Paralipomena of Jeremiah
1.1ἐγένετο, ἡνίκα ᾐχμαλωτεύθησαν οἱ υἱοὶ Ἰσραὴλ ἀπὸ τοῦ βασιλέως τῶν Χαλδαίων, ἐλάλησεν ὁ θεὸς πρὸς Ἱερεμίαν λέγων · Ἱερεμία, ὁ ἐκλεκτός μου, ἀνάστα, καὶ ἔξελθε ἐκ τῆς πόλεως ταύτης, σὺ καὶ Βαρούχ · ἐπειδὴ ἀπολῶ αὐτὴν διὰ τὸ πλῆθος τῶν ἁμαρτιῶν τῶν κατοικούντων ἐν αὐτῇ.
1.2αἱ γὰρ προσευχαὶ ὑμῶν ὡς στῦλος ἑδραῖός ἐστιν ἐν μέσῳ αὐτῆς, καὶ ὡς τεῖχος ἀδαμάντινον περικυκλοῦν αὐτήν.
1.3νῦν οὖν ἀναστάντες ἐξέλθατε πρὸ τοῦ ἡ δύναμις τῶν Χαλδαίων κυκλώσει αὐτήν.
1.4καὶ ἀπεκρίθη Ἱερεμίας, λέγων · παρακαλῶ σε, κύριε, ἐπίτρεψόν μοι τῷ δούλῳ σου λαλῆσαι ἐνώτιόν σου.
1.5εἶπεν δὲ αὐτῷ ὁ κύριος · λάλει, ὁ ἐκλεκτός μου Ἱερεμίας.
1.6καὶ ἐλάλησεν Ἱερεμίας, λέγων · κύριε παντοκράτωρ, παραδίδως τὴν πόλιν τὴν ἐκλεκτὴν εἰς χεῖρας Χαλδαίων, ἵνα καυχήσηται ὁ βασιλεὺς μετὰ τοῦ πλήθους τοῦ λαοῦ καὶ εἴπῃ ὅτι, “ἴσχυσα ἐπὶ τὴν ἱερὰν πόλιν τοῦ θεοῦ”;
1.7μὴ, κύριέ μου · ἀλλ’εἰ θέλημά σού ἐστιν, ἐκ τῶν χειρῶν σου ἀφανισθήτω.
1.8καὶ εἶπε κύριος τῷ Ἱερεμίᾳ · ἐπειδὴ σὺ ἐκλεκτός μου εἶ, ἀνάστα καὶ ἔξελθε ἐκ τῆς πόλεως ταύτης, σὺ καὶ Βαρούχ · ἐπειδὴ ἀπολῶ αὐτὴν διὰ τὸ πλῆθος τῶν ἁμαρτιῶν τῶν κατοικούντων ἐν αὐτῇ.
1.9οὔτε γὰρ ὁ βασιλεὺς, οὔτε ἡ δύναμις αὐτοῦ, δυνήσεται εἰσελθεῖν εἰς αὐτὴν, εἰ μὴ ἐγὼ πρῶτος ἀνοίξω τὰς πύλας αὐτῆς.
1.10ἀνάστηθι οὖν, καὶ ἄπελθε πρὸς Βαροὺχ, καὶ ἀπάγγειλον αὐτῷ τὰ ῥήματα ταῦτα.
1.11καὶ ἀναστάντες ἕκτην ὥραν τῆς νυκτὸς, ἔλθετε ἐπὶ τὰ τείχη τῆς πόλεως, καὶ δείξω ὑμῖν ὅτι ἐὰν μή τι ἐγὼ πρῶτος ἀφανίσω τὴν πόλιν, οὐ δύνανται εἰσελθεῖν εἰς αὐτήν.
1.12ταῦτα εἰπὼν ὁ κύριος, ἀπῆλθεν ἀπὸ τοῦ Ἱερεμίου.
2.1δραμὼν δὲ Ἱερεμίας ἀνήγγειλε ταῦτα τῷ Βαροὺχ, καὶ ἐλθόντες εἰς τὸν ναὸν τοῦ θεοῦ διέρρηξεν ὁ Ἱερεμίας τὰ ἱμάτια αὐτοῦ καὶ ἐπέθηκεν χοῦν ἐπὶ τὴν κεφαλὴν αὐτοῦ καὶ εἰσῆλθεν εἰς τὸ ἁγιαστήριον τοῦ θεοῦ.
2.2ἰδὼν δὲ αὐτὸν ὁ Βαροὺχ χοῦν πεπασμένον ἐπὶ τὴν κεφαλὴν αὐτοῦ, καὶ τὰ ἱμάτια αὐτοῦ διερρωγότα, ἔκραξε φωνῇ μεγάλῃ, λέγων · πάτερ Ἱερεμία, τί ἐστι σοι, ἢ ποῖον ἁμάρτημα ἐποίησεν ὁ λαός;
2.3(ἐπειδὴ ὅταν ἡμάρτανεν ὁ λαὸς, χοῦν ἔπασσεν ἐπὶ τὴν κεφαλὴν αὐτοῦ ὁ Ἱερεμίας, καὶ ηὔχετο ὑπὲρ τοῦ λαοῦ, ἕως ἂν ἀφεθῇ αὐτῷ ἡ ἁμαρτία).
2.4ἠρώτησε δὲ αὐτὸν ὁ Βαροὺχ, λέγων · πάτερ, τί ἔστι τοῦτο;
2.5εἶπε δὲ αὐτῷ Ἱερεμίας · φύλαξαι τοῦ σχίσαι τὰ ἱμάτιά σου, ἀλλὰ μᾶλλον σχίσωμεν τὰς καρδίας ἡμῶν · καὶ μὴ ἀντλήσωμεν ὕδωρ ἐπὶ τὰς ποτίστρας, ἀλλὰ κλαύσωμεν καὶ γεμίσωμεν αὐτὰς δακρύων · ὅτι οὐ μὴ ἐλεήσῃ κύριος τὸν λαὸν τοῦτον.
2.6καὶ εἶπε Βαρούχ · πάτερ Ἱερεμία, τί γέγονε;
2.7καὶ εἶπεν Ἱερεμίας ὅτι, “ὁ θεὸς παραδίδωσι τὴν πόλιν εἰς χεῖρας τοῦ βασιλέως τῶν Χαλδαίων, τοῦ αἰχμαλωτεῦσαι τὸν λαὸν εἰς Βαβυλῶνα”.
2.8ἀκούσας δὲ ταῦτα Βαροὺχ, διέρρηξε καὶ αὐτὸς τὰ ἱμάτια αὐτοῦ, καὶ εἶπε · πάτερ Ἱερεμία, τίς σοι ἐδήλωσε τοῦτο;
2.9καὶ εἶπεν αὐτῷ Ἱερεμίας · ἔκδεξαι μικρὸν μετ’ἐμοῦ ἕως ὥρας ἕκτης τῆς νυκτὸς, ἵνα γνῷς ὅτι ἀληθές ἐστι τὸ ῥῆμα τοῦτο.
2.10ἔμειναν οὖν ἀμφότεροι ἐν τῷ θυσιαστηρίῳ κλαίοντες, καὶ ἦσαν διερρωγότα τὰ ἱμάτια αὐτῶν.
3.1ὡς δὲ ἐγένετο ἡ ὥρα τῆς νυκτὸς, καθὼς εἶπεν ὁ κύριος τῷ Ἱερεμίᾳ, ἦλθον ὁμοῦ ἐπὶ τὰ τείχη τῆς πόλεως Ἱερεμίας καὶ Βαρούχ.
3.2καὶ ἰδοὺ ἐγένετο φωνὴ σαλπίγγων, καὶ ἐξῆλθον ἄγγελοι ἐκ τοῦ οὐρανοῦ, κατέχοντες λαμπάδας ἐν ταῖς χερσὶν αὐτῶν, καὶ ἔστησαν ἐπὶ τὰ τείχη τῆς πόλεως.
3.3ἰδόντες δὲ αὐτοὺς Ἱερεμίας καὶ Βαροὺχ, ἔκλαυσαν, λέγοντες · νῦν ἐγνώκαμεν ὅτι ἀληθές ἐστι τὸ ῥῆμα.
