Letters
Letters of Brutus
Βροῦτος Περγαμηνοῖς. ἀκούω ὑμᾶς Δολοβέλλᾳ χρήματα δεδωκέναι. ἃ εἰ μὲν ἑκόντες ἔδοτε, ὁμολογεῖτε ἀδικεῖν · εἰ δὲ ἄκοντες, ἀποδείξατε τῷ ἐμοὶ ἑκόντες δοῦναι. Βροῦτος Περγαμηνοῖς. Δολοβέλλας ἐστὶν ἡμῖν μὲν πολέμιος, ὑμῖν δὲ φίλος, ᾧ εἰς ἅπαν καὶ καθ’ἡμῶν ὑπουργεῖσθε. τί δῆτα ἂν ἕποιτο τοῖς τὰ αὐτὰ ἐκείνῳ ἑλομένοις εἰ μὴ ἁλόντας ἴσα πολεμίοις πάσχειν; οὐ δὲ γὰρ μετάνοιαν δοτέον τοῖς οὐ πρὶν ἢ ἐς τὸ παντελὲς ἀποκαμεῖν μετανοοῦσι. Βροῦτος Περγαμηνοῖς. τὰ χρήματα ἡμῖν εἰς ὃν ἐπετάξαμεν καιρὸν μὴ πέμψαντες, οὐδὲν ἄλλο εἰ μὴ τὸ δοκεῖν μετὰ τοῦ βεβιάσθαι ταῦτα παρασχεῖν ὠφέλησθε. ὥστε διχόθεν ὑμᾶς βεβλάφθαι, καὶ τῷ τὸ ἀνάλωμα κατ’ἴσον ὑπομεῖναι (δώσετε γὰρ τοσούτῳ κάκιον ὅσῳπερ ἄκοντες) καὶ τῷ ἣν εἰκὸς ἀντὶ τῶν ὑπουργηθέντων φέρεσθαι χάριν ὑμᾶς ἀφῃρῆσθαι · οὐ γὰρ χρὴ τὴν τῶν προθύμων ὑπηκόων παρρησίαν νέμεσθαι τοὺς οὐκ ἂν εἰ μὴ μετὰ ἀνάγκης ταῦθ’ἡμῖν παρασχόντας. Βροῦτος Περγαμηνοῖς. τὰ χρήματα ὑμῶν ἐκόμισαν οἱ πρέσβεις, ὡς μὲν πρὸς ἣν ᾐτιᾶσθε ἀσθένειαν πλείω, ὡς δὲ πρὸς ἣν ᾐτούμεθα χρείαν ὀλίγα. φυλάττεσθε οὖν μὴ καὶ δύνησθε πλεῖον οὗ προσποιεῖσθε καὶ βούλησθε ἔλαττον οὗ δύνασθε. Βροῦτος Περγαμηνοῖς. ψήφισμα ὑμέτερον οἱ πρέσ-βεις ὑμῶν ἀπεκόμισάν μοι ἐν Ἀβδήροις τὴν ἀπ’Ἰταλίας στρατιὰν ἐπισκοπουμένῳ, δεξάμενος δὲ τῆς μὲν βραδυ-τῆτος ὑμᾶς ἐμεμψάμην (Περγαμηνοὺς γὰρ ταῦτα φρονεῖν ἐκ πολλοῦ ἂν ἐβουλόμην καὶ ἔδει), ἐπῄνεσα δὲ τῆς εἰς τὰ ἄλλα προθυμίας καὶ τῆς δωρεᾶς τῶν διακοσίων ταλάντων, δι’ἧς πάλαι ἄκοντες δοῦναι Δολοβέλλᾳ τὰ πεντήκοντα ἐπεδείξασθε. Βροῦτος Τραλλιανοῖς. εἰ μὲν ἐν τῇ ὑμετέρᾳ στρατο-πεδεύειν Δολοβέλλαν ἀνεχόμενοι οἴεσθε μηδὲν ἀδικεῖν με, οὐκ ὀρθῶς φρονεῖτε · εἰ δὲ νομίζετε ὧν ἂν τοὺς ἑαυτῶν πολεμίους ἀφελώμεθα, τούτων ὑμῖν ὡς ὄντων οἰκείων παραχωρήσειν, αὐτίκα