Porphyry
Letter to Marcella
1ἐγώ σέ, Μαρκέλλα, θυγατέρων μὲν πέντε, δυοῖν δὲ ἀρρένων οὖσαν μητέρα, τῶν μὲν καὶ ἔτι νηπίων, τῶν δὲ ἤδη εἰς γάμου ἡλικίαν ἡβᾶν ἐφορμούντων, εἱλόμην ἔχειν σύνοικον, μὴ καταδείσας τὸ πλῆθος τῶν εἰς τὰς χρείας αὐτοῖς ἐσομένων ἀναγκαίων, οὔτε παιδοποιίας χάριν τῆς ἀπὸ τοῦ σώματος, ἔχειν κεκρικὼς παῖδας τούς τῆς ἀληθινῆς σοφίας ἐραστάς, τάτε σὰ τέκνα, εἰ φιλοσοφίας τῆς ὀρθῆς ἀντιλάβοιτό ποτε ὑφ’ἡμῖν ἀνατρεφόμενα · οὔτε μὴν διὰ χρημάτων περιουσίαν ἢ ὑμῖν ἢ ἐμοὶ προσοῦσαν · ἀγαπητὸν γὰρ καὶ τῶν ἀναγκαίων τὸ τυχὸν οὖσιν ἀκτήμοσιν · οὔτε ἀπὸ τῆς ἄλλης διακονίας ῥᾳστώνην τινά μοι προσδοκήσας εἰς τὸ γῆρας ἀποκλίναντι ἔσεσθαι · ἐπίνοσον γάρ σοι τὸ σῶμα καὶ ἰατρείας μᾶλλον τῆς παρὰ τῶν ἄλλων δεόμενον ἢ ἄλλοις ἐπικουρεῖν τι ἢ παραστατεῖν ἐπιτήδειον · οὔτε δι’ἄλλην οἰκονομίαν ἢ θήραν δόξης καὶ ἐπαίνων παρὰ τῶν ἀνυποστάτων ἐθελοντὶ τὸ τοιοῦτον βαστάσαι ψιλῆς ἕνεκα τῆς εἰς τὸ εὖ ποιεῖν προθυμίας · το- τοὐναντίον γὰρ ὑπ’ἀβελτερίας τῶν πολιτῶν σου καὶ τῷ πρὸς ἡμᾶς φθόνῳ βλασφημίαιςτε πολλαῖς περιπέπτωκα καὶ παρὰ πᾶσαν προσδοκίαν εἰς θανάτου κίνδυνον ὑπ’αὐτῶν δι’ὑμᾶς περιέστην. 2τούτων οὖν χάριν οὐδενὸς κοινωνὸν ἕτερον τοῦ βίου πεποίηκα, διττῆς δὲ μᾶλλον ἕνεκα εὐλόγου αἰτίας. μιᾶς μέν, καθ’ἣν ἀπομειλίξασθαι κρίνας τοὺς γενεθλίους θεούς κατὰ τὸν ἐν τῷ δεσμωτηρίῳ Σωκράτην, δημιώδη μουσικὴν πρὸ τῆς ἐν φιλοσοφίᾳ συνήθους ἐνεργείας διαθεῖναι ἑλόμενον, ἀσφαλείας ἕνεκα τῆς ἐκ τοῦ βίου ἀπαλλαγῆς · οὑτωσὶ γὰρ καὶ αὐτὸς ἀπομειλιττόμενος τούς ἐν τῇ κωμῳδοτραγῳδίᾳ προστάτας δαίμονας τὸν γαμικὸν ὕμνον ἀγωνίσασθαι οὐκ ὤκνησα ἀσμενέστατα, καὶ πλήθει τῶν σῶν τέκνων συντυχὼν καὶ τῇ προσούσῃ περισκελείᾳ τῶν ἀναγκαίων τῇτε πονηρίᾳ τῶν ἐνυβρισάντων. οὐδὲν γὰρ παρεῖται τῶν εἰς τὸ δρᾶμα συμβαίνειν εἰωθότων, οὐ ζηλοτυπία, οὐ μῖσος, οὐ γέλως, οὐ διαπληκτισμόςτε καὶ ὀργαί · πλήν γε ὅτι οὐ περὶ ἡμᾶς, περὶ δὲ τούς ἄλλους ὑπουργοῦντας τοῖς δαίμοσι τουτὶ τὸ θέατρον ἡμεῖς ὑπεκρίθημεν. 3ἑτέρας δὲ θειοτέρας καὶ οὐδὲν τῇ δημώδει ταύτῃ ἐοικυίας, καθ’ἣν ἀγασθείς σου τὴν πρὸς τὴν ὀρθὴν φιλοσοφίαν ἐπιτηδειότητα τῆς φύσεως, οὐκ ᾠήθην προσήκειν ἀνδρὸς φίλου μοι στερηθεῖσαν συλλήπτορος ἔρημόν σε καταλιπεῖν καὶ προστάτου σώφρονος καὶ τῷ σῷ τρόπῳ ἐπιτηδείου. ἀποσοβήσας δὲ πάντας τοὺς ἐπηρεάζειν μέλλοντας ἐν προσποιήσει, ἤνεγκα μὲν τὰς παραλόγους ὕβρεις, ἐβάστασα δὲ τὰς ἐπιβουλὰς εὐσχημόνως · ἐλευθερῶν δὲ τὸ εἰς ἐμὲ περιῆκον παντὸς τοῦ δεσπόζειν ἐπιχειροῦντος ἀνεκαλεσάμην εἰς τὸν ἑαυτῆς τρόπον, μεταδιδοὺς φιλοσοφίας ἀκόλουθόντε τῷ βίῳ λόγον ἐπιδεικνύμενος. καὶ τίς γὰρ ἂν ἄλλος μοι πρό γε σοῦ μάρτυς ἂν εἴη ἀκριβέστερος, ἣν αἰσχυνοίμην ἀφοσιούμενος ἢ τὰ κατ’ἐμαυτὸν ἀποκρύπτων, ἀλλ’οὐχὶ πρὸς ἀλήθειαν ἀπ’ἀρχῆς εἰς τέλος τῇ μάλιστά τὴν ἀλήθειαν προτιμώσῃ καὶ διὰ ταύτην ἕρμαιον ἡγησαμένῃ τὴν συνοίκησιν, πάντα τὰ εἰς αὐτὴν καὶ δι’αὐτῆς πραχθέντα ὑπομιμνῆσκον. 4συγχωρούντων οὖν τῶν πραγμάτων ἐπὶ πλέον αὐτόθι διατρίβειν ἐπ’ἐξουσίας ἂν ἦν σοι ὥσπερ ἐκ παρακειμένων πηγαίων ναμάτων τὸ ποτὸν ἀπαρύεσθαι δαψιλέστερόντε καὶ πρόσφατον, καὶ μὴ ἀγαπᾶν ὅσον ἂν τῆς δόσεως συντείνοι πρὸς τὸ χρήσιμον, θαρρεῖν δὲ καὶ διαναπαυσαμένῃ παρέχεσθαι ἐκ τοῦ ῥᾴστου δι’ἐξουσίας τὴν ἀνάκτησιν. καλούσης δὲ τῆς τῶν Ἑλλήνων χρείας καὶ τῶν θεῶν συνεπειγόντων αὐτοῖς ὑπακούειν μὲν σὲ καίπερ οὖσαν προθυμοτάτην μετὰ τοσαύτης ἀκολουθίας θυγατέρων ἀδύνατον ἦν. ἄνευ δὲ σοῦ ταύτας ῥίπτειν οὕτως ἐν σκαιοῖς ἀνθρώποις ἀβουλίας εἶναι ὁμοῦ καὶ ἀδικίας ἔργον ὑπείληφα. μένειν δὲ ἐνταυθοῖ βιαζόμενος τήντε τοῦ αὖθις ἐντυχεῖν ἐλπίδα προϊσχόμενος εἰκότως σοι παραινέσαιμ’ἂν ἀντεχομένῃ τῶν δοθέντων ἐν τοῖς δέκα μησὶν οἷς μοι συνῴκησας μὴ πόθῳ καὶ ἐπιθυμίᾳ τοῦ πλείονος καὶ τὸ ὂν ἤδη ἐκβαλεῖν. σπεύδω μὲν γὰρ ὃν ἂν δύνωμαι τρόπον τὴν ταχίστην πάλιν ἀναλαβεῖν. 