Origen
Fragments on 1 Kings
ἐπειδὴ ἔμελλεν ἡ θεία γραφὴ τὴν ἀπώλειαν τῶν υἱῶν Ἠλὶ προλέγειν, ὅτιτε ἡ κιβωτὸς τοῦ θεοῦ ληφθήσεται ὑπὸ τῶν ἀλλοφύλων, προλαβοῦσα θεραπεύει τὴν ἀκοήν, μήποτέ τις οἰηθῇ σκληρὸν εἶναι τὸν θεόν. διὰ τοῦτο, ὡς ἔφην, ἱστορεῖ ὡς οὐκ ἠλαττώθη τῶν υἱῶν Ἠλὶ ἡ κακία καὶ ἡ ἁμαρτία διὰ τῆς ἀπειλῆς καὶ τῆς κατ’αὐτῶν προρρήσεως, ἀλλ’ηὐξήθη μᾶλλον. εὐσεβὴς ὁ Ἠλὶ καθ’ἑαυτόν · οὐ γὰρ περὶ τῆς σωτηρίας τῶν τέκνων ἠγωνία προηγουμένως ἀλλ’ὑπὲρ τῆς κιβωτοῦ, μήποτε γένοιτο ὑπὸ τοῖς ἀλλοφύλοις · ὃ δὴ καὶ συνέβη. ἵνα γνῶσιν οἱ ἀλλόφυλοι ὅτι οὔτε ὁ θεὸς ἡττήθη διὰ τῶν Ἰσραηλιτῶν οὔτε αὐτὸν νενικήκασι τῇ οἰκείᾳ δυνάμει, ἀλλὰ τῶν Ἰουδαίων αἱ ἁμαρτίαι καὶ ἀσέβειαι τὴν ἧτταν πεποιήκασιν. πέπτωκε δὲ πρὸ τῆς κιβωτοῦ ὁ Δαγών, οὐχ ἵνα προσκυνήσῃ, οὐ γὰρ ἦν ἄξιος, ἀλλ’ἵνα συντριβῇ · ὃ δὴ καὶ γέγονεν. ὥσπερ ἐπ’ἀνθρώπων μὲν χεὶρ καὶ ποὺς καὶ ὀφθαλμὸς καὶ οὖς καὶ εἴ τι τοιοῦτον ὀνομάζεται σημαντικὰ τῶν μελῶν τοῦ ἡμετέρου σώματός ἐστιν, ἐπὶ δὲ θεοῦ χεὶρ μὲν τὸ δημιουργικόν, ὀφθαλμὸς δὲ τὸ ἐποπτικόν, καὶ οὖς μὲν τὸ ἀκουστικόν, ποὺς δὲ τὸ τῆς παρουσίας ὅταν ἐνεργῇ τι · οὕτω καὶ θυμὸς μὲν θεοῦ λέγεται παιδεία ἡ κατὰ τῶν πταιόντων, οὐ πάθος θεοῦ, μεταμέλεια δὲ ἡ ἀπὸ πράγματος εἰς πρᾶγμα μετάθεσις τῆς τοῦ θεοῦ οἰκονομίας. ὃ γὰρ ἡμεῖς μεταμελούμενοι ποιοῦμεν, τουτέστιν ἐκεῖνα μὲν φεύγομεν ἐφ’οἷς μετεμελήθημεν, ἕτερα δὲ διώκομεν τὰ κρείττω, τοῦτο μεταμέλεια θεοῦ λέγεται. διατί; ἐπειδὴ σωματικώτερον τοῖς βαρυτάτοις τὴν διάνοιαν ἔδει περὶ τοῦ θεοῦ τοὺς προφήτας ὁμιλεῖν, ἵνα χωρηθῇ · οἱ γὰρ ἀγάλματα ἅπερ ἔγλυφον καὶ ἐχώνευον θεοὺς νομίζοντες, ἤδη δὲ καὶ ἄλογα, πῶς ἂν ἐχώρησαν διὰ πνευματικῶν νοημάτωντε καὶ ῥημάτων τὰ περὶ θεοῦ λεγόμενα; καὶ πάλιν · εἰ πάντα πρόοιδεν ὁ θεός, οὐκ ἀφ’ὧν δὲ οἶδε θυμοῦται ἢ μεταμελεῖται, οὐ πάθος ἄρα θεοῦ θυμὸς ἢ μεταμέλεια, ἀλλὰ τοῦ θυμοῦ ἔργον ἡ κόλασις καὶ τὸ τῆς μεταμελείας ὁμοίως ἀπόστασις μὲν τοῦ προτέρου πράγματος, μετάθεσις δὲ εἰς τὴν ἑτέραν οἰκονομίαν. οὕτω καὶ περὶ ῥομφαίας λέγεται · “ῥομφαία ὀξύνου καὶ σφάζε”, οὕτω καὶ χεὶρ ὠνόμασται σιδήρου († ὁ Σολομών · “ἵνα ῥύσηταί σε ἐκ χειρὸς σιδήρου”) καὶ ῥομφαίας (ὡς ὁ Δαβίδ φησιν · “εἰς χεῖρας ῥομφαίας”). οὕτω καὶ ὁ θυμὸς τοῦ θεοῦ ὀργίζεσθαι λέγεται καὶ πρόσωπον ἔχειν ἁμαρτία κατὰ τὸν Δαβίδ, καὶ πρόσωπον ὁ τοῦ θεοῦ θυμός, ὡς ἐν τῷ τριακοστῷ ἑβδόμῳ Ψαλμῷ, καὶ χερσὶν οἱ ποταμοὶ κροτεῖν. οὔτε δὲ ποταμοῖς χεῖρές εἰσιν οὔτε πρόσωπον ἁμαρτίαις. μὴ τοίνυν διὰ τὰ σωματικῶς περὶ θεοῦ λεγόμενα, ὡς ἐχώρουν οἱ παλαιοί, σῶμα τὸν θεὸν νομίζωμεν ἢ παθῶν αὐτὸν πεπληρῶσθαι. ἐκ τούτων δείκνυται ὃ προεῖπον, ὅτι μεταμέλεια θεοῦ λέγεται τῆς τοῦ θεοῦ οἰκονομίας ἀπὸ πράγματος εἰς πρᾶγμα μετάθεσις. ὁ μὲν Ἠσαῦ “πυρράκης ἦν ὡσεὶ δορὰ δασύς”, τὴν ἐξ ἁμαρτίας ἔχων νεκρότητα καὶ φονῶν κατὰ τοῦ Ἰακώβ. ὁ δὲ Δαβὶδ πυρράκης ἦν μετὰ κάλλους ὀφθαλμῶν, ἵνα τὸ διορατικὸν δηλώσῃ τοῦ Δαβίδ. πῶς ἀνήρ, καὶ πῶς συνετὸς ἐν λόγῳ, πῶς δὲ καὶ πολεμιστὴς ὁ ἔτι πρόβατα ποιμαίνων; οὐκ ἄρα ἀφ’ἑαυτοῦ ἐλάλησεν εἰπών, ἀλλὰ τὰ ἐσόμενα προειπὼν ὡς παρόντα, καὶ μαρτυρεῖ τῷ Δαβὶδ ἅπερ ἔμελλεν εἶναι, πλὴν τοῦ κύριος μετ’αὐτοῦ τοῦτε ἀγαθὸς τῷ εἴδει, ἅπερ ἐκ παιδικῆς ἡλικίας προσῆν αὐτῷ καὶ παρέμενε, τὸ μὲν φύσει, τὸ δὲ χάριτι. ἐπειδὴ δυνατὸς ἦν ὁ Σαοὺλ πλῆθος ἔχων βοηθοῦν αὐτῷ κακῶς κατὰ τοῦ Δαβίδ, οἱ δὲ δύο μόνοι ἐδιώκοντο ὁ Σαμουὴλ καὶ ὁ Δαβίδ, ἡ τοῦ θεοῦ χάρις ποιεῖ προφητεύειν τὸν Σαοὺλ οὐ μόνον ὅσα κατ’αὐτοῦ ἦν, ἀλλὰ καὶ τὰ ὑπὲρ τοῦ Δαβίδ, καὶ ῥίπτει γυμνόν, προσημαίνουσα ὅτι γυμνωθήσεται τῆς βασιλείας. βεβήλους λέγει νῦν οὐ τοὺς ἀκαθάρτους, ἀλλὰ τοὺς οὐχ ἁγίους, πρὸς ἀντιδιαστολὴν τῶν ἁγίων ἄρτων τῶν ἐπὶ τῆς τραπέζης παρατιθεμένων. ἓξ γὰρ εἶχεν ἄρτους ἡ τράπεζα διαπαντὸς ἀλλασσομένους ὑπὲρ τῶν δώδεκα φυλῶν τοῦ Ἰσραήλ, οὓς ἐνωπίους ἐκάλουν, ὡς εἶναι ἕκαστον τῶν ἄρτων ὑπὲρ δύο φυλῶν προσφερόμενον, τοὺς δὲ ἓξ ὑπὲρ τῶν δώδεκα φυλῶν. τί οὖν ἐκ τούτου καλὸν ἐγίνετο; τὰς φυλὰς τοῦ Ἰσραὴλ πρὸς ὁμόνοιαν συνάπτεσθαι. τί δὲ κρεῖττον προεσημαίνετο; τοὺς μακαρίους ἀποστόλους ἀνὰ δύο δύο πέμπεσθαι ὑπὸ τοῦ σωτῆρος τὰ πρῶτα κηρύττειν ἐν ταῖς φυλαῖς τοῦ Ἰσραήλ, ὡς εἶναι ἓξ ἅμα τῶν δώδεκα μαθητῶν τὸν ἀριθμόν. σήμερον ἁγιασθήσεται διὰ τὰ σκεύη ἀσαφέστερον μὲν εἶπε, σημαίνει δὲ τοῦτο. τὰ μὲν παιδία μου ἡγίασται καὶ ἀπέσχηται γυναικὸς καὶ χθὲς καὶ τρίτην ἡμέραν · τοῦτο γὰρ τὸ φάναι αὐτὸν καὶ τὰ παιδία ἡγνισμένα. εἰ δὲ οὐκ ἦν, πάντως ἡγιάζετο διὰ τοῦ φαγεῖν τὸν ἄρτον τῆς προθέσεως. πεισθεὶς ὁ ἱερεὺς τοῖς εἰρημένοις δίδωσι τῷ Δαβὶδ τῶν ἄρτων, οὓς οὐκ ἐχρῆν ἑτέρους φαγεῖν ἢ μόνους τοὺς ἱερέας. τοῦτο δὲ τῆς προφητείας ἐστὶ τῆς δι’ἔργων δηλούσης, ὅτι μήποτε ἄλλης οὔσης τῆς βασιλικῆς φυλῆς, τουτέστι τῆς Ἰούδα, καὶ ἄλλης τῆς ἱερατικῆς φυλῆς, λέγω δὴ τῆς Λευιτικῆς, ἔμελλον συνάπτεσθαι καὶ ἓν ἀποτελεῖσθαι τότε ἱερατικὸν ἀξίωμα καὶ τὸ βασιλικὸν ἐν τῇ παρουσίᾳ τοῦ ἐκ Δαβὶδ σωτῆρος ἡμῶν ἱερέωςτε ὁμοῦ καὶ βασιλέως, τοῦ “κατὰ τὴν τάξιν Μελχισεδέκ”. τὸν Νεεσσάρ · δηλοῖ ἢ ὅτι δι’ἁμαρτίας παρέμενε Δωὴκ ὁ Ἰδουμαῖος ἐνώπιον κυρίου θεραπευόμενος καὶ ἐξομολογούμενος, ἢ δαιμονῶν ὡς ὁ Σαούλ, οὗ τὰς ἡμιόνους ἔβοσκεν. ὁ Σαοὺλ τοῦ πονηροῦ πνεύματος τύπον φέρει, ἄρξαντος τοῦ Ἰσραὴλ τότε εἰπόντος · οὐκ ἔχομεν βασιλέα. καὶ γὰρ ὁ πάλαι λαὸς ἐξουδενώσας τὸν κύριον βασιλεύοντα αὐτοῦ, ᾔτησε τὸν Σαοὺλ ἄρχοντα αὐτῷ δοθῆναι. οὐκ οὐρεῖ τις ἑστὼς καὶ τοῦτο πρὸς τοῖχον, ἐὰν μὴ σχολάζῃ τοῦτο οὖν λέγει καὶ τὸν ἀμέριμνον καὶ μηδὲν προσδοκῶντα παθεῖν, ἐὰν ᾖ τοῦ Νάβαλ. ἡ ἐγγαστρίμυθος τὸν Σαμουὴλ οὐκ ἀνήγαγεν, ἀμήχανον γάρ, οὐ δὲ ἀναβὰς ἀλήθειαν εἴρηκεν. τίς δὲ οὗτος καὶ διὰ ποίας δυνάμεως ἀνέβη, ζήτει. ἐπολιόρκει τὴν Ἰεβοὺς ὁ Δαβίδ. Ἰεβοὺς δὲ ἡ νῦν Ἱερουσαλὴ ἐλέγετο, ὅτε ὑπὸ ἀλλοφύλους ἦν. οἱ τοίνυν Ἰεβουσαῖοι, εἰδότες ὅτι φιλόπτωχος ἦν ὁ Δαβίδ, ὑπεβάλοντο ἄνωθεν ἀπὸ τοῦ τείχους τυφλοὺς καὶ χωλοὺς αὐτὸν ὑβρίζειν. ὁ δὲ κρατήσας τῆς Ἱερουσαλὴμ τοσοῦτον ἀπέσχε τοῦ διαθεῖναι κακῶς τοὺς λελωβημένους τὸ σῶμα, ὡς καὶ νόμον θέσθαι τοῖς αὐτοῦ στρατιώταις θανάτου, εἴ τις ἐπιχειρήσειεν ἀνελεῖν τυφλὸν ἢ χωλόν. πᾶς γὰρ ὁ τύπτων φησὶν Ἰεβουσαῖον χωλὸν ἢ τυφλὸν ἁπτέσθω ἐν παραξιφίδι, τουτέστιν ἀναιρείσθω · εἰ γὰρ καὶ ἐμίσουν τὴν ψυχὴν Δαβίδ, ἀλλὰ φειδοῦς τυγχάνουσι. διὸ ἀξιοῦται τῆς παρὰ πάντων τιμῆς λεγόντων · χωλὸς καὶ τυφλὸς οὐκ εἰσελεύσεται εἰς οἶκον κυρίου, οἱ τὸν Δαβὶδ ὑβρίσαντες, ὧν ἐφείδετο. σημειωτέον ὅτι Νάθαν ὁ υἱὸς Δαβὶδ τίκτεται αὐτῷ ἑλόντι καὶ οἰκήσαντι τὴν Ἱερουσαλήμ. οὗτος δέ ἐστι Νάθαν ὃν γενεαλογεῖ ὁ μακάριος Λουκᾶς, ὁ δὲ μακάριος Ματθαῖος Σολομῶνα τὸν ἀδελφὸν αὐτοῦ γενεαλογεῖ. καὶ ἐντεῦθεν, λέγω δὴ ἀπὸ τῶν μνημονευθέντων υἱῶν τοῦ Δαβίδ, ὁ μὲν δι’ἑτέρας λέγεται γενεαλογίας, ὁ δὲ δι’ἄλλης. ὥστε καὶ ἐντεῦθεν δείκνυται ὅτι, ὅπερ ὁ θεὸς οὐ ποιεῖ μὲν συγχωρεῖ δὲ γενέσθαι, πεποιηκέναι λέγεται. ὡμολόγηται τοίνυν ὅτι οὐκ ἦν ἔργον τοῦ θεοῦ ἡ ἐπανάστασις