πλανᾶσθαί μοι δοκεῖτε. ἢ εἴργετε οὖν αὐτὸν τῆς σφετέρας, ἢ ὅλως μη δ’ὑφ’ἡμῶν ἀδικεῖσθαι φάσκετε ὧν ἂν ἔχειν αὐτοὶ Δολοβέλλαν ἀφελόμενοι, ἀλλὰ μὴ ὑμῖν παραχωρεῖν ἀξιῶμεν. Βροῦτος Τραλλιανοῖς. καὶ πρόσθεν ὑμῖν ἐπέστειλα ὅτι ἁμαρτάνετε Δολοβέλλαν ἐν τῇ ὑμετέρᾳ στρατο-πεδεύοντα περιορῶντες, καὶ τὸ παρὸν ἴστε, εἰ μὲν ὡς οἰκείας αὐτῷ παραχωρεῖτε, οὐ δ’ἂν εἰ πρὸς ἡμῶν ἀφαιρεθείητε, ὧν ἐκείνῳ ὡς ἀλλοτρίων ἐξέστητε ἡμῖν ὡς ἰδίων ἀντιποιησόμενοι · εἰ δὲ ὡς φίλῳ ἐν τῇ ὑμετέρᾳ στρατοπεδεύειν δίδοτε, κοινωνεῖν αὐτῷ τῆς ἐπὶ τῷ πολέμῳ τύχης ἀρξάμενοι οὐ δὲ ἡμῖν ἀκούσιοι πολέμιοι φανεῖσθε. Βροῦτος Τραλλιανοῖς. ἠγγέλθη μοι Μηνόδωρον ὑμέτερον πολίτην, ξένον καὶ φίλον Δολοβέλλᾳ τῷ ἡμετέρῳ πολεμίῳ, καὶ πρότερον ὑμᾶς μὴ εἴργειν αὐτὸν ἐν τῇ ὑμετέρᾳ στρατοπεδεύοντα πεῖσαι, καὶ νῦν ὅπως καὶ αὐτὸν καὶ τὴν στρατιὰν αὐτοῦ τῇ πόλει δέξησθε συμβουλεύειν. ἐγὼ δὲ ὡς μὲν οὐδὲν ὀνήσει Δολοβέλλαν, εἰ καὶ ταῦτα καὶ ἔτι πλείω τούτων ποιῆσαι προσαχθείητε ὑπὸ Μηνοδώρου ἢ καὶ εἴ τις ἄλλος πείσειεν, οὐκ ἀγνοῶ, οὐ δὲ μὴν οὔτε Μηνόδωρον ἡ Δολοβέλλα φιλία καὶ ξενία. οὐ μὴν ἀλλ’οὐχ ὅπως κολάσαιμί τινας σκοπῶν ἐφεδρεύειν οἶμαι τοῖς ἑνὸς ἑκάστου ἁμαρτήμασιν. ἵνα μέντοι μηδὲν κολάσεως ἄξιον ἁμαρτεῖν ἀναγκασθῆτε, κελεύω ὑμᾶς Μηνόδωρον φυγαδεῦσαι τῆς πατρίδος τοῦ ἰδίου λυσιτελοῦς ἕνεκα, εἴ γέ τι λυσιτελεῖν ἔμελλεν αὐτῷ τὴν πατρίδα πωλοῦντι, Δολοβέλλαν δὲ μήτε τῇ πόλει δέχεσθαι τῆςτε γῆς ἐξελάσαι, βιαζόμενον δὲ ὅπλοις ἀμύνασθαι · ἢ ἀπειθοῦντας οὐχ ὑπὸ Μηνοδώρου ταῦθ’ὑμᾶς οἰήσομαι προαχθέντας πεισθῆναι, ἀλλ’αὐτοὺς Μηνοδώρῳ τούτων ἀφορμὴν δοῦναι ἐθέλοντας. Βροῦτος Τραλλιανοῖς. χρήματα ὅσα Δολοβέλλας κατέθετο παρὰ Μηνοδώρῳ τῷ ἑαυτοῦ ξένῳ εἴτέ τινας ἄλλας παρακαταθήκας, παρὰ τῶν τέκνων αὐτοῦ κομισάμενοι τῶν διαδεξαμένων αὐτοῦ τὴν οὐσίαν μετὰ τὴν