3.4παρεκάλεσε δὲ Ἱερεμίας τοὺς ἀγγέλους, λέγων · παρακαλῶ ὑμᾶς μὴ ἀπολέσθαι τὴν πόλιν ἄρτι, ἕως ἂν λαλήσω πρὸς κύριον ῥῆμα.
3.5ἐλάλησεν δὲ κύριος τοῖς ἀγγέλοις, λέγων · μὴ ἀπολέσητε τὴν πόλιν ἕως ἂν λαλήσω πρὸς τὸν ἐκλεκτόν μου Ἱερεμίαν.
3.6τότε Ἱερεμίας ἐλάλησεν, λέγων · δέομαι, κύριε, κέλευσόν με λαλῆσαι ἐνώπιόν σου.
3.7καὶ εἶπε κύριος · λάλει, ὁ ἐκλεκτός μου Ἱερεμίας.
3.8καὶ εἶπεν Ἱερεμίας · ἰδοὺ νῦν, κύριε, ἐγνώκαμεν ὅτι παραδίδως τὴν πόλιν εἰς χεῖρας τῶν ἐχθρῶν αὐτῆς, καὶ ἀπαροῦσι τὸν λαὸν εἰς Βαβυλῶνα.
3.9τί θέλεις ποιήσω τὰ ἅγια σκεύη τῆς λειτουργίας;
3.10καὶ εἶπεν αὐτῷ ὁ κύριος · ἆρον αὐτὰ, καὶ παράδος αὐτὰ τῇ γῇ λέγων · ἄκουε, γῆ, τῆς φωνῆς τοῦ κτίσαντός σε, ὁ πλάσας σε ἐν τῇ περιουσίᾳ τῶν ὑδάτων, ὁ σφραγίσας σε ἐν ἑπτὰ σφραγῖσιν ἐν ἑπτὰ καιροῖς, καὶ μετὰ ταῦτα λήψῃ τὴν ὡραιότητά σου ·
3.11φύλαξον τὰ σκεύη τῆς λειτουργίας ἕως τῆς συνελεύσεως τοῦ ἠγαπημένου.
3.12ἐλάλησε δὲ Ἱερεμίας λέγων · παρακαλῶ σε, κύριε, δεῖξόν μοι τὶ ποιήσω Ἀβιμέλεχ τῷ Αἰθίοπι, ὅτι πολλὰς εὐεργεσίας ἐποίησε τῷ δούλῳ σου Ἱερεμίᾳ.
3.13ὅτι αὐτὸς ἀνέσπασέ με ἐκ τοῦ λάκκου τοῦ βορβόρου · καὶ οὐ θέλω αὐτὸν ἵνα ἴδῃ τὸν ἀφανισμὸν τῆς πόλεως ταύτης καὶ τὴν ἐρήμωσιν, ἀλλ’ἵνα ἐλεήσῃς αὐτὸν καὶ μὴ λυπηθῇ.
3.14καὶ εἶπε κύριος τῷ Ἱερεμίᾳ · ἀπόστειλον αὐτὸν εἰς τὸν ἀμπελῶνα τοῦ Ἀγρίππα, καὶ ἐν τῇ σκιᾷ τοῦ ὅρους ἐγὼ σκεπάσω αὐτὸν, ἕως οὗ ἐπιστρέψω τὸν λαὸν εἰς τὴν πόλιν.
3.15σὺ δὲ Ἱερεμίας, ἄπελθε μετὰ τοῦ λαοῦ σου εἰς Βαβυλῶνα, καὶ μεῖνον μετ’αὐτῶν εὐαγγελιζόμενος αὐτοῖς ἕως οὗ ἐπιστρέψω αὐτοὺς εἰς τὴν πόλιν.
3.16κατάλειψον δὲ τὸν Βαροὺχ ὧδε, ἕως οὗ λαλήσω αὐτῷ.
3.17ταῦτα εἰπὼν ὁ κύριος, ἀνέβη ἀπὸ Ἱερεμίου εἰς τὸν οὐρανόν.
3.18Ἱερεμίας δὲ καὶ Βαροὺχ εἰσῆλθον εἰς τὸ ἁγιαστήριον, καὶ ἐπάραντες τὰ σκεύη τῆς λειτουργίας παρέδωκαν αὐτὰ τῇ γῇ, καθὼς ἐλάλησεν αὐτοῖς ὁ κύριος.
3.19καὶ εὐθέως κατέπιεν αὐτὰ ἡ γῆ.
3.20ἐκάθισαν δὲ οἱ δύο, καὶ ἔκλαυσαν.
3.21πρωΐας δὲ γενομένης, ἀπέστειλεν Ἱερεμίας τὸν Ἀβιμέλεχ, λέγων · ἆρον τὸν κόφινον, καὶ ἄπελθε εἰς τὸ χωρίον τοῦ Ἀγρίππα διὰ τῆς ὁδοῦ τοῦ ὅρους, καὶ ἐνεγκὼν ὀλίγα σῦκα, δίδου τοῖς νοσοῦσι τοῦ λαοῦ · ὅτι ἐπὶ σὲ ἡ εὐφρασία τοῦ κυρίου, καὶ ἐπὶ τὴν κεφαλήν σου ἡ δόξα.
3.22καὶ ταῦτα εἰπὼν Ἱερεμίας ἀπέλυσεν αὐτόν · Ἀβιμέλεχ δὲ ἐπορεύθη καθὰ εἶπεν αὐτῷ.
4.1πρωΐας δὲ γενομένης, ἰδοὺ ἡ δύναμις τῶν Χαλδαίων ἐκύκλωσε τὴν πόλιν.
4.2ἐσάλπισεν δὲ ὁ μέγας ἄγγελος, λέγων · εἰσέλθατε εἰς τὴν πόλιν ἡ δύναμις τῶν Χαλδαίων · ἰδοὺ γὰρ ἠνεῴχθη ὑμῖν ἡ πύλη.
4.3εἰσελθέτω οὖν ὁ βασιλεὺς μετὰ τοῦ πλήθους αὐτοῦ, καὶ αἰχμαλωτευσάτω πάντα τὸν λαόν.
4.4Ἱερεμίας δὲ ἄρας τὰς κλεῖδας τοῦ ναοῦ, ἐξῆλθεν ἔξω τῆς πόλεως, καὶ ἔρριψεν αὐτὰς ἐνώπιον τοῦ ἡλίου, λέγων · σοὶ λέγω, ἥλιε, λάβε τὰς κλεῖδας τοῦ ναοῦ τοῦ θεοῦ, καὶ φύλαξον αὐτὰς ἕως ἡμέρας, ἐν ᾗ ἐξετάσει σε κύριος περὶ αὐτῶν.
4.5διότι ἡμεῖς οὐχ εὑρέθημεν ἄξιοι τοῦ φυλάξαι αὐτὰς, ὅτι ἐπίτροποι τοῦ ψεύδους ἐγενήθημεν.
4.6ἔτι κλαίοντος Ἱερεμίου τὸν λαὸν, ἐξένεγκαν αὐτὸν μετὰ τοῦ λαοῦ ἕλκοντες εἰς Βαβυλῶνα.
4.7ὁ δὲ Βαροὺχ ἐπέθηκε χοῦν ἐπὶ τὴν κεφαλὴν αὐτοῦ, καὶ ἐκάθισε, καὶ ἔκλαυσε τὸν θρῆνον τοῦτον, λέγων · διὰ τί ἠρημώθη Ἱερουσαλήμ; διὰ τὰς ἁμαρτίας του ἠγαπημένου λαοῦ παρεδόθη εἰς χεῖρας ἐχθρῶν, διὰ τὰς ἁμαρτίας ἡμῶν καὶ τοῦ λαοῦ.
