G11 πλουσεG2νον G12αρεστι πG3 G12 ὁ σφόδρα ἐρῶν G10όμενον ωGχαG10 ὑπολαμβάνων G10 κίνδυνον ἐν ὧι G12ν τῆς εὐχῆς αG12 ἐλπίδα Gα G12 πολὺ καὶ ἡ συνήθης ταῖς γυναιξὶν αἰδὼς ἀπεστέρησεν G5ν θάρσος · ὁ δὲ G8 γαμεῖν ἐβούλετο G11εις καὶ ταῦτα G11κησαν τῶν αG2α G11ων γονέων αG2 G11ω πλανήσεσθαι G11 χρόνους ἐν οἷς ἀδιάφθορον καὶ ἀπείρατον Ἀφροδίτης φυλάξειν G7 ὠμωμόκει · ἀπιθαG8ς φυλακῆς τον G10 γενήσεσθαι G8 πρὸς τὴν ἀναβολὴν G8 ἀλλὰ δέξεσθαι G8αμεν δουλωG12 λέγοντα καὶ G12μεν οὐ δὲ το G12η ὑπέμειναν G12αυτο βουλομενG11την πεῖραν G12ς ἀνένεγκεν G10 οὔτε ἡ παῖς ἐτόλμG10ντο δὲ τοὺς G12 ἐθάρρουν γὰρ ἀμφότεροι πρὸς τὰς τηθίδας μᾶλλον ἢ τὰς αὑτῶν μητέρας. ὁ μὲν οὖν Νίνος πρὸς τὴν Δερκείαν ἀφικόμενος · “ὦ μῆτερ,” εἶπεν · “εὐορκήσας ἀφῖγμαι καὶ εἰς τὴν σὴν ὄψιν καὶ εἰς τὰς περιβολὰς τῆς ἐμοὶ τερπνοτάτης ἀνεψιᾶς. καὶ τοῦτο ἴστωσαν μὲν οἰ θεοὶ πρῶτον ὥσπερ δὴ καὶ ἴσασιν · τεκμηριώσομαι δὲ κα- κἀγὼ τάχα καὶ τῶι νῦν λόγωι. διελθὼν γὰρ τοσαύτην γῆν καὶ τοσούτων δεσπόσας ἐθνῶν ἢ δορικτήτων ἢ πατρώιωι κράτει θεραπευόντων με καὶ προσκυνούντων ἐδυνά μην εἰς κόρον έκπλῆσαι πᾶσαν ἀπόλαυσιν · ἦντε ἄν μοι τοῦτο ποιήσαντι δι’ἐλάττονος ἴσως ἡ ἀνεψιὰ πόθου · νῦν δὲ ἀδιάφθορος ἐληλυθὼς ὑπὸ τοῦ θεοῦ νικῶμαι καὶ ὑπὸ τῆς ἡλικίας. ἑπτακαιδέκατον ἔτος ἄγω καθάπερ οἶσθας καὶ ἐνεκρίθην μὲν εἰς ἄνδρας ἤδη πρὸ ἐνιαυτοῦ · παῖς δὲ ἄχρι νῦν εἰμι νήπιος; καὶ εἰ μὲν οὐκ ἠισθανόμην Ἀφροδίτης μακάριος ἂν ἦν τῆς στερρότητος · νῦν δὲ τῆς ὑμετέρας θυγατρὸς οὐκ αἰσχρῶς ἀλλὰ ὑμῶν ἐθελησάντων αἰχμάλωτος ἄχρι τίνος ἑαλωκὼς ἁρνήσομαι; καὶ ὅτι μὲν οἱ ταύτης τῆς ἡλικίας ἄνδρες ἱκανοὶ γαμεῖν δῆλον · πόσοι γὰρ ἄχρι πεντεκαίδεκα ἐφυλάχθησαν ἐτῶν ἀδιάφθοροι; νόμος δὲ βλάπτει με οὐ γεγραμμένος ἄλλως δὲ ἔθει φλυάρωι πληρούμενος ἐπειδὴ παρ’ἡμῖν πεντεκαίδεκα ὡς ἐπὶ τὸ πλεῖστον ἐτῶν γαμοῦνται παρθένοι. ὅτι δὲ ἡ φύσις τῶν τοιούτων συνόδων κάλλιστός ἐστι νόμος, τίς ἂν εὖ φρονῶν ἀντείποι; τετρακαίδεκα ἐτῶν κυοφοροῦσιν γυναῖκες καί τινες νὴ Δία καὶ τίκτουσιν. ἡ δὲ σὴ θυγάτηρ οὐ δὲ γαμήσεται; δύ’ἔτη περιμείνωμεν, εἴποις ἄν · ἐκδεχώμεθα, μῆτερ, εἰ καὶ ἡ Τύκη περιμενεῖ. θνητὸς δὲ ἀνὴρ θνητὴν ἡρμοσάμην παρθένον · καὶ οὐ δὲ τοῖς κοινοῖς τούτοις ὑπευθυνός εἰμι μόνον, νόσοις λέγω καὶ Τύκηι πολλάκις καὶ τοὺς ἐπὶ τῆς οἰκείας ἑστίας ἠρεμοῦντας ἀναιρούσηι · ἀλλὰ ναυτιλίαι μ’ἐκδέχονται καὶ ἐκ πολέμων πόλεμοι καὶ οὐ δὲ ἄτολμος ἐγὼ καὶ βοηθὸν ἀσφαλείας δειλίαν προκαλυπτόμενος, ἀλλ’οἷον οἶσθας, ἵνα μὴ φορτικὸς ὦ λεγων · σπευσάτω δή τι βασιλεία, σπευσάτω τι ἐπιθυμία, σπευσάτω τὸ ἀστάθμητον καὶ ἀτέκμαρτον τῶν ἐκδεχομένων με χρόνων, προλαβέτω τι καὶ φθήτω καὶ τὸ μονογενὲς ἡμῶν ἀμφοτέρων, ἵνα κα- κἂν ἄλλως ἡ Τύκη κακόν τι βουλεύηται περὶ ἡμῶν, καταλείπωμεν ὑμῖν ἐνέχυρα. ἀναιδῆ τάχα με ἐρεῖς περὶ τούτων διαλεγόμενον · ἐγὼ δὲ ἀναιδὴς ἂν ἤμην λάθτραι πειρῶν καὶ κλεπτομένην ἀπόλαυσιν ἁρπάζων καὶ νυκτὶ καὶ μέθηι καὶ θεράποντι καὶ τιθηνῶι κοινούμενος τὸ πάθος. οὐκ ἀναιδὴς δὲ μητρὶ περὶ γάμων θυγατρὸς εὐκταίων διαλεγόμενος καὶ ἀπαιτῶν ἃ ἔδωκας καὶ δεόμενος τὰς κοινὰς τῆς οἰκίας καὶ τῆς βασιλείας ἁπάσης εὐχὰς μὴ εἰς τοῦτον ἀναβάλλεσθαι τὸν καιρόν, ὃς ἐφ’ὑμῖν οὐκ ἔσται”. ταῦτα πρὸς βουλομένην ἔλεγε τὴν Δερκείαν καὶ τάχα βραδύνας προτέραν ἂν αὐτὴν ἐβιάσατο τοὺς περὶ τούτων ποιήσασθαι λόγους · ἀκκισαμένη δ’οὖν βραχέα συνηγορήσειν ὑπισχνεῖτο. τῆι κόρηι δ’ἐν ὁμοίοις πάθεσιν οὐχ ὁμοία παρρησία τῶν λόγων ἦν πρὸς τὴν Θάμβην. ἡ γάρ παρθένος ἐντὸς τῆς γυναικωνίτιδος ζῶσα οὐκ εὐπρεπεῖς ἐποίει τοὺς λόγους αὑτῆς · αἰτουμένη δὲ καιρὸν ἐδάκρυσε καὶ ἐβούλετο τι λέγειν, πρὶν δ’ἄρξασθαι ἀπεπαύετο · τὴν γὰρ μέλλησιν αὐτόματον σημήνασα λόγου, τὰ χείλη μὲν ἂν διῆιρε καὶ ἀνέβλεψεν ὥσπερ τιλέξουσα · ἐφθέγγετο δὲ τελέως οὐδέν · κατερρήγνυτο δὲ αὐτῆς δάκρυα · καὶ ἠρυθαίνοντο μὲν αἱ παρειαὶ πρὸς τὴν αἰδῶ τῶν λόγων. ἐξ ὑπογύου δὲ πάλιν ἀρχομένης πειρᾶσθαι λέγειν, ὠχραίνοντο διὰ τὸ δέος · μεταξὺ γὰρ ἦν