταί τις, “περὶ ὧν κατηχήθη λόγων τὴν ἀσφάλειαν”, συνεὶς τὸν λόγον τοῦ εὐαγγελίου. “ἦσαν δὲ δίκαιοι”, φησίν, “ἀμφότεροι”. οἱ θέλοντες συναγορεύειν ἑαυτῶν ταῖς ἁμαρτίαις οἴονται ἀδύνατον εἶναι πάντῃ ἀναμάρτητον εἶναί τινα, καὶ χρῶνται τὰ τοῦ Ἰώβ · “οὐδεὶς καθαρὸς ἀπὸ ῥύπου”. τὸ δὲ ἀναμάρτητον δισσῶς νοεῖται · τὸ μὲν ἐν τῷ μηδέποτε ἡμαρτηκέναι, τὸ δὲ ἐν τῷ μηκέτι ἁμαρτάνειν. ἐκ μὲν οὖν τοῦ μηδέποτε ἁμαρτῆσαι οὐδεὶς ἂν εἴη ἀναμάρτητος · πάντες γὰρ ἄνθρωποί ποτε ἥμαρτον, καὶ ἂν ὕστερον “δίκαιοι” γένωνται. δυνατὸν δὲ ἐκ τοῦ μηκέτι ἁμαρτάνειν χρηματίσαι ἀναμάρτητον · οὕτω γὰρ καὶ ὁ Χριστὸς “παρέστησεν ἑαυτῷ τὴν ἐκκλησίαν μὴ ἔχουσαν σπῖλον ἢ ῥυτίδα”, οὐχ ὅτι οὐδέποτε ἐσπίλωται ὁ ἐκκλησιαστικὸς ἢ γέγονεν ἐν ῥυτίδι τοῦ “παλαιοῦ ἀνθρώπου”, ἀλλὰ ὅτι οὐκ ἔχει ἔτι “ῥυτίδα”. παράδειγμα δὲ τοῦ δύνασθαι ἄνθρωπον παρὰ τὸ μηκέτι ἁμαρτάνειν χρηματίζειν ἀναμάρτητον τὰ κατὰ τὸν Ζαχαρίαν καὶ τὴν Ἐλισάβετ. “ἦσαν”, γάρ φησι, “δίκαιοι καὶ πορευόμενοι ἄμεμπτοι”. ἐδύνατο δὲ γεγράφθαι τό · “ἦσαν δίκαιοι ἐν ταῖς ἐντολαῖς”, νῦν δὲ ἡ προσθήκη ἀναγκαία τοῦ “ἐνώπιον τοῦ θεοῦ”. ἐνδέχεται γὰρ κατὰ μὲν τὸ φαινόμενον δίκαιον εἶναί τινα ἐνώπιον τῶν ἀνθρώπων, κατὰ δὲ τὸ κρυπτὸν τῆς διανοίας μὴ εἶναι τοιοῦτον ἐμφωλεύοντας κεκτημένον λογισμοὺς πονηρούς. ὅταν γὰρ ἄνθρωπος μηδὲν ἔχῃ φαῦλον λέγειν περὶ ἐμοῦ, ἀλλὰ τὰ βλεπόμενά μου κατανοῶν ἐπαινεῖ, δίκαιός εἰμι “ἐνώπιον” ἀνθρώπων. οὐκ οἴδασι δὲ οἱ ἄνθρωποι τὸ κρυπτόν μου, πότε ἥμαρτον ἐμβλέψας γυναῖκα εἰς τὸ ἐπιθυμῆσαι, ὥστε λογισθῆναί μοι τὴν ἐν καρδίᾳ μοιχείαν. τοιοῦτόν τι καὶ ὁ Παῦλος δηλοῖ, ὅταν λέγῃ περί τινων · “ὧν ὁ ἔπαινος οὐκ ἐξ ἀνθρώπων, ἀλλ’ἐκ τοῦ θεοῦ”. οἱ γὰρ ἄνθρωποι οὐκ οἴδασι κατ’ἀξίαν ἐπαινεῖν, μόνος δὲ ὁ θεὸς οἶδεν ἀξίως καὶ ἐπαινέσαι τὸν ἐπαινετὸν καὶ τοῦ ψεκτοῦ τὴν κρίσιν ἀξίως ποιῆσαι. ἀναγκαίως πρόσκειται τό · “ἦσαν δίκαιοι ἐνώπιον τοῦ θεοῦ”. πρὸς ὃ προκαλεῖται καὶ ὁ Σολομῶν · “προνοοῦ καλά”, λέγων, “ἐνώπιον κυρίου καὶ ἀνθρώπων”. ἴδωμεν δὲ τῶν μακαρίων τούτων τὸν ἔπαινον · “πορευόμενοι ἐν ταῖς ἐντολαῖς”, φησί, “καὶ δικαιώμασι τοῦ κυρίου”. ὅταν μὲν κρίνωμεν περὶ τῶν ἑτέρων καλῶς, “ἐν δικαιώμασι κυρίου” πορευόμεθα, ὅταν δὲ ποιῶμεν τάδε ἢ τάδε, “ἐν ἐντολαῖς θεοῦ” πορευόμεθα. μήποτε οὖν ταύτην τὴν διαφορὰν ἐπιστάμενος ὁ Λουκᾶς, ὡς κατ’αὐτὰ τούτους βιοῦντας, τὸν ἔπαινον τοῦτον ἀπέδωκεν · “πορευόμενοι ἐν πάσαις ταῖς ἐντολαῖς καὶ δικαιώμασι τοῦ κυρίου ἄμεμπτοι”. ἴσως ἐρεῖ τις · διὰ τί πρόσκειται τούτοις τό · “ἄμεμπτοι”; ἤρκει γὰρ αὐτοῖς “πορεύεσθαι ἐν πάσαις ταῖς ὁδοῖς τοῦ θεοῦ καὶ δικαιώμασιν”, εἰ μὴ ἄρα ἔστιν πορεύεσθαι “ἐν πάσαις ταῖς ἐντολαῖς καὶ δικαιώμασιν”, οὐκ “ἀμέμπτως” δέ. πῶς τοίνυν ἔστι “πορεύεσθαι ἐν πάσαις ταῖς ἐντολαῖς”, οὐκ “ἀμέμπτως” δέ; φημὶ δὲ οὖν πρὸς αὐτόν, ὅτι, εἰ μὴ ἦν τοῦτο, οὐκ ἂν ἐλέγετο · “δικαίως τὸ δίκαιον διώξῃ”, ἐπεὶ καὶ τὸ καλὸν οὐ καλόν, ὅταν μὴ καλῶς γίνηται. ἐπὰν οὖν ποιῶμεν τὰς ἐντολάς, ὥστε ἐν τῷ συνειδότι ῥύπον κενοδοξίας ἢ ἀνθρωπαρεσκείας ἢ ἑτέρου τινὸς τοιούτου ἔχειν, κα- κἂν δοκῶμεν ποιεῖν τὴν ἐντολήν, οὐκ “ἀμέμπτως” ποιοῦμεν. ἔργον οὖν ἐστιν πορεύεσθαι “ἐν ταῖς ἐντολαῖς καὶ δικαιώμασι τοῦ κυρίου ἀμέμπτως” κατ’ἔπαινον ἀποδοθησόμενον ὑπὸ τοῦ θεοῦ ἐν τῷ θείῳ δικαστηρίῳ. τὰ αἰσθητά, ἵνα βλέπηται, οὐδὲν ἐνεργεῖ, ἀλλ’ὁ ὑγιὴς ὀφθαλμὸς ταθείς, εἴτε βούλεται τὸ αἰσθητὸν βλέπεσθαι εἴτε μή, βλέπει αὐτό. οὐ τοιαῦτα δὲ τὰ θεῖα, οὐ δ’ἐν τῷ παρόντι ὁρώμενα χωρὶς τῆς ἑαυτῶν ἐνεργείας. καὶ γοῦν χάριτι θεὸς “ὤφθη” τῷ Ἀβραὰμ ἤ τινι τῶν ἁγίων, οὐ τοῦ ὀφθαλμοῦ τῆς ψυχῆς τοῦ Ἀβραὰμ μόνου αἰτίου γενομένου τοῦ βλέπεσθαι αὐτῷ τὸν θεόν, ἀλλὰ τοῦ θεοῦ παρασχόντος ἑαυτὸν εἰς ἐμφανισμὸν τῷ δικαίῳ, ἀξίῳ γενομένῳ τῆς ὀπτασίας αὐτοῦ. ἀλλὰ γὰρ καὶ ἄγγελος, ὅσον οὐ βούλεται βλέπεσθαί τινι ἡμῶν, παρὼν οὐ βλέπεται. καὶ μὴ θαυμάσῃς ἐπὶ τοῦ παρόντος, εἰ ὁ θεὸς θέλων “ὤφθη” τῷ Ἀβραάμ, μὴ θέλων δὲ οὐκ “ὤφθη” τῷ δεῖνι, καὶ “ἄγγελος ὤφθη” τῷ Ζαχαρίᾳ, καὶ μὴ θέλων οὐκ ἂν “ὤφθη” αὐτῷ. ἀλλὰ καὶ μετὰ τὸν “ἐνεστῶτα αἰῶνα”, ἐὰν ἐξέλθωμεν, ἴσθι, ὅτι οὐ παντὶ φαίνεται ὁ θεὸς ἢ οἱ ἄγγελοι, ἀλλὰ ἕκαστος τῶν βλεπόντων τῷ καθαρὰν ἔχειν καρδίαν καὶ παρεσκευάσθαι πρὸς τὸ βλέπειν τὸν θεὸν ὄψεται τὸν θεόν. καὶ ἐν τῷ αὐτῷ τόπῳ δύο, ὁ μὲν καθαρὰν ἔχων καρδίαν, ὁ δὲ ἐβδελυγμένην · ὁ μὲν ὄψεται, ἐπεὶ οὐκ ἐν τόπῳ βλέπεται ὁ θεός, ἀλλὰ καθαρᾷ καρδίᾳ, ὁ δὲ οὐκ ὄψεται αὐτόν. οὕτω νοητέον καὶ ἐπὶ τοῦ Χριστοῦ. μὴ γὰρ οἴου, ὅτι πάντες οἱ βλέποντες Χριστὸν ἔβλεπον. ἔβλεπον Χριστοῦ σῶμα, Χριστὸν δέ, καθ’ὃ Χριστός ἐστιν, οὐκ ἔβλεπον. ἐβλέπετο δὲ ὑπὸ μόνων τῶν ἀξίων βλέπειν τὸ μέγεθος αὐτοῦ. ἐπηγγείλατο δὲ καὶ ἡ γραφή · “ὅτι εὑρίσκεται τοῖς μὴ πειράζουσιν αὐτόν, ἐμφανίζεται δὲ τοῖς μὴ ἀπιστοῦσιν αὐτῷ”. “ἐταράχθη”, δέ φησιν, “Ζαχαρίας ἰδών” · ξενίζουσα γὰρ ὄψις ἀνθρώπῳ φαινομένη οὐκ ἔστιν αὐτῷ ὑπομονητή · ὅμως ἐπιστρέφει αὐτὸν ἀπὸ τῆς ταραχῆς ὁ ἄγγελος εἰπών · “μὴ φοβοῦ, Ζαχαρία” καὶ ἀνακτᾶται αὐτὸν διὰ τοῦ εὐαγγελίζεσθαι τὴν γέννησιν Ἰωάννου λέγων · “ἠκούσθη ἡ δέησίς σου”. τὸ δὲ εἰπεῖν · “ἔσται μέγας” μέγεθος ἐμφαίνει τῆς Ἰωάννου ψυχῆς, καὶ μέγεθος βλεπόμενον ὑπὸ τοῦ θεοῦ. ἔστι γάρ τι μέγεθος ψυχῆς κατ’ἀρετήν, ὅ ἐστιν ὁρώμενον κυρίῳ, καὶ ἔστι τις σμικρότης ψυχῆς. ἐγὼ οὕτως ἀκούω τοῦ ἐν τῷ εὐαγγελίῳ · “μὴ καταφρονήσητε ἑνὸς τῶν μικρῶν τούτων”, τῶν ἐν τῇ ἐκκλησίᾳ. “μικρὸν” γὰρ ἐκεῖ τὸν ἐναντίον τοῦ μεγάλου λέγει, οὐ χρείαν ἔχων ἐντολῆς περὶ τοῦ μεγάλου, ἵνα καὶ τοῦτο εἴπῃ · οὐ δὲ γὰρ καταφρονεῖται ὁ μέγας. ὅτι δὲ “ὁ μικρὸς” οὐχ ὁ τυχών ἐστι, δῆλον ἐκ τοῦ · “ὃς ἂν σκανδαλίσῃ ἕνα τῶν μικρῶν τούτων”. μέγας γὰρ οὐ σκανδαλίζεται · ἀλλ’ὁ μέγας παντὸς σκανδάλου κρείττων ἐστίν. ὁ μὲν οὖν λαὸς οὐκ οἶδε τὸν σωτῆρα ἤδη ποιοῦντα “σημεῖα καὶ τέρατα”, ὁ δὲ Ἰωάννης ἔτι ἐν τῇ κοιλίᾳ τῆς μητρὸς ὢν σκιρτᾷ, ἡνίκα ἦλθεν ἡ μήτηρ Ἰησοῦ. “ἰδοὺ γάρ”, φησίν, “ὡς ἐγένετο ὁ ἀσπασμός σου εἰς τὰ ὦτά μου, ἐσκίρτησε τὸ βρέφος ἐν ἀγαλλιάσει ἐν τῇ κοιλίᾳ μου”. πνεῦμα οὖν ἅγιον εἶχεν ἔτι ἐν τῇ κοιλίᾳ τῆς μητρὸς ὢν ὁ Ἰωάννης. αὐτὸς μὲν οὖν “πολλοὺς” λέγεται “ἐπιστρέψαι”. ὁ μὲν Ἰωάννης “πολλοὺς τῶν υἱῶν Ἰσραὴλ ἐπέστρεψε πρὸς κύριον τὸν θεὸν αὐτῶν”, κατὰ τὴν τοῦ ἀγγέλου φωνήν, ὁ δὲ κύριος ἡμῶν Ἰησοῦς Χριστὸς πάντας ἐφώτισεν εἰς τὴν ἐπίγνωσιν τῆς ἀληθείας. τοῦτο γὰρ αὐτοῦ τὸ ἔργον ἐστίν · “καὶ πολλοὺς τῶν υἱῶν Ἰσραὴλ ἐπιστρέψει πρὸς κύριον τὸν θεὸν αὐτῶν”. οὐ γὰρ “ἐν ψυχῇ Ἡλίου” φησίν οὐ γὰρ ἦν μετεμψύχωσις ἀλλ’“ἐν πνεύματι καὶ δυνάμει Ἡλίου”. ἦν γὰρ ἐπὶ τὸν Ἡλίαν πνεῦμα καὶ δύναμις, εἴτ’οὖν πνευματικὸν χάρισμα, ὥσπερ καὶ ἐπὶ ἕκαστον τῶν προφητῶν. τὸ οὖν πνεῦμα, ὅπερ ἦν ἐν Ἡλίᾳ, γέγονεν ἐν Ἰωάννῃ. ἐκεῖνος ἀνελήφθη, οὗτος δὲ πρόδρομος γέγονε τοῦ σωτῆρος. ἀπέθανε πρὸ τοῦ σωτῆρος, ἵνα καὶ τοῖς ἐν ᾅδῃ πρόδρομος γεγονὼς τοῦ σωτῆρος κηρύξῃ τὴν κατάβασιν Ἰησοῦ Χριστοῦ. καταδικάζεται σιωπᾶν Ζαχαρίας ὁ ἱερεύς, ὁ λειτουργὸς τοῦ θεοῦ ὁ τὰς θυσίας προσφέρων, καὶ σιωπᾷ καὶ σιωπῶν μόνον διένευεν, καὶ διέμεινε κωφὸς μέχρι τῆς γεννήσεως Ἰωάννου. τί οὖν ταῦτα; ἡ τοῦ Ζαχαρίου σιωπὴ σιωπὴ τῶν προφητῶν ἐστιν ἐν τῷ πάλαι λαῷ τοῦ θεοῦ. οὐκέτι γὰρ θεὸς λαλεῖ αὐτοῖς, ἀλλὰ μεταβέβηκεν “ὁ ἐν ἀρχῇ λόγος ὁ λόγος, ὁ πρὸς τὸν θεόν, ὁ θεὸς λόγος” πρὸς ἡμᾶς καὶ παρ’ἡμῖν οὐ σιωπᾷ, παρ’ἐκείνοις δὲ σεσιώπηκεν. διὰ τοῦτο σιωπᾷ ὁ προφήτης Ζαχαρίας · καὶ γὰρ προφήτης γεγονέναι λέγεται. τί δέ · “καὶ διένευεν αὐτοῖς”; τὸ “διανεύειν” διαμένοντα κωφὸν τοιοῦτόν ἐστιν · αἱ χωρὶς λόγου πράξεις οὐδὲν διαφέρουσι νεύσεων, αἱ δὲ μετὰ λόγου πράξεις οὐκ εἰσὶ νεύσεις · κοσμοῦνται γὰρ ὑπὸ τοῦ λόγου. ἐὰν οὖν ἴδῃς Ἰουδαίων τὴν πολιτείαν ἄλογον, ὡς μὴ δύνασθαι αὐτοὺς διδόναι λόγον, περὶ ὧν πράττουσι, βλέπε τὸν τύπον τὸν γεγενημένον ἐπὶ Ζαχαρίου διαμένοντος κωφοῦ καὶ διανεύοντος αὐτοῖς. κατὰ τοῦτο αὐτοῖς περιτομὴ χωρὶς λόγου νεύματα, καὶ Πάσχα καὶ προσευχαί. ἔστι γὰρ κωφὸς νῦν ὁ λαὸς καὶ ἄλαλος · καὶ πῶς γὰρ οὐκ ἤμελλεν κωφὸς καὶ ἄλογος καὶ ἄλαλος εἶναι, ἐκβαλὼν τὸν λόγον ἀφ’ἑαυτοῦ καὶ μὴ δυνάμενος περὶ μηδενὸς λόγον ἀποδοῦναι νομικοῦ ἢ προφητικοῦ λόγου; οὐ πᾶς καιρὸς δέδοται καὶ τοῖς ἐν γάμῳ οὖσι τῆς κοινωνίας τῆς γαμικῆς, ἀλλ’ἔστιν, ὅτε δεῖ ταύτης ἀφιστᾶν ἤδη γεγηρακότας καὶ ὑπὸ τῆς προνοίας ἀποκεκλεισμένους πρὸς τὸ συλλαμβάνειν διὰ τὰ ἔργα τοῦ γάμου. ἐπεὶ οὖν αὕτη κατ’οἰκονομίαν διὰ τὸν τοῦ ἀγγέλου λόγον “συνέλαβεν”, ᾐσχύνετο, εἰ πρεσβῦτις οὖσα μετ’ἀνδρὸς κοιμᾶται, καὶ “ἔκρυπτεν ἑαυτὴν ἐπὶ μῆνας πέντε”, ἕως καὶ Μαρία συλλάβῃ. ὅτε γὰρ Μαρία συνέλαβε καὶ ἦλθε πρὸς αὐτήν, καὶ “ὅτε ἐγένετο ὁ ἀσπασμὸς” αὐτῆς “εἰς τὰ ὦτα” αὐτῆς, “ἐσκίρτησεν ἐν ἀγαλλιάσει τὸ βρέφος ἐν τῇ κοιλίᾳ” τῆς Ἐλισάβετ, καὶ προεφήτευσεν ἡ Ἐλισάβετ καὶ ἐκ “πνεύματος ἁγίου” ἐλάλησε τὰ ἀναγεγραμμένα. καὶ “ἐλαλήθη ἐν τῇ ὀρεινῇ πάντα τὰ ῥήματα ταῦτα”. λαληθέντων οὖν αὐτῶν ὡς περὶ θείας συλλήψεως καὶ ὡς περὶ προφήτου μέλλοντος γεννᾶσθαι ἐν τῷ λαῷ, οὐκ ἔτι “ἑαυτὴν περιέκρυβεν”, ἀλλ’, εἰ δεῖ οὕτως εἰπεῖν, καὶ ἐπαρρησιάσατο, ὅτι ἄρα γέννημα εἴη αὐτῆς ὁ πρόδρομος τοῦ κυρίου. εἶτα μετὰ ταῦτα γέγραπται, ὅτι “τῷ μηνὶ τῷ ἕκτῳ”, τῆς συλλήψεως Ἐλισάβετ δηλαδή, “ἀπεστάλη ἄγγελος Γαβριὴλ ἀπὸ τοῦ θεοῦ πρὸς παρθένον μεμνηστευμένην ἀνδρί, ᾧ ὄνομα Ἰωσήφ”. τί δήποτε κρίνας ὁ θεὸς ἐκ παρθένου γεννῆσαι τὸν σωτῆρα οὐκ ἐπελέξατο παρθένον ἀμνήστευτον; μήποτε οὖν οἰκονομία ἦν καὶ τὸ μνηστῆρα αὐτὴν ἔχουσαν συλλαβεῖν, ὡς μὴ δοκεῖν αἰσχύνην φέρειν ἐπὶ τοῦ σώματος αὐτῆς τὸ σύλλημμα; δι’ὃ καλῶς ἐν μιᾷ τῶν μάρτυρός τινος ἐπιστολῶν γέγραπται τὸν Ἰγνάτιον λέγω, τὸν μετὰ τὸν μακάριον Πέτρον τῆς Ἀντιοχείας δεύτερον ἐπίσκοπον, τὸν ἐν τῷ διωγμῷ ἐν Ῥώμῃ θηρίοις μαχησάμενον · “καὶ ἔλαθε τὸν ἄρχοντα τοῦ αἰῶνος τούτου ἡ παρθενία Μαρίας”. ὡς, εἰ μὴ ἐγεγόνει ὁ δοκῶν γάμος, οὐκ ἂν αὐτὸν ἔλαθεν, ἀλλ’ἔγνω “ὁ ἄρχων τοῦ αἰῶνος τούτου”, ὅτι μηδέποτε μετὰ ἀνδρὸς κοιμηθεῖσα ἡ Μαρία συνέλαβεν καὶ ὀφείλει τὸ σύλλημμα τοῦτο θεῖον εἶναι. ἐβούλετο δὲ ὁ σωτὴρ καθ’ὅλην τὴν οἰκονομίαν λανθάνειν τὸν διάβολον, καὶ γοῦν ἐνετέλλετο τοῖς μαθηταῖς μὴ φανερὸν ποιεῖν αὐτόν. ἀλλὰ καὶ ἡνίκα ἐπειράζετο ὑπὸ τοῦ διαβόλου, οὐδαμοῦ ἀπεφήνατο γυμνῶς, ὅτι υἱός ἐστιν τοῦ θεοῦ, ἀλλὰ μόνον ἔλεγεν · οὐ δεῖ μέ σοι προσκυνεῖν, οὐ δεῖ με τοὺς λίθους ποιεῖν ἄρτους, οὐ δεῖ με ῥίπτειν ἐμαυτὸν ἄνωθεν κάτω. ἀλλὰ καὶ ὁ ἀπόστολος τὴν τοῦ πάθους οἰκονομίαν κατὰ λήθην φησὶ γεγονέναι τῆς ἀντικειμένης ἐνεργείας · “ἣν οὐδεὶς τῶν ἀρχόντων τοῦ αἰῶνος τούτου ἔγνωκεν. εἰ γὰρ ἔγνωσαν, οὐκ ἂν τὸν κύριον τῆς δόξης ἐσταύρωσαν”. εἰ δὲ τὸ δαιμόνιον οὐκ ἔλαθεν εἶπεν γάρ · “οἴδαμέν σε, τίς εἶ, ὁ υἱὸς τοῦ θεοῦ” ὅρα, ὅτι ὁ ἐλάττων ἐν τῇ κακίᾳ ᾔδει τὸν σωτῆρα, ὁ δὲ χείρων ἐν αὐτῇ ἀπὸ τοῦ μεγέθους τῆς κακίας ἐνεποδίζετο αὐτὸν θεωρεῖν. καὶ ἡμῶν δὲ ἡ κακία, ἐὰν μὲν ἐλάττων ᾖ, βοηθούμεθα διὰ τὸ ἔλαττον πρὸς τὸ βιῶσαι καλῶς · ἐὰν δὲ κακία ἡμῖν πλείων εὑρεθῇ, πλείων ἀγὼν αὐτὴν ἀποβαλεῖν. ξένον αὐτῇ τινα ἀσπασμὸν εἶπεν, ὃν οὐχ εὗρον ἐν οὐδεμίᾳ γραφῇ · φέρε δὴ περὶ τούτου ἐξετάσωμεν. τὸ “χαῖρε κεχαριτωμένη” εἴρηται οὐδαμοῦ · ἀλλ’οὐ δ’ἀνδρί που εἴρηται τοῦτο, ταύτῃ δὲ ἐτηρεῖτο ὁ ἀσπασμὸς οὗτος. τί οὖν ἡ παρθένος, ξένον τινὰ καὶ οὐδενὶ πρότερον λεχθέντα ὡς νομομαθὴς εἰδυῖα τὸν ἀσπασμόν; ἐταράχθη ἐπὶ τῷ λόγῳ · διὸ καὶ αὐτός φησι πρὸς αὐτὴν τό · “μὴ φοβοῦ”. “οὗτος ἔσται μέγας”, φησίν. τοῦτο εἴρηται καὶ περὶ Ἰωάννου · ἀλλ’ὅτε ἦλθεν ὁ ἀληθῶς “μέγας”, ἐκεῖνος ἦν μικρός. “ἐκεῖνος” γὰρ “ἦν ὁ λύχνος ὁ καιόμενος καὶ φαίνων”. τὸ δὲ μέγεθος αὐτοῦ οὐ τότε οὕτως ἐδηλοῦτο, ὅσον νῦν φαίνεται. ὅρα γὰρ τὸ μέγεθος δυνάμεως αὐτοῦ · “ὅτι εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος τῆς διδασκαλίας αὐτοῦ, καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης τὰ ῥήματα αὐτοῦ”. καὶ μετὰ τῶν ἐν Βρεττανίᾳ […] καὶ μετὰ τῶν ἐν Μαυριττανίᾳ καὶ μετὰ τῶν πανταχοῦ πιστευόντων καὶ καθόλου διῆκον. ἀνάβα γὰρ τῷ λόγῳ εἰς τὸν οὐρανὸν καὶ ἴδε αὐτὸν τὰ ἐκεῖ πληροῦντα · “ὤφθη” γὰρ “ἀγγέλοις”. κατάβα τῷ λόγῳ εἰς τὴν ἄβυσσον · κατέβη γὰρ κα- κἀκεῖ. “καταβὰς γὰρ αὐτός ἐστιν καὶ ὁ ἀναβάς, ἵνα πληρώσῃ τὰ πάντα”, “ἵνα ἐν τῷ ὀνόματι αὐτοῦ πᾶν γόνυ κάμψῃ ἐπουρανίων καὶ ἐπιγείων καὶ καταχθονίων”. ἴδε ταύτην τὴν δύναμιν · διέβη γὰρ ὅλον τὸν κόσμον · διεληλυθότα γάρ φησι τοὺς οὐρανοὺς Ἰησοῦν τὸν υἱὸν τοῦ θεοῦ. ἐὰν οὖν ταῦτα ἴδῃς, ὄψει, ὅτι οὐχὶ ῥημάτιόν ἐστι τό · “ἔσται μέγας”, ἀλλ’ἔργῳ δείκνυται, ὅτι “μέγας” ἐστὶν ὁ κύριος ἡμῶν Ἰησοῦς Χριστὸς καὶ ἀπὼν καὶ παρών. οἱ κρείττονες πρὸς τοὺς ἐλάττονας ἔρχονται, ἵνα αὐτοὺς εὐεργετήσωσιν. οὕτω καὶ ὁ σωτὴρ ἦλθεν πρὸς τὸν Ἰωάννην, ἵνα τὸ βάπτισμα αὐτοῦ ἁγιάσῃ · οὕτως ἡ Μαριὰμ ἀκούσασα τοῦ ἀγγέλου τέξεσθαι τὸν σωτῆρα καὶ μεμαθηκυῖα, ὅτι ἡ συγγενὴς αὐτῆς συνέλαβεν Ἐλισάβετ, ἦλθεν πρὸς αὐτήν. ὁ γὰρ ἐν αὐτῇ Ἰησοῦς ἤδη ἤμελλεν εὐεργετεῖν τὸν ἤδη ἐν τῇ Ἐλισάβετ Ἰωάννην. καὶ τοῦτο δῆλον ἐκ τοῦ μὴ σκιρτᾶν μὲν τὸν Ἰωάννην, πρὶν ἔλθῃ Μαριὰμ καὶ τὴν Ἐλισάβετ ἀσπάσηται, ἅμα δὲ τῷ λόγῳ τοῦ ἀσπασμοῦ Μαρίας, ὃν ὑπέβαλεν ὁ λόγος τοῦ θεοῦ ὁ Χριστός, ἤκουσεν ὁ πρόδρομος τῇ ἐνεργείᾳ τοῦ ἁγίου πνεύματος κινούμενος τὸν ἀσπασμὸν τῆς Μαρίας καὶ “ἐσκίρτησεν ἐν ἀγαλλιάσει τὸ βρέφος ἐν τῇ κοιλίᾳ”, καὶ οἱονεὶ ἤρξατο ἔκτοτε προφήτην αὐτὸν ποιεῖν ὁ Ἰησοῦς. ἔδει δὲ τὴν μακαρίαν ταύτην Μαρίαν μετὰ τὴν τοῦ Γαβριὴλ πρὸς αὐτὴν ἐπιδημίαν καὶ τὸν εὐαγγελισμὸν ἀναβαίνουσαν ἀναβῆναι “ἐπὶ τὴν ὀρεινήν”, ἅτε δὲ τῇ σπουδῇ μὴ ὀκνηρὰν σπουδαίως πορευθῆναι · μετὰ σπουδῆς δὲ ἐπορεύετο ἀγομένη ὑπὸ τοῦ ἁγίου πνεύματος τοῦ ἐπελθόντος αὐτῇ καὶ ὑπὸ τῆς δυνάμεως τοῦ ὑψίστου τῆς ἐπισκιασάσης αὐτῇ. οὐκοῦν ἐν τῷ ἀσπασμῷ “ἐπλήσθη” διὰ τὸν υἱὸν “πνεύματος ἁγίου ἡ Ἐλισάβετ” · οὐ γὰρ ἡ μήτηρ “ἐπλήσθη πνεύματος ἁγίου” πρῶτον, ἀλλὰ προηγουμένως πλησθέντος Ἰωάννου δευτέρως ἡ μήτηρ, ἅτε ἔχουσα τὸν πλησθέντα “πνεύματος ἁγίου”. οὐκ ὀκνητέον δὲ εἰπεῖν, ἵνα μὴ ἐξαπατηθῇ τις ὑπὸ τῶν πιθανότησι χρωμένων καὶ διδασκόντων ψευδῶς, ὅτι ἐτόλμησέ τις εἰπεῖν κατὰ τῆς Μαρίας, ὡς ἄρα ὁ σωτὴρ αὐτὴν ἠρνήσατο, ἐπεί, φησίν, συνήφθη μετὰ τὴν ἀπότεξιν τὴν τοῦ σωτῆρος τῷ Ἰωσήφ. εἴ ποτε οὖν τοιοῦτοι λόγοι ὑπὸ αἱρετικῶν προαχθῶσιν, οὕτως ἀποκριτέον, ὅτι “πνεύματος ἁγίου” πλη θεῖσα ἡ Ἐλισάβετ φησίν · “εὐλογημένη σὺ ἐν γυναιξίν”. εἰ δὲ εὐλόγηται ὑπὸ τοῦ πνεύματος τοῦ ἁγίου, πῶς ἠρνήσατο αὐτὴν ὁ σωτήρ; ἀλλ’οὐ δὲ ἔχουσιν αὐτὴν ἀποδεῖξαι, ὅτι συνουσίᾳ ἐχρήσατο μετὰ τὴν ἀπότεξιν τοῦ σωτῆρος · οἱ γὰρ υἱοὶ Ἰωσὴφ οὐκ ἦσαν ἀπὸ τῆς Μαρίας, οὐ δὲ ἔχει τις τοῦτο παραστῆσαι ἀπὸ τῆς γραφῆς. τὸ δέ · “πόθεν μοι τοῦτο”; οὐκ ἀγνοοῦσα λέγει ἡ Ἐλισάβετ ἡ πνεύματος πλησθεῖσα ἁγίου, ὅτι · οὐκ οἶδα, ὅτι ἀπὸ θεοῦ γεγένηται τὸ ἐλθεῖν τὴν μητέρα “τοῦ κυρίου μου πρός με”, ἀλλὰ τό · “πόθεν μοι τοῦτο” τοιοῦτόν ἐστιν · τί γάρ μοι, φησίν, τηλικοῦτον πέπρακται ἀγαθόν, “ἵνα ἡ μήτηρ τοῦ κυρίου μου ἔλθῃ πρός με”; πόθεν, ἀπὸ ποίας δικαιοσύνης ἢ πράξεων ἀγαθῶν ἐπέτυχον τούτου; “ἰδοὺ γὰρ ἐσκίρτησε τὸ βρέφος ἐν τῇ κοιλίᾳ μου”. τεράστιος ἦν ἡ ψυχὴ τοῦ Ἰωάννου, καὶ ἔτι ἐν τῇ μήτρᾳ τῆς μητρὸς ὑπάρχουσα καὶ μέλλουσα εἰς γένεσιν ἥκειν ἔγνω, ὃν οὐκ ἔγνω Ἰσραήλ. οὐχ ἁπλῶς δὲ “ἐσκίρτησεν”, ἀλλ’“ἐν ἀγαλλιάσει” · ᾔσθετο γάρ, ὅτι κύριος ἦλθεν ἐν τῇ μητρί, ἵνα αὐτὸν προλαβὼν ἁγιάσῃ. ἐπειδὴ “τοῖς λελαλημένοις” ἐπίστευσας, μακαρία εἶ · διὰ τί; ἔσται γὰρ τελείωσις αὐτῶν, καὶ οὐ μάτην παρὰ τοῦ ἀγγέλου λελάληνται. πρὸ Ἰωάννου Ἐλισάβετ προφητεύει, πρὸ τῆς γενέσεως τοῦ σωτῆρος ἡμῶν ἡ Μαρία προφητεύει. καὶ ὥσπερ ἤρξατο ἡ ἁμαρτία “ἀπὸ τῆς γυναικὸς” καὶ μετὰ τοῦτο ἔφθασεν ἐπὶ τὸν ἄνδρα, οὕτω καὶ τὰ ἀγαθὰ ἀπὸ τῶν γυναικῶν ἤρξατο, ἵνα προτραπῶσιν αἱ γυναῖκες, τὴν ἀσθένειαν καὶ τὰ γυναικεῖα ἀποθέμεναι, ζηλῶσαι τοὺς βίους τῶν μακαρίων τούτων. ἴδωμεν λοιπὸν τὴν προφητείαν τὴν παρθενικήν, ἥ φησιν · “μεγαλύνει ἡ ψυχή μου τὸν κύριον”, οὐ μόνον τὸ σῶμα, ἀλλὰ καὶ “ἡ ψυχή μου”. πῶς “ἡ ψυχὴ μεγαλύνει τὸν κύριον”, κατανοητέον. ἐρεῖ γάρ τις · ὁ κύριος οὔτε μείζων γίνεται οὔτε ἐλάττων, ἀλλ’ὅ ἐστιν, ἐστίν · πῶς οὖν δύναται ψυχὴ μεγαλῦναι τὸν κύριον; ὅτι “εἰκών ἐστι τοῦ θεοῦ τοῦ ἀοράτου”, οὐ γενομένη εἰκών, ἀλλὰ “κατ’εἰκόνα” προυπάρχουσαν αὐτῆς, ἐὰν ἀξίως πολιτευώμεθα κατ’εἰκόνα τοῦ κτίσαντος ἡμᾶς καὶ ἐξομοιωθῶμεν τῷ πρωτοτύπῳ κατὰ τὸ δυνατὸν δι’ἀγαθῶν ἔργων. ἕκαστος δὲ ἡμῶν τὴν ἑαυτοῦ ψυχὴν τελειῶν καὶ προάγων ἐπὶ μακαριότητα οἷον εἰκόνα τοῦ Χριστοῦ ἀνατίθησιν, ἤτοι μιμουμένην τὸν πρωτότυπον, τὸν υἱὸν τοῦ θεοῦ, τὴν εἰκόνα τοῦ θεοῦ. ὅταν οὖν μεγάλην ποιήσω τὴν εἰκόνα τῆς εἰκόνος, λέγω δὲ αὐτὴν τὴν ψυχήν, μεγαλύνων λόγοις, ἔργοις, νοήμασιν, τότε μεγαλύνειν λέγεται. ὥσπερ δὲ “μεγαλύνει ἡ ψυχὴ” τοῦ δικαίου “τὸν κύριον” κατὰ τὸ μέγεθος τοῦ βίου καὶ τοῦ λόγου, οὕτω καὶ σμικρύνει τις αὐτὸν ἀναλόγως κατὰ τὴν κακίαν τὴν ἐνυπάρχουσαν αὐτῷ. τῆς οὖν Μαρίας “ἡ ψυχὴ” ἐμεγάλυνε “τὸν κύριον”, “τὸ” δὲ “πνεῦμα” αὐτῆς “ἠγαλλιάσατο ἐπὶ τῷ θεῷ τῷ σωτῆρι”. καλῶς δὲ ἀναβαίνει ταῖς προκοπαῖς τῶν ἔργων · πρῶτον ἐμεγάλυνεν ἡ ψυχὴ αὐτῆς, εἶτα ἠγαλλιάσατο τὸ πνεῦμα αὐτῆς. ἀγαλλιᾷ γάρ τις πνεύματι ἐπὶ θεῷ σωτῆρι ἐν προκοπῇ βιῶν, ἀπὸ τοῦ μεγαλύνειν ἐπὶ τοῦτο ἐρχόμενος. “ὅτι ἐπέβλεψε”, φησίν, “ἐπὶ τὴν ταπείνωσιν τῆς δούλης αὐτοῦ”. ἡ “ταπείνωσις” οὐδὲν διαφέρει τῆς ἀτυφίας · ἐπεὶ οὖν πρέπον θεῷ ἐπιβλέπειν ἐπὶ ταῖς ἀρεταῖς, ἀρετὴ δὲ ἡ ταπεινοφροσύνη, “ἐπέβλεψεν ἐπὶ τὴν ταπείνωσιν τῆς δούλης αὐτοῦ”. πολλοῖς δοκεῖ περισσὸν εἶναι τό · “ἐπλήσθη ὁ χρόνος τοῦ τεκεῖν καὶ ἐγέννησεν υἱόν”. ποία γὰρ γυνὴ δύναται τεκεῖν υἱόν, μὴ πληρωθέντος τοῦ τῆς συλλήψεως χρόνου; παρατηρήσασθαι δεῖ ἐν ὅλῃ τῇ παλαιᾷ καὶ τῇ καινῇ γραφῇ, εἴ που ἔστιν εὑρεῖν ἐπὶ ἁμαρτωλοῦ γενέσεως εἰρημένον τό · “ἐπλήσθη ὁ χρόνος τοῦ τεκεῖν” · οὐκ ἂν γάρ τις εὕροι ὡς οἶμαι, ἀλλ’ὅπου ὠνόμασται τὸ τοιοῦτο, δίκαιός ἐστιν ὁ γεννώμενος · πληροῦνται οὖν αἱ ἡμέραι τῆς γεννήσεως τοῦ δικαίου καὶ τῆς ἐπιδημίας αὐτοῦ. καὶ πληρότητα μὲν ἡ τοῦ δικαίου, κενότητα δὲ ἡ τοῦ φαύλου ἐπιδημία ἔχει · οὕτω καὶ νῦν εἴρηται, ὅτι “τῇ Ἐλισάβετ ὁ τοῦ τεκεῖν χρόνος ἐπλήσθη”, ἐπειδὴ ἅγιον ἔτικτεν. εἰς τιμὴν δὲ τοῦ πατρὸς βουλομένων τῶν συγγενῶν ὄνομα θέσθαι τῷ παιδὶ Ζαχαρίαν ἡ Ἐλισάβετ προφῆτις οὖσα καὶ ὑπὸ πνεύματος ἁγίου κινουμένη, καίτοι τὴν γενομένην τῷ ἀνδρὶ τοῦ ὀνόματος τοῦ παιδὸς ἀποκάλυψιν μὴ ἀκούσασα, τῷ πνεύματι