4.8ἀλλὰ μὴ καυχάσθωσαν οἱ παράνομοι, καὶ εἴπωσιν ὅτι, “ἰσχύσαμεν λαβεῖν τὴν πόλιν τοῦ θεοῦ ἐν τῇ δυνάμει ἡμῶν” ·
4.9ἀλλὰ διὰ τὰς ἁμαρτίας ἡμῶν παρεδόθη ὑμῖν. ὁ δὲ θεὸς ἡμῶν οἰκτειρήσει ἡμᾶς, καὶ ἐπιστρέψει ἡμᾶς εἰς τὴν πόλιν ἡμῶν · ὑμεῖς δὲ ζωὴν οὐχ ἕξετε.
4.10μακάριοί εἰσιν οἱ πατέρες ἡμῶν, Ἀβραὰμ, Ἰσαὰκ καὶ Ἰακὼβ, ὅτι ἐξῆλθον ἐκ τοῦ κόσμου τούτου, καὶ οὐκ εἶδον τὸν ἀφανισμὸν τῆς πόλεως ταύτης.
4.11ταῦτα εἰπὼν Βαροὺχ ἐξῆλθεν ἔξω τῆς πόλεως κλαίων καὶ λέγων ὅτι “λυπούμενος διὰ σὲ, Ἱερουσαλὴμ, ἐξῆλθον ἀπὸ σοῦ”.
4.12καὶ ἔμεινεν ἐν μνημείῳ καθεζόμενος, τῶν ἀγγέλων ἐρχομένων πρὸς αὐτὸν, καὶ ἐκδιηγουμένων αὐτῷ περὶ πάντων ὧν ὁ κύριος ἐμήνυεν αὐτῷ δι’αὐτῶν.
5.1ὁ δὲ Ἀβιμέλεχ ἤνεγκε τὰ σῦκα τῷ καύματι, καὶ καταλαβὼν δένδρον, ἐκάθισεν ὑπὸ τὴν σκιὰν αὐτοῦ τοῦ ἀναπαῆναι ὀλίγον.
5.2καὶ κλίνας τὴν κεφαλὴν αὐτοῦ ἐπὶ τὸν κόφινον τῶν σύκων ὕπνωσεν κοιμώμενος ἔτη ἑξηκονταέξ · καὶ οὐκ ἐξυπνίσθη ἐκ τοῦ ὕπνου αὐτοῦ.
5.3καὶ μετὰ ταῦτα ἐγερθεὶς ἀπὸ τοῦ ὕπνου αὐτοῦ, εἶπεν ὅτι, “ἡδέως ἐκοιμήθην ὀλίγον, ἀλλὰ βεβαρημένη ἐστὶν ἡ κεφαλή μου, ὅτι οὐκ ἐκορέσθην τοῦ ὕπνου μου”.
5.4εἶτα ἀνακαλύψας τὸν κόφινον τῶν σύκων, εὗρεν αὐτὰ στάζοντα γάλα.
5.5καὶ εἶπεν · ἤθελον κοιμηθῆναι ἔτι ὀλίγον, ὅτι βεβαρημένη ἐστὶν ἡ κεφαλή μου · ἀλλὰ φοβοῦμαι, μήπως κοιμηθῶ καὶ βραδυνῶ τοῦ ἐξυπνισθῆναι, καὶ ὀλιγωρήσῃ Ἱερεμίας ὁ πατήρ μου · εἰ μὴ γὰρ ἐσπούδαζεν, οὐκ ἂν ἀπέστειλέ με ὄρθρου σήμερον.
5.6ἀναστὰς οὖν πορεύσομαι τῷ καύματι · οὐ γὰρ καῦμα οὐ κόπος ἐστὶ καθ’ἡμέραν;
5.7ἐγερθεὶς οὖν ἦρε τὸν κόφινον τῶν σύκων, καὶ ἐπέθηκεν ἐπὶ τῶν ὤμων αὐτοῦ · καὶ εἰσῆλθεν εἰς Ἱερουσαλὴμ, καὶ οὐκ ἐπέγνω αὐτὴν, οὔτε τὴν οἰκίαν οὔτε τὸν τόπον ἑαυτοῦ, οὔτε τὸ γένος ἑαυτοῦ οὔτε τινα τῶν γνωρίμων εὗρεν.
5.8καὶ εἶπεν · εὐλογητὸς κύριος, ὅτι μεγάλη ἔκστασις ἐπέπεσεν ἐπ’ἐμὲ σήμερον.
5.9οὐκ ἔστιν αὕτη ἡ πόλις Ἱερουσαλήμ · πεπλάνημαι τὴν ὁδόν, ὅτι διὰ τῆς ὁδοῦ τοῦ ὅρους ἦλθον, ἐγερθεὶς ἀπὸ τοῦ ὕπνου μου · καὶ βαρείας οὔσης τῆς κεφαλῆς μου διὰ τὸ μὴ κορεσθῆναί με τοῦ ὕπνου πεπλάνημαι τὴν ὁδόν.
5.10θαυμαστὸν εἰπεῖν τοῦτο ἀναντίον Ἱερεμίου, ὅτι πεπλάνημαι τὴν ὁδόν.
5.11ἐξῆλθε δὲ ἀπὸ τῆς πόλεως · καὶ κατανοήσας εἶδε τὰ σημεῖα τῆς πόλεως, καὶ εἶπεν · αὕτη μὲν ἔστιν ἡ πόλις, πεπλάνημαι δὲ τὴν ὁδόν.
5.12καὶ πάλιν ὑπέστρεψεν εἰς τὴν πόλιν, καὶ ἐζήτησε, καὶ οὐδένα εὗρε τῶν ἰδίων, καὶ εἶπεν · εὐλογητὸς κύριος, ὅτι μεγάλη ἔκστασις ἐπέπεσεν ἐπ’ἐμέ.
5.13καὶ πάλιν ἐξῆλθεν ἔξω τῆς πόλεως, καὶ ἔμεινε λυπούμενος, μὴ εἰδὼς ποῦ ἀπέλθῃ.
5.14καὶ ἀπέθηκε τὸν κόφινον, λέγων · καθέζομαι ὧδε ἕως ὁ κύριος ἄρῃ τὴν ἔκστασιν ταύτην ἀπ’ἐμοῦ.
5.15καθημένου δὲ αὐτοῦ, εἶδέ τινα γηραιὸν ἐρχόμενον ἐξ ἀγροῦ, καὶ λέγει αὐτῷ Ἀβιμέλεχ · σοὶ λέγω, πρεσβῦτα, ποία ἐστὶν ἡ πόλις αὕτη;
5.16καὶ εἶπεν αὐτῷ · Ἱερουσαλήμ ἐστι.
5.17καὶ λέγει αὐτῷ Ἀβιμέλεχ · ποῦ ἔστιν ὁ Ἱερεμίας ὁ ἱερεὺς, καὶ Βαροὺχ ὁ ἀναγνώστης, καὶ πᾶς ὁ λαὸς τῆς πόλεως ταύτης, ὅτι οὐχ εὗρον αὐτούς;
5.18καὶ εἶπεν αὐτῷ ὁ πρεσβύτης · οὐκ εἶ σὺ ἐκ τῆς πόλεως ταύτης, σήμερον μνησθεὶς τοῦ Ἱερεμίου, ὅτι ἐπερωτᾷς περὶ αὐτοῦ μετὰ τοσοῦτον χρόνον;
5.19Ἱερεμίας γὰρ ἐν Βαβυλῶνί ἐστι μετὰ τοῦ λαοῦ · ᾐχμαλωτεύθησαν γὰρ ὑπὸ Ναβουχοδονόσορ τοῦ βασιλέως, καὶ μετ’αὐτῶν ἐστιν Ἱερεμίας εὐαγγελίσασθαι αὐτοῖς καὶ κατηχῆσαι αὐτοὺς τὸν λόγον.
5.20εὐθὺς δὲ ἀκούσας Ἀβιμέλεχ παρὰ τοῦ γηραιοῦ ἀνθρώπου, εἶπεν · εἰ μὴ ἦς πρεσβύτης, καὶ ὅτι οὐκ ἐξὸν ἀνθρώπῳ ὑβρίσαι τὸν μείζονα αὐτοῦ, ἐπικατεγέλων ἄν σοι καὶ ἔλεγον ὅτι μαίνῃ · ὅτι εἶπας, “ἠιχμαλωτεύθη ὁ λαὸς εἰς Βαβυλῶνα”.
