Epigram
ἡμίονος καὶ ὄνος φορέουσαι οἶνον ἔβαινον,
2αὐτὰρ ὄνος στενάχιζεν ἐπ’ἄχθει φόρτου ἑοῖο.
3τὴν δὲ βαρυστενάχουσαν ἰδοῦσ’ἐρέεινεν ἐκείνη ·
6μῆτερ, τί κλαίουσ’ὀλοφύρεαι ἠύτε κούρη;
7εἰ μέτρον ἕν μοι δοίης, διπλάσιον σέθεν ἦρα,
8εἰ δὲ ἓν ἀντιλάβοις, πάντως ἰσότητα φυλάξεις.
9εἰπὲ τὸ μέτρον, ἄριστε γεωμετρίης ἐπίιστορ.