Life of Saint Marinus
Martyrdom of Marinus
1κατὰ τούτους εἰρήνης ἁπανταχοῦ τῶν ἐκκλησιῶν οὔσης, ἐν Καισαρείαι τῆς Παλαιστίνης Μαρῖνος τῶν ἐν στρατείαις ἀξιώμασι τετιμημένων, γένειτε καὶ πλούτωι περιφανὴς ἀνήρ, διὰ τὴν Χριστοῦ μαρτυρίαν τὴν κεφαλὴν ἀποτέμνεται, τοιᾶσδε ἕνεκεν αἰτίας. 2τιμή τίς ἐστι παρὰ Ῥωμαίοις τὸ κλῆμα, οὗ τοὺς τυχόντας φασὶν ἑκατοντάρχους γίνεσθαι. τόπου σχολάζοντος, ἐπὶ τοῦτο προκοπῆς τὸν Μαρῖνον ἡ τοῦ βαθμοῦ τάξις ἐκάλει, ἤδητε μέλλοντα τῆς τιμῆς ἔχεσθαι παρελθὼν ἄλλος πρὸ τοῦ βήματος, μὴ ἐξεῖναι μὲν ἐκείνωι τῆς Ῥωμαίων μετέχειν ἀξίας κατὰ τοὺς παλαιοὺς νόμους, Χριστιανῶι γε ὄντι καὶ τοῖς βασιλεῦσι μὴ θύοντι, κατηγόρει, αὐτῶι δ’ἐπιβάλλειν τὸν κλῆρον · 3ἐφ’ὧι κινηθέντα τὸν δικαστήν Ἀχαιὸς οὗτος ἦν πρῶτον μὲν ἐρέσθαι ποίας ὁ Μαρῖνος εἴη γνώμης, ὡς δ’ὁμολογοῦντα Χριστιανὸν ἐπιμόνως ἑώρα, τριῶν ὡρῶν ἐπιδοῦναι αὐτῶι εἰς ἐπίσκεψιν διάστημα. 4ἐκτὸς δῆτα γενόμενον αὐτὸν τοῦ δικαστηρίου Θεότεκνος ὁ τῆιδε ἐπίσκοπος ἀφέλκει, προσελθὼν δι’ὁμιλίας, καὶ τῆς χειρὸς λαβὼν ἐπὶ τὴν ἐκκλησίαν προάγει, εἴσωτε πρὸς αὐτῶι στήσας τῶι ἁγιάσματι, μικρόν τι παραναστείλας αὐτοῦ τῆς χλαμύδος καὶ τὸ προσηρτημένον αὐτῶι ξίφος ἐπιδείξας ἅματε ἀντιπαρατίθησιν προσαγαγὼν αὐτῶι τὴν τῶν θείων εὐαγγελίων γραφήν, κελεύσας τῶν δυεῖν ἑλέσθαι τὸ κατὰ γνώμην. ὡς δ’ἀμελλητὶ τὴν δεξιὰν προτείνας ἐδέξατο τὴν θείαν γραφήν, “ἔχου τοίνυν, ἔχου”, φησὶν πρὸς αὐτὸν ὁ Θεότεκνος, “τοῦ θεοῦ, καὶ τύχοις ὧν εἵλου, πρὸς αὐτοῦ δυναμούμενος, καὶ βάδιζε μετ’εἰρήνης”. 5εὐθὺς ἐκεῖθεν ἐπανελθόντα αὐτὸν κῆρυξ ἐβόα καλῶν πρὸ τοῦ δικαστηρίου · καὶ γὰρ ἤδη τὰ τῆς προθεσμίας τοῦ χρόνου πεπλήρωτο · καὶ δὴ παραστὰς τῶι δικαστῆι καὶ μείζονα τῆς πίστεως τὴν προθυμίαν ἐπιδείξας, εὐθὺς ὡς εἶχεν, ἀπαχθεὶς τὴν ἐπὶ θανάτωι, τελειοῦται.