φόβου καὶ ἐπιθυμίας καὶ ἐλπίδος καὶ αἰδοῦς, θρασυνομένου μὲν οὖν τοῦ πάθους, ἀποδεούσης δὲ τῆς γνώμης, ἐκυG9 καὶ μετὰ πολλοῦ κG5 ἡ Θάμβη τὰ δάκρυα ταῖς χερσὶν ἀπομάττουσα προσέταττε θαρρεῖν καὶ ὅτι βούλοιτο διαλέγεσθαι. ὡς δὲ οὐδὲν ἤνυσεν, ἀλλὰ ὁμοίοις ἡ παρθένος κατείχετο κακοῖς, “ἅπαντος,” ἔφη, “μοι λόγου κάλλιον ἡ σιωπὴ διαλέγεται. μή τι μέμφηι τὸν ἐμὸν υἱόν; οὐδὲν μὲν γὰρ τετόλμηκεν οὐ δὲ θρασὺς ἡμῖν ἀπὸ τῶν κατορθωμάτων καὶ τροπαίων ἐπανελθὼν οἷα πολεμιστὴς πεπαρώινηκεν εἰς σέ. τάχα δὲ κα- κοὐκ ἂν ἐσιώπας τοιούτου γενομένου. ἀλλὰ βραδὺς ὁ νόμος τοῖς ἐφωριόις γάμων. σπεύδει δὲ γαμεῖν ὁ ἐμὸς υἱός. οὐ δέ, διὰ τοῦτ’εἰ κλαίεις, βιασθῆναί σε δεῖ”. καὶ ἅμα μειδιῶσα περιέβαλλεν αὐτὴν καὶ ἠσπάζετο. χαραῖ δὲ φθέγξασθαι μέν τι οὐ δὲ τότε ἐτόλμησεν ἡ κόρη, παλλομένην δὲ τὴν καρδίαν τοῖς στέρνοις αὐτῆς προσθεῖσα καὶ λιπαρέστερον καταφιλοῦσα τοῖςτε πρότερον δάκρυσι καὶ τῆι τότε χαραῖ μόνον οὐχὶ καὶ λάλος ἔδοξεν εἶναι ὧν ἐβούλετο · συνῆλθον οὖν αἱ ἀδελφαὶ καὶ προτέρα μὲν ἡ Δερκεία, “περὶ σπουδαίων,” ἔφη αἰδοῦς, θρασυνομένου μὲν οὖν τοῦ πάθους, ἀποδεούσης δὲ τῆς γνώμης, ἐκυG9 G7ου γὰρ ἀπελείφθη. τῆς μητρὸς εντοG7 ἠκολούθησεν, ακαG7 καὶ περιερρηγμέν G4 οὐδαμῶς ἱεροπρεπής, G9ε δακρύων καὶ κοG8 ἐκ τοῦ σχήματος G10 εἰρχθεῖς ἅτε μεG6 ἀναπηδήσασαν δὲ αὐτὴν ἀπὸ κλίνης καὶ βουλομένG9αι ταῦτα, πιέσας G11 χερσὶν ὁ Νίνος G12ς “εἰπών,” σοὶ μεG9θενων ἔστω καὶ G9ης μητρὸς καὶ ηG9ς οὕτως ἀγομεG9σαι. τάχα που κα- κἀγὼ G9ς · οὐ δὴ βούλομαι G9ων μᾶλλον ἢ προG9νεύεσθαι. οὐ δ’αυG9σα μὴ ὑπονοήG8 πίστις ἔστω τοῦ G9 τὰ ὀμοσθέντα · τὸ G6 τοῦ ὅρκου πεπιστεG6 “. οὗτοι δὲ πανήμεροι συνῆσαν ἀλλήλοις, ὅσα μὴ ὑπὸ τῶν στρατιωτικῶν ἀφείλκετο · οὐ δὲ ἐλλιπῶς ὁ Ἔρως ἀνερρίπιζεν αὐτούς · κόρωι μὲν το G11 διαιτήσεως ἀμG11τε δ’εἰς τὰς ἐπιG10 χερσὶ διαζεύξεως G8μενος. ὄυπω G12 ἀκμάζοντος G8 στρατηγὸς ἈρμενιG15μενος ηG?. […] ἀνόπλου συνκροτεῖν τῶν ἐπιχωρίων, δοκοῦν δὴ καὶ τῶι πατρὶ τὸ Ἑλληνικὸν