5.21εἰ ἦσαν οἱ καταρράκται τοῦ οὐρανοῦ κατελθόντες ἐπ’αὐτούς, οὔπω ἐστὶ καιρὸς ἀπελθεῖν εἰς Βαβυλῶνα.
5.22πόση γὰρ ὥρα ἐστὶν, ἀφ’οὗ ἀπέστειλέ με ὁ πατήρ μου Ἱερεμίας εἰς τὸ χωρίον τοῦ Ἀγρίππα ἐνέγκαι ὀλίγα σῦκα, ἵνα δίδωμεν τοῖς νοσοῦσι τοῦ λαοῦ;
5.23καὶ ἀπελθὼν ἤνεγκον αὐτὰ, καὶ ἐλθὼν ἐπί τι δένδρον τῷ καύματι, ἐκάθισα τοῦ ἀναπαῆναι ὀλίγον, καὶ ἔκλινα τὴν κεφαλήν μου ἐπὶ τὸν κόφινον, καὶ ἐκοιμήθην.
5.24καὶ ἐξυπνισθεὶς ἀπεκάλυψα τὸν κόφινον τῶν σύκων, νομίζων ὅτι ἐβράδυνα, καὶ εὗρον τὰ σῦκα στάζοντα γάλα, καθὼς συνέλεξα αὐτά.
5.25σὺ δὲ λέγεις, ὅτι ᾐχμαλωτεύθη ὁ λαὸς εἰς Βαβυλῶνα.
5.26ἵνα δὲ γνῷς, λάβε, ἴδε τὰ σῦκα.
5.27καὶ ἀνεκάλυψε τὸν κόφινον τῶν σύκων τῷ γέροντι, καὶ εἶδεν αὐτὰ στάζοντα γάλα.
5.28ἰδὼν δὲ αὐτὰ ὁ γηραιὸς ἄνθρωπος, εἶπεν · ὦ υἱέ μου, δίκαιος ἄνθρωπος εἶ σὺ, καὶ οὐκ ἠθέλησεν ὁ θεὸς ἰδεῖν σε τὴν ἐρήμωσιν τῆς πόλεως · ἤνεγκε γὰρ ταύτην τὴν ἔκστασιν ἐπὶ σέ.
5.29ἰδοὺ γὰρ ἑξήκοντα καὶ ἓξ ἔτη σήμερόν εἰσιν ἀφ’οὗ ᾐχμαλωτεύθη ὁ λαὸς εἰς Βαβυλῶνα.
5.30καὶ ἵνα μάθῃς, τέκνον, ὅτι ἀληθές ἐστιν ἅπερ λέγω σοι ἀνάβλεψον εἰς τὸν ἀγρὸν καὶ ἴδε, ὅτι οὐκ ἐστι ἐφάνη ἡ αὔξησις τῶν γενημάτων.
5.31ἴδε καὶ τὰ σῦκα, ὅτι καιρὸς αὐτῶν οὐκ ἔστι, καὶ γνῶθι.
5.32τότε ἔκραξε μεγάλῃ φωνῇ Ἀβιμέλεχ, λέγων · εὐλογήσω σε, ὁ θεὸς τοῦ οὐρανοῦ καὶ τῆς γῆς, ἡ ἀνάπαυσις τῶν ψυχῶν τῶν δικαίων ἐν παντὶ τόπῳ.
5.33εἶτα λέγει τῷ γηραιῷ ἀνθρώπῳ · ποῖός ἐστιν ὁ μὴν οὗτος;
5.34ὁ δὲ εἶπε · Νισσάν, ὃ ἐστιν Ἀβίβ.
5.35καὶ ἐπάρας ἐκ τῶν σύκων, ἔδωκε τῷ γηραιῷ ἀνθρώπῳ, καὶ λέγει αὐτῷ · ὁ θεὸς φωταγωγήσει σε εἰς τὴν ἄνω πόλιν Ἱερουσαλήμ.
6.1μετὰ ταῦτα ἐξῆλθεν Ἀβιμέλεχ ἔξω τῆς πόλεως, καὶ προσηύξατο πρὸς κύριον.
6.2καὶ ἰδοὺ ἄγγελος κυρίου ἦλθε, καὶ κράτησας αὐτοῦ τῆς δεξιᾶς χειρὸς ἀπεκατέστησεν αὐτὸν εἰς τὸν τόπον ὅπου ἦν Βαροὺχ καθεζόμενος · εὗρε δὲ αὐτὸν ἐν μνημείῳ.
6.3καὶ ἐν τῷ θεωρῆσαι ἀλλήλους, ἔκλαυσαν ἀμφότεροι καὶ κατεφίλησαν ἀλλήλους.
6.4ἀναβλέψας δὲ Βαροὺχ τοῖς ὀφθαλμοῖς αὐτοῦ εἶδε τὰ σῦκα ἐσκεπασμένα ἐν τῷ κοφίνῳ τοῦ Ἀβιμέλεχ.
6.5καὶ ἄρας τοὺς ὀφθαλμοὺς αὐτοῦ εἰς τὸν οὐρανὸν, προσηύξατο λέγων ·
6.6σὺ ὁ θεὸς ὁ παρέχων μισθαποδοσίαν τοῖς ἀγαπῶσί σε. ἑτοίμασον σεαυτὴν, ἡ καρδία μου, καὶ εὐφραίνου, καὶ ἀγάλλου ἐν τῷ σκηνώματί σου λέγων τῷ σαρκικῷ οἴκῳ σου “τὸ πένθος σου μετεστράφη εἶς χαράν” · ἔρχεται γὰρ ὁ ἱκανὸς, καὶ ἀρεῖ σε ἐν τῷ σκηνώματί σου, οὐ γὰρ γέγονέ σοι ἁμαρτία.
6.7ἀνάψυξον ἐν τῷ σκηνώματί σου ἐν τῇ παρθενικῇ σου πίστει καὶ πίστευσον ὅτι ζήσεις.
6.8ἐπίβλεψον ἐπὶ τὸν κόφινον τοῦτον τῶν σύκων · ἰδοὺ γὰρ ἑξηκονταὲξ ἔτη ἐποίησαν, καὶ οὐκ ἐμαράνθησαν, οὐ δὲ ὤζεσαν, ἀλλὰ στάζουσι τοῦ γάλακτος.
6.9οὕτως γίνεταί σοι ἡ σάρξ μου, ἐὰν ποιήσῃς τὰ προσταχθέντα σου ὑπὸ τοῦ ἀγγέλου τῆς δικαιοσύνης.
6.10ὁ φυλάξας τὸν κόφινον τῶν σύκων, αὐτὸς πάλιν φυλάξει σε ἐν τῇ δυνάμει αὐτοῦ.
6.11ταῦτα εἰπὼν ὁ Βαροὺχ, λέγει τῷ Ἀβιμέλεχ · ἀνάστηθι, καὶ εὐξώμεθα, ἵνα γνωρίσῃ ἡμῖν ὁ κύριος πῶς δυνησώμεθα ἀποστεῖλαι τὴν φάσιν τῷ Ἱερεμίᾳ εἰς Βαβυλῶνα διὰ τὴν σκέπην τὴν γενομένην σοι ἐν τῇ ὁδῷ.
6.12καὶ ηὔξατο Βαροὺχ, λέγων · ἡ δύναμις ἡμῶν, ὁ θεὸς κύριε, τὸ ἐκλεκτὸν φῶς, τὸ ἐξελθὸν ἐκ στόματός σου.
6.13παρακαλοῦμεν καὶ δεόμεθά σου τῆς ἀγαθότητος, τὸ μέγα ὄνομα, ὃ οὐδεὶς δύναται γνῶναι, ἄκουσον τῆς φωνῆς τῶν δούλων σου, καὶ γενοῦ γνῶσις ἐν τῇ καρδίᾳ ἡμῶν.
6.14τί ποιήσωμεν, καὶ πῶς ἀποστείλωμεν πρὸς Ἱερεμίαν εἶς Βαβυλῶνα τὴν φάσιν ταύτην;
6.15ἔτι δὲ προσευχομένου τοῦ Βαροὺχ, ἰδοὺ ἄγγελος κυρίου ἦλθε, καὶ λέγει τῷ Βαροὺχ ἁπάντας τοὺς λόγους τούτους · ὁ σύμβουλος τοῦ φωτὸς, μὴ μεριμνήσῃς τὸ πῶς ἀποστείλῃς πρὸς Ἱερεμίαν · ἔρχεται γὰρ πρός σε ὤρᾳ τοῦ φωτὸς αὔριον ἀετὸς, καὶ σὺ ἐπισκέψῃ πρὸς Ἱερεμίαν.
6.16γράψον οὖν ἐν τῇ ἐπιστολῇ ὅτι, “λάλησον τοῖς υἱοῖς Ἰσραήλ · ὁ γενόμενος ἐν ὑμῖν ξένος, ἀφορισθήτω, καὶ ποιήσωσι ιεʹ ἡμέρας · καὶ μετὰ ταῦτα εἰσάξω ὑμᾶς εἰς τὴν πόλιν ὑμῶν, λέγει κύριος.
6.17ὁ μὴ ἀφοριζόμενος ἐκ τῆς Βαβυλῶνος, οὐ μὴ εἰσέλθῃ εἰς τὴν πόλιν · καὶ ἐπιτιμῶ αὐτοῖς, τοῦ μὴ ἀποδεχθῆναι αὐτοὺς αὖθις ὑπὸ τῶν Βαβυλωνιτῶν, λέγει κύριος”.
6.18καὶ ταῦτα εἰπὼν ὁ ἄγγελος, ἀπῆλθεν ἀπὸ τοῦ Βαρούχ. ὁ δὲ Βαροὺχ ἀπέστειλεν εἰς τὴν ἀγορὰν τῶν ἐθνῶν καὶ ἤνεγκε χάρτην καὶ μέλανα, καὶ ἔγραψεν ἐπιστολὴν περιέχουσαν οὕτως · Βαροὺχ ὁ δοῦλος τοῦ θεοῦ γράφει τῷ Ἱερεμίᾳ ἐν τῇ αἰχμαλωσίᾳ τῆς Βαβυλῶνος ·
6.20χαῖρε καὶ ἀγαλλιῶ, ὅτι ὁ θεὸς οὐκ ἀφῆκεν ἡμᾶς ἐξελθεῖν ἐκ τοῦ σώματος τούτου λυπουμένους διὰ τὴν πόλιν τὴν ἐρημωθεῖσαν καὶ ὑβρισθεῖσαν.
6.21διὰ τοῦτο ἐσπλαγχνίσθη ὁ κύριος ἐπὶ τῶν δακρύων ἡμῶν, καὶ ἐμνήσθη τῆς διαθήκης, ἧς ἔστησε μετὰ τῶν πατέρων ἡμῶν Ἀβραὰμ, Ἰσαὰκ, καὶ Ἰακώβ.
6.22καὶ ἀπέστειλε πρός με τὸν ἄγγελον αὐτοῦ, καὶ εἶπέ μοι τοὺς λόγους τούτους, οὓς ἀπέστειλα πρός σε.
6.23οὗτοι οὖν εἰσὶν οἱ λόγοι, οὓς εἶπε κύριος ὁ θεὸς Ἰσραὴλ, ὁ ἐξαγαγὼν ἡμᾶς ἐκ γῆς Αἰγύπτου, ἐκ τῆς μεγάλης καμίνου · ὅτι οὐκ ἐφυλάξατε τὰ δικαιώματά μου, ἀλλὰ ὑψώθη ἡ καρδία ὑμῶν, καὶ ἐτραχηλιάσατε ἐνώπιόν μου, ἐν ὀργῇ καὶ θυμῷ παρέδωκα ὑμᾶς τῇ καμίνῳ εἰς Βαβυλῶνα.
6.24ἐὰν οὖν ἀκούσητε τῆς φωνῆς μου, λέγει κύριος, ἐκ στόματος Ἱερεμίου τοῦ παιδός μου, ὁ ἀκούων, ἀναφέρω αὐτὸν ἐκ τῆς Βαβυλῶνας · ὁ δὲ μὴ ἀκούων, ξένος γενήσεται τῆς Ἱερουσαλὴμ καὶ τῆς Βαβυλῶνος.
6.25δοκιμάσεις δὲ αὐτοὺς ἐκ τοῦ ὕδατος τοῦ Ἰορδάνου · ὁ μὴ ἀκούων φανερὸς γενήσεται · τοῦτο τὸ σημεῖόν ἐστι τῆς μεγάλης σφραγῖδος.
7.1καὶ ἀνέστη Βαροὺχ, καὶ ἐξῆλθεν ἐκ τοῦ μνημείου καὶ εὗρεν τὸν ἀετὸν καθεζόμενον ἐκτὸς τοῦ μνημείου.
7.2καὶ ἀποκριθεὶς ἀνθρωπίνῃ φωνῇ εἶπεν αὐτῷ ὁ ἀετός · χαῖρε, Βαροὺχ, ὁ οἰκονόμος τῆς πίστεως.
7.3καὶ εἶπεν αὐτῷ Βαροὺχ ὅτι, “ἐκλεκτὸς εἶ σὺ ὁ λαλῶν ἐκ πάντων τῶν πετεινῶν τοῦ οὐρανοῦ, ἐκ τῆς γὰρ αὐγῆς τῶν ὀφθαλμῶν σου δῆλόν ἐστι · δεῖξόν μοι οὖν, τί ποιεῖς ἐνταῦθα”;
7.4καὶ εἶπεν αὐτῷ ὁ ἀετός · ἀπεστάλην ὧδε, ὅπως πᾶσαν φάσιν ἣν θέλεις, ἀποστείλῃς δι’ἐμοῦ.
7.5καὶ εἶπεν αὐτῷ Βαρούχ · εἰ δύνασαι σὺ ἐπᾶραι τὴν φάσιν ταύτην τῷ Ἱερεμίᾳ εἰς Βαβυλῶνα;
7.6καὶ εἶπεν αὐτῷ ὁ ἀετός · εἰς τοῦτο γὰρ καὶ ἀπεστάλην.
7.7καὶ ἄρας Βαροὺχ τὴν ἐπιστολὴν, καὶ δεκαπέντε σῦκα ἐκ τοῦ κοφίνου τοῦ Ἀβιμέλεχ, ἔδησεν αὐτὰ εἰς τὸν τράχηλον τοῦ ἀετοῦ, καὶ εἶπεν αὐτῷ · σοὶ λέγω, βασιλεῦ τῶν πετεινῶν, ἄπελθε ἐν εἰρήνῃ μεθ’ὑγείας, καὶ τὴν φάσιν ἔνεγκόν μοι.
7.8μὴ ὁμοιωθῇς τῷ κόρακι, ὃν ἐξαπέστειλε Νῶε καὶ οὐκ ἀπεστράφη ἔτι πρὸς αὐτὸν εἰς τὴν κιβωτόν · ἀλλὰ ὁμοιώθητι τῇ περιστερᾷ, ἥτις ἐκ τρίτου φάσιν ἤνεγκε τῷ δικαίῳ.
7.9οὕτως καὶ σὺ, ἆρον τὴν καλὴν φάσιν ταύτην τῳ Ἱερεμίᾳ καὶ τοῖς σὺν αὐτῷ δεσμίοις ἵνα εὖ σοι γένηται, ἆρον τὸν χάρτην τοῦτον τῷ λαῷ καὶ τῷ ἐκλεκτῷ τοῦ θεοῦ.
7.10ἐὰν κυκλώσωσί σε πάντα τὰ πετεινὰ τοῦ οὐρανοῦ, καὶ βούλωνται πολεμῆσαι μετὰ σοῦ, ἀγώνισαι ·
7.11ὁ κύριος δώῃ δύναμιν. καὶ μὴ ἐκκλίνῃς εἰς τὰ δεξιὰ, μήτε εἰς τὰ ἀριστερὰ, ἀλλ’ὡς βέλος ὕπαγον ὀρθῶς, ἄπελθε ἐν τῇ δυνάμει τοῦ θεοῦ, καὶ ἔσται ἡ δόξα κυρίου μετὰ σοῦ ἐν πάσῃ τῇ ὁδῷ ᾗ πορεύσῃ.
