αἰσθάνεται ποταμοῦ γὰρ ἐπήλυσιν · ἢν δ’ἀπολείπηι, ῥίζηισιν μεγάληισιν ἅτε φρονέοντι λογισμῶι πλεῖον ὕδωρ ἕλκουσα πολυπληθεῖ τότε καρπῶι. ἀλλ’οὐκ ἔσθ’ὅτε καρπὸν ἐφεδρεύσουσι λαβέσθαι ἄνθρωποι χατέοντες ἐυτραφέων κυκλαμίνων · πολλὴ γὰρ Νείλοιο χύσις πολλὴ δ’ἐπὶ σίτωι ἀφθονίη τετάνυσται, ἐποίησεν δὲ γελῶσα εὐθενίην, οὗ καρπὸς ἐπὶ χθόνα πᾶσαν ὁδεύει. ὠγύγιος νόμος οὗτος ἀπ’ἀρχαίων ἔτ’ἀνάκτων, θέσθαι δένδρεα κεῖνα παρ’ἀλλήλοισι κολώναις, χώματος εὐύδροιο πέδην ἀλκτῆράτε λιμοῦ. περσείη δ’ἄκμητος ὑπὸ χλοεροῖσι πετήλοις εὐφορέοι καρπῶι περικαλλέι μη δὲ πεπαίνοι μεχρὶς ἐπανθήσουσι κλάδοι πρότερον περὶ καρπόν · πίπτοι μη δ’ἄρα νυκτὸς ὅτ’ἐγγύθεν ὄρνυται ὕδωρ περσείης ἄπο καρπὸς ἀτὲρ βαρυηχέος αὔρης. συμφέρεται μούνη γὰρ ἀθωπεύτωι δὲ γέγηθεν ἀδροσίηι · καρπὸν γὰρ ὑπ’ἀδροσίηισι πεπαίνει. σῆμα καὶ ἡμερίης εὐειδέος ἐγγὺς ἰδέσθαι · Νείλου πλημύροντος ὕδωρ νέον εὖτε πιοῦσα καρπὸν ἀπ’ὀφθαλμοῖο νέωι συνανήκατο βλαστῶι ἠέρος ἀκρισίηισι […]