ἔγνω τὴν παρὰ τοῦ ἀγγέλου ῥηθεῖσαν προσηγορίαν καὶ Ἰωάννην ἔφασκε τὸ παιδίον ὀνομάζεσθαι. ὡς δὲ καὶ παρὰ τοῦ πατρὸς ἠξίουν μαθεῖν καὶ “διένευον” αὐτῷ ὡς μὴ ἀκούοντι ἢ λαλῆσαι δυναμένῳ, καὶ Ζαχαρίας δὲ τῇ χειρὶ καὶ τοῖς γράμμασι σύμφωνα ἐλάλησε τῇ γυναικί · λαβὼν δελτίον ἔγραψε τοῦ παιδὸς τὴν προσηγορίαν, ὡς πάντας ἐπὶ τοῦτο ἐκπλήττεσθαι καί · “τί τὸ παιδίον ἔσται” στοχάζεσθαι. ἑρμηνεύεται δὲ Ἰωάννης “θεοῦ χάρις” · διὸ καὶ μετὰ τοῦ γράψαι τὸν Ζαχαρίαν ἐν δέλτῳ, ὅτι “Ἰωάννης ἐστὶ τὸ ὄνομα αὐτοῦ”, εὐθέως τῇ τοῦ θεοῦ χάριτι “ἀνεῴχθη αὐτοῦ τὸ στόμα”, “ἐλύθη” ἡ δεδεμένη φωνὴ καὶ ἀπέλαβε τὴν ἑαυτοῦ γλῶσσαν, οὐκέτι καθὰ πάλαι δεδεμένην τῇ ἀπιστίᾳ · ὅτε μὲν γὰρ ἐδέδετο τῇ ἀπιστίᾳ ἡ γλῶσσα, ἀνθρωπίνη ἦν, ὅτε δὲ λέλυται, οὐκέτι · “λαλεῖ” γὰρ “εὐλογῶν τὸν θεὸν” καὶ προφητεύων τὰ ἀναγεγραμμένα. δύο δὲ γενικὰς προφητείας προφητεύει Ζαχαρίας, τὴν προηγουμένην περὶ Χριστοῦ, τὴν δὲ ἑξῆς περὶ Ἰωάννου · καὶ ἔστιν ἀπὸ τῶν λέξεων τηρῆσαι τῶν μὲν προτέρων, ὅτι περὶ Χριστοῦ ὡς ἤδη παρόντος καὶ ἐπιδεδημηκότος τῷ βίῳ, εἶθ’ὕστερον περὶ Ἰωάννου ὡς πρὸς παρόντα λέγει καὶ φησίν · “εὐλογητὸς κύριος ὁ θεὸς τοῦ Ἰσραήλ, ὅτι ἐπεσκέψατο καὶ ἐποίησε λύτρωσιν τῷ λαῷ αὐτοῦ”. τάχα δὲ ἐν τοῖς τρισὶ μησίν, οἷς συνῆν αὐτῷ Μαρία, δι’ἀπορρήτου δυνάμεως ὠφελούμενος κατὰ βραχύ, ἦλθεν ἐπὶ τὸ πληρωθῆναι πνεύματος καὶ προφητεῦσαι τὰ ἀναγεγραμμένα. ἐπεὶ γὰρ “ἐκ σπέρματος Δαβὶδ γέγονεν τὸ κατὰ σάρκα” ὁ Χριστὸς καὶ ἦν οὗτος ἀληθῶς “κέρας σωτηρίας ἡμῖν ἐν οἴκῳ Δαβὶδ παιδὸς αὐτοῦ”, διὰ τοῦτο ταῦτα προφητεύει. ὅτι δὲ κέρας ὁ Χριστός, παριστᾷ ἡ προφητεία · “ἀμπελὼν γὰρ ἐγεννήθη ἐν κέρατι”. τίνι κέρατι; τῷ Χριστῷ τούτῳ, περὶ οὗ λέγει · “ἤγειρεν κέρας ἡμῖν”. “ἤγειρε”, φησίν, ἡμῖν ὁ θεὸς καὶ πατὴρ “κέρας σωτηρίας” τὸν Χριστόν, κατὰ τὴν “τῶν ἁγίων” αὐτοῦ “προφητῶν” προαγόρευσιν · πᾶσι γὰρ τοῖς προφήταις τὸ περὶ Χριστοῦ κατήγγελται μυστήριον · ὃς ἐρρύσατο “ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν καὶ ἐκ χειρὸς πάντων τῶν μισούντων ἡμᾶς”, ἐχθρῶν δὲ οὐκ αἰσθητῶν, ἀλλὰ νοητῶν. ἦλθε γὰρ Χριστὸς “κύριος, δυνατὸς ἐν πολέμῳ”, καταργῆσαι πάντας τοὺς ἐχθροὺς ἡμῶν. τὸ δέ · “ποιῆσαι ἔλεος μετὰ τῶν πατέρων ἡμῶν” τοῦτο οἶμαι δηλοῦν, ὡς τάχα ἐν τῇ Χριστοῦ ἐπιδημίᾳ καὶ οἱ πατέρες ἡμῶν Ἀβραὰμ καὶ Ἰσαὰκ καὶ Ἰακὼβ καὶ ὅλος ὁ χορὸς τῶν ἁγίων αὐτοῦ προφητῶν καὶ δικαίων ἀπέλαυσαν τοῦ ἐλέους τοῦ θεοῦ. οὐ γὰρ λέγω, ὅτι πρότερον μὲν ὠφέληντο, ἐν δὲ τῇ Χριστοῦ ἐπιδημίᾳ οὐκ ὠφέληντο. τί δὲ λέγω τοῦτο περὶ τῶν πατέρων; ἀναβήσομαι γὰρ τῷ λόγῳ καὶ ἐρῶ πεισθεὶς ταῖς γραφαῖς, ὅτι ἐν τῇ Χριστοῦ παρουσίᾳ οὐ μόνον τὰ ἐπὶ γῆς ὤνατο αὐτοῦ τῆς ἐπιδημίας καὶ τῆς οἰκονομίας, ἀλλὰ καὶ τὰ ἐν τοῖς οὐρανοῖς. ὁ ἀπόστολος γοῦν φησιν · “εἰρηνοποιήσας διὰ τοῦ αἵματος τοῦ σταυροῦ αὐτοῦ εἴτε τὰ ἐπὶ γῆς, εἴτε τὰ ἐν τοῖς οὐρανοῖς” · εἰ δὲ εἰρηνοποίησεν, τί ὀκνεῖς παραδέξασθαι, ὅτι καὶ πρὸς τοὺς πατέρας ἡ ἐπισκοπὴ γέγονε ἐν τῇ Χριστοῦ ἐπιδημίᾳ καὶ τοῦτο ἡ εἰς τὸν ᾅδην αὐτοῦ ἄφιξις ἐπραγματεύσατο, ἵνα πληρωθῇ τό · “ποιῆσαι ἔλεος μετὰ τῶν πατέρων ἡμῶν · μνησθῆναι δὲ διαθήκης τῆς πρὸς τὸν Ἀβραὰμ γενομένης”. “τοῦ δοῦναι ἡμῖν”, φησίν, “ἀφόβως ἐκ χειρὸς τῶν ἐχθρῶν ἡμῶν ῥυσθῆναι”. πολλάκις ῥύονταί τινες ἐκ χειρὸς ἐχθρῶν, μετὰ φόβου δέ. νυνὶ δὲ ἡμᾶς ἡ Χριστοῦ ἐπιδημία πεποίηκεν “ἀφόβως ἐκ χειρὸς τῶν ἐχθρῶν” ῥυσθῆναι · οὐ γὰρ ᾐσθάνθημεν τῆς ἐπιβουλῆς τῶν ἐχθρῶν, ἀλλ’ὥσπερ αἰφνίδιον ἡμᾶς ἔλαβεν οὐκ αἰσθανθέντας τῆς ἐπιβουλῆς τῶν ἐχθρῶν · καὶ εἰ δεῖ οὕτως εἰπεῖν, ἀναισθητοῦντας μετέστησεν ἀπ’ἐκείνων “ἐπὶ τὸν κλῆρον καὶ τὴν μερίδα” αὐτοῦ. διὸ καὶ ἡμεῖς ὀφείλομεν “λατρεύειν αὐτῷ ἐν ὁσιότητι καὶ δικαιοσύνῃ ἐνώπιον αὐτοῦ”, ὅπερ γίνεται διὰ τῆς ἐκπληρώσεως πασῶν τῶν ἁγίων αὐτοῦ ἐντολῶν, οὐ πρὸς ὀλίγον μόνον καιρόν, ἀλλὰ “πάσας τὰς ἡμέρας τῆς ζωῆς ἡμῶν”. “καὶ σύ, παιδίον”, φησίν · ἐζήτουν κατ’ἐμαυτόν, διὰ τί τὴν περὶ Ἰωάννου προφητείαν οὐκ εἶπεν ὡς περὶ αὐτοῦ, ἀλλ’ὡς πρὸς αὐτόν · λέγει γάρ · “καὶ σύ, παιδίον, προφήτης ὑψίστου κληθήσῃ”. περισσὸν γάρ ἐστι τὸ λέγειν τῷ μὴ ἀκούοντι · τί δήποτε οὖν ὡς πρὸς ἀκούοντα ταῦτά φησιν; μήποτε οὖν παράδοξον γένεσιν ἀναλαβὼν ὁ Ἰωάννης ἅτε ἀρχαγγέλου ταύτην κηρύξαντος καὶ ἅτε τῆς Μαρίας μετὰ τὸ συνειληφέναι τὸν κύριον παρούσης τῇ Ἐλισάβετ καὶ αὐτῷ ἤδη γεννωμένῳ παράδοξον ἤδη καὶ τὴν παρακολούθησιν εἶχεν ἐξ ἀρχῆς. εἰ δὲ ἀπιστεῖς, εἰ παρακολουθεῖ ὁ Ἰωάννης ἅμα τῷ γεννηθῆναι τῇ προφητείᾳ καὶ ἤκουεν τοῦ · “καὶ σύ, παιδίον, προφήτης ὑψίστου κληθήσῃ”, ἴδε τὸ παραδοξότερον, ὅτι “ἐσκίρτησεν ἐν ἀγαλλιάσει ἐν τῇ κοιλίᾳ, ὡς ἐγένετο ἡ φωνὴ τοῦ ἀσπασμοῦ”. εἰ δὲ ἐν τῇ κοιλίᾳ ὢν ἐσκίρτησεν καὶ ἠγαλλίασεν, τί ἀπιστεῖς, εἰ γεγεννημένος ἅμα τῷ γεννηθῆναι ἤκουεν τοῦ πατρὸς προφητεύοντος καὶ λέγοντος αὐτῷ · “καὶ σύ, παιδίον, προφήτης ὑψίστου κληθήσῃ · προπορεύσῃ γὰρ πρὸ προσώπου κυρίου ἑτοιμάσαι ὁδοὺς αὐτοῦ”; διὰ τοῦτο τάχιον αὐτῷ παρόντι ὁ πατὴρ προεφήτευσεν, ἐπειδήπερ ᾔδει ὡς προφήτης, ὅτι μετ’ὀλίγον οὐ μέλλει ἔχειν αὐτὸν παρ’ἑαυτῷ τρεφόμενον, ἀλλ’“ἐν ταῖς ἐρήμοις” διαιτώμενον. “τὸ” γὰρ “παιδίον ἐν ταῖς ἐρήμοις ἦν ἕως ἡμέρας ἀναδείξεως αὐτοῦ πρὸς τὸν Ἰσραήλ”. παράδοξον γάρ τι χρῆμα ἦν Ἰωάννης, περὶ οὗ καὶ ἐλέχθη · “ἀποστέλλω τὸν ἄγγελόν μου πρὸ προσώπου σου” · ὡς οὖν ἄγγελος ἀποσταλεὶς ἤκουεν τοῦ πατρὸς προφητεύοντος τὰ ἀναγεγραμμένα. διττὸν γὰρ τὸ “αὐξάνειν” · τὸ μὲν σωματικόν, ἔνθα οὐ δὲ προαίρεσις ἀνθρώπου συνεργεῖ, τὸ δὲ πνευματικόν, ὅπου προαίρεσις αἰτία τῇ αὐξήσει κεῖται. τὸ οὖν κρεῖττον αὐξάνειν ἀνέγραψεν · ὅλον γὰρ τὸ λεγόμενον τοιοῦτον · “ηὔξανεν πνεύματι” · οὐ γὰρ αὐξανόμενον τὸ πνεῦμα ἐν ἑαυτῷ ἔμεινεν, ὁποῖον ἦν ἀπ’ἀρχῆς, ἀλλὰ ηὔξανεν τὸ πνεῦμα ἑαυτῷ, οὗ αὐξάνοντος καὶ ὁσημέραι πλείονος γενομένου καὶ ἡ ψυχὴ αὐτοῦ ἀκολούθως τῷ πνεύματι συνηύξανεν. καὶ ἐὰν ἐντέλληται ὁ θεὸς προστακτικῶς λέγων · “αὐξάνεσθε καὶ πληθύνεσθε”, οἱ μὲν κατὰ σάρκα ἀκούοντες τοῦ λόγου οὐκ οἶδα πῶς δύνανται αὐξάνεσθαι. ἔστω γὰρ τὸ “πληθύνεσθαι”, ἐπειδὴ ὁ πληθυσμὸς ἀριθμὸν πλείονα προσάγει τῶν πληθυνομένων πῶς οὖν ἐπὶ τοῦ ῥητοῦ προστάσσει ὁ θεὸς τὸ “αὐξάνειν”; πᾶς ἄνθρωπος βούλεται εἰς τὸ μέγεθος ἐπιδιδόναι, ἀλλ’οὐ πάντες ἐπιτυγχάνουσιν · εἰ τοίνυν τὸ προστακτικὸν ἔστιν καὶ δυνατὸν ποιῆσαι τὸ προστασσόμενον, ἐφ’ἡμῖν ἐστιν τὸ “αὐξάνειν”. καὶ παράδειγμα περὶ οὗ γέγραπται · “καὶ Ἰσαὰκ προέκοπτεν καὶ μείζων ἐγένετο, ἕως οὗ ἐγένετο μέγας σφόδρα” · ὅπερ ἐστὶν ἐπιδιδοὺς τῇ αὐξήσει τῆς προαιρέσεως ἐπὶ τὸ ἀγαθόν, τῇ αὐξήσει τῆς ψυχῆς ἐπὶ τὸ βέλτιστον, τῇ αὐξήσει τοῦ νοῦ ἐπὶ τὸ διορατικόν, τῇ αὐξήσει τῆς μνήμης ἐπὶ τὸ δραστικώτερον, ὥστε πλειόνων μνημονεύειν. οὕτως ὁ πάσας τὰς δυνάμεις τῆς ψυχῆς αὐτοῦ γεωργῶν πληροῖ τὴν λέγουσαν ἐντολήν · “αὐξάνεσθε”. καὶ Ἰωάννης οὖν ὡς μακάριος καὶ ἔτι παιδίον ὢν ηὔξανεν · σπάνιον δὲ ἐν ἡμῖν εὑρεθῆναι παιδίον αὐξανόμενον πνεύματι. ἄλλο δὲ τὸ “αὐξάνειν” καὶ ἄλλο τὸ “κραταιοῦσθαι”. ἡ ἀνθρωπίνη φύσις ἀσθενής ἐστι καί, ἵνα γένηται ἰσχυρά, χρείαν ἔχει βοηθείας κρείττονος. τίνος οὖν χρεία, ἵνα κραταιωθῇ; πνεύματος. ὁ οὖν μέλλων ἀληθῶς κραταιοῦσθαι κραταιοῦται “πνεύματι” · οἱ μὲν γὰρ πολλοὶ κατὰ σάρκα κραταιοῦνται σαρκί, οἱ δὲ θεοῦ ἀθληταὶ κραταιοῦνται “πνεύματι” καὶ διὰ τὸ ἐν αὐτῷ κραταιοῦσθαι ἰσχυροὶ γίνονται πρὸς “τὸ φρόνημα τῆς σαρκός” · παλαίοντος γὰρ τοῦ πνεύματος τῇ σαρκὶ νικᾷ τὸ πνεῦμα ἐν ἐκείνῳ, ἐν ᾧ ἡ κραταίωσις γίνεται τοῦ πνεύματος. “καὶ ἦν ἐν ταῖς ἐρήμοις”, φησίν. ὥσπερ ἡ γένεσις αὐτοῦ παράδοξος “ἐσκίρτησε” γὰρ “ἐν ἀγαλλιάσει” ἐπι γινώσκων τὸν Χριστόν καὶ ὡς ἐλαλεῖτο πρὸς αὐτὸν ὡς ἀκούοντα τὸ ὑπὸ τοῦ πατρός, ὅτι · “καὶ σύ, παιδίον, προφήτης κληθήσῃ”, οὕτως οὐ δὲ ἔμεινεν μετὰ τοῦ πατρὸς καὶ τῆς μητρός, ἀλλ’ἀνεχώρησεν φεύγων τὸν ἐν πόλεσι θόρυβον καὶ τὴν ἐν τοῖς ὄχλοις ἀηδίαν, ἵνα ἐν ταῖς ἐρημίαις τυγχάνων, ἐπεὶ μηδέπω ἐβούλετο αὐτὸν ὁ θεὸς ὑπηρετεῖν τῷ μυστηρίῳ τοῦ βαπτίσματος, εὐχαῖς σχολάζῃ παραδόξως ἀνατρεφόμενος. “ἦν” γὰρ “ἡ τροφὴ αὐτοῦ” κατὰ τὸν Ματθαῖον “ἀκρίδες καὶ μέλι ἄγριον” · ἐπεὶ γὰρ διάκονος ἦν τῆς πρώτης Χριστοῦ ἐπιδημίας, διὰ τοῦτο ἡ τροφὴ αὐτοῦ οὐκ ἦν μέλι ἥμερον ἐτηρεῖτο γὰρ τὸ ἥμερον μέλι καὶ ἐξειργασμένον τῷ κυρίῳ καὶ ἐπεὶ πρὸ τῆς παρουσίας προεφήτευεν καὶ ᾠκονόμει τὰ πρὸ τῆς παρουσίας, διὰ τοῦτο ἦν αὐτῷ τροφὴ πτηνὸν ὀλίγον αἰρόμενον ἀπὸ τῆς γῆς, ἀκρίδες, βραχὺ ζῷον καὶ καθαρόν. μυστήριόν τι μέγα βούλεται ὁ λόγος παραστῆσαι, ὅτι εἰς τὴν τῆς οἰκουμένης ὅλης ἀναγραφὴν ἔδει ἀναγραφῆναι Χριστὸν Ἰησοῦν, ἵνα συναναγραφεὶς τοῖς ἐν τῇ οἰκουμένῃ ἁγιάσῃ τὴν οἰκουμένην καὶ μεταθῇ τὴν ἀπογραφὴν ταύτην “εἰς βίβλον ζώντων”, ἵνα “τὰ ὀνόματα” τῶν συγγραφέντων αὐτῷ καὶ πιστευσάντων αὐτῷ “ἐγγραφῇ ἐν τοῖς οὐρανοῖς”. τί δήποτε ὁ ἄγγελος οὐκ ἀπῆλθεν εἰς Ἱεροσόλυμα, οὐκ ἐζήτησε τοὺς γραμματεῖς καὶ τοὺς Φαρισαίους, οὐκ εἰσῆλθεν εἰς τὴν τῶν Ἰουδαίων συναγωγήν, ἀλλὰ “ποιμένας” εὗρεν “ἀγραυλοῦντας καὶ φυλάσσοντας τὰς φυλακὰς τῆς νυκτὸς ἐπὶ τὴν ποίμνην αὐτῶν” κα- κἀκείνους εὐηγγελίσατο; ἆρ’ὁ λόγος οὐδὲν αἰνίσσεται, ἀλλ’ὄντως τὸ προκείμενον ἦν, ποιμέσι προβατίων τοιούτων αἰσθητῶν τὸν ἄγγελον ἐπιστάντα