7.12τότε ὁ ἀετὸς ἐπετάσθη, ἔχων τὴν ἐπιστολὴν ἐν τῷ τραχήλῳ αὐτοῦ, καὶ ἀπῆλθεν εἰς Βαβυλῶνα καὶ ἐλθὼν ἀνεπαύσατο ἐπί τι ξύλον ἔξω τῆς πόλεως εἰς τόπον ἔρημον.
7.13ἐσιώπησε δὲ ἕως οὗ διῆλθεν Ἱερεμίας, αὐτὸς γὰρ καὶ ἄλλοι τινὲς τοῦ λαοῦ ἐξήρχοντο θάψαι νεκρὸν ἔξω τῆς πόλεως.
7.14ἠιτήσατο γὰρ Ἱερεμίας παρὰ τοῦ βασιλέως Ναβουχοδονόσορ, λέγων · “δός μοι τόπον ποῦ θάψω τοὺς νεκροὺς τοῦ λαοῦ μου” · καὶ ἔδωκεν αὐτῷ ὁ βασιλεύς.
7.15ἀπερχομένων δὲ αὐτῶν καὶ κλαιόντων μετὰ τοῦ νεκροῦ, ἦλθον κατέναντι τοῦ ἀετοῦ.
7.16καὶ ἔκραξεν ὁ ἀετὸς, μεγάλῃ φωνῇ λέγων · σοὶ λέγω, Ἱερεμία ὁ ἐκλεκτὸς τοῦ θεοῦ, ἄπελθε, σύναξον τὸν λαὸν καὶ ἐλθὲ ἐνταῦθα ἵνα ἀκούσωσι ἐπιστολῆς ἧς ἤνεγκά σοι ἀπὸ τοῦ Βαροὺχ καὶ τοῦ Ἀβιμέλεχ.
7.17ἀκούσας δὲ ὁ Ἱερεμίας, ἐδόξασε τὸν θεόν · καὶ ἀπελθὼν συνῆξε τὸν λαὸν σὺν γυναιξὶ καὶ τέκνοις, καὶ ἦλθεν ὅπου ἦν ὁ ἀετός.
7.18καὶ κατῆλθεν ὁ ἀετὸς ἐπὶ τὸν τεθνηκότα, καὶ ἀνέζησε.
7.19γέγονε δὲ τοῦτο, ἵνα πιστεύσωσιν.
7.20ἐθαύμασε δὲ πᾶς ὁ λαὸς ἐπὶ τῷ γεγονότι, λέγοντες ὅτι, “μὴ οὗτος ὁ θεὸς ὁ ὀφθεὶς τοῖς πατράσιν ἡμῶν ἐν τῇ ἐρήμῳ διὰ Μωϋσέως, καὶ νῦν ἐφάνη ἡμῖν διὰ τοῦ ἀετοῦ τούτου”;
7.21καὶ εἶπεν ὁ ἀετός · σοι λέγω Ἱερεμία, δεῦρο λῦσον τὴν ἐπιστολὴν ταύτην, καὶ ἀνάγνωθι αὐτὴν τῷ λαῷ · λύσας οὖν τὴν ἐπιστολὴν, ἀνέγνω αὐτὴν τῷ λαῷ.
7.22καὶ ἀκούσας ὁ λαὸς ἔκλαυσαν καὶ ἐπέθηκαν χοῦν ἐπὶ τὰς κεφαλὰς αὐτῶν, καὶ ἔλεγον τῷ Ἱερεμίᾳ · σῶσον ἡμᾶς καὶ ἀπάγγειλον ἡμῖν τί ποιήσωμεν ἵνα εἰσέλθωμεν πάλιν εἰς τὴν πόλιν ἡμῶν.
7.23ἀποκριθεὶς δὲ Ἱερεμίας εἶπεν αὐτοῖς · πάντα ὅσα ἐκ τῆς ἐπιστολῆς ἠκούσατε, φυλάξατε καὶ εἰσάξει ἡμᾶς κύριος εἰς τὴν πόλιν ἡμῶν.
7.24ἔγραψε δὲ καὶ ἐπιστολὴν ὁ Ἱερεμίας τῷ Βαροὺχ λέγων οὕτως · υἱέ μου ἀγαπητέ, μὴ ἀμελήσῃς ἐν ταῖς προσευχαῖς σου δεόμενος τοῦ θεοῦ ὑπὲρ ἡμῶν ὅπως κατευοδόσῃ τὴν ὁδὸν ἡμῶν ἄχρις ἂν ἐξέλθωμεν ἐκ τῶν προσταγμάτων τοῦ ἀνόμου βασιλέως τούτου.
7.25δίκαιος γὰρ εὑρέθης ἐνάντιον τοῦ θεοῦ, καὶ οὐκ ἔασέν σε εἰσελθεῖν ἐνταῦθα ὅπως μὴ ἴδῃς τὴν κάκωσιν τὴν γενομένην τῷ λαῷ ὑπὸ τῶν Βαβυλωνίων.
7.26ὥσπερ γὰρ πατὴρ, υἱὸν μονογενῆ ἔχων, τούτου δὲ παραδοθέντος εἰς τιμωρίαν · οἱ ἰδόντες τὸν πατέρα αὐτοῦ καὶ παραμυθούμενοι αὐτὸν, σκέπουσιν τὸ πρόσωπον αὐτοῦ, ἵνα μὴ ἴδῃ πῶς τιμωρεῖται αὐτὸς ὁ υἱὸς καὶ πλείονα φθαρῇ ἀπὸ τῆς λύπης.
7.27οὕτως γάρ σε ἐλέησεν ὁ θεὸς καὶ οὐκ ἔασέν σε ἐλθεῖν εἰς Βαβυλῶνα ἵνα μὴ ἴδῃς τὴν κάκωσιν τοῦ λαοῦ.
7.28ἀφ’ἧς γὰρ εἰσήλθομεν ἐνταῦθα οὐκ ἐπαύσατο ἡ λύπη ἀφ’ἡμῶν, ἑξήκοντα καὶ ἓξ ἔτη σήμερον.
7.29πολλάκις γὰρ ἐξερχόμενος ηὕρισκον ἐκ τοῦ λαοῦ κρεμαμένους ὑπὸ Ναβουχοδονόσορ βασιλέως, κλαίοντας καὶ λέγοντας · “ἐλέησον ἡμᾶς, ὁ θεὸς Ζάρ”.
7.30ἀκούων ταῦτα, ἐλυπούμην καὶ ἔκλαιον δισσὸν κλαυθμόν, οὐ μόνον ὅτι ἐκρέμαντο, ἀλλ’ὅτι ἐπεκαλοῦντο θεὸν ἀλλότριον λέγοντες, “ἐλέησον ἡμᾶς”.
7.31ἐμνημόνευον δὲ ἡμέρας ἑορτῆς ἃς ἐποιοῦμεν ἐν Ἱερουσαλὴμ πρὸ τοῦ ἡμᾶς αἰχμαλωτευθῆναι · καὶ μνησκόμενος ἐστέναζον, καὶ ἐπέστρεφον εἰς τὸν οἶκόν μου ὀδυνώμενος καὶ κλαίων.
7.32νῦν οὖν δεήθητι εἰς τὸν τόπον ὅπου εἶ, σὺ καὶ Ἀβιμέλεχ, ὑπὲρ τοῦ λαοῦ τούτου, ὅπως εἰσακούσωσιν τῆς φωνῆς μου καὶ τῶν κριμάτων τοῦ στόματός μου καὶ ἐξέλθωμεν ἐντεῦθεν.
7.33λέγω γάρ σοι ὅτι ὅλον τὸν χρόνον ὃν ἐποιήσαμεν ἐνταῦθα, κατέχουσιν ἡμᾶς λέγοντες ὅτι, “εἴπατε ἡμῖν ᾠδὴν τοῦ θεοῦ ὑμῶν”.