5ἀδήλου δὲ ἐν ταῖς ἀποδημίαις τοῦ μέλλοντος ὄντος ἀναγκαῖόν σοι παραμυθούμενον τῷ λόγῳ ἅμα ἐπισκήπτειν, οἰκειότερον δ’εἴποιμ’ἂν τοῦ σαυτῆς καὶ ἐν σεαυτῇ “οἴκου κήδεσθαι καὶ ἔμπεδα πάντα φυλάσσειν”, καταλειπόμενος οὐδὲν ἀπεικότως τοῦ ἐν τραγῳδίαις Φιλοκτήτου “ἕλκει μοχθίζοντος”, πλὴν ὅτι τῷ μὲν τὸ ἕλκος ὑπὸ “ὀλοόφρονος ὕδρου”, σοὶ δ’ἐπιγνούσῃ τὸ εἰς τὴν γένεσιν πτῶμα ὅσον καὶ οἷον ἡμῖν τῆς ψυχῆς περιέστη, οὐ τῶν θεῶν ἡμᾶς ὑπεριδόντων, ὡς ἐκεῖνον οἱ Ἀτρεῖδαι, ἀλλὰ σωτήρων γενομένων καὶ οὐκ ἐπιλαθομένων. πολλοῖς δή σε παλαίσμασι καὶ ἐπωδύνοις εἰς ἀγῶνα ἐμπεσοῦσαν νῦν μάλιστα φιλοσοφίας τοῦ μόνου ἀσφαλοῦς πείσματος ἀντεχομένην παρακαλῶ μὴ ταῖς ἀμηχανίαις ταῖς ἐκ τῆς ἡμετέρας ἀπουσίας πλέον ἐνδοῦναι τοῦ προσήκοντος μη δὲ πόθῳ τῆς παρ’ἡμῖν διδασκαλίας καὶ τὸ δοθὲν ἤδη ἐκκροῦσαι, μη δὲ πρὸς τὸ πλῆθος τῶν περιεστώτων ἀλλοτρίων ἀπαυδήσασαν ἔκδοτον σεαυτὴν τῷ σύροντι ποταμῷ τῶν πραγμάτων ἐᾶσαι, ἀλλὰ λογισαμένην ὡς οὐ διὰ ῥᾳστώνης ἡ τῶν ὄντως ἀγαθῶν κτῆσις τοῖς ἀνθρώποις περιγίνεται, αὐτοῖς τούτοις τοῖς συγκυρήμασιν εἰς ἄσκησιν τοῦ προσδοκωμένου χρήσασθαι βίου, ὅσα καὶ μόνα τῶν ἄλλων ἀντίπαλα τῆς σῆς καρτερίας εἰς τὸ παρατρέψαι σε καὶ βιάσαι εἶναι δύναται. τὰ μὲν γὰρ τῶν ἐπιβουλῶν εὐκαταφρόνητα πάντῃ τοῖς ὧν οὐχ ἡμεῖς κύριοι ἐθίσασιν ἀτιμάζειν καὶ μᾶλλον εἰς ἐκείνους κεκρικόσι τὴν ἀδικίαν ἀναστρέφειν ἢ βλάπτειν γε τούτους οἷς τῶν μάλιστα παρ’ἑαυτοῖς δρωμένων ἐναντίων οὐ μεγάλη τῆς ζημίας ἡ ἐλάττωσις εἶναι ὑπελήφθη. 6τὴν δὲ τοῦ ἐπωφελοῦντος τὴν ψυχὴν ἀπουσίαν, πατρόςτε ὁμοῦ καὶ ἀνδρὸς καὶ διδασκάλου καὶ συγγενῶν, εἰ δὲ βούλει, καὶ τῆς πατρίδος τὴν εὔνοιαν εἰς αὑτὸν συνῃρηκότος, δοκοῦσαν περιέχειν εὔλογον τῆς δυσχερείας τὴν αἰτίαν, παρηγοροίης ἂν θεωρὸν προστησαμένη τὸν λόγον, οὐ τὸ πάθος. πρῶτον μὲν ὡς οὐκ ἦν ἄλλως, ὅπερ ἔφην, πρὸς τῶν μελλόντων νόστου δὴ μιμνήσκεσθαι ἐκ τῆς ἐνταυθοῖ ξένης καταγωγῆς τὸ δι’ἡδονῆς καθάπερ ἱππήλατόν τι χωρίον καὶ ῥᾳστώνης ποιεῖσθαι τὴν ἐπάνοδον. αὐτὸ γὰρ τὸ πρᾶγμα ὡς οὐδὲν ἄλλο ἄλλῳ ἀντίκειται πράγματι, ἡδονήτε καὶ ῥᾳθυμία τῇ πρὸς θεούς ἀνόδῳ. ἐπεὶ οὐ δὲ τὰ ὑψηλότερα τῶν ὀρῶν ἀκινδύνως καὶ πόνων ἄνευ ἦν ἀναβαίνειν, οὐ δ’ἀπὸ τῶν μυχῶν τοῦ σώματος διὰ τῶν εἰς τὸ σῶμα καταγωγῶν, ἡδονῆςτε καὶ ῥᾳθυμίας, ἀνακύπτειν. διὰ γὰρ μερίμνης ἡ ὁδὸς καὶ τῆς ἀναμνήσεως τοῦ πτώματος. κα- κἂν ᾖ τὰ συμβαίνοντα δυσχερῆ, τὸ δύσκολον πρὸς ἀνάβασιν οἰκεῖον · ὅτι καὶ τὸ ῥεῖα ζώειν παρὰ θεοῖς, πεπτωκόσι δὲ εἰς τὴν ἔγερσιν ἐναντιώτατον ὡς ἂν εἰς λήθην ἄγον τῷ ἀλλοτρίῳ καὶ τῷ ὕπνῳ συντελοῦν, ἂν καθεύδωμεν ὑπὸ τῶν ψυχαγωγούντων ἡμᾶς ἐνυπνίων βουκολούμενοι. 7ἐπεὶ καὶ τῶν πεδῶν αἱ μὲν ἐκ χρυσοῦ βαρυτάτου ὄντος διὰ τὴν εὐπρέπειαν εἰς κόσμον μᾶλλον συντελοῦσι καὶ φέρειν τὸν δεσμὸν δι’αὐτῶν ἐνήγαγον τῷ κούφῳ τὰς δι’ἀφροσύνην τοῦ βάρους ἀναισθήτους γυναῖκας · αἱ δὲ τοῦ σιδήρου συνιέναι τῶν ἁμαρτημάτων ἠνάγκασαν καὶ λυπήσασαι μεταγινώσκειν καὶ ζητεῖν τοῦ βάρους ἀπαλλαγὴν πορίσασθαι · τοῦ χρυσοῦ δὲ διὰ τὴν τέρψιν εἰς ἀγανάκτησιν οὐ τὴν τυχοῦσαν πολλάκις συντελούσης τῆς ἀλύσεως. ὅθεν καὶ ἔδοξε τοῖς σώφροσι τὰ ἐπίπονα τῶν ἡδέων μᾶλλον συντελεῖν εἰς ἀρετήν, καὶ τὸ μοχθεῖν ἄριστον εἶναι ἀνδρίτε ὁμοίως καὶ γυναικὶ ἢ ἐξοιδαίνειν τὴν ψυχὴν ὑπὸ τῆς ἡδονῆς χαλωμένην. παντὸς γὰρ καλοῦ κτήματος πόνους δεῖ προηγεῖσθαι, καὶ πονεῖν ἀνάγκη τὸν τυχεῖν ἀρετῆς σπουδάζοντα. ἀκούεις δὲ καὶ τὸν Ἡρακλέα τούςτε Διοσκούρους καὶ τὸν Ἀσκληπιὸν τούςτε ἄλλους ὅσοι θεῶν παῖδες ἐγένοντο ὡς διὰ τῶν πόνων καὶ τῆς καρτερίας τὴν μακαρίαν εἰς θεοὺς ὁδὸν ἐξετέλεσαν. οὐ γὰρ ἐκ τῶν δι’ἡδονῆς βεβιωκότων ἀνθρώπων αἱ εἰς θεὸν ἀναδρομαί, ἀλλ’ἐκ τῶν τὰ μέγιστα τῶν συμβαινόντων γενναίως διενεγκεῖν μεμαθηκότων. 