ἐκείνου φυγὴν ἀναπέμψατε πρός με · εἰ δέ τι μὴ εἶναί φατε, αὐτοὺς τοὺς ἄνδρας μετὰ τέκνων καὶ γυναικῶν · οὐ γὰρ δίκαιον τοῖς τῶν ἐμῶν πολεμίων φίλοις ἢ καὶ ξένοις περαιτέρω τοῦ μηδὲν αὐτοὺς παθεῖν λυσιτελῆσαι τὴν ἡμετέραν ἐπιείκειαν. Βροῦτος Βιθυνοῖς. μηδενὶ δοκείτω χαλεπὸν εἰ πολλὰ εἰσπράττομεν πολλῶν δεόμενοι · τούτων γὰρ ἡμεῖς ἔργα ἀποδίδομεν. εἰ δὲ τὸ τῶν εἰσφορῶν πλῆθος βαρύνεσθε, μεμνῆσθαι χρὴ πόσοι πόνοι σὺν τοῖς διδομένοις ὑφ’ἡμῶν ἀναλίσκονται. παντὶ γὰρ δῆλον ὅτι τοῦ παρασκευαζομένου ὁ ταῖς παρασκευαῖς τοῦ πολέμου χρώμενος πλεῖον κάμνει, ἄλλωςτε καὶ ὑμῶν μὲν τῆς οἰκείας φροντίδος ἑκάστῳ, ἡμῖν δὲ τῆς ἁπάντων προνοεῖν ἀνάγκη. Βροῦτος Βιθυνοῖς. Ἀκύλαν ἐμὸν φίλον ἔπεμψα πρὸς ὑμᾶς κατασκευάσοντά μοι ναῦς στρογγύλας πεντήκοντα καὶ μακρὰς διακοσίας, τοσαύτας δὲ καὶ Δολοβέλλᾳ πυνθάνομαι ὑμᾶς παρασχῆσθαι. ὀρθῶς οὖν ποιήσετε ναύτας καὶ ἐρέτας εἰς ταῦτα τὰ πλοῖα, ἄχρι ἂν πρὸς ἐμὲ ἀνακομισθῇ, παρασχόντες τῷ Ἀκύλᾳ καὶ σιτηρέσιον τούτοις μηνῶν τεσσάρων. τῶν γὰρ εἰς τὴν ναυπηγίαν δεόντων ξύλων καὶ τῆς τούτων παρακομιδῆς ἐπὶ θάλατταν καὶ τεχνιτῶν εὖ οἶδ’ὅτι οὐδὲν ἀμελήσετε, μη δὲ Δολοβέλλᾳ ἐλλιπόντες. Βροῦτος Βιθυνοῖς. ἔγραψέ μοι Ἀκύλας πολλήν τινα ὑμῖν ῥᾳθυμίαν ἐγκεῖσθαι τῆς εἰς τὰ πλοῖα ὑπουργίας, ἐγὼ δὲ ἐκεῖνον σφόδρα ἐμεμψάμην τῆς ἀνεξικακίας, πειθόμενον ἐπιστολῶν μοι τῶν καθ’ὑμῶν, ἃς παρ’ἕκαστα πέμπων οὐ παύεται, δεῖν μᾶλλον ἢ νεῶν, κα- κἂν εἰ σὺν ταῖς κατ’αὐτοῦ πρεσβείαις δέοι · οὐ γὰρ οἷόντε διὰ τούτων ἐκείνας καταρτισθῆναι. ὑμᾶς δὲ ὑπομνήσαιμ’ἂν ἡδέως καὶ νῦν καὶ ἔπειτα τοῦ μὴ ἄκοντας ἡμῖν ἀλλ’ἑκόντας καὶ εἰς ταῦτα καὶ εἰς τὰ ἄλλα πάντα ὁμοίως συναγωνίζεσθαι · ἐκ τῶν παρόντων γὰρ καὶ περὶ ἐκείνων ῥᾴδιον τεκμαίρεσθαι. Βροῦτος Βιθυνοῖς. οἱ ἄκοντες ἡμῖν ὑπηρετοῦντες οὐχ ἃ μὴ βούλονται παρέχειν