7.34καὶ λέγομεν αὐτοῖς, Πῶς ᾄσωμεν ὑμῖν ἐπὶ γῆς ἀλλοτρίας ὄντες;
7.35καὶ μετὰ ταῦτα ἔδησε τὴν ἐπιστολὴν εἰς τὸν τράχηλον τοῦ ἀετοῦ Ἱερεμίας, λέγων · ἄπελθε ἐν εἰρήνῃ καὶ ἐπισκέψηται ἡμᾶς ἀμφοτέρους ὁ κύριος.
7.36καὶ ἐπετάσθη ὁ ἀετὸς, καὶ ἦλθεν εἰς Ἱερουσαλὴμ καὶ ἔδωκε τὴν ἐπιστολὴν τῷ Βαρούχ, καὶ λύσας ἀνέγνω καὶ κατεφίλησεν αὐτὴν καὶ ἔκλαυσε ἀκούσας διὰ τὰς λύπας καὶ τὰς κακώσεις τοῦ λαοῦ.
7.37Ἱερεμίας δὲ ἄρας τὰ σῦκα διέδωκε τοῖς νοσοῦσι τοῦ λαοῦ, καὶ ἔμεινε διδάσκων αὐτοὺς τοῦ ἀπέχεσθαι ἐκ τῶν ἀλισγημάτων τῶν ἐθνῶν τῆς Βαβυλῶνος.
8.1ἐγένετο δὲ ἡ ἡμέρα, ἐν ᾗ ἐξέφερε κύριος τὸν λαὸν ἐκ Βαβυλῶνος.
8.2καὶ εἶπεν ὁ κύριος πρὸς Ἱερεμίαν · ἀνάστηθι, σὺ καὶ ὁ λαὸς, καὶ δεῦτε ἐπὶ τὸν Ἰορδάνην, καὶ ἐρεῖς τῷ λαῷ · ὁ θέλων τὸν κύριον καταλειψάτω τὰ ἔργα τῆς Βαβυλῶνος.
8.3καὶ τοὺς ἄρρενας τοὺς λαβόντα ἐξ αὐτῶν γυναῖκας, καὶ τὰς γυναῖκας τὰς λαβούσας ἐξ αὐτῶν ἄνδρας, διαπεράσωσιν οἱ ἀκούοντές σου, καὶ ἆρον αὐτοὺς εἰς Ἱερουσαλήμ · τοὺς δὲ μὴ ἀκούοντάς σου, μὴ εἰσαγάγῃς αὐτοὺς ἐκεῖ.
8.4Ἱερεμίας δὲ ἐλάλησεν πρὸς τὸν λαὸν τὰ ῥήματα ταῦτα · καὶ ἀναστάντες ἦλθον ἐπὶ τὸν Ἰορδάνην τοῦ περᾶσαι.
8.5καὶ λέγων αὐτοῖς τὰ ῥήματα ἃ εἶπε κύριος πρὸς αὐτόν, τὸ ἥμισυ τῶν γαμησάντων ἐξ αὐτῶν οὐκ ἠθέλησαν ἀκοῦσαι τοῦ Ἱερεμίου, ἀλλ’εἶπον πρὸς αὐτόν · οὐ μὴ καταλείψωμεν τὰς γυναῖκας ἡμῶν εἰς τὸν αἰῶνα ἀλλ’ὑποστρέφωμεν αὐτὰς μεθ’ἡμῶν εἰς τὴν πόλιν ἡμῶν.
8.6ἐπέρασαν οὖν τὸν Ἰορδάνην καὶ ἦλθον εἰς Ἱερουσαλήμ. καὶ ἔστη Ἱερεμίας καὶ Βαροὺχ καὶ Ἀβιμέλεχ λέγοντες ὅτι, “πᾶς ἄνθρωπος κοινωνῶν Βαβυλωνίταις οὐ μὴ εἰσέλθῃ εἰς τὴν πόλιν ταύτην”.
8.8καὶ εἶπον πρὸς ἑαυτούς · ἀναστάντες ὑποστρέψωμεν εἰς Βαβυλῶνα εἰς τὸν τόπον ἡμῶν ·
8.9καὶ ἐπορεύθησαν. ἐλθόντων δὲ αὐτῶν εἰς Βαβυλῶνα, ἐξῆλθον οἱ Βαβυλωνῖται εἰς συνάντησιν αὐτῶν, λέγοντες · οὐ μὴ εἰσέλθητε εἰς τὴν πόλιν ἡμῶν, ὅτι ἐμισήσατε ἡμᾶς, καὶ κρυφῆ ἐξήλθετε ἀφ’ἡμῶν · διὰ τοῦτο οὐκ εἰσελεύσεσθε πρὸς ἡμᾶς.
8.10ὅρκῳ γὰρ ὡρκίσαμεν ἀλλήλους κατὰ τοῦ ὀνόματος τοῦ θεοῦ ἡμῶν, μήτε ὑμᾶς μήτε τέκνα ὑμῶν δέξασθαι, ἐπειδὴ κρυφῆ ἐξήλθετε ἀφ’ἡμῶν.
8.11καὶ ἐπιγνόντες ὑπέστρεψαν καὶ ἦλθον εἰς τόπον ἔρημον μακρόθεν τῆς Ἱερουσαλὴμ, καὶ ᾠκοδόμησαν ἑαυτοῖς πόλιν, καὶ ἐπωνόμασαν τὸ ὄνομα αὐτῆς Σαμάρειαν.
8.12ἀπέστειλε δὲ πρὸς αὐτοὺς Ἱερεμίας, λέγων · μετανοήσατε · ἔρχεται γὰρ ἄγγελος τῆς δικαιοσύνης, καὶ εἰσάξει ὑμᾶς εἰς τὸν τόπον ὑμῶν τὸν ὑψηλόν.
9.1ἔμειναν δὲ οἱ τοῦ Ἱερεμίου χαίροντες καὶ ἀναφέροντες θυσίας ὑπὲρ τοῦ λαοῦ ἐννέα ἡμέρας.
9.2τῇ δὲ δεκάτῃ ἀνήνεγκεν Ἱερεμίας μόνος θυσίαν.
9.3καὶ ηὔξατο εὐχὴν, λέγων · ἅγιος, ἅγιος, ἅγιος, τὸ θυμίαμα τῶν δένδρων τῶν ζώντων, τὸ φῶς τὸ ἀληθινὸν τὸ φωτίζον με ἕως οὗ ἀναληφθῶ πρὸς σέ ·
9.4περὶ τοῦ ἔλεώς σου, παρακαλῶ, περὶ τῆς φωνῆς τῆς γλυκείας τῶν δύο Σεραφίμ, παρακαλῶ, περὶ ἄλλης εὐωδίας θυμιάματος.
9.5καὶ ἡ μελέτη μου Μιχαὴλ ὁ ἀρχάγγελος τῆς δικαιοσύνης, ὁ ἀνοίγων τὰς πύλας τῖς δικαίοις, ἕως ἂν εἰσενέγκῃ τοὺς δικαίους.
9.6παρακαλῶ σε, κύριε παντοκράτωρ πάσης κτίσεως, ὁ ἀγέννητος καὶ ἀπερινόητος, ᾧ πᾶσα κρίσις κέκρυπται ἐν αὐτῷ πρὸ τοῦ ταῦτα γενέσθαι.
9.7ταῦτα λέγοντος τοῦ Ἱερεμίου, καὶ ἱσταμένου ἐν τῷ θυσιαστηρίῳ μετὰ Βαροὺχ καὶ Ἀβιμέλεχ, ἐγένετο ὡς εἶς τῶν παραδιδόντων τὴν ψυχὴν αὐτοῦ.
9.8καὶ ἔμειναν Βαροὺχ καὶ Ἀβιμέλεχ κλαίοντες καὶ κράζοντες μεγάλῃ τῇ φωνῇ · οὐαὶ ἡμῶν ὅτι ὁ πατὴρ ἡμῶν Ἱερεμίας κατέλιπεν ἡμᾶς, ὁ ἱερεὺς τοῦ θεοῦ καὶ ἀπῆλθεν.
