Anonymous Flute Song

Anonymous Flute Song

1
μη δ’ἀδικεῖν ζήτει, μη δ’ἂν ἀδικῆι προσερίσηις ·
2
φεῦγε φόνους καὶ φεῦγε μάχας, φεῖσαι διαφρονεῖν,
3
εἰς δ’ὀλίγον πονέσεις, καὶ δεύτερον οὐ μεταμέληι.
4
αὔλει μοι.
5
ἶδες ἔαρ, χειμῶνα, θέρος · ταῦτ’ἐστι διόλου ·
6
ἥλιος αὐτὸς ἔδυ, καὶ νὺξ τὰ τεταγμέν’ἀπέχει ·
7
μὴ κοπία ζητεῖν πόθεν ἥλιος ἢ πόθεν ὕδωρ,
8
ἀλλὰ πόθεν τὸ μύρον καὶ τοὺς στεφάνους ἀγοράσηις.
9
αὔλει μοι.
10
κρήνας αὐτορύτους μέλιτος τρεῖς ἤθελον ἔχειν,
11
πέντε γαλακτορύτους, οἴνου δέκα, δώδεκα μύρου,
12
καὶ δύο πηγαίων ὑδάτων, καὶ τρεῖς χιονέων ·
13
παῖδα κατὰ κρήνην καὶ παρθένον ἤθελον ἔχειν.
14
αὔλει μοι.
15
Λύδιος αὐλὸς ἐμοὶ τὰ δὲ Λύδια παίγματα λύρας
16
καὶ Φρύγιος κάλαμος τὰ δὲ ταύρεα τύμπανα πονεῖ ·
17
ταῦτα ζῶν ἆισαίτ’ἔραμαι καὶ ὅταν ἀποθάνω
18
αὐλὸν ὑπὲρ κεφαλῆς θέτε μοι παρὰ ποσσὶ δὲ λύρην.
19
αὔλει μοι.
20
μέτρα τίς ἀν πλούτου, τίς ἀνεύρατο μέτρα πενίας
21
ἢ τίς ἐν ἀνθρώποις χρυσοῦ πάλιν εὕρατο μέτρον;
22
νῦν γὰρ ὁ χρήματ’ἔχων ἔτι πλείονα χρήματα θέλει,
23
πλούσιος ὢν δ’ὁ τάλας βασανίζεται ὥσπερ ὁ πένης.
24
αὔλει μοι.
25
νεκρὸν ἐάν ποτ’ἴδηις καὶ μνήματα κωφὰ παράγηις
26
κοινὸν ἔσοπτρον ὁρᾶις · ὁ θανὼν οὕτως προσεδόκα.
27
ὁ χρόνος ἐστὶ δάνος, τὸ ζῆν πικρός ἐσθ’ὁ δανίσας,
28
κἂν τότ’ἀπαιτῆσαί σε θέληι, κλαίων ἀποδιδοῖς.
29
αὔλει μοι.
30
Ξέρξης ἦν βασιλεὺς ὁ λέγων Διὶ πάντα μερίσαι,
31
ὃς δυσὶ πηδαλίοις μόνος ἔσχισε Λήμνιον ὕδωρ.
32
ὄλβιος ἦν ὁ Μίδας, τρὶς δ’ὄλβιος ἦν ὁ Κινύρας,
33
ἀλλὰ τίς εἰς Ἀίδα ὀβολοῦ πλέον ἤλυθεν ἔχων;
34
αὔλει μοι.