8μέγιστος δὲ ἆθλος τοῦ νῦν σοι προκειμένου εὖ οἶδα καὶ αὐτὸς ὡς οὐκ ἂν γένοιτο ἄλλος, ἡγουμένῃ μετ’ἐμοῦ καὶ τῆς σωτηρίας τὴν ὁδὸν καὶ τὸν ταύτης καθηγεμόνα καταλείψειν. ἔχει δὲ οὐχ οὕτω παντάπασι δυσκαρτερήτως σοι τὰ παρόντα, εἰ παρεῖσα τὴν ἐκ τοῦ πάθους ἀλόγιστον ταραχὴν μὴ περὶ φαύλων ἡγήσῃ μεμνῆσθαι ὧν εἰς φιλοσοφίαν τὴν ὀρθὴν παρὰ τῶν θείων ἐτελέσθης λόγων · ὧν τὴν βεβαίαν ἀκρόασιν αἱ πράξεις ἐλέγχειν εἰώθασι. τὰ γὰρ ἔργα τῶν δογμάτων ἑκάστου φέρειν πέφυκε τὰς ἀποδείξεις · καὶ δεῖ οὕτως βιοῦν ὅστις ἐπίστευσεν, ἵνα καὶ αὐτὸς πιστὸς ᾖ μάρτυς περὶ ὧν λέγει τοῖς ἀκροωμένοις. τίνα οὖν ἦν ἄρα ἃ παρὰ τῶν σαφέστατ’εἰδότων τὰ κατ’ἀνθρώπους μεμαθήκαμεν; ἆρ’οὐχ ὅτι μὲν σοὶ ἐγὼ οὐχ ὁ ἁπτὸς οὗτος καὶ τῇ αἰσθήσει ὑποπτωτός, ὁ δὲ ἐπὶ πλεῖστον ἀφεστηκὼς τοῦ σώματος, ὁ ἀχρώματος καὶ ἀσχημάτιστος, καὶ χερσὶ μὲν οὐδαμῶς ἐπαφητός, διανοίᾳ δὲ μόνῃ κρατητός; λαμβάνομεν δὲ οὐ παρὰ τῶν ἔξωθεν τὰ εἰς τὰ παρ’αὐτῶν ἡμῖν ἐντεθειμένα · το- τοὐνδόσιμον δὲ μόνον ὥσπερ ἐν χορῷ εἰς ἀνάμνησιν ἡμᾶς ἄγον ὧν ἔχοντες παρὰ τοῦ δεδωκότος ἐπλανήθημεν. 9πρὸς δὲ τούτοις οὐχ ὅτι πᾶν πάθος ψυχῆς εἰς σωτηρίαν αὐτῆς πολεμιώτατον, καὶ ἀπαιδευσία μὲν τῶν παθῶν πάντων μήτηρ, τὸ δὲ πεπαιδεῦσθαι οὐκ ἐν πολυμαθείας ἀναλήψει, ἐν ἀπαλλάξει δὲ τῶν ψυχικῶν παθῶν ἐθεωρεῖτο; πάθη δὲ νοσημάτων ἀρχαί ψυχῆς δὲ νόσημα κακία · κακία δὲ πᾶσα αἰσχρόν · τὸ δὲ αἰσχρὸν τῷ καλῷ ἐναντίον · καλοῦ δὲ ὄντος τοῦ θείου ἀμήχανον αὐτῷ σὺν κακίᾳ πελάζειν · καθαροῦ γὰρ μὴ καθαρὸν ἐφάπτεσθαι οὐδὲν ὁ Πλάτων φησὶ θεμιτὸν εἶναι. δι’ὃ καὶ μέχρι τοῦ νῦν καθαρεύειν δεῖ τῶν παθῶντε καὶ τῶν διὰ τὸ πάθος ἁμαρτημάτων. ἆρ’οὖν οὐ τοιαῦτα ἦν οἷς μάλιστα συνῄνεις, ὡς γράμματα θεῖα ἐνόντα παρὰ σαυτῇ διὰ τῆς τῶν λόγων ἐνδείξεως ἀναγινώσκουσα; πῶς οὖν οὐκ ἄτοπον τὴν πεπεισμένην ἐν σοὶ εἶναι καὶ τὸ σῶζον καὶ τὸ σωζόμενον καὶ τό γε ἀπολλύον καὶ τὸ ἀπολλύμενον τόντε πλοῦτον καὶ τὴν πενίαν τόντε πατέρα καὶ τὸν ἄνδρα καὶ τῶν ὄντως ἀγαθῶν καθηγεμόνα, κεχηνέναι πρὸς τὴν τοῦ ὑφηγητοῦ σκιάν, ὡς δὴ τὸν ὄντως ὑφηγητὴν μὴ ἐντὸς ἔχουσαν μη δὲ παρὰ σαυτῇ πάντα τὸν πλοῦτον; ὃν ἀνάγκη ἀπολλύναι καὶ διαφεύγειν πρὸς τὴν σάρκα καταβαίνουσαν ἀντὶ τοῦ σώζοντος καὶ σωζομένου. 10τῆς μὲν οὖν ἐμῆς σκιᾶς καὶ τοῦ φαινομένου εἰδώλου οὔτε παρόντων ὠνήσω τι οὔτ’ἀπόντων ἐπώδυνος ἡ ἀπουσία τῇ μελετώσῃ φεύγειν ἀπὸ τοῦ σώματος. ἐμοῦ δὲ καθαρῶς τύχοις ἂν μάλιστα καὶ παρόντος καὶ συνόντος νύκτωρ καὶ μεθ’ἡμέραν σὺν καθαρῷ καὶ τῷ καλλίστῳ τῆς συνουσίας καὶ μη δὲ χωρισθῆναι οἵουτε ὄντος, εἰ μελετῴης εἰς ἑαυτὴν ἀναβαίνειν συλλέγουσα ἀπὸ τοῦ σώματος πάντα τὰ διασκεδασθέντα μέλη καὶ εἰς πλῆθος κατακερματισθέντα ἀπὸ τῆς τέως ἐν μεγέθει δυνάμεως ἰσχυούσης ἑνώσεως. συνάγοις δ’ἂν καὶ ἑνίζοις τὰς ἐμφύτους ἐννοίας καὶ διαρθροῦν συγκεχυμένας καὶ εἰς φῶς ἕλκειν ἐσκοτισμένας πειρωμένη. ἀφ’ὧν ὁρμώμενος καὶ ὁ θεῖος Πλάτων ἀπὸ τῶν αἰσθητῶν ἐπὶ τὰ νοητὰ τὰς ἀνακλήσεις πεποίηται. ἔτι εἰ μνημονεύοις, διαρθροίης δ’ἂν ἅ γε ἀκήκοας διὰ τῆς μνήμης ἀναπεμπαζομένη τοῖςτε τοιούτοις τῶν λόγων ὡς ἀγαθοῖς συμβούλοις ἀξιοῦσα προσέχειν καὶ λοιπὸν τὰ γνωσθέντα διὰ τῶν ἔργων ἀσκοῦσα, διὰ δ’αὖ τοῦ πονεῖν συντηροῦσα. 11λέγει δὲ ὁ λόγος πάντῃ μὲν καὶ πάντως παρεῖναι τὸ θεῖον, νεὼν δὲ τούτῳ παρ’ἀνθρώποις καθιερῶσθαι τὴν διάνοιαν μάλιστα τοῦ σοφοῦ μόνην, τιμήντε προσήκουσαν ἀπονέμεσθαι τῷ θεῷ ὑπὸ τοῦ μάλιστα τὸν θεὸν ἐγνωκότος · τοῦτον δὲ εἶναι εἰκότως μόνον τὸν σοφόν, ᾧ τιμητέον διὰ σοφίας τὸ θεῖον καὶ κατακοσμητέον αὐτῷ διὰ σοφίας ἐν τῇ γνώμῃ τὸ ἱερόν, ἐμψύχῳ ἀγάλματι τῷ νῷ ἐνεικονισαμένου ἀγάλλοντος θεοῦ. θεὸς μὲν γὰρ δεῖται οὐδενός, σοφὸς δὲ μόνου θεοῦ. οὐ γὰρ ἂν ἄλλος καλὸς κα- κἀγαθὸς γένοιτο ἢ ὁ νοῶν τότε ἀγαθὸν καὶ καλόν, ὅπερ ἐξέχει τοῦ θείου · οὐ δ’αὖ ἄλλος κακοδαίμων ἄνθρωπος ἢ ὁ πονηρῶν δαιμόνων ἐνδιαίτημα τὴν ψυχὴν κατασκευάσας. ἀνθρώπῳ δὲ σοφῷ θεὸς θεοῦ δίδωσιν ἐξουσίαν. καὶ καθαίρεται μὲν ἄνθρωπος ἐννοίᾳ θεοῦ, δικαιοπραγίαν δὲ ἀπὸ θεοῦ ὁρμώμενος διώκει. 