κερδαίνουσιν (ἀγαπητὸν γὰρ ἂν ἦν αὐτοῖς τοῦτό γε) ἀλλὰ τὴν ἐπ’ἐκείνοις χάριν, ἥτις ἂν αὐτοῖς ὠφείλετο ὑφ’ἡμῶν, ἀποβάλλουσι. κατασκευάσαντες οὖν τὰς ναῦς ὅνπερ τρόπον ἐπεστείλαμεν σὺν τοῖς ἐρέταις καὶ τῷ ὀφειλομένῳ σιτηρεσίῳ πέμψατε, ἢ ἀναγκασθήσεσθε οὐκ ἐπὶ τούτοις ἄχθεσθαι, ἀλλ’ὧν ἂν ὑπολίπωμεν χάριν ἡμῖν εἰδέναι. Βροῦτος Βιθυνοῖς. τὰ πλοῖα ἐγὼ πάντα ὅσων μοι ἔδει ἐν θαλάσσῃ ἔχω, παρασχόντων μοι Μακεδόνων καὶ Λεσβίων καὶ Φοινίκων. ὑμεῖς οὖν ἐπεὶ παρὰ τοὺς χειμῶνας αἰφνιδίως ἐπιπεσόντας ὑστερήσατε, τετρακόσιά μοι τάλαντα εἰς τὸ ἐπιβατικὸν αὐτῶν συγκομίσατε · νομίζω γὰρ εἰς μηδὲν ὑμῖν τούτων αἴτιον τὸν χειμῶνα γεγονέναι, ἐθελησάντων δὲ ὑμῶν ἐνοχλῆσαι. Βροῦτος Κυζικηνοῖς. τὰ ἀπὸ Βιθυνίας ὅπλα παραπέμψατε μέχρι Ἑλλησπόντου, ἢ κατὰ γῆν ἐπιθέμενοι ἢ κατὰ θάλατταν, αἴσθοισθε δ’ἂν αὐτοὶ τῆς ῥᾴονος αὐτῶν κομιδῆς. εἰ μέντοι βραδύτερον ἢ δεῖ ἡμῖν ἔλθοι ὡς ἂν εἰ καὶ παράπαν φθαρείη ἢ καὶ ὑπὸ τοῖς πολεμίοις γένοιτο, ὑφ’ὑμῶν ἠδικῆσθαι δόξομεν. Βροῦτος Κυζικηνοῖς. ἐκομίσθη τὰ ὅπλα καὶ εἰς ὃν ἐβουλόμεθα καιρόν. τῆς οὖν λειτουργίας ταύτης ἐν δέοντι γενομένης, ἀντιδίδομεν ὑμῖν τὴν Προκόννησον σὺν ταῖς ἐν αὐτῇ λιθουργίαις. Βροῦτος Λυκίοις. Ξάνθιοι τὴν ἐμὴν εὐεργεσίαν ὑπεριδόντες τάφον τῆς ἀνοίας ἐσχήκασι τὴν πατρίδα, Παταρεῖς δὲ πιστεύσαντες ἑαυτοὺς ἐμοὶ οὐδὲν ἐλλείπουσι διοικοῦντες τὰ καθ’ἕκαστα τῆς ἐλευθερίας. ἐξὸν οὖν καὶ ὑμῖν ἢ τὴν Παταρέων κρίσιν ἢ τὴν Ξανθίων τύχην ἑλέσθαι. Βροῦτος Λυκίοις. Ξανθίων τοὺς διαφυγόντας οἱ ὑποδεξάμενοι ὑμῶν οὐδὲν μετριώτερον πείσονται Ξανθίων, Παταρεῦσι δὲ καὶ Μυρεῦσι καὶ Κωρυκίοις καὶ Φασηλίταις, κα- κἂν ἄλλο τι εὖ ποιεῖν ὑποδεξάμενοι αὐτοὺς ἐθέλωσιν, ἐπιτρέπω, ἵνα ὀρθῶς αὑτοῖς βεβουλεῦσθαι φίλους ἡμᾶς ἀλλὰ μὴ πολεμίους ἑλόμενοι ἔργῳ αἴσθωνται ὁρῶντες Ξανθίους. Βροῦτος Λυκίοις. ὅσα