λελαληκέναι, καὶ οὐδὲν ἄλλο ἐμφαίνει παρὰ τοῦτο; ἀλλὰ τοῖς τῶν ἐκκλησιῶν ποιμέσιν ὁ ἄγγελος εὐαγγελίζεται τὸν Χριστόν. οὗτοι γάρ, ἐὰν μὴ ἐκεῖνος ὁ ποιμὴν ἔλθῃ, οὐ δύνανται ποιμαίνειν ἀφ’ἑαυτῶν καλῶς · ἐλλιπὴς αὐτῶν ἡ ποιμαντική, ἐὰν μὴ Χριστὸς αὐτοῖς συνεργῇ. “θεοῦ γάρ”, φησιν, “ἐσμὲν συνεργοί”. καὶ γὰρ ἔταξεν “ἐν τῇ ἐκκλησίᾳ ἀποστόλους, προφήτας, διδασκάλους, εὐαγγελιστάς, ποιμένας, πάντα εἰς τὸν καταρτισμὸν τῶν ἁγίων”. ταῦτα μὲν ἐπὶ τὸ εὐχερέστερον. εἰ δὲ δεῖ ἀναβῆναι καὶ ἐπὶ λόγον μυστικώτερον, λέγω, ὅτι ἦσάν τινες ποιμένες ἄγγελοι πεπιστευμένοι, εἰ δεῖ εἰπεῖν, τοὺς ἀνθρώπους · καὶ τούτων ἑκάστου ἀγραυλοῦντος ἐπὶ τὴν φυλακὴν τὴν ἑαυτοῦ καὶ κάμνοντος καὶ δεομένων πάντων βοηθείας, ἵνα τὰ ἔθνη τὰ ἐπ’αὐτοῖς οἰκονομηθῇ καλῶς, ἦλθεν ὁ ἄγγελος ἐπὶ τῇ γενέσει τοῦ Ἰησοῦ λέγων · “μὴ φοβεῖσθε · εὐαγγελίζομαι γὰρ ὑμῖν χαράν”. ἀληθῶς γὰρ χαρὰ μεγάλη τοῖς οἰκονομοῦσι τοὺς ἀνθρώπους γέγονεν, ὅτι Χριστὸς Ἰησοῦς ἐπιδεδήμηκεν. ἑκάστῳ τῶν ἀνθρώπων πάρεισι δύο ἄγγελοι, ὁ μὲν τῆς δικαιοσύνης, ὁ δὲ τῆς ἀδικίας, καὶ ἐὰν μὲν ἀνατείλῃ ἡμῶν ἐπὶ τὴν καρδίαν τὰ ἀγαθά, δηλονότι ὁμιλεῖ ἡμῖν ὁ ἄγγελος τοῦ θεοῦ · ὅταν δὲ ἀναβῇ ἡμῶν ἐπὶ τὴν καρδίαν τὰ φαῦλα, ὁμιλεῖ ἡμῖν ὁ ἄγγελος τοῦ διαβόλου. ὡς οὖν καθ’ἕκαστον δύο ἄγγελοί εἰσιν, οὕτως οἶμαι, ὅτι καὶ κατὰ ἔθνη ἄγγελοί εἰσιν, οἱ μὲν κρείττονες, οἱ δὲ ἐναντίοι. οἷον ἐν Ἐφέσῳ εἰκός, ὅτι διὰ μὲν τοὺς ἁμαρτάνοντας ἄγγελός τις ἦν ἐγκεχειρισμένος τοὺς ἁμαρτάνοντας, διὰ δὲ τοὺς πιστεύοντας, ὅτι ἄγγελός τις ἦν τῆς Ἐφεσίων ἐκκλησίας, οὕτω δὴ καὶ πανταχοῦ καὶ πρὸ τῆς Χριστοῦ ἐπιδημίας. οἷον οὖν ἐνδυναμοῦνται οἱ ἄγγελοι συνιστᾶν πανταχοῦ ἐκκλησίας ἀπὸ τῶν ἐθνῶν ἐκ τοῦ εὐαγγελισμοῦ τοῦ ἀγγέλου περὶ τοῦ Χριστοῦ. ἐπισυνάπτει δὲ τῷ ὕμνῳ ἡ ἀγγελικὴ στρατιὰ τῷ · “δόξα ἐν ὑψίστοις θεῷ” τό · “καὶ ἐπὶ γῆς εἰρήνη ἐν ἀνθρώποις εὐδοκίας”, ἐπειδήπερ κεκμήκει βοηθοῦσα τοῖς ἀνθρώποις καὶ ἑώρα, ὅτι οὐκ ἠδύνατο τελειῶσαι τὸ ἔργον, ὃ ἦν ἐγκεχειρισμένη, χωρὶς τοῦ σωτῆρος. διὰ δὲ τοῦ · “ἐπὶ γῆς εἰρήνη” τὸ εἰρηνοποιηθῆναι διὰ τῆς ἐπιδημίας αὐτοῦ, “εἴτε τὰ ἐπὶ τῆς γῆς, εἴτε τὰ ἐν τῷ οὐρανῷ”, παρίσταται. ἐπεὶ γὰρ ἐζήτουν οἱ τοῦ θεοῦ ἄγγελοι, ἐχθροὺς βλέποντες τοὺς ἀνθρώπους διὰ τὰς ἁμαρτίας, φίλους αὐτοὺς ποιῆσαι καὶ πεποιήκασι τὰ παρ’ἑαυτοῖς, ἵνα αὐτοὺς θεραπεύσωσιν, οἱ δὲ οὐδὲν ἧττον οὐκ ἰάθησαν, ἰδόντες τὸν ἰασόμενον δοξάζουσι καὶ “ἐπὶ γῆς εἰρήνη” λέγουσιν. ἀλλὰ ζητήσαι τις ἂν ἐν τῷ τόπῳ · εἰ ὁ σωτὴρ λέγει · “οὐκ ἦλθον βαλεῖν εἰρήνην ἐπὶ τὴν γῆν, ἀλλὰ μάχαιραν”, πῶς οἱ ἄγγελοι ἐπὶ τῇ γενέσει αὐτοῦ λέγουσιν · “ἐπὶ γῆς εἰρήνη”; αὐτὸς δὲ ἀλλαχοῦ λέγει · “εἰρήνην ἀφίημι ὑμῖν”. ἀλλ’εἰ ἐγέγραπτο μόνον τό · “ἐπὶ γῆς εἰρήνη” καὶ μέχρι τούτου στᾶσα ἦν ἡ γραφή, εἶχεν ἄν τινα λόγον τὸ ἀπορούμενον. νῦν δὲ ἡ προσθήκη λύει τὸ ζητούμενον, ἥτις καὶ μετὰ τό · “ἐπὶ γῆς εἰρήνη” ἔστιν · “ἐν ἀνθρώποις εὐδοκίας”. εἰ δὲ “εἰρήνην” λέγει ὁ σωτὴρ μὴ διδόναι “ἐπὶ γῆς”, οὐκ ἔστιν “εὐδοκίας εἰρήνη”. οὐ γὰρ ἀρνεῖται διδόναι τὴν εἰρήνην, ἀλλ’ἁπλῶς λέγει · “οὐκ ἦλθον βαλεῖν εἰρήνην ἐπὶ τὴν γῆν”. οὐκ εἶπε δὲ “εὐδοκίας εἰρήνην” · ἀλλὰ ταῦτά γε εἶπον παρὰ τοῖς ποιμέσιν οἱ ἄγγελοι. καὶ ἅγιοι ποιμένες ἐὰν μὴ ἔχωσι καὶ ἀγγέλους συμποιμαίνοντας, λεχθήσεται τό · “ἐὰν μὴ κύριος φυλάξῃ πόλιν, εἰς μάτην ἠγρύπνησεν ὁ φυλάσσων”. ἔστι δὲ εἰπεῖν ἀπὸ τῆς γραφῆς, ὅτι δύο εἰσὶν ἑκάστης ἐκκλησίας ἐπίσκοποι, ὁ μέν τις αἰσθητὸς καὶ βλεπόμενος, ὁ δέ τις νοητός · καὶ ὥσπερ ὁ ἄνθρωπος ἐπαινεῖται καλῶς οἰκονομήσας, οὕτω καὶ ὁ ἄγγελος. γέγραπται γοῦν ἐν τῇ Ἀποκαλύψει Ἰωάννου · “ἀλλὰ ἔχετε ὀνόματα ὀλίγα, ἅτινα οὐκ ἐμόλυναν”. καὶ πάλιν · “ἔχεις ἐκεῖ τάδε ἁμαρτήματα ποιοῦντας”, καὶ μέμφεται τοῖς ἀγγέλοις. εἰ δὲ τοῖς ἀγγέλοις μέμφεται τοῖς πεπιστευμένοις τὰς ἐκκλησίας καὶ φροντίζουσιν, ὧν πεπιστευμένοι εἰσὶν ἄγγελοι, τί χρὴ λέγειν περὶ ἀνθρώπων, ὅσον δεῖ φόβον ἔχειν, ἵνα δυνηθῶσι συμπλέοντες τοῖς ἀγγέλοις συνσωθῆναι τοῖς ἀγγέλοις; οἷον γὰρ κοινωνοί εἰσι τοῦ ἔργου ἀμφότεροι ἐπίσκοποι, ὁ νοητὸς λέγω δὴ ὁ ἄγγελος ὁ πεπιστευμένος τὴν ἐκκλησίαν καὶ ὁ αἰσθητός. σπεύσαντες δὲ ἦλθον καὶ οὐ βάδην οὐ δὲ ἐκλελυμένως · διὰ τοῦτο εὗρον αὐτὸν “ἐν φάτνῃ”. αὕτη δὲ ἦν, περὶ ἧς ὁ προφήτης ἔλεγεν · “ἔγνω βοῦς καὶ ὄνος τὴν φάτνην τοῦ κυρίου αὐτοῦ”, ὃ μυστήριόν ἐστι δηλούμενον · βοῦς καθαρὸν ζῷον, ὄνος ἀκάθαρτον. οὐχ ὁ λαὸς ἔγνω τὴν φάτνην τοῦ κυρίου αὐτοῦ, ἤγουν ὁ ἐξ Ἰσραήλ, ἀλλὰ τὸ ἀκάθαρτον ζῷον, τὸ ἀπὸ τῶν ἐθνῶν. “ὃ ἀπέθανεν” Χριστός, “τῇ ἁμαρτίᾳ ἀπέθανεν”, οὐχ ὅτι ἥμαρτεν “οὐ δὲ γὰρ ἁμαρτίαν ἐποίησεν οὐ δὲ εὑρέθη δόλος ἐν τῷ στόματι αὐτοῦ” ἀλλ’ ἀπέθανεν, ἵνα ἡμεῖς οἱ συναποθανόντες αὐτῷ, αὐτοῦ ἀποθανόντος “τῇ ἁμαρτίᾳ”, μηκέτι ζῶμεν “τῇ ἁμαρτίᾳ”. δι’ὃ λέγεται · “εἰ συναπεθάνομεν, καὶ συνζήσομεν” · ὥσπερ οὖν συναπεθάνομεν αὐτῷ ἀποθνήσκοντι τότε, οὕτω περιετμήθημεν αὐτῷ περιτμηθέντι τότε · καὶ μετὰ τὴν περιτομὴν αὐτὴν γέγονεν οἰκονομία ἡ διὰ τοῦ προτέρου καθαρισμοῦ. διὰ τοῦτο ἡμεῖς οὐκέτι περιτεμνόμεθα, ὅτι ἡ περιτομὴ αὐτοῦ δι’ἡμᾶς γεγένηται · “ἐν ᾧ περιετμήθητε”, φησὶν ὁ Παῦλος, “περιτομῇ ἀχειροποιήτῳ ἐν τῇ ἀπεκδύσει τοῦ σώματος τῆς σαρκός, ἐν τῇ περιτομῇ τοῦ Χριστοῦ, συνταφέντες αὐτῷ ἐν τῷ βαπτίσματι, ἐν ᾧ καὶ συνηγέρθητε διὰ τῆς πίστεως”. οὐκοῦν καὶ ὁ θάνατος αὐτοῦ ὑπὲρ ἡμῶν γέγονεν, καὶ ἡ ἀνάστασις καὶ ἡ περιτομή. ἀναγκαίως δὲ ἐπεσημήνατο ὁ εὐαγγελιστὴς λέγων · “ἐκλήθη τὸ ὄνομα αὐτοῦ Ἰησοῦς τὸ κληθὲν ὑπὸ τοῦ ἀγγέλου”. οὐκ ἔδει γὰρ ἀπ’ἀνθρώπων πρῶτον κληθῆναι οὐ δὲ ἀπ’αὐτῶν δοξασθῆναι, ἀλλ’ἀπὸ κρειττόνων παρὰ τὴν τῶν ἀνθρώπων φύσιν καὶ κληθῆναι τὸ προσκυνητὸν ὄνομα καὶ ἔντιμον καὶ “ὑπὲρ πᾶν ὄνομα”. εἰ δὲ ἔκειτο ὑπὲρ “τοῦ καθαρισμοῦ” Μαρίας μόνης, οὐδὲν ἐζητοῦμεν · νυνὶ δὲ “τοῦ καθαρισμοῦ αὐτῶν” φησιν. ἆρ’οὖν καὶ Ἰησοῦς δεῖται καθαρισμοῦ; ἀλλ’ὅρα τὸ τόλμημα τοῦ λόγου · μνήσθητι τῶν εἰρημένων ἐν τῷ Ἰὼβ μυστικῶς · “οὐδεὶς καθαρὸς ἀπὸ ῥύπου, οὐ δ’ἂν μία ἡμέρα ἡ ζωὴ αὐτοῦ ἐπὶ τῆς γῆς” · οὐκ εἶπεν · ἀπὸ ἁμαρτίας, ἀλλ’· “ἀπὸ ῥύπου”. ὅτι καὶ οὐ τα- ταὐτά, λέγει Ἡσαίας · “ἐκπλυνεῖ κύριος τὸν ῥύπον τῶν υἱῶν καὶ τῶν θυγατέρων Σιών, καὶ τὸ αἷμα ἐκκαθαριεῖ ἐκ μέσου αὐτῶν” · ἐρρύπωται οὖν πᾶσα ψυχὴ ἐνδεδυμένη σῶμα ἀνθρώπινον. ἄκουε Ζαχαρίου · “Ἰησοῦς ἦν ἐνδεδυμένος ἱμάτια ῥυπαρά”. τὸ δὲ ῥητὸν χρήσιμον καὶ πρὸς τοὺς λέγοντας, ὅτι ὁ σωτὴρ οὐκ ἔλαβε σάρκα ἀνθρωπίνην, ἀλλ’ἤνεγκεν ἀπὸ τοῦ οὐρανοῦ πνευματικὸν σῶμα, τὸ πνευματικὸν σῶμα ἐρρυπωμένον νομίζοντας. ἐπεὶ γὰρ λέγειν δυνήσονται ταῦτα καὶ τοῦτο παραδέξονται, ὅρα αὐτοὺς λέγειν, ὅτι ἐν ταῖς ἐπαγγελίαις, ὅταν πληρωθῇ τό · “σπείρεται σῶμα ψυχικόν, ἐγείρεται σῶμα πνευματικόν”, ἐγειρόμεθα ἐρρυπωμένοι, ὅπερ μὴ δεῖ λέγειν. ἐδεήθη οὖν ὁ σωτήρ, ὡς “ἐνδεδυμένος ἱμάτια ῥυπαρὰ” τὸ σῶμα τὸ ἀνθρώπινον καὶ γήϊνον, τοῦ προσενεχθῆναι καὶ περὶ αὐτοῦ καθαρισμόν. τὰ παιδία βαπτίζεται “εἰς ἄφεσιν ἁμαρτημάτων”. ποίων; πότε γὰρ ἥμαρτον; ἀλλὰ μήποτε, ἐπεὶ “οὐδεὶς καθαρὸς ἀπὸ ῥύπου”, τὸν ῥύπον δὲ ἀποτίθεταί τις διὰ τοῦ μυστηρίου τοῦ βαπτίσματος, διὰ τοῦτο καὶ τὰ παιδία βαπτίζεται. μυστικῶς δὲ “ἡ μέραι” πληρούμεναι · οὐ γὰρ ἅμα τῇ γενέσει ὁ καθαρισμός, ἀλλ’ὥσπερ γέγραπται ἐν τῷ νόμῳ · “ὅτι ἐὰν τεχθῇ ἄρσεν, ἑπτὰ ἡμέρας καθιεῖται ἐν αἵματι ἀκαθάρτῳ, εἶτα τριάκοντα τρεῖς ἐπὶ αἵματι καθαρῷ” καὶ αὐτὴ καὶ τὸ παιδίον, οὕτως, ἐπεὶ “ὁ νόμος σκιὰν ἔχει τῶν μελλόντων ἀγαθῶν”, ἔστιν ἰδεῖν καθαρισμὸν γινόμενον ὕστερόν ποτε · τάχα δὲ ἐὰν ἀναστῶμεν ἐκ νεκρῶν, δεόμεθα τοῦ μυστηρίου τοῦ καθαίροντος ἡμᾶς […] θαυμάζω, εἴ τις ἀνίσταται παντὸς ῥύπου καθαρεύων · ἐν τῇ παλιγγενεσίᾳ οὖν ταύτῃ τοιοῦτόν τι ἔσται μυστήριον καθαρισμοῦ, ὅπερ ἐποίησεν ὁ Ἰησοῦς ἐπὶ τῆς γενέσεως αὐτοῦ. τὰ οὖν ἀρσενικὰ ἅγια ὄντα ἅτε μήτραν ἀνοίγοντα ἔδει ἀναφέρεσθαι κυρίῳ παρὰ τῷ θυσιαστηρίῳ, μόνος δὲ Χριστὸς διήνοιξεν μήτραν ἐκ παρθένου τεχθείς · οὐδὲν γὰρ ἄλλο πρὸ τοῦ Χριστοῦ τῆς μήτρας ἐκείνης τῆς ἱερᾶς ἥψατο · πάντων δὲ τὰ πρωτότοκα, εἰ καὶ πρωτότοκά ἐστιν, ἀλλ’οὐ διανοίγουσιν αὐτὰ πρῶτα τὴν μήτραν, ἀλλ’ὁ σύμβιος. ὡς ἐν δεσμωτηρίῳ ὢν τοῦ σώματος καὶ ὁρῶν, ὅτι οὐδεὶς αὐτὸν λύει ἀπ’αὐτοῦ, ὥστε μετ’ἐλπίδος ἀπολυθῆναι τοῦ κόσμου, ἢ ἐκεῖνος, ὃν αὐτὸς κατέσχεν “εἰς τὰς ἀγκάλας” αὐτοῦ, φησίν · “νῦν ἀπολύεις τὸν δοῦλόν σου κατὰ τὸ ῥῆμά σου”. καὶ ἴδε τὴν προσθήκην, τὸ “ἐν εἰρήνῃ” · οὐχ ἁπλῶς φησιν · ἀπολυ θῆναι θέλων, ἀλλ’“ἐν εἰρήνῃ” κατὰ τὸ λεχθὲν τῷ Ἀβραάμ · “ἀπελεύσῃ πρὸς τοὺς πατέρας σου μετ’εἰρήνης”. τίς δέ ἐστιν ὁ “μετ’εἰρήνης” ἀπαλλασσόμενος ἢ ὁ νοήσας, ὅτι “θεὸς ἦν ἐν Χριστῷ κόσμον καταλλάσσων ἑαυτῷ” καὶ μηκέτι ἔργον τι ἔχθρας ἔχων πρὸς τὸν θεόν, ἀλλὰ πᾶσαν εἰρήνην ἀναλαβὼν δι’ἔργων ἀγαθῶν. ἐπὶ ποίοις δὲ “λαλουμένοις περὶ αὐτοῦ” ἐθαύμαζον Ἰωσὴφ καὶ ἡ μήτηρ αὐτοῦ; ἐπὶ τοῖς ὑπὸ τῶν ποιμένων, ὑφ’ὧν ἡ φήμη διέτρεχεν, ὅτι ὁ Χριστὸς γεγέννηται, καὶ ὑπὸ τοῦ Συμεῶνος ἐπ’αὐτῷ τῷ εἰπεῖν · “νῦν ἀπολύεις”, ὃ ἦν ἡ κορωνὶς τῶν λαλουμένων περὶ αὐτοῦ. εἰς πατέρα δὲ τὸν Ἰωσὴφ θαυμαστῶς τίθησι, οὐ πατέρα κηρυκεύων τοῦτο εἰπών, ἀλλ’ἐπιπροφητεύει περὶ τοῦ παιδίου, εὐλογήσας τὸν πατέρα καὶ τὴν μητέρα, καί φησιν · “ἰδοὺ οὗτος κεῖται εἰς πτῶσιν