9.9ἤκουσε δὲ πᾶς ὁ λαὸς τοῦ κλαυθμοῦ αὐτῶν, καὶ ἔδραμον ἐπ’αὐτοὺς πάντες, καὶ εἶδον Ἱερεμίαν ἀνακείμενον χαμαὶ ὥσπερ τεθνηκότα.
9.10καὶ διέρρηξαν τὰ ἱμάτια αὐτῶν, καὶ ἐπέθηκαν χοῦν ἐπὶ τὰς κεφαλὰς αὐτῶν, καὶ ἔκλαυσαν κλαυθμὸν πικρόν.
9.11καὶ μετὰ ταῦτα ἡτοίμασαν ἑαυτοὺς ἵνα κηδεύσωσιν αὐτόν.
9.12καὶ ἰδοὺ φωνὴ ἦλθε, λέγουσα · μὴ κηδεύετε τὸν ἔτι ζῶντα, ὅτι ἡ ψυχὴ αὐτοῦ εἰσέρχεται εἰς τὸ σῶμα αὐτοῦ πάλιν.
9.13καὶ ἀκούσαντες τῆς φωνῆς, οὐκ ἐκήδευσαν αὐτὸν, ἀλλ’ἔμειναν περικύκλῳ τοῦ σκηνώματος αὐτοῦ ἡμέρας τρεῖς, λέγοντες “ποίᾳ ὥρᾳ μέλλει ἀναστῆναι”.
9.14μετὰ δὲ τρεῖς ἡμέρας εἰσῆλθεν ἡ ψυχὴ αὐτοῦ εἰς τὸ σῶμα αὐτοῦ καὶ ἐπῆρε τὴν φωνὴν αὐτοῦ ἐν μέσῳ πάντων καὶ εἶπε · δοξάσατε τὸν θεὸν ἐν μιᾷ φωνῇ, πάντες δοξάσατε τὸν θεὸν, καὶ τὸν υἱὸν τοῦ θεοῦ τὸν ἐξυπνίζοντα ἡμᾶς, Ἰησοῦν χριστὸν, τὸ φῶς τῶν αἰώνων πάντων, ὁ ἄσβεστος λύχνος, ἡ ζωὴ τῆς πίστεως.
9.15γίνεται δὲ μετὰ τοὺς καιροὺς τούτους ἄλλα ἔτη τετρακόσια ἑβδομηκονταεπτὰ, καὶ ἔρχεται εἰς τὴν γῆν.
9.16καὶ τὸ δένδρον τῆς ζωῆς τὸ ἐν μέσῳ τοῦ παραδείσου φυτευθὲν ποιήσει πάντα τὰ δένδρα τὰ ἄκαρπα ποιῆσαι καρπὸν, καὶ αὐξηθήσονται, καὶ βλαστήσουσι.
9.17καὶ τὰ δένδρα τὰ βεβλαστηκότα, καὶ μεγαλαυχοῦντα, καὶ λέγοντα · “ἐδώκαμεν τὸ τέλος ἡμῶν τῷ ἀέρι” · ποιήσει αὐτὰ κριθῆναι, τὸ δένδρον τὸ στηριχθέν.
9.18καὶ τὸ κόκκινον ὡς ἔριον λευκὸν γενήσεται · ἡ χιὼν μελανθήσεται, τὰ γλυκέα ὕδατα ἁλμυρὰ γενήσονται καὶ τὰ ἁλμυρὰ γλυκέα ἐν τῷ μεγάλῳ φωτὶ τῆς εὐφροσύνης τοῦ θεοῦ.
9.19καὶ εὐλογήσει τὰς νήσους τοῦ ποιῆσαι καρπὸν ἐν τῷ λόγῳ τοῦ στόματος τοῦ χριστοῦ αὐτοῦ.
9.20αὐτὸς γὰρ ἐλεύσεται, καὶ ἐξελεύσεται καὶ ἐπιλέξεται ἑαυτῷ δώδεκα ἀποστόλους, ἵνα εὐαγγελίζωνται ἐν τοῖς ἔθνεσιν · ὃν ἐγὼ ἑώρακα κεκοσμημένον ὑπὸ τοῦ πατρὸς αὐτοῦ, καὶ ἐρχόμενον εἰς τὸν κόσμον ἐπὶ τὸ ὅρος τῶν ἐλαιῶν · καὶ ἐμπλήσει τὰς πεινώσας ψυχάς.
9.21ταῦτα λέγοντος τοῦ Ἱερεμίου περὶ τοῦ υἱοῦ τοῦ θεοῦ, ὅτι ἔρχεται εἰς τὸν κόσμον, ὠργίσθη ὁ λαὸς καὶ εἶπε · ταῦτα πάλιν ἐστι τὰ ῥήματα τὰ ὑπὸ Ἡσαΐου τοῦ υἱοῦ Ἀμὼς εἰρημένα, λέγοντος ὅτι, “εἶδον τὸν θεὸν, καὶ τὸν υἱὸν τοῦ θεοῦ”.
9.22δεῦτε οὖν, καὶ μὴ ἀποκτείνωμεν αὐτὸν τῷ ἐκείνου θανάτῳ, ἀλλὰ λίθοις λιθοβολήσωμεν αὐτόν.
9.23ἐλυπήθησαν οὖν σφόδρα Βαροὺχ καὶ Ἀβιμέλεχ ὅτι ἤθελον ἀκοῦσαι πλήρης τὰ μυστήρια ἃ εἶδε.
9.24λέγει δὲ αὐτοῖς Ἱερεμίας · σιωπήσατε καὶ μὴ κλαίετε · οὐ μὴ γάρ με ἀποκτείνωσιν ἕως οὗ πάντα ὅσα εἶδον διηγήσωμαι ὑμῖν.
9.25εἶπε δὲ αὐτοῖς · ἐνέγκατέ μοι λίθον ὧδε ·
9.26καὶ ἔστησεν αὐτὸν καὶ εἶπεν · τὸ φῶς τῶν αἰώνων, ποίησον τὸν λίθον τοῦτον καθ’ὁμοιότητά μου γενέσθαι ἕως οὗ πάντα ὅσα εἶδον διηγήσωμαι τῷ Βαροὺχ καὶ τῷ Ἀβιμέλεχ.
9.27τότε ὁ λίθος διὰ προστάγματος θεοῦ ἀνέλαβεν ὁμοιότητα τοῦ Ἱερεμίου.
9.28καὶ ἐλιθοβόλουν τὸν λίθον, νομίζοντες ὅτι Ἱερεμίας ἐστίν.
9.29ὁ δὲ Ἱερεμίας πάντα παρέδωκε τὰ μυστήρια, ἃ εἶδε, τῷ Βαροὺχ καὶ τῷ Ἀβιμέλεχ, καὶ εἶθ’οὕτως ἔστη ἐν μέσῳ τοῦ λαοῦ, ἐκτελέσαι βουλόμενος τὴν οἰκονομίαν αὐτοῦ.
9.30τότε ἐβόησε ὁ λίθος, λέγων · ὦ μωροὶ υἱοὶ Ἰσραὴλ, διὰ τί λιθοβολεῖτέ με, νομίζοντες ὅτι ἐγὼ Ἱερεμίας; ἰδοὺ Ἱερεμίας ἐν μέσῳ ὑμῶν ἵσταται.
9.31ὡς δὲ εἶδον αὐτὸν, εὐθέως ἔδραμον πρὸς αὐτὸν μετὰ πολλῶν λίθων, καὶ ἐπληρώθη αὐτοῦ οἰκονομία.
9.32καὶ ἐλθόντες Βαροὺχ καὶ Ἀβιμέλεχ, ἔθαψαν αὐτὸν, καὶ λαβόντες τὸν λίθον ἔθηκαν ἐπὶ τὸ μνῆμα αὐτοῦ, ἐπιγράψαντες ἐν αὐτῷ οὕτως · οὗτός ἐστιν ὁ λίθος ὁ βοηθὸς τοῦ Ἱερεμίου.