12πάσης πράξεως καὶ παντὸς ἔργου καὶ λόγου θεὸς ἐπόπτης παρέστω καὶ ἔφορος. καὶ πάντων ὧν πράττομεν ἀγαθῶν τὸν θεὸν αἴτιον ἡγώμεθα · τῶν δὲ κακῶν αἴτιοι ἡμεῖς ἐσμὲν οἱ ἑλόμενοι, θεὸς δὲ ἀναίτιος. ὅθεν καὶ εὐκτέον τὰ ἄξια θεοῦ. καὶ αἰτώμεθα ἃ μὴ λάβοιμεν ἂν παρ’ἑτέρου · καὶ ὧν ἡγεμόνες οἱ μετ’ἀρετῆς πόνοι, ταῦτα εὐχώμεθα γενέσθαι μετὰ τοὺς πόνους · εὐχὴ γὰρ ῥᾳθύμου μάταιος λόγος. ἃ δὲ κτησάμενος οὐ καθέξεις, μὴ αἰτοῦ παρὰ θεοῦ · δῶρον γὰρ θεοῦ πᾶν ἀναφαίρετον · ὥστε οὐ δώσει ἃ μὴ καθέξεις. ὧν δὲ τοῦ σώματος ἀπαλλαγεῖσα οὐ δεηθήσῃ, ἐκείνων καταφρόνει · καὶ ὧν ἂν ἀπαλλαγεῖσα δεηθῇς, ταῦτά σοι ἀσκουμένῃ τὸν θεὸν παρακάλει γενέσθαι συλλήπτορα. οὔκουν δεήσῃ οὐδενὸς ὧν καὶ ἡ τύχη δοῦσα πολλάκις πάλιν ἀφαιρεῖται. οὐ δεῖ πρὸ καιροῦ τινὸς τὴν αἴτησιν ποιεῖσθαι, ἀλλ’ὅταν σοι ὁ θεὸς ἐν σοὶ οὖσαν φύσει τὴν ὀρθὴν αἴτησιν ἐκφαίνῃ. 13δι’ὧν μάλιστα καὶ αὐτὸς ἐνοπτρίζεσθαι πέφυκεν, οὔτε διὰ σώματος ὁρατὸς ὢν οὔτε διὰ ψυχῆς αἰσχρᾶς καὶ ὑπὸ τῆς κακίας ἐσκοτισμένης. κάλλος γὰρ ἐκείνου τὸ ἀκήρατον καὶ φῶς τὸ ζωτικὸν ἀληθείᾳ διαλάμπον · κακία δὲ πᾶσα ὑπ’ἀγνοίας διέψευσται καὶ ὑπὸ αἴσχους διέστραπται. ταῦτ’οὖν θέλε καὶ αἰτοῦ τὸν θεὸν ἃ θέλειτε καὶ ἔστιν αὐτός, εὖ ἐκεῖνο γινώσκουσα ὡς ἐφ’ὅσον τις τὸ σῶμα ποθεῖ καὶ τὰ τοῦ σώματος σύμφυλα, ἐπὶ τοσοῦτον ἀγνοεῖ τὸν θεὸν καὶ τῆς ἐκείνου ἐνοράσεως ἑαυτὸν ἀπεσκότισε, κα- κἂν παρὰ πᾶσι τοῖς ἀνθρώποις ὡς θεὸς δοξάζηται. σοφὸς δὲ ἄνθρωπος ὀλίγοις γινωσκόμενος, εἰ δὲ βούλει, καὶ ὑπὸ πάντων ἀγνοούμενος, γινώσκεται ὑπὸ θεοῦ. ἑπέσθω τοίνυν ὁ μὲν νοῦς τῷ θεῷ, ἐνοπτριζόμενος τῇ ὁμοιώσει θεοῦ τῷ δὲ νῷ ἡ ψυχή · τῇ δ’αὖ ψυχῇ ὑπηρετείτω τὸ σῶμα, εἰς ὅσον οἷόντε, καθαρᾷ καθαρόν. ἀπὸ γὰρ τῶν παθῶν ταύτης μιαινόμενον εἰς αὐτὴν πάλιν ἐπαναστρέφεται τὰ μιάσματα. 14τῇ δὲ ψυχῇ τῇ θεοφιλεῖ καὶ τῷ θεοφιλεῖ νῷ ἐν τῷ καθαρῷ σώματι ἔστωσαν καὶ πρᾶξις ἀκόλουθος καὶ λόγος, αἱρετωτέρου σοι ὄντος λίθον εἰκῆ βαλεῖν ἢ λόγον, καὶ τὸ ἡττᾶσθαι τα- τἀληθῆ λέγοντα ἢ νικᾶν ἀπατῶντα · τὸ γὰρ νικῆσαν ἀπάτῃ ἐν τῷ ἤθει ἥττηται. μάρτυρες δὲ κακῶν ψευδεῖς λόγοι. ἀδύνατον τὸν αὐτὸν φιλόθεόντε εἶναι καὶ φιλήδονον καὶ φιλοσώματον. ὁ γὰρ φιλήδονος καὶ φιλοσώματος, ὁ δὲ φιλοσώματος πάντως καὶ φιλοχρήματος, ὁ δὲ φιλοχρήματος ἐξ ἀνάγκης ἄδικος, ὁ δὲ ἄδικος καὶ εἰς θεὸν καὶ εἰς πατέρας ἀνόσιος καὶ εἰς τούς ἄλλους παράνομος. ὥστε κα- κἂν ἑκατόμβας θύῃ καὶ μυρίοις ἀναθήμασι τούς νεὼς ἀγάλλῃ, ἀσεβής ἐστι καὶ ἄθεος καὶ τῇ προαιρέσει ἱερόσυλος. δι’ὃ καὶ πάντα φιλοσώματον ὡς ἄθεον καὶ μιαρὸν ἐκτρέπεσθαι χρή. 15καὶ οὗ ταῖς δόξαις οὐκ ἂν χρήσαιο, τούτῳ μήτε βίου μήτε λόγου τοῦ περὶ θεοῦ κοινώνει. λόγον γὰρ περὶ θεοῦ τοῖς ὑπὸ δόξης διεφθαρμένοις λέγειν οὐκ ἀσφαλές · καὶ γὰρ καὶ τα- τἀληθῆ λέγειν ἐπὶ τούτων περὶ θεοῦ καὶ τὰ ψευδῆ κίνδυνον ἴσον φέρει. οὔτε αὐτόν τινα προσῆκεν ἀνοσίων ἔργων μὴ καθαρεύοντα φθέγγεσθαι περὶ θεοῦ, οὔτε εἰς τοιούτων ἀκοὰς ἐμβάλλοντα τὸν περὶ θεοῦ λόγον οἴεσθαι μή μιαίνειν · ἀλλ’ἀκροᾶσθαι καὶ λέγειν τὸν περὶ θεοῦ λόγον ὡς ἐπὶ θεοῦ. προηγείσθω οὖν τοῦ περὶ θεοῦ λόγου τὰ θεοφιλῆ ἔργα, καὶ σιγάσθω ὁ περὶ αὐτοῦ λόγος ἐπὶ πλήθους · ἀνοικειοτάτη γὰρ θεολογία κενοδοξίᾳ ψυχῆς. νόμιζε αἱρετώτερον εἶναι σιγᾶν ἢ λόγον εἰκῆ προέσθαι περὶ θεοῦ. ἀξίαν σε ποιήσει θεοῦ τὸ μηδὲν ἀνάξιον θεοῦ μήτε λέγειν μήτε πράττειν μήτε πάντως εἰδέναι ἀξιοῦν. ὁ δὲ ἄξιος ἄνθρωπος θεοῦ θεὸς ἂν εἴη. 16καὶ τιμήσεις μὲν ἄριστα τὸν θεόν, ὅταν τῷ θεῷ τὴν σαυτῆς διάνοιαν ὁμοιώσῃς · ἡ δὲ ὁμοίωσις ἔσται διὰ μόνης ἀρετῆς · μόνη γὰρ ἀρετὴ τὴν ψυχὴν ἄνω ἕλκει καὶ πρὸς τὸ συγγενές. καὶ μέγα οὐδὲν ἄλλο μετὰ θεὸν ἢ ἀρετή. μείζων ἀρετῆς θεός · θεὸς δὲ ἄνθρωπον βεβαιοῖ πράσσοντα καλά · κακῶν δὲ πράξεων κακὸς δαίμων ἡγεμών. ψυχὴ οὖν πονηρὰ φεύγει μὲν θεόν, πρόνοιαν δὲ θεοῦ εἶναι οὐ βούλεται, νόμουτε θείου τοῦ πάντα φαῦλον κολάζοντος ἀποστατοῖ πάντως. ψυχὴ δὲ σοφοῦ ἁρμόζεται πρὸς θεόν, ἀεὶ θεὸν ὁρᾷ, σύνεστιν ἀεὶ θεῷ. εἰ δὲ χαίρει τῷ ἀρχομένῳ τὸ ἄρχον, καὶ θεὸς σοφοῦ κήδεται καὶ προνοεῖ · καὶ διὰ τοῦτο μακάριος ὁ σοφός, ὅτι ἐπιτροπεύεται ὑπὸ θεοῦ. οὐχ ἡ γλῶττα τοῦ σοφοῦ τίμιον παρὰ θεῷ, ἀλλὰ τὰ ἔργα. σοφὸς γὰρ ἀνὴρ καὶ σιγῶν τὸν θεὸν τιμᾷ · ἄνθρωπος δὲ ἀμαθὴς καὶ εὐχόμενος καὶ θύων μιαίνει τὸ θεῖον. μόνος οὖν ἱερεὺς ὁ σοφός, μόνος θεοφιλής, μόνος εἰδὼς εὔξασθαι. 17καὶ ὁ σοφίαν ἀσκῶν ἐπιστήμην ἀσκεῖ τὴν περὶ θεοῦ, οὐ λιτανεύων ἀεὶ καὶ θύων, διὰ δὲ τῶν ἔργων τὴν πρὸς θεὸν ἀσκῶν εὐσέβειαν. θεῷ γὰρ εὐάρεστος οὔτε δόξαις ἀνθρώπων οὔτε σοφιστῶν κεναῖς φωναῖς γένοιτ’ἄν τις · αὐτὸς δὲ ἑαυτὸν καὶ εὐάρεστον ποιεῖ θεῷ καὶ ἐκθεοῖ τῇ τῆς ἰδίας διαθέσεως ὁμοιότητι τῷ μετὰ ἀφθαρσίας μακαρίῳ · καὶ αὐτὸς ἑαυτὸν ἀσεβῆ καὶ δυσάρεστον ποιεῖ τῷ θεῷ, οὐχ ὑπὸ θεοῦ πάσχων κακῶς, ἀγαθοποιὸν γὰρ μόνον τὸ θεῖον, ἀλλ’ὑφ’ἑαυτοῦ διάτε ἄλλα καὶ τὴν περὶ θεοῦ κακὴν δόξαν. ἀσεβὴς οὐχ οὕτως ὁ τὰ ἀγάλματα τῶν θεῶν μὴ περιέπων ὡς ὁ τὰς τῶν πολλῶν δόξας τῷ θεῷ συνάπτων. σὺ δὲ μηδὲν ἀνάξιόν ποτε ὑπολάβῃς περὶ θεοῦ μήτε τῆς μακαριότητος αὐτοῦ μήτε τῆς ἀφθαρσίας. 18οὗτος γὰρ μέγιστος καρπὸς εὐσεβείας ἢ τιμᾶν τὸ θεῖον κατὰ τὰ πάτρια, οὐχ ὡς ἐκείνου προσδεομένου, ἀλλ’ἀπὸ τῆς ἐκείνου εὐλαβεστάτης καὶ μακαρίας σεμνότητος εἰς τὸ σέβας αὐτοῦ ἐκκαλουμένου. βωμοὶ δὲ θεοῦ ἱερουργούμενοι μὲν οὐδὲν βλάπτουσιν, ἀμελούμενοι δὲ οὐδὲν ὠφελοῦσιν. ὅστις δὲ τιμᾷ τὸν θεὸν ὡς προσδεόμενον, οὗτος λέληθεν ἑαυτὸν δοξάζων τοῦ θεοῦ κρείττων εἶναι. οὐ χολωθέντες οὖν οἱ θεοὶ βλάπτουσιν, ἀλλ’ἀγνοηθέντες · ὀργὴ γὰρ θεῶν ἀλλοτρία, ὅτι ἐπ’ἀβουλήτοις μὲν ἡ ὀργή, θεῷ δὲ οὐδὲν ἀβούλητον. μὴ τοίνυν μίαινε τὸ θεῖον ἀνθρωπίναις ψευδοδοξίαις · οὔτε γὰρ ἐκεῖνο βλάψεις τό γε μακάριον διὰ παντὸς καὶ οὗ πᾶσα βλάβη τῆς ἀφθαρσίας ἐξελήλαται, σαυτὴν δὲ τυφλώσεις πρὸς τὴν τῶν μεγίστων καὶ κυριωτάτων διάγνωσιν. 19σὺ δὲ ταῦτα λέγειν με ἡγοῦ οὐ παραγγέλλοντα σέβειν θεόν · γελοῖος γὰρ ὁ τοῦτο παραγγέλλων ὡς ἐπιδιστάζειν ἐνόντος περὶ τούτου · καὶ οὐχ ὅτι τινὰ ποιοῦντες ἢ δοξάζοντες περὶ θεοῦ καλῶς τοῦτον σέβομεν. οὔτε δάκρυα καὶ ἱκετεῖαι θεὸν ἐπιστρέφουσιν οὔτε θυμπόλια θεὸν τιμῶσιν οὔτε ἀναθημάτων πλῆθος κοσμοῦσι θεόν, ἀλλὰ τὸ ἔνθεον φρόνημα καλῶς ἡδρασμένον συνάπτει θεῷ. χωρεῖν γὰρ ἀνάγκη τὸ ὅμοιον πρὸς τὸ ὅμοιον. θυηπολία δὲ ἀφρόνων πυρὸς τροφὴ καὶ τὰ παρὰ τούτων ἀναθήματα ἱεροσύλοις χορηγία τῶν ἀκολασιῶν. σοὶ δέ, ὥσπερ εἴρηται, νεὼς μὲν ἔστω τοῦ θεοῦ ὁ ἐν σοὶ νοῦς. παρασκευαστέον δὲ αὐτὸν καὶ κοσμητέον εἰς καταδοχὴν τοῦ θεοῦ ἐπιτήδειον. μη δὲ ἐφήμερος ὁ κόσμος ἔστω καὶ τὰ τῆς παραδοχῆς καὶ πάλιν γέλωτες καὶ ἀφροσύναι καὶ τὸ χώρημα τοῦ πονηροῦ δαίμονος. 20ἐὰν οὖν ἀεὶ μνημονεύῃς ὅτι ὅπου ἂν ἡ ψυχή σου περιπατῇ καὶ τὸ σῶμα ἐνεργὸν ἀποτελῇ, θεὸς παρέστηκεν ἔφορος ἐν πάσαις σου ταῖς βουλαῖς καὶ ταῖς πράξεσιν, αἰδεσθήσῃ μὲν τοῦ θεωροῦ τὸ ἄληστον, ἕξεις δὲ τὸν θεὸν σύνοικον. κα- κἂν τὸ στόμα οὖν σου πρόφασίν τινα πράγματος ἄλλου του διαλέγηται, μετὰ τῆς γνώμης τὸ φρόνημα τετράφθω πρὸς τὸν θεόν. οὕτως γάρ σοι καὶ ὁ λόγος ἔνθεος ἔσται διὰ φωτὸς τοῦ θεοῦ τῆς ἀληθείας λαμπρυνόμενος καὶ ῥᾷον προχωρῶν. θεοῦ γὰρ γνῶσις ποιεῖ βραχύν λόγον. 