τοῦ Ἀβεσσαλὼμ καὶ ἡ τοῦ Σεμεῒ λοιδορία καὶ τὸ βαλεῖν αὐτὸν λίθοις τὸν Δαβίδ. τρανότερον δὲ δείκνυσιν ὅ φημι τὸ λέγειν τὸν Δαβίδ · ἄφες αὐτὸν ἀρᾶσθαι, ὅτι κύριος εἴρηκεν αὐτῷ, ὅπως ἴδοι τὴν ταπείνωσίν μου, καὶ ἀνταποδώσει μοι κύριος ἀγαθὰ ἀντὶ τῆς κατάρας αὐτοῦ τῆς ἐν τῇ ἡμέρᾳ ταύτῃ. φανερὸν γὰρ ὅτι οὐκ ἤρεσκε τῷ θεῷ τὸ γινόμενον · ὃ δὲ οὐκ ἤρεσκεν, οὐκ ἂν ἐνετείλατο ποιεῖν. εἰ ἐν τῷ ζήλῳ τοῦ Ἰσραὴλ καὶ τοῦ Ἰούδα ὁ Σαοὺλ τοὺς Γαβαωνίτας ἀνελεῖν ἐπεχείρησεν, μεθ’ὧν συνθήκας ἐποιήσατο Ἰησοῦς ὁ τοῦ Ναυὴ καὶ πᾶς ὁ λαός, καὶ διὰ τοῦτο ἑπτὰ τοῦ Σαοὺλ ἀνῃρέθησαν οἱ ἀπὸ τῶν θυγατέρων αὐτοῦ γεγεννημένοι, τίνος ἕνεκεν οὐχ αἱ φυλαὶ ἐν αἰτίαις, ἀλλ’οἱ μηδὲν ἠδικηκότες δίκην δεδώκασι; τοῦτο γὰρ ἄδικον. πλὴν εἰ μή τις εἴποι Σαοὺλ βασιλέα ὄντα ἀδυνάτως ἔχειν ἀντιστῆναι τοῖς Ἰσραηλίταις καὶ τῇ φυλῇ Ἰούδα, καὶ μὴ λῦσαι τὰς συνθήκας τῶν πατέρων τὰς πρὸς τοὺς Γαβαωνίτας. ἐγὼ δὲ προσθοίμην ἂν τούτοις τὸ τοῦ θεοῦ οἰκονομίαν εἶναι τὸ γένος τοῦ Σαοὺλ ἀναλωθῆναι πᾶν, ὅσον ὑπωπτεύετό ποτε ἀντιποιεῖσθαι τοῦ βασιλικοῦ ἀξιώματος διάτε τοῦτο ἐπαναστήσεσθαι τῷ Δαβὶδ καὶ τοῖς τούτου παισίν. τὸ δὲ ἐξηλίασαν αὐτοὺς οἱ Γαβαωνῖται ἐναντίον κυρίου ἐν τῷ ὄρει ἀντὶ τοῦ ἀναιρεθέντας οὐκ ἔθαψαν, ἀλλ’εἴασαν ὑπὸ τὸν ἥλιον κεῖσθαι. καὶ ἐξελύθησάν φησιν καὶ ἔλαβεν αὐτοὺς Δὰν υἱὸς Ἰωὰ τῶν ἀπογόνων τῶν γιγάντων. πάντως που βούλεται λέγειν ὅτι τοὺς ὑπὸ τὸν ἥλιον τεθέντας λαβὼν ὁ γίγας ἀνείλετο ἐκλελυμένους ἤδη ὑπὸ τῆς ἡλιακῆς φλογός. ζητεῖται πῶς ὁ Δαβὶδ τῷ Σεμεῒ συγχωρήσας παρακελεύεται τῷ Σολομῶντι ἀνελεῖν αὐτὸν ὁ ἀμνησίκακος καὶ πρᾶος, ἀλλὰ καὶ τὸν Ἰωὰβ συγκαμόντα αὐτῷ. τί δήποτ’οὖν ταῦτα οὕτως ᾠκονομήθη; σοφὸς ὢν ὁ Δαβὶδ ἠπίστατο ὅτι οὔτε τὸν Σεμεῒ Σολομῶν ἐάσει ζῆν δέει τῆς ἐπαναστάσεως, ὡς γὰρ ἀπὸ βασιλικοῦ ἀξιώματος μέλλει περὶ τῆς βασιλείας μάχεσθαι τῷ Σολομῶντι, οὔτε τὸν Ἰωάβ, ὡς ἐκτὸς τῆς τοῦ Δαβὶδ γνώμης εἰς βασιλέα τὸν υἱὸν τοῦ Δαβὶδ καταστήσαντα, ὡς ἀνελόντα τοίνυν καὶ τὸν Ἀβεννήρ, συγκαμόντα δὲ τῷ πατρὶ ἐν πολλοῖς πολέμοις καὶ κατορθώσαντα. ταῦτα προϊδὼν ὁ Δαβὶδ προλαβὼν διατάττει τῷ Σολομῶντι ποιῆσαι, ἃ καὶ ἀφ’ἑαυτοῦ Σολομῶν πάντως ἐποίει, ἵν’ὅταν ἀναιρεθῶσιν ὑπ’αὐτοῦ (τουτέστι τοῦ Σολομῶντος) οἱ προειρημένοι, συγγνώμην σχῇ ὁ Σολομῶν ὡς πατρικὸν βούλημα πληρώσας καὶ οὐκ αὐτὸς ἀφ’ἑαυτοῦ κατ’αὐτῶν κινηθείς. καὶ ἐπιστρέψας φησὶν ἐκοιμήθη. καὶ ἐπέστρεψεν ὁ ἄγγελος κυρίου ἐκ δευτέρου καὶ ἥψατο αὐτοῦ. τάχα δυνάμεων σύμβολοι ἦσαν διακονουμένων προφήτῃ πρέπουσαν τροφήν, τῷ ἀναχωροῦντι ἀπὸ τῶν ἀνθρωπίνων καὶ ἀξίῳ τῆς ἀπὸ τῶν τοιούτων διδασκαλίας, ἵνα μετὰ ταῦτα ἀκοῦσαι δυνηθῇ · ἀνάστηθι καὶ φάγε, καὶ εὕρῃ πρὸς κεφαλῆς ἀπόρρητα μυστήρια, ὧν ὀλυρίτης ἐγκρυφίας τύπος ἦν. οὗ καὶ δεύτερον κατὰ τὴν τοῦ ἀγγέλου πρόσταξιν μεταλαμβάνει εἰπόντος · ἀνάστα, φάγε · ὅτι πολλὴ ἀπὸ σοῦ ἡ ὁδός. “ἄρτους” μὲν οὖν “τὸ πρωῒ ἔφερον τῷ Ἠλίᾳ οἱ κόρακες” (ἀνὰ λόγον τοῖς λελαλημένοις ὑπὸ κυρίου πρὸς Μωσῆν, ἐν οἷς ἦν · “τὸ πρωῒ πλησθήσεσθε ἄρτων καὶ γνώσεσθε ὅτι ἐγὼ κύριος ὁ θεὸς ὑμῶν”), “κρέα” δὲ “τὸ δείλης” (παραπλησίως · “τὸ πρὸς ἑσπέραν ἔδεσθε κρέα”). Χριστοῦ Ἰησοῦ δύναμις ἄνδρας υἱοὺς ποιοῦσα. καὶ εἴ τίς ἐστιν ἀνὴρ δυνάμεως, ἐστὶν υἱὸς Χριστοῦ δηλαδή. ποτὲ δὲ υἱοὺς ποιεῖν αἱ ὑπὸ Χριστὸν δυνάμεις οὐ δύνανται · εἰ δὲ καὶ ποιοῦσιν, οὐκ ἄνδρας ποιοῦσιν ἀλλὰ νηπίους. σπάδοντες εὐνοῦχοί εἰσι · λέγει δὲ τοῦτο περὶ τῶν τριῶν παίδων καὶ Δανιήλ, ὡς ἐκ τούτου τοῦ Ἐζεκίου ἦσαν.