ὑμῖν ἐστὶ μηχανικὰ ὄργανα τειχομαχίας ἢ ναυμαχίας, ἐπὶ Καῦνον παραπέμψατε Κασσίῳ, τῷ συνάρχοντί μου πορθοῦντι Ῥόδον, θᾶττον ἡμερῶν τριάκοντα ἀφ’ἧς ἂν ἡμέρας τὴν ἐπιστολὴν ταύτην δέξησθε, ἵνα μὴ τοῖς κατ’ἐκείνων ἡμῖν παρεσκευασμένοις ἀναγκασθῶμεν χρήσασθαι καθ’ὑμῶν. Βροῦτος Λυκίοις. αἱ μηχαναὶ ὑμῶν μετὰ τὸν πόλεμον, ὡς ἡ παροιμία, ἐκομίσθησαν. ἀλλ’ὑμᾶς γε ἐπαινοῦμεν · οὐ γὰρ ὑστερήσατε εἰς ἣν ἐκελεύσαμεν προθεσμίαν, Κάσσιος δὲ ἔφθασεν. Βροῦτος Παταρεῦσιν. Δαμάσιππον Ῥοδίων ναύ-αρχον μετὰ τὴν Ῥοδίων ἅλωσιν φυγόντα μετὰ δυεῖν καταφράκτων ἐπυθόμην παρὰ Ἑρμοδώρου τοῦ Σαμίου ἐμπόρου πεφηνέναι ἐν τῷ μεγίστῳ ὑμετέρῳ λιμένι. καταχθῆναι μὲν οὖν αὐτὸν ἐκεῖσε οὐδὲν ἁμάρτημα ὑμέτερον ἡγοῦμαι εἶναι, καταχθέντα δὲ εἰ περαιτέρω ποι τῆς γῆς ὑμῶν ἀποδρᾶναι ἐάσετε, καὶ ἀδικίας καὶ ἀνανδρίας ὑμῶν καταγνώσομαι. Βροῦτος Μυρεῦσι. Ξάνθιοι ἁλόντες ἐλεεῖσθαι ὑφ’ἡμῶν ἱκέτευον, ἦν δὲ οἶμαι χαλεπὸν τῆς ἐλπίδος τοῦ πολέμου κοινωνοῦντας φεύγειν τὰ πάθη, καὶ τὴν ἐκ τῆς νίκης ἡδονὴν θηρωμένους ἴσῃ εἰσχρῆσθαι τῇ διαμαρτίᾳ πρὸς τὸ ἄλυπον. καὶ τούτους οὖν ἐπιτηδείους παντελοῦς ἀπωλείας ἐθέμεθα, καὶ τοῖς ἄλλοις ἀποκηρύττομεν, εἰ μὴ εὐθέως ἡμᾶς δέχοιντο, μηδενὶ τὴν ἡμετέραν γνώμην ἐπιεικεστέραν τῆς ἐκείνων τύχης ἔσεσθαι. Βροῦτος Μυρεῦσι. ἡ συμμαχία ὑμῶν ἧκεν ἤδη νενικηκόσιν ἡμῖν. τοῦ μὲν οὖν μη δ’ὅλως τὸ βράδιον ἀφικέσθαι ἄμεινον, πρὸς μέντοι τὴν τοῦ πολέμου ὑπουργίαν ὁμοίως ἦτε ἄχρηστοι · ἡ γὰρ ἐν πολέμῳ βραδυτὴς ἴσον ἔχει τῷ μη δ’ὅλως γενομένῳ τὸ ἄπρακτον. Βροῦτος Καυνίοις. εὐνοεῖν μὲν ἡμῖν πρεσβευόμενοι προσποιεῖσθε, τὰ δὲ ἔργα εἰς οὐδὲν ὧν ἐχρῆν ἐσπουδακότας ἐλέγχει. ὁρᾶτε οὖν μὴ καὶ ἡμεῖς τῇ διὰ τῶν ἔργων πεισθέντες δυσμενείᾳ μᾶλλον ἢ τὴν ἐκ τῶν λόγων ἡδονὴν θηρώμενοι ὡς ἐχθροῖς ὑμῖν προσενεχθῶμεν. Βροῦτος Καυνίοις. αἱ μὲν