21ὅπου δ’ἂν λήθη παρεισέλθῃ θεοῦ, τὸν κακὸν δαίμονα ἀνάγκη ἐν σοὶ οἰκεῖν · χώρημα γὰρ ἡ ψυχή, ὥσπερ μεμάθηκας, ἢ θεῶν ἢ δαιμόνων. καὶ θεῶν μὲν συνόντων πράξει τὰ ἀγαθὰ καὶ διὰ τῶν λόγων καὶ διὰ τῶν ἔργων · ὑποδεξαμένη δὲ ψυχὴ τὸν κακὸν σύνοικον διὰ πονηρίας πάντα ἐνεργεῖ. ὅταν οὖν ἴδῃς ἅνθρωπον τοῖς κακοῖς χαίροντα καὶ δρῶντα, γίνωσκε τοῦτον ἠρνῆσθαι μὲν τὸν θεὸν ἐν τῇ γνώμῃ, πονηροῦ δὲ δαίμονος ὄντα ἐνδιαίτημα. θεὸν οἱ μὲν εἶναι νομίζοντες καὶ διοικεῖν ἅπαντα τοῦτο γέρας ἐκτήσαντο διὰ τῆς γνώσεως καὶ τῆς βεβαίας πίστεως, τὸ μεμαθηκέναι ὅτι ὑπὸ θεοῦ προνοεῖται πάντα καὶ εἰσὶν ἄγγελοι θεῖοίτε καὶ ἀγαθοὶ δαίμονες ἐπόπται τῶν πραττομένων, οὓς καὶ λαθεῖν ἀμήχανον. καὶ δὴ τοῦτο οὕτως ἔχειν πεπεισμένοι φυλάττονται μὲν μὴ διαπίπτειν τοῖς κατὰ τὸν βίον, πρὸ ὄψεως ἔχοντες τὴν τῶν θεῶν ἀναπόδραστον ἐφόρασιν · εὐγνώμονα δὲ βίον κτησάμενοι μανθάνουσι θεούς γινώσκονταίτε γινωσκομένοις θεοῖς. 22οἱ δὲ μήτε εἶναι θεούς πιστεύσαντες μήτε προνοίᾳ θεοῦ διοικεῖσθαι τὰ ὅλα, δίκης κόλασιν πεπόνθασι τὸ μήτε ἑαυτοῖς πιστεύειν μήθ’ἑτέροις ὅτι θεοὶ εἰσὶ καὶ οὐκ ἀλόγῳ φορᾷ διοικεῖται τὰ πάντα. εἰς κίνδυνον οὖν ἄφατον ἑαυτούς ἐμβαλόντες ἀλόγῳ ὁρμῇ καὶ εὐδιαπτώτῳ τοῖς κατὰ τὸν βίον ἐπιτίθενται καὶ πάντα δρῶσιν ἃ μὴ θέμις, ἀναιρεῖν πειρώμενοι τὴν περὶ θεοὺς ὑπόληψιν. καὶ δὴ τούτους μὲν ἀγνοίας ἕνεκα καὶ ἀπιστίας θεοὶ διαφεύγουσιν · αὐτοὶ δὲ θεοὺς καὶ τὴν ὀπαδὸν τῶν θεῶν Δίκην οὔτε φυγεῖν οὔτε λαθεῖν δύνανται · βίον δὲ κακοδαίμονα καὶ πλανήτην ἑλόμενοι ἀγνοοῦντες θεούς γινώσκονται θεοῖς καὶ τῇ δίκῃ τῇ παρὰ θεῶν. 23κα- κἂν θεούς τιμᾶν οἴωνται καὶ πεπεῖσθαι εἶναι θεούς, ἀρετῆς δὲ ἀμελῶσι καὶ σοφίας, ἤρνηνται θεοὺς καὶ ἀτιμάζουσιν. οὔτε γὰρ ἄλογος πίστις δίχα τοῦ ὀρθῶς ζῆν ἐπιτυχὴς θεοῦ, οὔτε μὴν τὸ τιμᾶν θεοσεβὲς ἄνευ τοῦ μεμαθηκέναι ὅτῳ τρόπῳ χαίρει τὸ θεῖον τιμώμενον. εἰ μὲν γὰρ προχοαῖς ἢ θυηλαῖς τερπόμενον πείθεται, οὐκ ἂν εἴη δίκαιον τῷ τὴν ἴσην πάντας ἀμοιβὴν αἰτεῖν μὴ τὴν ἴσην λαχόντας τύχην. εἰ δὲ τούτων οὐδὲν ἧττον, μόνῳ δὲ ἥδεται τῷ καθαρεύειν τὴν διάνοιαν, ὃ δὴ δυνατὸν ἐκ προαιρέσεως παντί τῳ προσεῖναι, πῶς οὐκ ἂν εἴη δίκαιον; εἰ δὲ ἐξ ἀμφοῖν τὸ θεῖον θεραπευόμενον ἥδεται, ἱερείοις μὲν κατὰ δύναμιν, διανοίᾳ δὲ ὑπὲρ δύναμιν αὐτὸ τιμητέον. εὔχεσθαι θεῷ οὐ κακόν, ὡς τὸ ἀχαριστεῖν πονηρότατον. 24κακῶν ἀνθρώπῳ οὐδεὶς θεὸς αἴτιος, ἀλλὰ αὐτὸς ἑαυτῷ ὁ ἑλόμενος. εὐχὴ ἡ μὲν μετὰ φαύλων ἔργων ἀκάθαρτος καὶ διὰ τοῦτο ἀπρόσδεκτος ὑπὸ θεοῦ · ἡ δὲ μετὰ καλῶν ἔργων καθαράτε ὁμοῦ καὶ εὐπρόσδεκτος · τέσσαρα στοιχεῖα μάλιστα κεκρατύνθω περὶ θεοῦ · πίστις, ἀλήθεια, ἔρως, ἐλπίς. πιστεῦσαι γὰρ δεῖ ὅτι μόνη σωτηρία ἡ πρὸς τὸν θεὸν ἐπιστροφή, καὶ πιστεύσαντα ὡς ἔνι μάλιστα σπουδάσαι τα- τἀληθῆ γνῶναι περὶ αὐτοῦ, καὶ γνόντα ἐρασθῆναι τοῦ γνωσθέντος, ἐρασθέντα δὲ ἐλπίσιν ἀγαθαῖς τρέφειν τὴν ψυχὴν περὶ τοῦ βίου. ἐλπίσι γὰρ ἀγαθαῖς οἱ ἀγαθοὶ τῶν φαύλων ὑπερέχουσι. στοιχεῖα μὲν οὖν ταῦτα καὶ τοσαῦτα κεκρατύνθω. 25τρεῖς δὲ νόμοι διακεκρίσθωσαν οἵδε · εἷς μὲν ὁ τοῦ θεοῦ, ἕτερος δὲ ὁ τῆς θνητῆς φύσεως, τρίτος δὲ ὁ θετὸς κατ’ἔθνη καὶ πόλεις. ὁ μὲν οὖν τῆς φύσεως ἀφορίζων τὰ μέτρα τῶν χρειῶν τοῦ σώματος καὶ τὸ ἐν ταύταις δεικνὺς ἀναγκαῖον τὸ μάτην κα- κἀκ περιττοῦ σπουδαζόμενον ἐλέγχει. ὁ δὲ θετόςτε καὶ κατ’ἔθνη διατεταγμένος κατὰ συνθήκην τὴν πρὸς ἀλλήλους κρατύνει κοινωνίαν διὰ τῆς πρὸς τὰ τεθέντα ὁμολογίας. ὁ δ’αὖ θεῖος ὑπὸ μὲν τοῦ νοῦ σωτηρίας ἕνεκα ταῖς λογικαῖς ψυχαῖς κατὰ τὰς ἐννοίας διετάχθη, δι’ἀληθείας δὲ τῶν ἐν αὐταῖς πεπραγμένων εὑρίσκεται. παραβαίνεται δὲ ὁ μὲν τῆς φύσεως κεναῖς δόξαις ἀγνοηθεὶς ὑπὸ τῶν τῇ ἄγαν φιλοσωματίᾳ προσκειμένων τῷ σώματι · ὑπερβαίνεται δὲ καταφρονούμενος ὑπὸ τῶν ὑπεράνω γινομένων τοῦ σώματος καὶ διὰ τὸ σῶμα. ὁ δὲ θετὸς καιρῷ μὲν ὑποτάττεται ἄλλοτε ἀλλοῖος γραφόμενος κατὰ τὸ βίαιον τῆς τοῦ κρατοῦντος δυναστείας, εἰς κόλασιν δὲ ἀπάγει τὸν ἁλόντα, οὔτε τοῦ λαθόντος οὔτε τῆς προαιρέσεως ἐφικέσθαι δυνάμενος ἑκάστου. 26ὁ δέ γε θεῖος ἀγνοεῖται μὲν ψυχῇ δι’ἀφροσύνην καὶ ἀκολασίαν ἀκαθάρτῳ, ἐκλάμπει δὲ δι’ἀπαθείας καὶ φρονήσεως. καὶ οὔτε ὑπερβῆναι τοῦτον δυνατόν, οὐδὲν γὰρ τούτου ὑπεράνω, οὔτ’αὐτοῦ καταφρονῆσαι · οὐ γὰρ ἐκλάμψαι αὐτὸν οἷόντε ἐν τῷ καταφρονεῖν αὐτοῦ μέλλοντι · οὔτε τύχαις καιρῶν τρέπεται, ὅτι κρείττων ἦν τῆς τύχης καὶ πάσης βίας πολυτρόπου ἰσχυρότερος. νοῦς δὲ αὐτὸν μόνος γινώσκει μεταλλεύων αὐτοῦ τὴν ἔρευναν καὶ τετυπωμένον ἐν αὑτῷ ἐξευρίσκει τροφήντε ἀπ’αὐτοῦ πορίζει τῇ ὥσπερ σώματι αὐτοῦ ψυχῇ. νοῦ γὰρ σῶμα ψυχὴν λογικὴν θετέον, ἣν τρέφει ὁ νοῦς τὰς ἐν αὐτῇ ἐννοίας, ἃς ἐνετύπωσε καὶ ἐνεχάραξεν ἐκ τῆς τοῦ θείου νόμου ἀληθείας, εἰς ἀναγνώρισιν ἄγων διὰ τοῦ παρ’αὐτῷ φωτός · καὶ διδάσκαλος αὐτὸς γινόμενος καὶ σωτὴρ καὶ τροφεύς καὶ φύλαξ καὶ ἀναγωγός, κατὰ σιγῆς μὲν φθεγγόμενος τὴν ἀλήθειαν, τὸν δὲ θεῖον αὐτῆς ἐξελίττειν νόμον διδοὺς διὰ τῆς εἰς αὐτὸν ἐμβλέψεως ἐν ταῖς εἰς αὐτὸν ἐπιβολαῖς ἐν αὐτῇ τετυπωμένον ἐξ ἀιδίου ἐπιγινώσκει. 27κατανοητέον οὖν πρῶτόν σοι τὸν τῆς φύσεως νόμον, ἀπὸ δὲ τούτου ἀναβατέον ἐπὶ τὸν θεῖον, ὃς καὶ τὸν τῆς φύσεως διέταξε νόμον · ἀφ’ὧν ὁρμωμένη οὐδαμοῦ εὐλαβήσῃ τὸν ἔγγραφον. οἱ γὰρ ἔγγραφοι νόμοι χάριν τῶν μετρίων κεῖνται, οὐχ ὅπως μὴ ἀδικῶσιν, ἀλλ’ὅπως μὴ ἀδικῶνται. ὁ τῆς φύσεως πλοῦτος ἀληθῶς φιλόσοφος ὥρισται καὶ ἔστιν εὐπόριστος, ὁ δὲ τῶν κενῶν δοξῶν ἀόριστόςτε καὶ δυσπόριστος. ὁ οὖν τῇ φύσει κατακολουθῶν καὶ μὴ ταῖς κεναῖς δόξαις ἐν πᾶσιν αὐτάρκης · πρὸς γὰρ τὸ τῇ φύσει ἀρκοῦν πᾶσα κτῆσίς ἐστι πλοῦτος, πρὸς δὲ τὰς ἀορίστους ὀρέξεις καὶ ὁ μέγιστος πλοῦτος ἐστίν. οὐ σπάνιόν γε εὑρεῖν ἄνθρωπον πρὸς τὸ τῆς φύσεως τέλος πλούσιον καὶ πρὸς τὰς κενὰς δόξας. οὐδεὶς γὰρ τῶν ἀφρόνων οἷς ἔχει ἀρκεῖται, μᾶλλον δὲ οἷς οὐκ ἔχει ὀδυνᾶται. ὥσπερ οὖν οἱ πυρέσσοντες διὰ κακοήθειαν τῆς νόσου ἀεὶ διψῶσι καὶ τῶν ἐναντιωτάτων ἐπιθυμοῦσιν, οὕτω καὶ οἱ τὴν ψυχὴν κακῶς ἔχοντες διακειμένην πένονται πάντων ἀεὶ καὶ εἰς πολυτρόπους ἐπιθυμίας ὑπὸ λαιμαργίας ἐμπίπτουσιν. 28ἁγνεύειν οὖν καὶ οἱ θεοὶ δι’ἀποχῆς βρωμάτων καὶ ἀφροδισίων προσέταξαν, εἰς τὸ τῆς φύσεως, ἣν αὐτοὶ συνέστησαν, ἐπάγοντες βούλημα τούς εὐσέβειαν μετιόντας, ὡς ἅπαντος τοῦ παρὰ τὸ βούλημα πλεονάζοντος μιαροῦ καὶ θανασίμου. φοβούμενος γὰρ ὁ πολὺς τὸ λιτὸν τῆς διαίτης, διὰ τὸν φόβον ἐπὶ πράξεις πορεύεται τὰς μάλιστα πλοῦτον παρασκευαζούσας. καὶ πολλοὶ τοῦ πλούτου τυχόντες οὐ τὴν ἀπαλλαγὴν τῶν κακῶν εὗρον, ἀλλὰ μεταβολὴν μειζόνων. δι’ὃ φασὶν οἱ φιλόσοφοι οὐδὲν οὕτως ἀναγκαῖον ὡς τὸ γινώσκειν καλῶς τὸ μὴ ἀναγκαῖον, πλουσιωτάτην δὲ εἶναι πάντων τὴν αὐτάρκειαν καὶ σεμνὸν τὸ μηδενὸς δεῖσθαι λαμβάνονται. δι’ὃ καὶ μελετᾶν παρακελεύονται οὐχ ὅπως τι ποριστέον ἀναγκαῖον, ἀλλ’ὅπως μᾶλλον θαρρήσομεν μὴ πορισθέντος. 29μη δὲ αἰτιώμεθα τὴν σάρκα ὡς τῶν μεγάλων κακῶν αἰτίαν μη δ’εἰς τὰ πράγματα τρέπωμεν τὰς δυσφορίας, ἐν δὲ τῇ ψυχῇ τὰς τούτων αἰτίας μᾶλλον ζητῶμεν καὶ ἀπορρήξαντες πᾶσαν ματαίαν τῶν ἐφημέρων ὄρεξιν καὶ ἐλπίδα ὅλοι γενώμεθα ἑαυτῶν. ἢ γὰρ διὰ φόβον τις κακοδαιμονεῖ ἢ δι’ἀόριστον καὶ κενὴν ἐπιθυμίαν · ἅ τις χαλινῶν δύναται τὸν μακάριον ἑαυτῷ περιποιῆσαι λογισμόν. ἐφ’ὅσον δ’ἂν ἀμηχανῇς, λήθῃ τῆς φύσεως ἀμηχανεῖς · αὑτῇ γὰρ ἀορίστους φόβους καὶ ἐπιθυμίας προσβάλλεις. κρεῖσσον δέ σοι θαρρεῖν ἐπὶ στιβάδος κατακειμένῃ ἢ ταράττεσθαι χρυσῆν ἐχούσῃ κλίνην καὶ πολυτελῆ τράπεζαν. ἐξ ἐργασίας θηριώδους οὐσίας μὲν πλῆθος σωρεύεται, βίος δὲ ταλαίπωρος συνίσταται. 30ἀφυσιολόγητον μηδὲν ἡγοῦ βοώσης τῆς σαρκὸς βοᾶν τὴν ψυχήν. σαρκὸς δὲ φωνὴ μὴ πεινῆν, μὴ διψῆν, μὴ ῥιγοῦν. καὶ ταῦτα τὴν ψυχὴν χαλεπὸν μὲν κωλῦσαι, ἐπισφαλὲς δὲ παρακοῦσαι τῆς παραγγειλάσης φύσεως αὐτῇ διὰ τῆς προσφυοῦς αὐτῇ αὐταρκείας καθ’ἡμέραν καὶ τὰ περὶ τῆς ψυχῆς μικρότερα διδάσκειν νομίζειν, καὶ εὐτυχοῦντας μὲν γινώσκειν ἀτυχεῖν, δυστυχοῦντας δὲ μὴ περὶ μέγα τίθεσθαι ὧν τὸ εὐτυχεῖν · καὶ δέχεσθαι μὲν ἀθορύβως τὰ παρὰ τῆς τύχης ἀγαθά, παρατετάχθαι δὲ πρὸς τὰ παρ’αὐτῆς δοκοῦντα εἶναι κακά · καὶ ὡς ἐφήμερον μὲν πᾶν τὸ τῶν πολλῶν ἀγαθόν ἐστι, σοφία δὲ καὶ ἐπιστήμη οὐδαμῶς τύχης κοινωνεῖ. 