καὶ ἀνάστασιν”. ὅμοιον δὲ αὐτῷ ἐστιν ἐν τῷ κατὰ Ἰωάννην τό · “εἰς κρίμα ἐγὼ εἰς τὸν κόσμον τοῦτον ἦλθον, ἵνα οἱ μὴ βλέποντες βλέπωσι καὶ οἱ βλέποντες τυφλοὶ γένωνται” · ὥσπερ οὖν “οἱ μὴ βλέποντες” ἀπὸ τῶν ἐθνῶν “βλέπουσι”, καὶ οἱ ἀπὸ τοῦ Ἰσραὴλ “τυφλοὶ γίνονται”, οὕτως ἦλθεν “εἰς πτῶσιν καὶ ἀνάστασιν” ἡμῶν. οἱ γὰρ ἑστηκότες πεπτώκασι καὶ οἱ πεπτωκότες ἀνέστησαν Χριστοῦ ἐπιδημήσαντος. ἔχει δὲ τοῦτο καὶ βαθυτέραν διήγησιν · ἔχω τι ἑστὸς ἐν ἐμοί · τοῦτο πεσέτω, “ὁ ἔσω ἄνθρωπος” πεπτωκώς μου ἦν, ὁ ἔξω ἄνθρωπός μου εἱστήκει. πρὸ τῆς πίστεως τίνα εἴχομεν; τὸ κρεῖττον πεπτωκός, τὸ χεῖρον διεγηγερμένον. ὅτε δὲ ἦλθεν Χριστός, τότε τὸ ἑστηκὸς πέπτωκέ μου τὸ χεῖρον · “νεκρώσατε”, φησίν, “τὰ μέλη τὰ ἐπὶ τῆς γῆς · πορνείαν, ἀκαθαρσίαν” καὶ τὰ ἑξῆς. ἐπεὶ δὲ πτῶμα γέγονεν “ὅπου γὰρ πτῶμα, ἐκεῖ καὶ οἱ ἀετοί”, καλὸν τοῦτο τὸ πτῶμα, ἐφ’ὃ ἦλθεν πρῶτος ὁ Ἰησοῦς. ὁ μακάριος Λουκᾶς, ὁ σαφῶς ἡμῖν παραστήσας, ὅτι παρθένου υἱὸς ὁ σωτὴρ ἦν, οὐκ ἐξ ἀνδρός, οὗτος πατέρα αὐτοῦ τὸν Ἰωσὴφ νῦν ἀνηγόρευσεν. πρὸς τί οὖν πατέρα εἶπε τὸν μὴ σπείραντα μη δὲ αἴτιον αὐτῷ γενόμενον τῆς γενέσεως; ἁπλούστερον μὲν λέγοιτο ἄν, ὅτι ἐτίμησεν αὐτὸν τὸ πνεῦμα τὸ ἅγιον τῇ τοῦ πατρὸς προσηγορίᾳ, ἐπειδήπερ ἀνεθρέψατο αὐτόν. εἰ δὲ δεῖ τι εἰπεῖν καὶ βαθύτερον, ἐροῦμεν · ἐπεὶ ἡ γενεαλογία ἐγενεαλόγησε τὸν Ἰωσὴφ ἀπὸ Δαβίδ, ἵνα μὴ δόξῃ περιττὴ εἶναι ἡ γενεαλογία ἐρχομένη ἐπὶ τὸν Ἰωσὴφ ὡς μνήστορα τῆς παρθένου μὴ γεννήσαντα τὸν σωτῆρα, ἵνα ἡ γενεαλογία λόγον ἔχῃ ἐπιτήδειον, πατὴρ ἀνηγορεύθη τοῦ κυρίου, εἰ καὶ “πρὶν ἢ συνελθεῖν αὐτοὺς εὑρέθη” ἔγκυος. ἡγοῦμαι “εἰς πτῶσιν καὶ ἀνάστασιν” εἶναι τὸν κύριον οὐκ ἄλλων πιπτόντων καὶ ἄλλων ἀνισταμένων, ἀλλὰ τοῦ αὐτοῦ, “εἰς πτῶσιν” τοῦ χείρονος “καὶ ἀνάστασιν” τοῦ βελτίονος, τοῦ χείρονος πίπτοντος καὶ τοῦ βελτίονος διανισταμένου · καθαιρετικὴ μὲν γάρ ἐστι τῶν σωματικῶν παθῶν ἡ τοῦ κυρίου ἐπιφάνεια, διεγερτικὴ δὲ τῶν τῆς ψυχῆς ἰδιωμάτων. ἀλλ’οὕτως χρὴ νοεῖν, ὅτι ὁ ἐν τῇ ἁμαρτίᾳ ἱστάμενος διὰ τῆς μετανοίας πίπτει καὶ ἀποθνῄσκει ἐξ αὐτῆς τῇ ἁμαρτίᾳ. πρώτη δὲ εὐεργεσία τὸν στήκοντα τῇ ἁμαρτίᾳ πεσεῖν καὶ ἀποθανεῖν τῇ ἁμαρτίᾳ, εἶτα ζῆσαι τῇ δικαιοσύνῃ καὶ ἀναστῆναι, τῆς εἰς Χριστὸν πίστεως ἑκάτερον ἡμῖν χαριζομένης · πιπτέτω τὰ χείρονα, ἵνα λάβῃ καιρὸν τὰ βελτίω εἰς τὴν ἀνάστασιν. ἐὰν μὴ πέσῃ ἡ πορνεία, ἡ σωφροσύνη οὐκ ἀνίσταται, ἐὰν μὴ ἡ ἀλογία συντριβῇ, τὸ λογικὸν τὸ ἐν ἡμῖν οὐκ ἀνθήσει · οὕτως οὖν ἡ πτῶσις καὶ ἡ ἀνάστασις πολλῶν. εἶτά φησιν · “καὶ σοῦ δὲ αὐτῆς τὴν ψυχὴν διελεύσεται ῥομφαία” · καὶ ῥομφαίαν φησὶ τὴν ἀμφιβολίαν καὶ τὸ πειρατήριον, ἥτις διῆλθεν τὴν ψυχὴν αὐτῆς ἐν τῷ καιρῷ τοῦ σταυροῦ. φαίνεται, ὅτι περὶ τὸν καιρὸν τοῦ πάθους πάντες ἐσκανδαλίσθησαν · καὶ γὰρ αὐτὸς εἶπεν, ὅτι · “πάντες σκανδαλισθήσεσθε ἐν ἐμοί”. ἆρ’οἰόμεθα ὅτι μόνη ἀπὸ σκανδάλου καθαρὰ ἦν ἡ Μαρία; εἰ δὲ πάντες ὑστεροῦνται τῆς δόξης τοῦ θεοῦ δικαιούμενοι […] τῇ αὐτοῦ χάριτι […]. προφητεύει οὖν ὁ Συμεὼν καὶ περὶ αὐτῆς τῆς ἁγίας παρθένου Μαρίας, ὅτι · παρεστῶσα τῷ σταυρῷ καὶ βλέπουσα τὰ γενόμενα καὶ ἀκούουσα τῶν φωνῶν τῶν φονευτῶν, μετὰ τὴν τοῦ Γαβριὴλ μαρτυρίαν, μετὰ τὴν ἀπόρρητον γνῶσιν τῆς θείας συλλήψεως, μετὰ τὴν μεγάλην τῶν θαυμάτων ἐπίδειξιν, καὶ σοῦ οὖν αὐτῆς τῆς ἄνωθεν δεδιδαγμένης τὰ περὶ τοῦ κυρίου γενήσεταί τις περὶ τὴν ψυχὴν σάλος καὶ ἅψεταί τις διάκρισις, τοῦτ’ἔστιν ἡ “ῥομφαία”, ἐπὰν ἴδῃς τὸν τηλικοῦτον σταυρούμενον καὶ θάνατον ἀνθρώπινον ἀναδεχόμενον. “ὅπως ἂν ἀποκαλυφθῶσιν διαλογισμοί” · διαλογισμοὶ ἦσαν πονηροὶ ἐν τοῖς ἀνθρώποις τούτοις · τότε ἀπεκαλύφθησαν, ἵνα ἀποκαλυφθέντας αὐτοὺς ἀφανίσῃ ὁ ὑπὲρ τῶν ἀνθρωπίνων ἁμαρτημάτων ἀποθνῄσκων. ὅσον γὰρ ἦσαν κεκρυμμένοι, οὐχ οἷόντε ἦν αὐτοὺς ἀφανισθῆναι τέλεον · διὰ τοῦτο καὶ ἡμεῖς ἐὰν ἁμαρτήσωμεν, κελευόμεθα λέγειν · “τὴν ἀνομίαν μου ἐγνώρισα, καὶ τὴν ἁμαρτίαν μου οὐκ ἐκάλυψα”. καὶ ἡ τάξις δὲ ἀμώμητος · οὐ πρώτη γὰρ τοῦ ἀνδρὸς ἡ γυνή, ἀλλὰ πρῶτος ὁ Συμεὼν παρεισάγεται. οὐκ οὖν ἐγέγραπτο αὐτῆς κατὰ λέξιν ὁ λόγος, ἀλλ’ὅτι “ἐξωμολόγει τῷ θεῷ καὶ ἐλάλει περὶ αὐτοῦ”. ἔοικε δέ γε δικαίως γεγονέναι προφῆτις, τοῦ ἁγίου πνεύματος χώραν δυνηθέντος εὑρεῖν ἐν αὐτῇ διὰ τὴν ἁγνείαν καὶ τὴν καθαρότητα · “ἔτη” γὰρ “ἑπτὰ ζήσασα ἀπὸ τῆς παρθενίας αὐτῆς μετὰ ἀνδρός”, διὰ τοῦτο γέγονε προφῆτις · οὐ γὰρ ὡς ἔτυχεν τὸ ἅγιον πνεῦμα ᾤκησεν ἐν αὐτῇ. καλὸν μὲν γὰρ εἴ τις δύναται παρθενεύειν · εἰ δὲ μὴ δύναται τοῦτο, χηρευσάτω, ἐὰν συμβῇ τι ἀνθρώπινον, καὶ ἐχέτω τοῦτο πρὸ ὀφθαλμῶν καὶ μετὰ ἀνδρὸς οὖσα, ὥστε τὴν παρθενίαν αὐτῆς δικαιωθῆναι ἐνώπιον τοῦ θεοῦ. ἐδύνατο δὲ εἰπεῖν · προέκοπτε λαμβάνων σοφίαν, ἀλλ’ἐπεί, ὅτε ἤρχετο, “ἐκένωσεν ἑαυτόν”, εἶπεν “πληρούμενον”, ἵνα δείξῃ, ὅτι ὃ ἐκένωσεν ἐπλήρωσε καὶ ἐλάμβανε πάλιν ταῦτα, ἀφ’ὧν ἑκὼν κεκένωτο. “ηὔξανε” τοίνυν, ἐπεὶ “οὐχ ἁρπαγμὸν ἡγησάμενος τὸ εἶναι ἴσα θεῷ ἐταπείνωσεν ἑαυτόν” · “ἐκραταιοῦτο” “μορφὴν δούλου λαβὼν” καὶ “τὰς ἀσθενείας ἡμῶν φέρων” · ἐπληροῦτο “σοφίᾳ”, ἐπεὶ “ἐκένωσεν ἑαυτόν” · πρὸ γὰρ ἐτῶν δώδεκα ψιλὸς ἄνθρωπος οὐ χωρεῖ πληρότητα σοφίας · τὸ δὲ αἴτιον τοῦ αὔξειν καὶ κραταιοῦσθαι αὐτὸν ἦν τὸ πληροῦσθαι σοφίας. τί δὲ καὶ “ἐζήτουν αὐτόν”; ἆρα ὅτι ἀπόλωλεν ὡς παῖς ἢ ὅτι πεπλάνηται; ἄπαγε · οὔτε Μαρίας ἦν τοῦτο, τῆς μυρίας περὶ αὐτοῦ δεξαμένης θείας ἀποκαλύψεις, οὔτε τοῦ Ἰωσήφ. ἀλλ’ὥσπερ σὺ ἐὰν ζητῇς γραφήν, ὀδυνώμενος αὐτὴν ζητεῖς, οὐχ ὡς πεπλανημένην οὐ δὲ ὡς ἐσφαλμένην, ἀλλ’ὡς ἔχουσαν μὲν τὸν ἀληθῆ καὶ μυστικὸν λόγον, μήπω δέ σοι πεφανερωμένην, οὕτως κα- κἀκεῖνοι ἐζήτουν τὸν κύριον ἡμῶν Ἰησοῦν Χριστόν, μήπως ἀπέστη ἀπ’αὐτῶν, μήπως καταλέλοιπεν αὐτούς. “ὀδυνώμενοι” οὖν ἐζήτουν τὸν υἱὸν τοῦ θεοῦ, καὶ ζητοῦντες αὐτὸν οὐχ εὗρον “ἐν τοῖς συγγενέσιν” · ὑπὲρ γὰρ τὴν συγγένειαν αὐτῶν ἦν. διὸ καὶ πρὸς αὐτοὺς ἔλεγεν · “διὰ τί ἐζητεῖτέ με”; μὴ γὰρ δύναται σωτὴρ ἀπολέσθαι; οὐκ ἐνταῦθα καταλελοίπατέ με; πρεπόντως δὲ παιδίῳ, ὅτε “διδασκάλων ἐν μέσῳ” Ἰησοῦς · οὐκ ἐδίδασκε μέν, ἀλλ’“ἤκουεν καὶ ἐπηρώτα”, ὅπερ καὶ ὁ Ἰησοῦς ἐποίει τοῖς νέοις τύπον διδοὺς καὶ ὑπογραμμὸν μὴ προπετεύεσθαι, καλῶς διεγείρων πρὸς ἐπαπορήσεις. “οὐκ ᾔδειτε, ὅτι ἐν τοῖς τοῦ πατρός μου δεῖ εἶναί με”; ὡς πρὸς τὸ ῥητόν, ὁπλισώμεθα κατὰ τῶν ἀθέων αἱρέσεων λεγουσῶν, ὅτι οὐχ ὁ Δημιουργὸς πατὴρ Ἰησοῦ Χριστοῦ οὐ δὲ ὁ θεὸς τοῦ νόμου, οὐ δὲ ὁ θεὸς τοῦ ναοῦ οὗτός ἐστιν ὁ πατὴρ τοῦ Χριστοῦ. τῆς γὰρ φωνῆς αὐτοῦ ἀκούοντες οἱ ἀπὸ Οὐαλεντίνου αἰδείσθωσαν λέγοντος · “ἐν τοῖς τοῦ πατρός μου δεῖ εἶναί με”, εἰ προσίενται τὸ ῥητόν. ἆρα γὰρ οὕτως ἦσαν ἀσύνετοι, ὡς μὴ συνιέναι, ὅτι ἔλεγεν · “ἐν τοῖς τοῦ πατρός μου δεῖ εἶναί με” ἀντὶ τοῦ · ἐν τῷ ναῷ; ἢ μήποτέ τι μυστήριον αἰνίττεται · εἴ τις ὑμῶν τοῦ πατρός ἐστιν, ἔχει τὸν Χριστὸν ἐν ἑαυτῷ. μᾶλλον γὰρ τοῦ πατρὸς ὁρῶ ἔμψυχον ναόν, τὸν καλόντε καὶ ἀγαθόν, ἢ τὸν ναὸν ἐκεῖνον · “ἐξῆλθε” γὰρ “ἀπὸ τοῦ ναοῦ” ἐκείνου εἰπών · “ἀφίεται ὑμῖν ὁ οἶκος ὑμῶν”, καὶ ἀπῆλθεν ἐπὶ τὸν ναὸν τοῦ πατρός, τὰς ἐκκλησίας τὰς πανταχοῦ. παράδειγμα διδοὺς πᾶσιν υἱοῖς, ἵνα τιμῶσι τοὺς γονεῖς, μὴ μόνον τοὺς φύσει, ἀλλὰ καὶ τοὺς θέσει, καὶ ποιῶσιν, ὅσα ἐπιτάσσουσι. ἡ οὖν Μαρία ὡς θησαυροὺς “ἐτήρει πάντα” ὡς τῶν πραγμάτων ἐπιστήμων · οὐ γὰρ ὡς δωδεκαετοῦς παιδίου ἤκουεν, ἀλλ’ὡς τελείου “ἐτήρει πάντα τὰ ῥήματα αὐτοῦ”. “ἡλικίᾳ” δὲ οὐ τῇ σώματος, ἐν ᾗ προέκοπτεν οὐκ ἐφ’ἡμῖν οὔσῃ, ἀλλ’ἐπὶ τῇ φύσει · τῇ δὲ ψυχῆς, ἥτις ἐφ’ἡμῖν, ἣν ἐνίσχυεν “ὁ καταργήσας τὰ τοῦ νηπίου”. ἐπὶ μὲν τῷ παρὰ Ἰουδαίοις μόνοις κηρυσσομένῳ λόγῳ προφητικῷ ἀναγράφεται βασιλεία μόνον Ἰουδαίων. “ὅρασις”, γάρ φησιν, “ἣν εἶδεν Ἡσαΐας κατὰ τῆς Ἰουδαίας καὶ κατὰ τῆς Ἱερουσαλήμ, ἐν βασιλείᾳ Ὀζίου καὶ Ἰωαθὰμ καὶ Ἀχὰζκαὶ Ἐζεκίου” · καὶ οὐδένα ἄλλον οἶδα βασιλέα ἀναγεγραμμένον ἐν τῷ χρόνῳ τῆς προφητείας, ἢ τὸν τῆς Ἰουδαίας, ἐπί τινων δὲ προφητειῶν καὶ τὸν βασιλέα τοῦ Ἰσραήλ. ὅτε δὲ ἤμελλε τὸ μυστήριον τοῦ εὐαγγελίου ὁ Ἰωάννης κηρύσσειν, ἀναγέγραπται οὐχὶ Ἰουδαίων μόνος βασιλεὺς Ἡρώδης οὐ δὲ Ῥωμαίων μόνος Τιβέριος · ἐπειδὴ δὲ τὸ μυστήριον τοῦ εὐαγγελίου ἔδει κηρύσσεσθαι ἐν ὅλῳ τῷ κόσμῳ καὶ ὅλου τοῦ κόσμου ἐδόκει Τιβέριος εἶναι βασιλεύς, διὰ τοῦτο “ἐν ἔτει πεντεκαιδεκάτῳ τῆς ἡγεμονίας Τιβερίου Καίσαρος” καὶ τὰ ἑξῆς ἀναγέγραπται. καὶ εἰ μὲν οἱ ἀπὸ τῶν ἐθνῶν μόνοι ἤμελλον σῴζεσθαι, πάντῃ δὲ ἀπεκέκλειστο ἡ σωτηρία τῶν υἱῶν Ἰσραήλ, ἤρκει τό · “ἐν ἔτει πεντεκαιδεκάτῳ τῆς ἡγεμονίας Τιβερίου Καίσαρος”. ἐπειδὴ δὲ ἔδει καὶ τοὺς ἀπὸ τῆς Γαλιλαίας καὶ τοὺς ἀπὸ τῆς Ἰτουραίας καὶ Τραχωνίτιδος καὶ Ἀβιληνῆς πιστεύειν, διὰ τοῦτο ἀναγράφονται καὶ αὗται αἱ βασιλεῖαι ἤγουν τετραρχίαι. οὐδέποτε “γέγονε ῥῆμα θεοῦ” ἐπί τινα τῶν προφητῶν “ἐν τῇ ἐρήμῳ”, εἰ μὴ νῦν μόνον διά τινα μυστικὴν θεωρίαν. ἐπειδὴ δὲ ἤμελλε “πολλὰ τὰ τέκνα τῆς ἐρήμου μᾶλλον” εἶναι, τοῦτ’ἔστι τῆς ἐξ ἐθνῶν ἐκκλησίας, “ἤπερ τῆς ἐχούσης” ὡς “ἄνδρα” τὸν νόμον, τῆς Ἰουδαίων φημὶ συναγωγῆς, διὰ τοῦτο “ἐγένετο ῥῆμα θεοῦ πρὸς Ἰωάννην ἐν τῇ ἐρήμῳ”. εἰ γὰρ μὴ τοῦτο ἦν, ἐκ περισσοῦ ἐποίει “κηρύσσων ἐν τῇ ἐρήμῳ”. ἀλλ’ἦν πρόδρομος Χριστοῦ “ἡ φωνὴ βοῶντος ἐν τῇ ἐρήμῳ”, ψυχῇ τῇ μὴ ἐχούσῃ πόλεμον · καὶ οὐ τότε δὲ μόνον, ἀλλὰ καὶ νῦν πρῶτος “ὁ λύχνος ὁ καιόμενος καὶ φαίνων” ἔρχεται “κηρύσσων βάπτισμα μετανοίας εἰς ἄφεσιν ἁμαρτιῶν”, εἶτα μετὰ τοῦτον ἔρχεται “τὸ φῶς τὸ ἀληθινόν”, περὶ οὗ φησιν ὁ λύχνος · “ἐκεῖνον δεῖ αὐξάνειν, ἐμὲ δὲ ἐλαττοῦσθαι”. “καὶ ἦλθεν εἰς πᾶσαν τὴν περίχωρον τοῦ Ἰορδάνου”. ποῦ γὰρ ἔδει τὸν βαπτιστὴν περιέρχεσθαι ἢ “εἰς τὴν περίχωρον τοῦ Ἰορδάνου”, ἵν’ἐάν τις βούληται μετανοεῖν, εὐθέως εὐπορήσῃ τοῦ ποταμοῦ; ἑρμηνεύεται δὲ Ἰορδάνης “καταβαίνων”. καταβαίνων γάρ ἐστιν ἀληθῶς ὁ ποταμὸς τοῦ θεοῦ, τὸ ὕδωρ τὸ ἀληθινόν, τὸ ὕδωρ τὸ σωτήριον. καὶ κηρύσσει “εἰς ἄφεσιν ἁμαρτιῶν βάπτισμα”. “εἰς ἄφεσιν ἁμαρτιῶν” τίνι ἢ τῷ μηκέτι ἁμαρτάνοντι; τῷ γὰρ ἔτι ἁμαρτάνοντι ἄφεσις ἁμαρτιῶν οὐ δίδοται. εἶτα τὸν Ἡσαΐαν παρίστησι τοῦτο αὐτὸ φωνοῦντα. τί γὰρ φησίν; “φωνὴ βοῶντος ἐν τῇ ἐρήμῳ”. βούλεται δὲ τὴν ὁδὸν κυρίου εὑρεῖν ἐν ὑμῖν, ἵνα συνοδεύσῃ ταῖς ψυχαῖς ὑμῶν. ἐπειδὴ δὲ ὁ Ἰωάννης πρόδρομος ἦν τοῦ λόγου, εἰκότως “φωνὴ” ὠνόμασται, οὐ λόγος · προλαμβάνει γὰρ ἡ “φωνὴ” τὸν λόγον · πρώτη γὰρ ἡ “φωνὴ” φθάνει ἐπὶ τὰς ἀκοάς, εἶτα ὁ ἀκουόμενος ὑπὸ τῆς φωνῆς λόγος. οὐ γὰρ αἰσθητὴν λέγει “ὁδόν”, ἀλλὰ τὴν ἔνδον ἐν καρδίᾳ, ἣν ὁδεύει ἐμπεριπατῶν καρδίαις ἁγίων. “φάραγξ” ἐστὶν βαθεῖα καὶ κοίλη πᾶς ἄπιστος, ὃς πιστεύσας εἰς Χριστὸν πληροῦται τῶν τοῦ πνεύματος καρπῶν, τοῦτ’ἔστι τῶν ἀρετῶν · “ὄρος” δὲ καὶ “βουνὸς” ταπεινωθείς ἐστιν ὁ τῶν Ἰουδαίων ὑψηλόφρων λαός. καὶ ἐπὶ μὲν τῶν ἐθνῶν ταῦτα γεγένηται, ἐπὶ δὲ τοῦ λαοῦ καθαιρεθέντος τό · “πᾶν ὄρος καὶ βουνὸς ταπεινωθήσεται” · “ὄρος” γὰρ ἦν ποτε καὶ “βουνός”, καθῃρέθησαν δὲ καὶ τεταπείνωνται. ἢ τοίνυν οὕτω νοήσεις, ὅτι “ὄρη” μὲν καὶ “βουνοὶ” αἱ ἀντικείμεναι δυνάμεις, αἳ διὰ τῆς Χριστοῦ ἐπιδημίας ἐταπεινώθησαν, αἱ δὲ “φάραγγες” οἱ ἄνθρωποι, οἳ πεπλήρωνται ἐπ’ἔργοις ἀγαθοῖς. γεγένηται δὲ καὶ “πάντα τὰ σκολιὰ εἰς εὐθεῖαν”. ἕκαστος γὰρ ἡμῶν σκολιὸς ἦν · ἐν μὲν τοίνυν τῇ Χριστοῦ ἐπιδημίᾳ τῇ γενομένῃ εἰς τὴν ψυχὴν γίνεται “τὰ σκολιὰ εἰς εὐθεῖαν”. καὶ πάλιν τραχὺς ἦν ἡμῶν ὁ βίος καὶ ἀνώμαλος ὁ λόγος · ἐλθὼν δὲ ὁ κύριος ἡμῶν λεῖα πάντα πεποίηκεν. οἵ ποτε “σάρκες” τῷ φρονήματι, νῦν πνεύματι βλέπομεν “τὸ σωτήριον τοῦ θεοῦ” · ἢ ἔτι σαρκοφοροῦντες παραδόξως βλέπομεν “τὸ σωτήριον τοῦ θεοῦ”. περὶ δὲ τοῦ “πᾶσα” καὶ “πᾶν” ζητήσεις, καὶ πότε συντελεσθήσεται ταῦτα ἀρξάμενα καὶ καθολικῶς καὶ καθ’ἕκαστον. ὅρα, πηλίκη ἐστὶν ἡ “μέλλουσα ὀργή”; καταστρέφει τὸν κόσμον, κολάζει τοὺς δεηθέντας παιδεύσεως · καὶ ὕλην αὐτῇ ἕκαστος ποιεῖ, ἐξ ὧν ἔπραξεν. “ποιήσατε οὖν καρποὺς ἀξίους τῆς μετανοίας”. τίνες δὲ οἱ καρποί; “εἰρήνη, μακροθυμία, χρηστότης, ἀγαθωσύνη, πίστις, πραότης, ἐγκράτεια” καὶ τὰ σύμφωνα τούτων, οἳ καὶ “τοῦ πνεύματος καρποὶ” λέγονται. προφητεύει τοίνυν τὴν καθαίρεσιν ἐκείνου τοῦ λαοῦ καὶ τὴν κλῆσιν τῶν ἐθνῶν · ἐκείνοις γὰρ αὐχοῦσι τὸν Ἀβραὰμ φησίν · “μὴ ἄρξησθε λέγειν ἐν ἑαυτοῖς · πατέρα ἔχομεν τὸν Ἀβραάμ”, εἶτα περὶ τῶν ἐθνῶν λέγει · “λέγω γὰρ ὑμῖν, ὅτι δύναται ὁ θεὸς ἐκ τῶν λίθων τούτων ἐγεῖραι τέκνα τῷ Ἀβραάμ”. φησὶ γὰρ πρὸς τὸν Ἀβραάμ · “πατέρα πολλῶν ἐθνῶν τέθεικά σε”, τῶν διὰ πίστεως δηλονότι τῆς ἐν Χριστῷ. ποίων λίθων; οὐ λίθους ἐδείκνυεν ἀψύχους, ἀλλ’ἀνθρώπους ἀναισθήτους ὄντας λίθους, ἐπειδήπερ λίθοις καὶ ξύλοις προσεκύνουν, καὶ ἐγένετο ἐπ’αὐτοῖς τὸ γεγραμμένον · “ὅμοιοι αὐτῶν γένοιντο οἱ ποιοῦντες αὐτὰ καὶ πάντες οἱ πεποιθότες ἐπ’αὐτοῖς”. ἔτι δὲ καὶ περὶ τῶν λίθων γέγραπται ἐν τῇ ᾠδῇ τῇ ἐν τῇ Ἐξόδῳ · “ἀπολιθωθήτωσαν τὰ ἔθνη, ἕως ἂν παρέλθῃ ὁ λαὸς οὗτος, ὃν ἐκτήσω”, ὡς δηλονότι μετὰ τὸ παρελθεῖν τὸν λαὸν μηκέτι ἀπολιθωθείησαν, ἀλλ’ἀπολαβέτωσαν καὶ ψυχὴν λογικὴν ἀνθρωπίνην. τρία τάγματα εἰσήγαγε πυνθανομένων τοῦ Ἰωάννου · ἓν μὲν ὠνόμασεν “ὄχλους ἐκπορευομένους ἐπὶ τὸ βάπτισμα”, ἄλλο δὲ ὠνόμασε “τελώνας”, τρίτον δὲ ὠνόμασε “στρατιώτας”. τί οὖν φησιν πρὸς αὐτοὺς ὁ Ἰωάννης; “ὁ ἔχων δύο χιτῶνας μεταδότω τῷ μὴ ἔχοντι”. γενόμενος ἐγὼ κατὰ τὸν τόπον τοῦτον ἐζήτουν, εἰ αὕτη ἡ ἐντολή, ὅσον ἐπὶ τῷ ῥητῷ, οὐ τῷ ὄχλῳ ἁρμόζει ἀλλὰ τοῖς ἀποστόλοις · “ὁ ἔχων δύο χιτῶνας μεταδότω τῷ μὴ ἔχοντι” · ὅτι γὰρ τοῖς ἀποστόλοις ἁρμόζει, δῆλον ἐκ τῶν ἀναγραφέντων ὡς ὑπὸ τοῦ σωτῆρος πρὸς αὐτοὺς εἰρημένων, ἐν οἷς ἔλεγεν αὐτοῖς “μη δὲ δύο χιτῶνας εἰς ὁδὸν ἆραι”, ἀλλ’ὅρα, εἰ τὰ εἰρημένα περὶ ἐνδύματος ἐν τῷ λόγῳ τῷ περὶ τῆς γυμνότητος δύνασαι παραλαβεῖν εἰς τό · “ὁ ἔχων δύο χιτῶνας μεταδότω τῷ μὴ ἔχοντι”. ἐρχόμενος δὲ καὶ ἐπὶ βαθύτερον λέγω · θέλει γὰρ ἡμᾶς ὁ λόγος μὴ “δύο χιτῶνας” ἔχειν καὶ ἐνδεδύσθαι, πῆ μὲν τὸν παλαιόν, πῆ δὲ τὸν νέον, ἀλλ’ἐκδύσασθαι μὲν τὸν ἕτερον, τὸν δὲ ἕτερον ἔχειν. ἅμα δὲ ἐζήτουν τό · “μεταδότω τῷ μὴ ἔχοντι”. τίς δέ ἐστιν ὁ μη δὲ ἓν ἔνδυμα ἔχων περὶ τὸν χρῶτα καὶ μὴ ἐσκεπασμένος ὥστε αὐτῷ μεταδιδόναι; οὐ τοῦτο λέγω, ὅτι οὐ δύναται καὶ καθ’ὑπερβολὴν τοῦτο προτρεπτικὸν εἶναι πρὸς τὸ δεῖν ἐν δύειν τοὺς πένητας καὶ μὴ ἀμελεῖν τῆς ἐντολῆς, ἀλλ’ὅτι δύναται καὶ οὕτως εἰρῆσθαι μυστικώτερον · ἢ ὁ διάβολος ὁ μηδὲν ἔχων ἀγαθόν, ὁ τὸν θεὸν μὴ ἔχων. καὶ ὥσπερ γέγραπται, ὅτι δεῖ ἡμᾶς ἀποδυσαμένους ὥσπερ “εἰς τὰ βάθη τῆς θαλάσσης καταποντίσαι τὰς ἁμαρτίας”, οὕτως δεῖ ἐπιρρίπτειν τὰς ἁμαρτίας αὐτῷ ὡς αἰτίῳ γενομένῳ ἡμῖν τοῦ ἁμαρτάνειν. τὸ αὐτὸ καὶ ἐπὶ τῶν βρωμάτων · κατὰ μὲν τὸ πρόχειρον μεταδοτέον τῷ μὴ ἔχοντι τροφήν, κατὰ δὲ τὸ κρυπτόμενον τὰ φαῦλα τοῖς δαίμοσιν ἀπορριπτέον. “ἦλθον δὲ καὶ τελῶναι βαπτισθῆναι”. τοῦτο τοὺς τελώνας πεισάτω “πλέον” τῆς διατάξεως τῆς κατὰ τοὺς τελώνας μὴ λαμβάνειν ἀπὸ τῶν τελωνουμένων · ὁ γὰρ τοῦτο παραβαίνων καὶ “πλέον ὑπὲρ τὸ διατεταγμένον” ἀπαιτῶν παραβαίνει ἐντολήν, οὐκ Ἰωάννου, ἀλλὰ τοῦ ἐν αὐτῷ ἁγίου πνεύματος. οἶδα καὶ ἄλλους τελώνας, οἳ μετὰ τὴν ἐντεῦθεν ἡμῶν ἀπαλλαγὴν ἐπὶ τοῖς τέρμασι τοῦ κόσμου καθεζόμενοι οἱονεὶ τελωνοῦσι ἡμᾶς καὶ κατέχουσι, μή τι αὐτῶν ἐν ἡμῖν ἐστιν. διὸ γέγραπται · “ἔρχεται ὁ ἄρχων τοῦ κόσμου τούτου, καὶ ἐν ἐμοὶ εὑρήσει οὐδέν”. ποῖα οὖν μέλλομεν πράγματα ἔχειν ὑπ’ἐκείνων τῶν τελωνῶν τῶν ἐρευνώντων τὰ πάντα, ὅταν τις αὐτὸς ὅλος λαμβάνηται ἀντὶ τέλους; ἀλλ’οὐ τοιοῦτος ἦν Ἰακώβ · θαρρῶν γὰρ λέγει τῷ οἱονεὶ τελώνῃ Λαβάν · “ἐπίγνωθι, εἴ τι τῶν σῶν ἐστι παρ’ἐμοί”. καὶ μαρτυρεῖ γε ἡ γραφὴ περὶ τοῦ Ἰακὼβ λέγουσα · “καὶ οὐκ ἐπέγνω Λαβὰν παρὰ τῷ Ἰακὼβ οὐδέν”. ἐὰν ἅγιος ἦς, βαπτίζῃ “τῷ ἁγίῳ πνεύματι”, ἐὰν δὲ ἁμαρτωλὸς ἦς, βαπτίζῃ τούτῳ “τῷ πυρί” · τὸ γὰρ αὐτὸ βάπτισμα τοῖς μὲν ἀναξίοις καὶ κακοῖς βαπτιζομένοις εἰς “πῦρ” καὶ εἰς κρίμα γίνεται, τοῖς δὲ καλῶς καὶ ἐπὶ σωτηρίᾳ καταβαίνουσιν εἰς “πνεῦμα ἅγιον” καὶ σωτηρίαν γίνεται. οὗτος δὲ ὁ βαπτιστὴς “ἐν πνεύματι ἁγίῳ καὶ πυρὶ” λέγεται “πτύον ἔχειν ἐν τῇ χειρὶ καὶ διακαθαίρειν τὴν ἅλωνα, καὶ τὸν μὲν σῖτον εἰς τὴν ἀποθήκην συνάγειν, τὸ δὲ ἄχυρον κατακαίειν πυρὶ ἀσβέστῳ”. καὶ βούλομαι ἰδεῖν, τίνα τρόπον ὁ κύριός μου Ἰησοῦς ἔχει “πτύον”, καὶ τίνος ἀνέμου πνέοντος, καὶ ταῦτα σφοδροῦ ἐν γὰρ νηνεμίᾳ ἄχρηστόν ἐστι τὸ πτύον τὸ μὲν “ἄχυρον” χωρίζεται εἰς οἰκεῖον τόπον, ὁ δὲ “σῖτος” νικήσας τὸν ἄνεμον καταφέρεται ἐπὶ τὸ αὐτό. καὶ ὅρα, μήποτε οἱ πειρασμοὶ οἱ “τὸ ἄχυρον” χωρίζοντες ὁ ἄνεμός ἐστιν ὁ ἀποδεικνὺς “τὸν σῖτον”, ὅτι ἐστὶ σῖτος. ὅταν μὲν οὖν πειραζομένης σου τῆς ψυχῆς ἡττηθῇς, οὐχ ὁ πειρασμὸς “ἄχυρόν” σε πεποίηκεν, ἀλλ’ὄντα σε “ἄχυρον” ἤτοι κοῦφον καὶ ἄπιστον ἤλεγξεν. ὅταν δὲ πειρασμοῦ γενομένου ὑπομείνῃς τὸν πειρασμόν, οὐχ ὁ πειρασμός σε πιστὸν πεποίηκε καὶ ὑπομονητικόν, ἀλλὰ τὴν ἐν σοὶ οὖσαν ὑπομονητικὴν δύναμιν ἐφανέρωσεν. ὁ τὸν λόγον τοῦ εὐαγγελίου διδάσκων οὐχ ἓν πρᾶγμα εὐαγγελίζεται, ἀλλὰ πλείονα · νοῦν γὰρ ἔχει τὸ ἐπαγγελλόμενον, ὅτι “πολλά” ἐστιν ἃ εὐαγγελίζεται · “πολλὰ μὲν οὖν καὶ ἕτερα” καὶ ὁ Ἰωάννης “εὐηγγελίζετο”, ἀλλ’οὐ γέγραπται, ὅτι, ἐπειδὴ εἰκὸς μείζονά τινα ἦν τῆς γραφῆς, ἐσιώπησεν ὁ Λουκᾶς. οὗτος παρανόμως ἔγημε τὴν γυναῖκα τοῦ ἀδελφοῦ αὐτοῦ παρὰ τὸν Μωϋσέως νόμον. ἀλλ’ὁ ἀκατάπληκτος Ἰωάννης ὁ μηδενὸς πρόσωπον λαμβάνων, οὐ φοβηθεὶς τὴν βασιλικὴν ἐξουσίαν, οὐδὲν ἧττον πληρῶν προφητικὴν παρρησίαν, ἤλεγξε τὸν Ἡρώδην ἐπὶ τῇ παρανομίᾳ τοῦ γάμου · διὸ καὶ κατεκλείσθη “εἰς φυλακήν”, καὶ μὴ μεριμνῶν θάνατον ἐμερίμνα περὶ Χριστοῦ. διὰ τὸ πρᾶον καὶ ἀκέραιον, ἵνα καὶ ἡμεῖς τὸ πρᾶον καὶ ἀκέραιον τῆς περιστερᾶς μιμησώμεθα καὶ τὸ πέτασθαι τῷ νῷ ὑπὲρ τὰ γήϊνα. γενεαλογεῖται ὁ κύριος ἡμῶν Ἰησοῦς Χριστός, ἀγενεαλόγητος μὲν ὢν κατὰ τὴν θεότητα, εἰς γενεαλογίαν δὲ ἐμβαλὼν ἑαυτὸν διὰ σέ. καὶ γενεαλογεῖται δὲ οὐχ ὁμοίως ὑπὸ τῶν εὐαγγελιστῶν, ὅπερ ἐτάραξε πολλοὺς τῶν ἐντυγχανόντων τῇ γραφῇ. Ματθαῖος μὲν γὰρ ἀρξάμενος ἀπὸ Ἀβραὰμ γενεαλογῶν αὐτὸν κατάγει, μέχρις εἴπῃ · “τοῦ δὲ Ἰησοῦ Χριστοῦ ἡ γέννησις οὕτως ἦν”. καὶ ὁ μὲν Ματθαῖος οὐ τὸν βαπτιζόμενον γενεαλογεῖ, ἀλλὰ τὸν εἰς τὸν κόσμον ἐρχόμενον · Λουκᾶς δὲ γενεαλογῶν οὐ κατάγει τὴν γενεαλογίαν, ἀλλ’ἀνάγει ἐπ’αὐτὸν τὸν θεὸν τὸν βαπτιζόμενον. καὶ οὐ διὰ τῶν αὐτῶν ἡ κατάβασις τῆς γενεαλογίας καὶ ἡ ἀνάβασις. ὁ μὲν γὰρ καταβιβάζων τῷ λόγῳ καταβιβάζει αὐτὸν καὶ διὰ γυναικῶν ἁμαρτωλῶν, μόνας ἀναγράψας τὰς ἐπιληψίμους, ὁ δὲ γενεαλογῶν τὸν βαπτιζόμενον γυναῖκα οὐκ ὀνομάζει ἐν τῇ γενεαλογίᾳ αὐτοῦ · τὴν Θάμαρ, οὐ νομίμως τῷ πενθερῷ συνελθοῦσαν, τὴν Μωαβίτιδα Ῥούθ, τὴν Ῥαχάβ, ἣν οὐ δὲ οἴδαμεν, καὶ τὴν τοῦ Οὐρίου. ἐπειδὴ γὰρ ἤρχετο λαβεῖν τὰς ἁμαρτίας τῶν ἀνθρώπων, καὶ “τὸν μὴ γνόντα ἁμαρτίαν ὑπὲρ ἡμῶν ἁμαρτίαν ἐποίει” ὁ θεός, διὰ τοῦτο καταβαίνων ἀνέλαβε τὰ ἁμαρτωλὰ πρόσωπα καὶ γεννᾶται διὰ Σολομῶντος, οὗ ἀναγέγραπται τὰ ἁμαρτήματα, καὶ Ῥοβοάμ, οὗ ἐν ταῖς Βασιλείαις λέγεται τὰ πταίσματα, καὶ τῶν λοιπῶν, ὧν οἱ πολλοὶ ἐποίησαν “τὸ πονηρὸν ἐνώπιον κυρίου”. οὗτος δὲ ἀναβιβάζει ἀναβαίνων ἀπὸ τοῦ βαπτίσματος, καὶ τῇ γενεαλογίᾳ ἀναβαίνει οὐ διὰ Σολομῶντος, ἀλλὰ διὰ Ναθὰν τοῦ ἐλέγξαντος τὸν πατέρα ἐπὶ τῇ γενέσει Σολομῶντος καὶ τῇ τοῦ Οὐρίου ἀναιρέσει. κα- κἀκεῖ μὲν ἀεὶ τὰ τῆς γεννήσεως ὀνομάζεται, ἐνταῦθα δὲ τὰ τῆς γεννήσεως σεσιώπηται. “Ἀβραὰμ ἐγέννησε τὸν Ἰσαάκ, Ἰσαὰκ ἐγέννησε τὸν Ἰακώβ, Ἰακὼβδὲ ἐγέννησε τὸν Ἰούδαν καὶ τοὺς ἀδελφοὺς αὐτοῦ, Ἰούδας δὲ ἐγέννησε τὸν Φαρὲς καὶ τὸν Ζαρὰ ἐκ τῆς Θάμαρ” · καὶ μέχρι τέλους τό · “ἐγέννησε” ὁ δεῖνα τὸν δεῖνα. ἐνθάδε δὲ ἀναβαίνει ὁ Ἰησοῦς, “υἱὸς ὤν, ὡς ἐνομίζετο, Ἰωσήφ” · καὶ οὐδαμοῦ ἐνταῦθα “γέννησις”, ἀλλὰ μόνον “νομίζεται”. κα- κἀκεῖ μὲν οὐδέποτε ἄρχεται εἰς γέννησιν, ἐνθάδε δέ, ἐπεὶ ἀπὸ τοῦ βαπτίσματος ἀναβαίνει, “ἄρχεσθαι” λέγεται · “καὶ αὐτός”, γάρ φησιν, “ἦν Ἰησοῦς ἀρχόμενος” · ὅτε γὰρ ἐβαπτίσατο καὶ τὸ μυστήριον ἀνέλαβε τῆς ἀναγεννήσεως, ἵνα καὶ σὺ καταργήσῃς τὴν προτέραν γέννησιν καὶ ἀναβῇς δευτέραν διὰ τῆς παλιγγενεσίας, τότε “ἄρχεσθαι” λέγεται. καὶ ὥσπερ οἱ ἐν Αἰγύπτῳ ὄντες οὐκ εἶχον ἀρχὴν μηνῶν οὐ δὲ μῆνα ἑορτῶν, ὅτε δὲ ἤδη ἐξῄεσαν, νομοθετοῦνται λέγοντος τοῦ λόγου πρὸς αὐτούς · “ὁ μὴν οὗτος ἀρχὴ μηνῶν, πρῶτός ἐστιν ὑμῖν ἐν μησὶ τοῦ ἐνιαυτοῦ”, οὕτως ὁ μὲν μηδέπω βαπτισάμενος οὐ δὲ “ἤρξατο”, ὁ δὲ βαπτισάμενος “ἤρξατο”. οὐ δὲ γὰρ εἰκῇ προσέθηκε τῷ “καὶ αὐτὸς ἦν Ἰησοῦς” τὸ “ἀρχόμενος”. εἴπωμεν δὲ καὶ εἰς τὸ “ὢν ἐτῶν τριάκοντα” · τίς ὢν ἐτῶν τριάκοντα ἤρξατο τῆς οἰκονομίας τῆς περὶ αὐτόν; Ἰωσήφ. γέγραπται γάρ, ὅτι “τριάκοντα ἐτῶν ἦν”, ἡνίκα ἐλύθη ἀπὸ τῶν δεσμῶν καὶ συνέκρινε τὸ ὄναρ τῷ Φαραὼ καὶ ἐπιστεύθη τὴν Αἰγύπτου ἀρχὴν καὶ τὸν σῖτον τῆς εὐθηνίας συνήγαγε τῷ Φαραώ, ἵνα καὶ ἐν τῷ λιμῷ αὐτὸν διαδῷ. τάχα ἐκεῖνα τὰ τριάκοντα τοῦ Ἰωσὴφ ἔτη τύπος ἦν τῶν τριάκοντα τοῦ Χριστοῦ μου ἐτῶν. οὗτος γὰρ ὁ Ἰωσὴφ οὐχ ὅμοιον τῷ Ἰωσὴφ ἐκείνῳ σῖτον συνάγει, ἀλλὰ σῖτον τὸν ἀληθινόν, ἵνα ἐν καιρῷ τῆς εὐθηνίας αὐτοῦ συναγαγὼν τὸν σῖτον ἔχῃ ἐπιμετρῆσαι, ὅταν ἐξαποσταλῇ λιμὸς ἐπὶ τὴν γῆν, “οὐ λιμὸς ἄρτου οὐ δὲ δίψος ὕδατος, ἀλλὰ λιμὸς τοῦ ἀκοῦσαι λόγον κυρίου”. συνάγεται γὰρ τὰ ἀπὸ τῶν προφητῶν, τὰ ἀπὸ τοῦ νόμου, τὰ ἀπὸ τῶν ἀποστόλων τῆς εὐθηνίας ῥήματα, ἵνα, ὅταν μηκέτι γράφηται γραφή, τὰ ὑπὸ τοῦ Ἰησοῦ συναχθέντα εἰς τὰς ἀποθήκας τῶν ψυχῶν τῶν ἀποστολικῶν καὶ τῶν διαδεχομένων αὐτοὺς θρέψῃ τὴν Αἴγυπτον, τὸν κόσμον, μάλιστα δὲ τοὺς ἀδελφοὺς αὐτοῦ, περὶ ὧν γέγραπται · “διηγήσομαι τὸ ὄνομά σου τοῖς ἀδελφοῖς μου”. ἔχουσι καὶ οἱ ἄλλοι ἄνθρωποι λόγους περὶ σωφροσύνης, λόγους περὶ δικαιοσύνης, λόγους περὶ τῶν λοιπῶν ἀρετῶν · οὗτος ὁ σῖτός ἐστιν, ὃν Ἰωσὴφ ἔδωκε τοῖς Αἰγυπτίοις. ἄλλος δὲ σῖτος, ὃν μερίζει τοῖς ἰδίοις ἀδελφοῖς ἀπὸ τῆς Γεσέμ, ἀπὸ τῆς ἀνατολικῆς γῆς · οὗτός ἐστιν ὁ σῖτος, ὃν ὁ Ἰησοῦς ἔδωκε τοῖς ἰδίοις μαθηταῖς · σῖτος εὐαγγελικόςτε καὶ ἀποστολικός. διὰ τούτου ἀρτοποιῶμεν, “παλαιὰν” δὲ “ζύμην” μὴ παραλάβωμεν, ἵνα καινὸν ἄρτον ἀπὸ τῶν ἱερῶν γραμμάτων ποιήσωμεν. “εἰπὲ τῷ λίθῳ τούτῳ, ἵνα γένηται ἄρτος”. πάντα πειρασμόν, ὃν ἤμελλον οἱ ἄνθρωποι πειράζεσθαι, πρῶτον ἐπειράσθη κατὰ τὸ ἀνθρώπινον ὁ σωτήρ · ὃ δὲ λέγω, τοιοῦτόν ἐστιν · ἐὰν ἴδῃς τοὺς ἀπὸ τῶν αἱρέσεων ἐσθίοντας ὡς ἄρτον τὸν λόγον τὸν ψευδῆ, ἴσθι, ὅτι ἐκεῖνος ὁ λόγος ὁ λίθος ἐστίν, ὃν ὁ διάβολος δείκνυσιν. ἐπεὶ ποῖος ἦν πειρασμὸς τὸν λίθον γενέσθαι ἄρτον καὶ τὸν σωτῆρα φαγεῖν; διδάσκει δὲ διὰ τῆς λέξεως εἰπὼν ὁ κύριος · “οὐκ ἐπ’ἄρτῳ μόνῳ ζήσεται ἄνθρωπος, ἀλλ’ἐπὶ παντὶ ῥήματι θεοῦ”, ὅτι οὗτος μὲν οὐ ῥῆμα θεοῦ, τὸ δὲ τρέφον ῥῆμα θεοῦ καὶ τὸ ζωοποιοῦν. ἐπ’ἐκείνῳ γὰρ τῷ ῥήματι ζῇ ἄνθρωπος. ἅμα δὲ τήρει, ὅτι ταῦτα λέγει κατὰ τὸ ἀνθρώπινον, οὐ καθὸ θεὸς ἦν. ὡς γὰρ περὶ ἀνθρώπου ἀποκρίνεται καὶ λέγει · “γέγραπται, ὅτι οὐκ ἐπ’ἄρτῳ μόνῳ ζήσεται ἄνθρωπος”, δῆλον, ὅτι ὡς ἄνθρωπός ἐστι πειραζόμενος. γενόμενος δὲ ἐν τῷ τόπῳ ἔχω τὴν αἰτίαν εἰπεῖν, διὰ τί Ἰωάννης μὲν οὐκ ἀνέγραψε τὸν πειρασμόν, Ματθαῖος δὲ καὶ Μᾶρκος καὶ Λουκᾶς ἀνέγραψαν. ἐπειδὴ γὰρ Ἰωάννης ἀπὸ θεοῦ ἤρξατο, οὐκ ἐγενεαλόγησεν αὐτὸν ὡς θεόν. διὰ τοῦτο, ἐπειδὴ θεός, οὐκ ἐπειράζετο · οἱ δὲ ἄλλοι, ὡς τὰ ἀνθρώπινα διηγούμενοι τοῦ σωτῆρος, εἰσάγουσιν αὐτὸν καὶ πειραζόμενον. “ἔδειξεν αὐτῷ πάσας τὰς βασιλείας τῆς οἰκουμένης”. βασιλείας κόσμου φησὶ τῶν κοσμικῶν ἀνθρώπων, τίνα τρόπον οἱ μὲν βασιλεύονται ὑπὸ πορνείας, οἱ δὲ βασιλεύονται ὑπὸ φιλαργυρίας, οἱ δὲ ὑπὸ κενοδοξίας καὶ ἑτέρων παθῶν. οὐκ ἐδείκνυε δὲ αὐτῷ τὰς βασιλείας τοῦ κόσμου, οἷον φέρε εἰπεῖν τὴν Περσῶν οἰκονομίαν ἢ τὴν Ἰνδῶν, ἀλλ’“ἐδείκνυεν αὐτῷ τὰς βασιλείας τοῦ κόσμου”, τίνα τρόπον ἰσχύει αὐτῶν βασιλεύειν, ἵν’αὐτὸν προτρέψηται ποιῆσαι, ὃ ἐνόμιζε ποιήσαντος περιγενήσεσθαι τοῦ Χριστοῦ. εἰ θέλεις, φησί, βασιλεῦσαι τούτων καὶ ἐπὶ τούτῳ ἐλήλυθας τοῦ ἀγωνίσασθαι καὶ ἀποστῆσαι τοὺς βασιλευομένους ὑπ’ἐμοῦ, μὴ ἀγωνίζου, ἓν ἀξιῶ · “πεσὼν προσκύνησόν μοι”, καὶ παράλαβε πᾶσαν τὴν βασιλείαν τὴν ὑπ’ἐμέ. ἀλλ’ὁ σωτὴρ βασιλεῦσαι μὲν θέλει καὶ ὑποτάξαι πάντα τὰ ἔθνη, ἵνα δοῦλα γένηται δικαιοσύνης καὶ ἀληθείας καὶ πάσης ἀρετῆς, βασιλεῦσαι δὲ οὐ μετὰ ἁμαρτίας, οὐ δὲ βούλεται ἀκμητὶ ὑποτάξας ἑαυτὸν ἐκείνῳ στεφανώσασθαι, οὐ δὲ ἀκμητὶ λαβεῖν πάσας “τὰς βασιλείας τοῦ κόσμου” καὶ τὴν δόξαν αὐτῶν ὑποχείριον. διό φησι πρὸς αὐτόν · “γέγραπται · κύριον τὸν θεόν σου προσκυνήσεις καὶ αὐτῷ μόνῳ λατρεύσεις”. τούτους, φησί, πάντας διὰ τοῦτο θέλω ἄρχεσθαι ὑπ’ἐμοῦ, ἵνα “κύριον τὸν θεὸν” προσκυνήσωσι “καὶ αὐτῷ μόνῳ” λατρεύσωσιν · τοῦτό ἐστι τὸ βούλημα τῆς ἐμῆς βασιλείας. σὺ δὲ θέλεις τὴν ἁμαρτίαν ἀπ’ἐμοῦ ἄρξασθαι, ἣν ἐγὼ καταργῆσαι θέλω. ὅρα δέ, πῶς κακούργως πειρᾶται διὰ τῆς χρήσεως τῶν γραφῶν. θέλει καθελεῖν τὴν δόξαν τοῦ κυρίου, ὡς δεομένου ἀγγελικῆς βοηθείας, ὡς μέλλοντος προσκόπτειν, εἰ μὴ ἄγγελοι αὐτῷ βοηθοῖεν. οὐ γὰρ περὶ τοῦ Χριστοῦ εἴρηται ἡ χρῆσις τοῦ ψαλμοῦ, οὐ δὲ γὰρ δεῖται ἀγγέλων ὁ τῶν ἀγγέλων δεσπότης. ἐγὼ δὲ τὸ ἀνάπαλίν φημι πρὸς σέ, ὦ διάβολε · εἰ μὴ Ἰησοῦς βοηθήσῃ τοῖς ἀγγέλοις, προσκόπτουσιν. καὶ σὺ διὰ τοῦτο πέπτωκας “ἐξ οὐρανοῦ”, ἐπειδήπερ αὐτάρκη ἑαυτὸν ἐνόμισας εἶναι καὶ μὴ δεῖσθαι τῆς τοῦ Ἰησοῦ βοηθείας. ἵνα δὲ γνῷς μὴ περὶ τοῦ Ἰησοῦ λελέχθαι τὰ ἀναγεγραμμένα, ἀλλ’εἰς δίκαιον ἄνδρα ταῦτα ἀναφέρεσθαι, ἄκουε. γέγραπται γάρ · “ὁ κατοικῶν ἐν βοηθείᾳ τοῦ ὑψίστου ἐν σκέπῃ τοῦ θεοῦ τοῦ οὐρανοῦ αὐλισθήσεται”. τοῦτο δὲ δικαίῳ μᾶλλον ἁρμόζει ἢ τῷ υἱῷ τοῦ θεοῦ. καὶ αὖθις · “πεσεῖται ἐκ τοῦ κλίτους σου χιλιὰς καὶ μυριὰς ἐκ τῆς δεξιᾶς σου” · ἃ καὶ αὐτὰ ἐπὶ τὸν δίκαιον ἀνάγεται. ταῦτα δὲ τὰ ῥήματα ἐν ψαλμῷ ʹ εἴρηται · λέγει δὲ οὐ περὶ Χριστοῦ, ἀλλὰ περὶ δικαίων. οὐ γὰρ Χριστὸς φοβεῖται δαιμόνιον μεσημβρινὸν οὐ δὲ νυκτερινόν, οὐ δὲ δεῖται βοηθείας ἀγγέλων, αὐτὸς τηρῶν αὐτοὺς ἀπροσκόπους θεῷ · εἰ δὲ καὶ περὶ Χριστοῦ λέγοιτο, πανούργως παρῆκε τὰ μεταξύ · ἐπάγει γάρ · “ἐπὶ ἀσπίδα καὶ βασιλίσκον ἐπιβήσῃ καὶ καταπατήσεις λέοντα καὶ δράκοντα” · ταῦτα γὰρ αὐτὸς ἦν. ἐπειδὴ ἤμελλεν ἀθλεῖν ἐν τῷ πειρασμῷ πρὸς τὸν διάβολον, δὶς ὀνομάζεται τὸ “πνεῦμα” χωρὶς πάσης προσθήκης · ὅτε δὲ ἀγωνισάμενος ἐνίκησε τοὺς τρεῖς ἀναγεγραμμένους πειρασμούς, πρόσχες τῇ ἀκριβείᾳ τῆς γραφῆς, τί περὶ τοῦ πνεύματός φησιν, ὅτι “Ἰησοῦς ὑπέστρεψεν ἐν τῇ δυνάμει τοῦ πνεύματος”, καὶ προσέθηκεν “ἐν τῇ δυνάμει” διὰ τὸν ἀθλητὴν τὸν νενικηκότα. ἀπεστάλθαι δέ φησιν ἑαυτὸν “εὐαγγελίσασθαι τοῖς πτωχοῖς”, τοῦτ’ἔστι τοῖς ἐθνικοῖς τοῖς ἀπίστοις · αὐτοὶ γὰρ ἦσαν πτωχοὶ μηδὲν ἔχοντες, μὴ θεὸν ἐν γνώσει, μὴ νόμον, μὴ προφήτας · καὶ ἅπασι τοῖς πλοῦτον οὐκ ἔχουσι πνευματικὸν καὶ γυμνοῖς πάντων, προφητείας, ναοῦ καὶ τῶν ὁμοίων. τούτοις οὖν εὐηγγελίσατο τὴν τῶν οὐρανῶν βασιλείαν · αὐτὸς αἰχμαλώτους ὄντας ἐρρύσατο, τὸν ἀποστάτην τύραννον καθελὼν τοῦτ’ἔστι τὸν Σατανᾶν. πατρὶς μὲν γὰρ τῶν προφητῶν ὁ ἐκ περιτομῆς λαός, παρ’οἷς οὔκ εἰσι δεκτοί · ἡμεῖς δὲ οἱ ἀλλότριοι τῶν διαθηκῶν καὶ ξένοι τῶν ἐπαγγελιῶν ἐδεξάμεθα τοὺς προφήτας ὅλῃ ψυχῇ προκηρύξαντας Χριστὸν ἤπερ ἐκεῖνοι · ὥσπερ καὶ ἡ ἐν Σαρέφθοις τῆς Σιδωνίας χήρα τὸν Ἡλίαν “λιμοῦ γενομένου” ἐν τῷ Ἰσραὴλ “τοῦ ἀκοῦσαι λόγον θεοῦ”. περὶ ταύτης τῆς χήρας ὁ προφήτης φησίν, ὅτι “πολλὰ τὰ τέκνα τῆς ἐρήμου μᾶλλον ἢ τῆς ἐχούσης τὸν ἄνδρα” καὶ πάλιν ἡ ἑτέρα γραφή, ὅτι “στεῖρα ἔτεκεν ἑπτὰ καὶ ἡ πολλὴ ἐν τέκνοις ἠσθένησεν”. σαφῶς ἐν τούτοις παρίσταται, ὅτι ἡ κατὰ τὸν δημιουργὸν τοῦ κόσμου θεὸν καὶ τὰς ἀπ’αὐτοῦ γραφὰς παλαιὰς κηρυσσομένη ζωὴ ἡ αἰώνιός ἐστιν, ἣν καὶ ὁ σωτὴρ καταγγέλλει. πυθομένου γοῦν τοῦ νομικοῦ · “τί ποιήσας ζωὴν αἰώνιον κληρονομήσω”, ἐπὶ τὸν νόμον αὐτὸν ἀναπέμπει, ἵν’ἐκεῖθεν συναγάγῃ ἐντολὰς τὰς προσαγούσας τὸν ποιοῦντα αὐτὰς τῇ αἰωνίῳ ζωῇ, εἰπὼν