Pratinas

Fragments

.
.
1
τίς ὁ θόρυβος ὅδε; τί τάδε τὰ χορεύματα; τίς ὕβρις
2
ἔμολεν ἐπὶ
3
Διονυσιάδα πολυπάταγα θυμέλαν; ἐμὸς ἐμὸς ὁ Βρόμιος ·
4
ἐμὲ δεῖ κελαδεῖν, ἐμὲ δεῖ παταγεῖν ἀν’ὄρεα σύμενον
5
μετὰ Ναιάδων
6
οἷάτε κύκνον ἄγοντα ποικιλόπτερον μέλος.
7
τὰν ἀοιδὰν κατέστασε Πιερὶς βασίλειαν · ὁ δ’αὐλὸς
8
ὕστερον χορευέτω, καὶ γάρ ἐσθ’ὑπηρέτας.
9
κώμοις μόνον θυραμάχοιςτε πυγμαχίαισι νέων θέλοι
10
παροίνων
11
ἔμμεναι στρατηλάτας.
12
παῖε τὸν φρυνίου ποικίλου πνοὰν ἔχοντα,
13
φλέγε τὸν ὀλεσισιαλοκάλαμον, λαλοβαρύοπα … μελορυθμοβάταν
14
θῶπα τρυπάνῳ δέμας πεπλασμένον.
15
ἢν ἰδού · ἅδε σοι δεξιὰ καὶ ποδὸς διαρριφά, θριαμβοδιθύραμβε,
16
κισσόχαιτ’ἄναξ, ἄκουε τὰν ἐμὰν Δώριον χορείαν.
1
Λάκων ὁ τέττιξ εὔτυκος εἰς χορόν.
1
οὐ γᾶν αὐλακισμέναν ἀρῶν, ἀλλ’ἄσκαφον ματεύων,
6.1
μήτε σύντονον δίωκε μήτε τὰν ἀνειμέναν Ἰαστὶ μοῦσαν, ἀλλὰ
6.2
τὰν μέσαν νεῶν ἄρουραν
6.3
αἰόλιζε τῷ μέλει.
6.1
πρέπει τοι
6.2
πᾶσιν ἀοιδὰ λαβράκταις
6.3
Αἰολὶς ἁρμονία.