κατ’ὄψιν ὑπουργίαι τῶν ὑπηκόων κολακείας καὶ φόβου τὸ πλέον μεμοίρανται, τὸ δὲ προθύμως εἰς ὃ ἂν ἐπιστέλλωμεν ὑπακούειν πολλὴν ἐνδείκνυται βεβαιότητα. καὶ ὑμεῖς οὖν ὑπὲρ ὧν ἐγράψαμεν διασκέψασθε πότερον ὑμῶν καὶ τὰς ἄλλας ὑπουργίας δι’ἀνάγκην ἁπάσας ἢ δι’εὔνοιαν χρὴ δέχεσθαι. πίστις γὰρ αὐτάρκης τῆς ἀεὶ βεβαιότητος φανεῖται τὸ διηνεκῶς ὑμῶν εἰς τὰς χρείας ἕτοιμον. Βροῦτος Ῥοδίοις. Ξανθίους ἀποστάντας ἡμῶν χειρωσάμενοι ἡβηδὸν ἀπεσφάξαμεν, τήντε πόλιν αὐτῶν κατεπρήσαμεν · Παταρεῦσι δὲ προσθεμένοις ἡμῖν τῶντε φόρων ἄφεσιν ἐδώκαμεν, ἐλευθέρους αὐτοὺς καὶ αὐτονόμους συγχωρήσαντες εἶναι, εἰς ἐπισκευήντε τῶν ὑπὸ τοῦ χρόνου καταλελυμένων παρ’αὐτοῖς πεντήκοντα τάλαντα ἐχαρισάμεθα. ὑμῖν οὖν βουλευομένοις περὶ ἑαυτῶν πάρεστιν ὁρᾶν ὄψει εἴτε χρὴ πολεμίους ἡμᾶς ὥσπερ Ξάνθιοι, εἴτε φίλους καὶ εὐεργέτας ὅνπερ τρόπον Παταρεῖς αἱρεῖσθαι. Βροῦτος Κώοις. Ῥόδος μὲν ἤδη δεδούλωται Κασσίῳ, πόλις αὐθαδέστερον αἰσθομένη τῆς οἰκείας ἰσχύος ἢ βεβαιότερον, Λυκία δὲ ἡμῖν ὑπήκοος πᾶσα, ἡ μὲν πολέμῳ καμοῦσα, ἡ δ’ἐκ τῆς ἀνάγκης ὠφελημένη τὸ ἀβίαστον · ἑκοῦσα γὰρ εἵλετο ἃ μετ’οὐ πολὺ ἔμελλε μὴ βουλομένη. καὶ ὑμεῖς οὖν ἕλεσθε ἢ πολέμῳ βιασθέντες δοῦλοι ἢ ἑκουσίως ἡμᾶς δεξάμενοι φίλοι γενέσθαι. Βροῦτος Κώοις. οὐδὲν οὔτε θαλάττης ἄνευ νεῶν οὔτε ἀγεωργήτου γῆς ὄφελος. πονήσατε οὖν περὶ τὰ σκάφη ὡς εἰ τῶνδε εἴητε ἄποροι, μηδὲν ἠπειρωτῶν πλέον ἐκ θαλάττης ὀνησόμενοι. Βροῦτος Κώοις. οἱ πεμφθέντες ἐπὶ τὴν παρ’ὑμῶν συμμαχίαν ἀπήγγειλάν μοι τὰς ναῦς ὑμῶν ἄρτι κατασκευάζεσθαι · εἰ δὲ εἰς τὸν τοῦ πολέμου καιρὸν παρασκευάζεσθε, εἰς τί χρήσεσθε ταῖς παρασκευαῖς οὐκ οἶδα. τί γὰρ πλέον ἰσχύος ἀκαίρου, ἧς παντελὴς ἀσθένεια τὸ ἄχρηστον; Βροῦτος Κυζικηνοῖς. οἱ πρέσβεις ὑμῶν συνέτυχόν μοι ἀπιόντι ἐπὶ τὸν πόλεμον καὶ παρεῖσθαι τῆς συμμαχίας