31οὐκ ἀπορεῖν τούτων πόνος ἐστίν, ἀλλὰ φεύγειν μᾶλλον τὸν ἀνόνητον ἐκ τῶν κενῶν δοξῶν πόνον. ἔρωτι γὰρ φιλοσοφίας ἀληθινῆς πᾶσα ταραχώδης καὶ ἐπίπονος ἐπιθυμία ἐκλύεται. κενὸς ἐκείνου φιλοσόφου λόγος ὑφ’οὗ μηδὲν πάθος ἀνθρώπου θεραπεύεται · ὥσπερ γὰρ ἰατρικῆς οὐδὲν ὄφελος ἣ μὴ τὰς νόσους τῶν σωμάτων θεραπεύει, οὕτως οὐ δὲ φιλοσοφίας, εἰ μὴ τὸ τῆς ψυχῆς ἐκβάλλει πάθος. ταῦτα μὲν οὖν καὶ τὰ πρὸς τούτοις ὅμοια ὁ τῆς φύσεως παραγγέλλει νόμος. 32ὁ δὲ θεῖος ἐκβοᾷ ἐν καθαρῷ διανοίας τόμῳ · εἰ μὴ τὸ σῶμα οὕτω σοι συνηρτῆσθαι φυλάσσεις ὡς τοῖς ἐμβρύοις κυοφορουμένοις τὸ χόριον καὶ τῷ σίτῳ βλαστάνοντι τὴν καλάμην, οὐ γνώσῃ σεαυτήν. οὐ δὲ γὰρ ἄλλος ὅστις μὴ οὕτω δοξάζει ἔγνω ἑαυτόν. ὥσπερ οὖν τὸ χόριον συγγενόμενον καὶ ἡ καλάμη τοῦ σίτου, τρυχωθέντα δὲ ῥίπτεται ἑκάτερα, οὕτω καὶ τὸ συναρτώμενον τῇ ψυχῇ παρείκῃ σῶμα οὐ μέρος ἀνθρώπου · ἀλλ’ἵνα μὲν ἐν γαστρὶ γένηται, προσυφάνθη τὸ χόριον, ἵνα δὲ ἐπὶ γῆς γένηται, συνεζύγη τὸ σῶμα. ὅσῳ τις τέτραπται πρὸς τὸ θνητόν, τοσούτῳ τὴν ἑαυτοῦ γνώμην ἀσύμμετρον παρασκευάζει πρὸς τὸ τῆς ἀφθαρσίας μέγεθος · καὶ ὅσῳ τῆς τοῦ σώματος προσπαθείας ἀφίσταται, τοσούτῳ μέτρῳ τῷ θείῳ πελάζει. ὁ συνετὸς ἀνὴρ καὶ θεοφιλὴς ὅσα οἱ ἄλλοι μοχθοῦσι τοῦ σώματος ἕνεκα, τοσαῦτα ὑπὲρ τῆς ψυχῆς σπουδάσεται πονῆσαι, οὐ τὸ μεμνῆσθαι ὧν ἤκουσεν αὔταρκες εἶναι νομίζων, τὸ δὲ ἀνατρέχειν εἰς ἃ δεῖ δι’ὧν ἤκουσεν μελετῶν. 33γυμνὸς δὲ ἀποσταλεὶς γυμνητεύων καλέσει τὸν πέμψαντα. μόνου γὰρ τοῦ μὴ τοῖς ἀλλοτρίοις πεφορτισμένου ἐπήκοος ὁ θεός, καὶ τῶν καθαρῶν ἀπὸ τῆς φθορᾶς ὑπερκείμενος. μέγα ἡγοῦ σοι ἐφόδιον εἰς βίον μακάριον τὸ δεδεμένον ἐν φύσει δῆσαι τὸν δήσαντα. ἐδέθημεν γὰρ φύσεως δεσμοῖς οἷς ἡμὰς περιέβαλε, κοιλίᾳ, μορίοις, λαιμῷ, τοῖς ἄλλοις μέρεσι τοῦ σώματος καὶ ταῖς δι’αὐτῶν χρήσεσι καὶ ἡδυπαθείαις καὶ τοῖς ὑπὲρ τούτων φόβοις. ἐὰν οὖν τούτων τῆς γοητείας ὑπεράνω γενώμεθα καὶ τῆς ἐπιβουλῆς φυλαξώμεθα τὴν παγίδα, ἐδήσαμεν τὸν δήσαντα. μήτε οὖν εἰ ἄρρην εἶ μήτε εἰ θήλεια τὸ σῶμα πολυπραγμόνει, μη δὲ γυναῖκα ἴδῃς σαυτήν, ὅτι μη δ’ἐγὼ σοι ὡς τοιαύτῃ προσέσχον. φεῦγε τῆς ψυχῆς πᾶν τὸ θηλυνόμενον, ὡς εἰ καὶ ἄρρενος εἶχες τὸ σῶμα περικείμενον. ἐκ παρθένου γὰρ ψυχῆς καὶ ᾐθέου νοῦ τὰ τικτόμενα μακαριώτατα · ἐξ ἀδιαφθόρων γὰρ τὰ ἄφθορα · ἃ δὲ τίκτει τὸ σῶμα, μιαρὸν πᾶσι τοῖς θεοῖς ἐνομίσθη. 34μεγάλη οὖν παιδεία ἄρχειν τοῦ σώματος. πολλάκις κόπτουσί τινα μέρη ἐπὶ σωτηρίᾳ τοῦ σώματος · σὺ δ’ἐπὶ σωτηρίᾳ τῆς ψυχῆς ἕτοιμος ἔσο τὸ ὅλον σῶμα ἀποκόπτειν. ὧν γὰρ ἕνεκα ζῆν ἐθέλεις, καὶ ἀποθανεῖν μὴ κατόκνει. ἡγείσθω τοίνυν πάσης ὁρμῆς ὁ λόγος ἐξορίζων τούς δεινοὺς δεσπότας καὶ ἀθέους ἀφ’ἡμῶν · ὅτι καὶ χαλεπώτερον δουλεύειν πάθεσιν ἢ τυράννοις. ἀδύνατον δ’εἶναι ἐλεύθερον τὸν ὑπὸ παθῶν κρατούμενον · ὅσα γὰρ πάθη ψυχῆς, τοσοῦτοι καὶ ὠμοὶ δεσπόται. 35οἰκέτας πειρῶ μὴ ἀδικεῖν μη δὲ ὀργιζομένη κολάσῃς · κολάζειν δὲ μέλλουσα πεῖθε πρότερον ὅτι ἐπὶ συμφέροντι κολάζεις, διδοῦσα αὐτοῖς καιρὸν ἀπολογίας. παραιτοῦ εἰς τὴν κτῆσιν τοὺς αὐθάδεις. τὰ πολλὰ ἄσκει αὐτουργεῖν · λιτὸν γὰρ καὶ εὔπορον τὸ τῆς αὐτουργίας, καὶ δεῖ ἑκάστῳ τῶν μερῶν πρὸς ὃ ἡ φύσις κατεσκεύασε χρῆσθαι τοὺς ἀνθρώπους, τῆς φύσεως ἄλλου μὴ δεομένης. τοῖς γὰρ μὴ χρωμένοις τοῖς ἰδίοις, καταχρωμένοις δὲ τοῖς ἄλλοις διπλοῦν τὸ φορτίον καὶ πρὸς τὴν δεδομένην τὰ μέρη φύσιν ἀχάριστον. ψιλῆς δὲ ἕνεκα ἡδονῆς μηδέποτε χρήσῃ τοῖς μέρεσι πολλῷ γὰρ κρεῖττον τεθνάναι ἢ δι’ἀκρασίαν τὴν ψυχὴν ἀμαυρῶσαι […] κακίαν ἐνδιορθουμένη τῆς φύσεως […] οἷα δὲ οἰκέταις κοινωνοῦσα τιμῆς μεταδίδου τοῖς βελτίοσιν. οὐκ ἔσθ’ὅπως γὰρ οὖν ἄνθρωπον ἀδικοῦντα σέβειν θεόν · ἀλλὰ κρηπὶς εὐσεβείας σοι νομιζέσθω ἡ φιλανθρωπία καὶ […]