αὐτῷ · “ὀρθῶς ἀπεκρίθης · τοῦτο ποίει καὶ ζήσῃ”, δηλονότι τὴν ζωὴν τὴν αἰώνιον, περὶ ἧς κα- κἀκεῖνος ἐπύθετο καὶ ὁ σωτὴρ διδάσκει. μαρτυρεῖ γοῦν τῷ ἀπὸ τοῦ νόμου εἰληφότι ἀπὸ μὲν τοῦ Δευτερονομίου τό · “ἀγαπήσεις κύριον τὸν θεόν σου” καὶ τὰ ἑξῆς, ἀπὸ δὲ τοῦ Λευϊτικοῦ τό · “τὸν πλησίον σου ὡς σεαυτόν”. καὶ ὁ σωτὴρ δὲ ἀπεφήνατο περὶ τῶν δύο ἐντολῶν τούτων λέγων, ὅτι ἐν αὐταῖς “ὅλος ὁ νόμος καὶ οἱ προφῆται κρέμανται”. διδάσκει δὲ ὁ λόγος · οὐ γὰρ ἄλλος τοῦ τηροῦντος τὴν ἐντολὴν ὁ γινόμενος πλησίον, ἕκαστος δὲ ἑαυτὸν ποιεῖ τοῦ δεομένου βοηθείας πλησίον. τοῦτο γάρ ἐστιν τὸ ἐπιλεγόμενον τῇ παραβολῇ, τό · “τίς τούτων τῶν τριῶν δοκεῖ σοι γεγονέναι πλησίον τοῦ ἐμπεσόντος εἰς τοὺς λῃστάς”; καὶ γὰρ καὶ ὁ νομικὸς τοῦτό φησιν, ὅτι “ὁ ποιήσας τὸ ἔλεος μετ’αὐτοῦ”, καὶ ἀκούει τό · “πορεύου καὶ σὺ ποίει ὁμοίως”. ἀνάγεται ὁ ἄνθρωπος εἰς τὸν Ἀδάμ · ἡ δὲ Ἱερουσαλὴμ εἰς τὸν παράδεισον · ἡ δὲ Ἱεριχὼ εἰς τὸν κόσμον · οἱ δὲ λῃσταὶ εἰς τὰς ἀντικειμένας ἐνεργείας · ὁ ἱερεὺς εἰς τὸν νόμον · ὁ λευίτης εἰς τὸν προφητικὸν λόγον · ὁ Σαμαρείτης εἰς Χριστὸν τὸν ἐκ Μαρίας σάρκα φορέσαντα · τὰ τραύματα εἰς τὴν παρακοήν · τὸ κτῆνος εἰς τὸ σῶμα Χριστοῦ · τὸ πανδοχεῖον εἰς τὴν ἐκκλησίαν · τὰ δύο δηνάρια εἰς τὴν περὶ πατρὸς καὶ υἱοῦ γνῶσιν · ὁ πανδοχεὺς εἰς τοὺς τῆς ἐκκλησίας ἐπιστατοῦντας ἀγγέλους · ἡ ἐπάνοδος τοῦ Σαμαρέως ἡ δευτέρα Χριστοῦ ἐπιφάνεια. τοὺς πρὸ Χριστοῦ ἐλθόντας ψευδοδιδασκάλους · τὰ τραύματα εἰς […] τὰς ἁμαρτίας ὁ μὲν ἱερεὺς τὸν νόμον δηλοῖ · λευίτης δὲ τὸν προφητικὸν λόγον · ὁ Σαμαρείτης τοίνυν ὁδεύων ὃ ἑρμηνεύεται φύλαξ, ὅς ἐστι Χριστός · ὃς οὐ νυστάζει οὐ δὲ ὑπνοῖ ἐν τῷ φυλάσσειν τὸν Ἰσραήλ, εἶδεν τὸν κείμενον τὸν ἡμιθνῆτα ἐπὶ τοῦ ἰδίου κτήνους τοῦτ’ἔστι τοῦ σώματος ἐπαναπαῦσαι διενοήθη διὰ φιλανθρωπίαν, ᾗ “πάντες οἱ κοπιῶντες καὶ πεφορτισμένοι” ἐπαναπαύονται · πανδοχεῖον δὲ καὶ τὴν ἐκκλησίαν φησί, τὴν πάντων γενομένην δεκτικὴν καὶ χωρητικήν · ὅθεν καὶ πανδοχέας […] νοήσαιμεν […] τοὺς ἀγγέλους τῶν ἐκκλησιῶν · τούτοις εἰς οὐρανοὺς ἀνιὼν ὁ σωτὴρ “δέδωκε δύο δηνάρια”, προνοεῖν ἐπιμελῶς τοῦ ἠρρωστηκότος ἐγκελευσάμενος · τινὲς δὲ “δύο δηνάρια” τὴν περὶ πατρὸς καὶ υἱοῦ δόκιμον γνῶσιν ἔφασαν · καὶ προσθεὶς ὡς “ὅ τι ἐὰν προσδαπανήσῃς, ἐγὼ ἐν τῷ ἐπανέρχεσθαί με ἀποδώσω σοι”. σὺ δέ μοι ἐπισήμηναι, ὅτι ἐν τῷ κατὰ Ματθαῖον παραλέλειπται ἓν τῶν προσώπων καὶ ἐνήλλακται ἕν. παραλέλειπται μὲν ὁ “ἄρχων”, ἐνήλλακται δὲ ἀντὶ τοῦ “πράκτορος” ὁ “ὑπηρέτης” · τετήρηται δὲ ὁ “ἀντίδικος” καὶ ὁ “κριτής”. “δύο γάρ εἰσιν ἄγγελοι”, ὥς φησιν ὁ Ποιμήν, “μετὰ τοῦ ἀνθρώπου, εἷς τῆς δικαιοσύνης καὶ εἷς τῆς ἀδικίας”. ἄλλοι μὲν τῶν ἐν τῇ ἐκκλησίᾳ μικρῶν ἄγγελοι “θεωροῦσι τὸ πρόσωπον τοῦ πατρὸς τοῦ ἐν οὐρανοῖς” · οἱ δὲ τῶν ἔξω τῆς ἐκκλησίας οὐκ εἰσὶ ἄξιοι τούτου, ἑτέρῳ τινὶ ἐξυπηρετούμενοι. καὶ ἄρχων μέν ἐστιν ὥς τινες ἔφασαν ὁ ἑκάστου ἔθνους ἡγούμενος, οἷον βασιλείας Περσῶν ἢ Μήδων, ὥς φησι Δανιήλ · ἀντίδικος δὲ εἷς τῶν ὑπ’αὐτοὺς ἀγγέλων. τήρει δέ, ὅτι “ἄρχων” μὲν χωρὶς ἄρθρου ὡς ἂν εἷς τῶν πολλῶν, “ἀντίδικος” δὲ μετὰ τοῦ ἄρθρου, καὶ ὅτι ἔχει τὸ “σοῦ” · οὐ γὰρ ἀόριστοι οἱ ἀντίδικοι · ἕκαστος δ’ἔχει τὸν συνόντα. “ὡς τοίνυν”, φησίν, “ὑπάγεις μετὰ τοῦ ἀντιδίκου σου”, ὅστις σε τῷ ἄρχοντι προσαγαγεῖν βούλεται τῷ ἰδίῳ καὶ ἀποστῆσαί σε ἐκείνου τοῦ σοῦ ἄρχοντος ἕως οὖν “ὑπάγεις μετὰ τοῦ ἀντιδίκου σου ἐπ’ἄρχοντα”, πρὶν ἀπελθεῖν “πρὸς τὸν κριτήν”, πρὶν ἄξιον γενέσθαι τῆς φυλακῆς, ἕως ἔτι ὁδεύεις, “δὸς ἐργασίαν ἀπηλλάχθαι” ἀπὸ τοῦ ἀντιδίκου ἢ ἀπὸ τοῦ κριτοῦ, πρὸς ὃν σύρει σε ὁ ἀντίδικος · τοῦτ’ἔστιν εὐποιΐαν, σωφροσύνην, δικαιοσύνην, ἀνδρείαν, φρόνησιν, σοφίαν “ἰδοὺ γὰρ ἄνθρωπος καὶ τὰ ἔργα αὐτοῦ πρὸ προσώπου αὐτοῦ” ἵνα δυνηθῇς “ἀπηλλάχθαι τοῦ ἀντιδίκου σου” · οἰκεῖος μὲν γίνῃ τούτου, ἀλλότριος δὲ τοῦ θεοῦ, συνθήκην ποιούμενος μετὰ τοῦ ἀντιδίκου. ἑστὼς οὖν ἐν τῇ ὁδῷ τῇ εἰπούσῃ · “ἐγώ εἰμι ἡ ὁδός”, “δὸς ἐργασίαν ἀπηλλάχθαι”. καλὴ δὲ ἡ λέξις ἡ “κατασύρῃ σε”, ἵνα δείξῃ, ὅτι ἄκοντες ἑλκόμεθα, ὡς ἐπὶ καταδίκην μὴ θέλοντες πορεύεσθαι. κριτὴς δὲ ὁ κύριος ἡμῶν Ἰησοῦς Χριστός · πράκτωρ δὲ ὁ ἀφορισθεὶς ἑκάστῳ ἀνθρώπῳ ἄγγελος · “λεπτὸν” δέ ἐστι τὸ ἐλάχιστον ἁμάρτημα, “κοδράντης” δέ, ὡς ὁ Ματθαῖός φησιν, τὸ πλῆθος τῶν ἁμαρτημάτων. μακάριος δὲ ὁ μηδὲν ὀφείλων ἤγουν ὁ μικρὰ ὀφείλων καὶ συγγνώμης ἄξια. διὰ τοῦτο δῶμεν εὐεργεσίαν ἀπηλλάχθαι τῷ ἀντιδίκῳ, ἵνα οἰκειωθῶμεν τῷ κυρίῳ Χριστῷ Ἰησοῦ, ᾧ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. ἡ μὲν Βηθανία ἑρμηνεύεται “οἶκος ὑπακοῆς”, ἡ δὲ Βηθφαγὴ “σιαγόνες”, ἱερατικός τις ὢν τόπος · αἱ γὰρ σιαγόνες τοῖς ἱερεῦσιν ἐδίδοντο, ὡς ἐν τῷ νόμῳ ἀναγέγραπται · ὅπου οὖν ὑπακοὴ καὶ ἱερὸς τόπος, ἐκεῖ ἀποστέλλει ὁ κύριος τοὺς ἀποστόλους λύσοντας “πῶλον δεδεμένον, ἐν ᾧ οὐδεὶς πώποτε ἀνθρώπων ἐκάθισεν”. ἀντὶ τοῦ · οὐδέποτε ἄνθρωπος λογικὸς ἐπεκάθισεν, ἢ Μωϋσέως λόγος ἢ Ἡσαΐου οὐ δὲ ἄλλου τινὸς τῶν προφητῶν. ὅτε δὲ ἦλθεν ὁ Χριστός, εἶπε τοῖς μαθηταῖς, ἵνα ἀπελθόντες λύσωσι τὸν πῶλον. εἶπε δὲ αὐτοῖς · “ἐάν τις ὑμᾶς ἐρωτᾷ · τί λύετε τὸν πῶλον, ἐρεῖτε, ὅτι ὁ κύριος αὐτοῦ χρείαν ἔχει”. παρατηρητέον δέ, ὅτι ὁ μὲν Ἰησοῦς · “ἐάν τις”, φησίν, “ὑμᾶς ἐρωτᾷ”, καὶ οὐκ ὠνόμασε κύριον, ὁ δὲ εὐαγγελιστής φησιν, ὅτι “εἶπον οἱ κύριοι αὐτοῦ”. πολλοὶ γὰρ ἦσαν οἱ κύριοι τοῦ ὄνου πρὸ τοῦ κυριευθῆναι ὑπὸ τοῦ σωτῆρος, ἴσμεν δέ, ὅτι ὁ τοῦ κυρίου ἅπαξ γενόμενος οὐ δύναται πολλοὺς κυρίους ἔχειν · ὅταν γὰρ τῇ κακίᾳ δουλεύῃ τις ἄνθρωπος, πολλῶν παθῶν δοῦλός ἐστιν. λαμβάνουσι τοίνυν τὸν λόγον οἱ μαθηταὶ καὶ ἐπικαθίζουσιν αὐτὸν ταῖς ψυχαῖς τῶν ἀκουόντων · εἶτα ἐκδύονται τὰ ἱμάτια ἑαυτῶν “καὶ ὑποστρωννύουσιν ἐν τῇ ὁδῷ”. ἐπίκειται οὖν ἡμῖν τὰ ἱμάτια τῶν ἀποστόλων, αἱ πράξεις αὐτῶν αἱ καλαὶ καὶ οἱ λόγοι κοσμοῦσι ἡμᾶς · θέλουσι δὲ οἱ μαθηταί, καὶ ἵνα πατῶμεν αὐτῶν τὰ ἱμάτια, τοῦτ’ἔστιν ἵνα ἐξετάζωμεν τοὺς ἀποστολικοὺς λόγους. πότε δὲ ἡμεῖς σιωπῶμεν; ὅταν “ψυγῇ ἡ ἀγάπη τῶν πολλῶν”, ὅταν γένηται τὸ ὑπὸ τοῦ σωτῆρος εἰρημένον · “ἆρά γε ἐλθὼν ὁ υἱὸς τοῦ ἀνθρώπου εὑρίσκει τὴν πίστιν ἐπὶ τῆς γῆς”; ζητῶ, μήποτε καὶ ἐνταῦθα ἐφ’ἡμᾶς ὁ κλαυθμὸς τοῦ κυρίου φθάνῃ. ἡμεῖς γάρ ἐσμεν ἡ Ἱερουσαλὴμ ἡ κλαιομένη, οἱ διορατικώτεροι. ἐὰν μετὰ τὸ ἀποκαλυφθῆναι ἡμῖν τὰ μυστήρια τῆς ἀληθείας καὶ κηρυχθῆναι τὸν λόγον τῆς σωτηρίας ἁμαρτάνωμεν, κλαιόμεθα. οὐδεὶς γὰρ ἐθνικὸς κλαίεται, κλαίεται δὲ ἡ τοιαύτη Ἱερουσαλήμ, ἐπειδήπερ “οἱ ἐχθροὶ” αὐτῆς ἁμαρτάνουσαν αὐτὴν περιέξουσι κυκλόθεν, αἱ ἀντικείμεναι δυνάμεις, καὶ περιβαλοῦσιν αὐτῇ “χάρακα” καὶ συνέξουσιν αὐτὴν “καὶ λίθον ἐπὶ λίθον οὐκ ἀφήσουσιν” ἐν αὐτῇ · ἐὰν γὰρ μετὰ πολὺν χρόνον σωφρονήσας τις ἢ ἄλλην ἀρετὴν ἐπιτηδεύσας νικηθῇ, καθαιρεῖται αὐτοῦ ἡ οἰκοδομή. “οὐ γὰρ μὴ μνησθῶ”, φησί, “τῶν προτέρων δικαιοσυνῶν αὐτοῦ · ἐν τῇ ἁμαρτίᾳ αὐτοῦ, ἐν ᾗ καταλήψομαι αὐτόν, ἐν αὐτῇ κρινῶ αὐτόν”. οὐκ ἐκβάλλει τοὺς ἀγοράζοντας ὁ γὰρ ἀγοράζων συλλαμβάνει τὸ ἀγοραζόμενον ἀλλὰ τοὺς διὰ τὸ πωλεῖν ἀποδιδομένους τὰ ἴδια χρήσιμα καὶ λαμβάνοντας ἀντὶ αὐτῶν τὰ νενομισμένα εἶναι τίμια καὶ οὐ τὰ τίμια. καὶ ἐπὶ τούτῳ ἐκβάλλει σε ἀπὸ τοῦ ναοῦ ὁ σωτήρ · ἐὰν γὰρ πωλῇς, ὅμοιος ἔσῃ τῷ ἀσώτῳ υἱῷ, ὃς ἔλαβε τὸν βίον τὸν πατρικὸν καὶ πάντα ἀπώλεσε · φοβοῦμαι μήποτε περί τινα εὑρεθῇ ἡμῶν τὸ πρᾶγμα τοῦτο. ἐὰν γὰρ τὰ ἐξ ἁγίου πνεύματος λελαλημένα μοι μισθοῦ πιπράσκω, τί ἄλλο ποιῶ ἢ τὸ πνεῦμα τὸ ἅγιον μισθοῦ πιπράσκω; ἐρωτῶσι τοίνυν · “ἐν τῇ ἀναστάσει”, πάντων ἀνισταμένων, “τίνος αὐτῶν ἔσται γυνή”, οἰόμενοι αὐτὸν εἰς ἀπορίαν ἐμβαλεῖν. πρὸς τούτοις ἀναγινώσκοντές τινες τὰ προφητικὰ πλανῶνται περὶ τὸν νοῦν τῆς γραφῆς φέρε εἰπεῖν ἐκ τοῦ Ἡσαΐου · “οἱ ἐκλεκτοί μου οὐ τεκνοποιήσουσιν εἰς κατάραν”, καὶ ἐν τῷ Δευτερονομίῳ ἐν ταῖς εὐλογίαις · “εὐλογημένα τὰ ἔκγονα τῆς κοιλίας σου” · ὑπολαμβάνοντες “ἐν τῇ ἀναστάσει τῶν νεκρῶν” ἔσεσθαι ταῦτα, μὴ νοοῦντες τὰς πνευματικὰς εὐλογίας. διὰ τοῦτο σωματικῶς ἐκδεχομένοις τοῖς ἐκ τῶν Ἰουδαίων Σαδδουκαίοις ἔλεγεν ὁ σωτήρ · “πλανᾶσθε μὴ εἰδότες τὰς γραφάς”. ὑψηλότερον δέ · ἐγένετο ἐν ἀρχῇ ὁ ἄνθρωπος, ὡς ἐν τῇ Γενέσει γέγραπται, “κατ’εἰκόνα θεοῦ”, ὕστερον δὲ διὰ τὴν αὐτοῦ παρακοὴν ἀνέλαβε καὶ εἰκόνα “χοϊκήν” · ὥσπερ γὰρ τὸ νόμισμα εἰκόνα ἔχει τοῦ βασιλεύοντος τῶν ἐθνῶν, οὕτως ὁ ποιῶν τὰ ἔργα τοῦ “κοσμοκράτορος” τὴν εἰκόνα αὐτοῦ φορεῖ · ἣν παραινεῖ ὁ σωτὴρ ἀποδιδόναι καὶ ἀποτίθεσθαι καὶ φορεῖν τὴν ἐξ ἀρχῆς γενομένην εἰκόνα καθ’ὁμοίωσιν τῷ θεῷ. ἀκολούθως τούτοις καὶ ὁ Παῦλός φησιν · “ὡς ἐφορέσαμεν τὴν εἰκόνα τοῦ χοϊκοῦ, οὕτως φορέσωμεν καὶ τὴν εἰκόνα τοῦ ἐπουρανίου”. τοῦτο οὖν δηλοῖ τό · “ἀπόδοτε τὰ Καίσαρος Καίσαρι καὶ τὰ τοῦ θεοῦ τῷ θεῷ”. αἰτεῖ δὲ παρ’ἡμῶν, οὐχ ὅτι χρείαν ἔχει τινός, ἀλλ’ἵνα ἡμῖν ἀντιχαρίσηται τὰ αὐτοῦ. ὁ γὰρ τὴν μνᾶν δεκαπλασιάσας καὶ προσενέγκας τῷ δεδωκότι κυρίῳ, ἀπολαμβάνει σὺν ταῖς τοσαύταις καὶ ἑτέραν · ἐκείνου γὰρ τοῦ μὴ πολυπλασιάσαντος τὴν μνᾶν κελεύει ἀφαιρεθῆναι καὶ δοθῆναι τῷ ἔχοντι τὰς δέκα μνᾶς. “ἄρατε οὖν, φησὶν τοῖς παρεστῶσιν,” ἀπ’αὐτοῦ τὴν μνᾶν “, καὶ δότε τῷ τὰς δέκα μνᾶς ἔχοντι” · ἀντιχαρίζεται γὰρ ἡμῖν ὁ θεὸς τὰ ἀγαθὰ μετὰ προσθήκης.