ἱκέτευον, ἀσθένειαν αἰτιώμενοι καὶ τὸ ἀπορεῖν τὰ κοινά. δίκαιον μὲν οὖν ἦν, πλησίον ἤδη τῆς χρείας κατεπειγούσης, καὶ εἰ πρότερον οὐκ ἔδοτε, κα- κἂν νῦν ἐπιπέμψαι. πλέον γὰρ ἂν ἐτίμα τὴν λειτουργίαν ὑμῶν ὁ καιρός. ἐπεὶ δὲ ἐοίκατε τὴν κακίω τοῦ πολέμου προσλαβεῖν ἐλπίδα, τῇ μὲν ἀσθενείᾳ ὑμῶν ἣν αἰτιᾶσθε ἥδομαι (το- τοὐναντίον γὰρ ἂν ἠχθέσθην ἀκούων ἰσχύειν ὑμᾶς κακοὺς ὄντας), τοὺς δὲ ἄνδρας ὑμῶν συμμάχους μὲν οὐκέτι, ὑπουργοὺς δὲ καὶ ἄκοντας ἕξω. λέληθε δὲ ὑμᾶς οὐδαμῶς ὡς δεινὸν τῆς ἐκ τοῦ πολέμου μετασχεῖν νίκης, εἰ γένοιτο, τοὺς τὸ ἐφ’ἑαυτοῖς εἰς πᾶσαν ἡμᾶς ἀσθένειαν προδόντας. Βροῦτος Σμυρναίοις. τὸ πρόθυμον τῶν ὑπηκόων διηνεκὲς μὲν ὂν βεβαιότητα δηλοῖ πρὸς τοὺς ἡγεμόνας, ἐλλεῖπον δὲ καὶ τὸν ὅτε ἑτοίμως ὑπούργει χρόνον δι’ἀσθένειαν ἐλέγχεται τὴν ἑαυτοῦ μᾶλλον ἢ γνώμην ὑπουργοῦν. σπουδάσατε οὖν ἐκπληρῶσαι ὅσα ὑμῖν ἐπέστειλα πρὸς τὸν πόλεμον, ὡς εἰ νῦν κακοὶ φανεῖσθε, μη δ’ἣν πρόσθεν ἐπορίσασθε μαρτυρίαν ἔτι οἰσόμενοι · οὐ γὰρ χρὴ δοκεῖν ἕξειν τὰ ἴσα μὴ ὁμοίους ἀεὶ φανέντας. Βροῦτος Μιλησίοις. οὐ δὲ χρημάτων πένεσθαι πόλει συγγνωστόν, ἐκ πολλοῦ γὰρ ὀφείλει φυλάττεσθαι τὸ ἄπορον · τὸ δὲ ἐν τοσούτῳ πλήθει μη δ’ἄνδρας ὑμᾶς ἔχειν γενναίως ἀγωνιουμένους φῆσαι, παντελῶς ἴστε οὐ τύχης ἐνδεεῖς ἀλλὰ τῆς σωτηρίου γνώμης ἐλεγχόμενοι. εἰ δὲ μήτε ὅσα πρὸς ἰσχὺν παρασκευάζεσθε μήτε ὅσα εἰς ἀρετὴν ἀσκεῖτε, ἀδίκως ἴστε πόλις λεγόμενοι. Βροῦτος Μιλησίοις. εἰ μὲν ἔστιν ὑμῖν ὅπλα ἐν κοινῷ, μὴ χρώμενοι τούτοις ἁμαρτάνετε, μία γὰρ ἰσχὺς ὅπλων τὸ χρῆσθαι · εἰ δὲ καὶ τῆς κατασκευῆς αὐτῶν ἀμελεῖτε, μεμφθέντες ἂν εἰ καὶ ἔχοντες μὴ ἐχρῆσθε, πόσῳ μεμπτότεροι μη δὲ ἔχοντες; Βροῦτος Σαμίοις. αἱ βουλαὶ ὑμῶν ὀλίγωροι, αἱ ὑπουργίαι βραδεῖαι. τί τούτων τέλος ἐννοεῖσθε; Βροῦτος Δαμᾷ. ὅπλων καὶ χρημάτων χρεία. ἢ πέμπε ἢ ἀποφαίνου.