καὶ Καρικὸν ἅπαν σύνταγμα · καὶ μυριάδας Ἀσσυρίων ἐπιλέκτους ἑπτὰ πεζὰς καὶ τρεῖς ἱππέων ἀναλαβὼν ὁ Νίνος ἐλέφαντάςτε πεντήκοντα πρὸς τοῖς ἑκατὸν ἤλαυνε. καὶ φόβος μὲν ἦν κρυμῶν καὶ χιόνων περὶ τὰς ὀρείους ὑπερβολάς · παραλογώτατα δὲ θῆλυς καὶ πολὺ θερειότερος τῆς ὥρας ἐπιπεσὼν νότος λῦσαίτε ἐδυνήθη τὰς χιόνας καὶ τοῖς ὁδεύουσιν ἐπεικῆ πέραπάσης ἐλπίδος τὸν ἀέρα παρασχεῖν. ἐμόχθησαν δὴ ταῖς διαβάσεσι τῶν ποταμῶν μᾶλλον ἢ ταῖς διὰ τῶν ἀκρωρειῶν πορείαις · καὶ ὀλίγος μέν τις ὑποζυγίων φθόρος καὶ τῆς θεραπείας ἐγένετο · ἀπαθὴς δὲ ἡ στρατιὰ καὶ ἀπ’αὐτῶν ὧν ἐκινδύνευσε θρασυτέρα κατὰ τῶν πολεμίων διεσέσωστο. νενικηκυῖα γὰρ ὁδῶν ἀ πορίας καὶ μεγέθη ποταμῶν ὑπερβάλλοντα βραχὺν εἶναι πόνον ὑπελάμβανε μεμηνότας ἑλεῖν Ἀρμενίους. εἰς δὲ τὴν ποταμίαν ἐμβαλὼν ὁ Νίνος καὶ λείαν ἐλασαμενος πολλὴν ἐρυμνὸν περιβάλλεται στρατόπεδον ἔν τινι πε δίωι. (δέκατε ἡμέρας ἀναλαβὼν μάλιστα τοὺς ἐλέφαντας ἐν ταῖς πορείαις ἀποτετρυμένους) ὡς εκG9 μετὰ πολλῶν οG5 μυριάδων ἐξαγαγὼν τὴν δύναμιν παρατάττει · κατέστησε δὲ τὴν μὲν ἵππον ἐπὶ τῶν κεράτων, ψιλοὺς δὲ καὶ γυμνήτας, τοτε ἄγημα βασιλικὸν ἅπαν ἐπὶ τῶν G8 τῶν ἱππέων · μέση δ’ἡ πεζῶν φάλαγξ παρέτεινενG? · προσθὲν δὲ οἱ ἐλέφαντες ἱκανὸν ἀπ’ἀλλήλων μεταίχμιον διαστάντες πυργηδὸν ὡπλισμένοι προεβέβληντο τῆς φάλαγγος, καθ’ἕκαστον δὲ αὐτῶν ἦν χώρα διεστηκότων τῶν λόχων ὡς, εἴ τί που ταραχθείη θηρίον, ἔχοι διελθεῖν τὴν κατόπιν, οὕτως δὲ διεκεκόσμητο ἡ κατ’ἐκεῖνα G5ρος τὼν λόχων ἔκταξις ὥστε ἐπιμῦσαίτε ὁπότε βουληθείη δύνασθαι καὶ πάλιν διεκστῆναι, τὸ μὲν εἰς τὴν ὑποδοχὴν τῶν θηρίων, τὸ δὲ εἰς κώλυσιν τῆς εἰσδρομῆς τῶν πολεμίων. τοῦτον οὖν τὸν τρόπον ὁ Νίνος τὴν ὅλην διατάξας δύναμιν ἵππωι G5λαύνει. καὶ καθάπερ εἰς ἱκεσίαν προτείνων τὰς χεῖρας,” τὸ θεμέλιον, “ἔφη, τάτε κρίσιμα τῶν ἐμῶν ἐλπίδων τάδε ἐστίν. ἀπὸ τῆσδε τῆς ἡμέρας ἢ ἄρξομαί τινος μείζονος ἢ πεπαύσομαι καὶ τῆς νῦν ἀρχῆς. τῶν γὰρ ἐπ’Αἰγυπτίους G8 τα τῆς ἄλλης πολεμG9