Tryphon II

On Tropes

p

τοῦ λόγου εἰς εἴδη μεριζομένου δύο, τὸ μέν ἐστι κυριολογία, τὸ δὲ σχῆμα καὶ ἐστι τρόπος. κυριολογία μὲν οὖν ἐστιν τῶν κατὰ φύσιν λέξεων τετευχυῖα φράσις · τότε γὰρ οἰκείως προφέροιτο ἄν τις, ὅταν μὴ παρατραπῇ τοῦ κυρίως λεγομένου, οἷον πὺξ μὲν ἐνίκησα Κλυτομήδεα οἴνοπος υἱόν · Ἴφικλον δὲ πόδεσσι παρέδραμον ἐσθλὸν ἐόντα · τρόπος δέ ἐστι λέξις φράσις ἐκ τῆς καθ’ἑαυτὴν ὁπωσοῦν ἰδιότητος μετατροπὴν εἰληφυῖα, διὸ καὶ τρόπος καλεῖται. παρείληπται δὲ ἤτοι χρείας ἕνεκα κόσμου φράσεως. τρόποι δέ εἰκόσι κσʹ · ἀλληγορία, μεταφορά, κατάχρησις, μετάληψις, ὑπερβατόν, ἀναστροφή, συνεκδοχή, ὀνοματοποιΐα, μετωνυμία, περίφρασις, πλεονασμός, παραπλήρωμα, ἔλλειψις, ὑπερβολή, εἰρωνεία, σαρκασμός, ἤγουν χλεύη, ἀστεϊσμός, ἀντίφρασις, ἐναντίωσις, ἀντονομασία, ἀμφιβολία, σύλληψις, αἴνιγμα, ἐπαύξησις, ἐξοχή, ὑστερολογία καὶ σχῆμα.

1

ἀλληγορία ἐστὶ φράσις ἕτερον μέντοι δηλοῦσα, ἑτέρου δὲ ἔννοιαν παριστῶσα. τότε δὲ καταχρῶνται δεόντως τῇ ἀλληγορίᾳ, ὅτε δι’εὐλάβειαν δι’αἰσχύνην οὐ δύνανται φανερῶς ἀπαγγεῖλαι, ὃν τρόπον παρὰ Καλλιμάχῳ ἐν Ἰάμβοις · τὸ πῦρ ὅπερ ἀνέκαυσας, πολλὴν πρόσω κέχρηκε φλόγα · ἔσχε δὲ δρόμον μαργοῦντος ἵππου, ταῦτα γὰρ οὐ κυρίως εἴρηται · ὅτι οὐ περὶ πυρὸς οὐ δὲ ἱπποδρομίας ἐστὶ λόγος, ἀλλ’ὥσπερ αἰδούμενος ἐκδήλως ἐλέγξα τὴν ὑπερβολὴν τῆς θρασύτητος.

2

μεταφορά ἐστι μέρος λόγου μεταφερόμενον. ἀπὸ τοῦ κυρίου ἐφ’ἕτερον ἤτοι ἐμφάσεως ὁμοιώσεως ἕνεκα. τῶν δὲ μεταφορῶν εἴδη πέντε · αἱ μὲν γὰρ αὐτῶν εἰσιν ἀπὸ ἐμψύχων ἐπὶ ἄψυχα, αἱ δὲ τοὐναντίον ἀπὸ ἀψύχων ἐπὶ ἔμψυχα, αἱ δὲ ἀπὸ ἐμψύχων ἐπὶ ἔμψυχα, αἱ δὲ ἀπὸ ἀψύχων ἐπὶ ἄψυχα, αἱ δὲ ἀπὸ πράξεως ἐπὶ πρᾶξιν. ἀπὸ μὲν ἐμψύχων ἐπὶ ἄψυχα, ὡς ὅταν ποιητὴς ἐπὶ τῶν δοράτων λέγῃ πολλὰ δὲ καὶ μεσηγὺς πάρος χρόα καλὸν ἐπαυρεῖν ἐν γαίῃ ἵσταντο, λιλαιόμενα χροὸς ἆσαι. τὸ γὰρ προθυμεῖσθαι ἐπὶ ἐμψύχων τοῦτο δὲ εἴρηται κατ’ἔμφασιν. ἀπὸ δὲ ἀψύχων ἐπὶ ἔμψυχα, οἶον ὅταν Ὀδυσσεὺς λέγῃ Αἴαντι πύργος σφιν ἀπώλετο · ἐπεὶ καὶ Ἀχιλλῆος μέγας ἦν · τοῦτο κατ’ἔμφασιν · ἀπὸ ἐμψύχων δὲ ἐπὶ ἔμψυχα, οἷον ποιμένα λαῶν, τὸν βασιλέα τῶν ὄχλων · καὶ γὰρ ἀμφότερα ἔμψυχα. ὡς γὰρ ὑποτέτακται τῷ ποιμένι τὰ ποίμνια, οὕτω τῷ βασιλεῖ οἱ ὄχλοι, ποιμὴν δὲ βασιλεύς · εἴρηται δὲ τοῦτο καθ’ὁμοιότητα. ἀπὸ δὲ ἀψύχων ἐπὶ ἄψυχα, οἷον σπέρμα πυρὸς σῴζων, ἵνα μή ποθεν ἄλλοθεν αὔοι · ἀπὸ δὲ πράξεως ἐπὶ πρᾶξιν, οἷον ἤδη πού τινα κεῖνος μήτιν’ἐνὶ φρεσὶν ὑφαίνει. τὸ γὰρ ὑφαίνειν ἐπὶ τῶν ὑφασμάτων τάσσεται κυρίως, νῦν δὲ ἐπὶ τῆς κατασκευῆς τῆς βουλῆς εἴληπται. τῶν δὲ μεταφορῶν αἱ μέν εἰσιν ἐμφάσεως δηλωτικαὶ οὐ σῴζουσαι τὴν ὁμοιότητα, αἱ δὲ ὁμοιότητες μηδὲν ἐμφάιγουσαι αἱ δὲ ὁμοῦ καὶ τὴν ἔμφασιν καὶ τὴν ὁμοιότητα ἐμφάγουσιν.

3

κατάχρησίς ἐστι μέρος λόγου κυρίως καὶ ἐτύμως κατονομασθέν · λεγόμενον καὶ ἐπί τινος ἑτέρου ἀκατονομάστου κατὰ τὸ οἰκεῖον, οἶον πυξὶς χαλκὶς τριήραρχος. καὶ πυξὶς μὲν κυρίως καὶ ἐτύμως ἐστὶν ἐκ πύξου κατεσκευασμένη · χαλκὶς δὲ ἐκ χαλκοῦ καὶ τὰ μολίβδινα δὲ χαλκίδας προσαγορεύομεν · καὶ τριήραρχον οὐ μόνον τὸν τριήρους ἄρχοντα, ἀλλὰ καὶ πεντήρους καὶ ἑξήρους. καὶ ἀνδριάντα δὲ καὶ γυναικὸς λέγομεν. καὶ Ὅμηρος νέκταρ ἐῳνοχόει, οὐ κατὰ τὸ οἰκεῖον, ἀλλ’ἀκατονόμαστόν ἐστι.

4

μετάληψίς ἐστι λέξις διὰ τοῦ συνωνύμου τὸ ὁμώνυμον δηλοῦσα, οἶον ἔνθεν δ’αὖ νήσοισιν ἐπιπροέηκε θοῇσι. τὰς γὰρ ἀπὸ τοῦ σχήματος Ὀξείας νήσους μεταληπτικῶς Θοὰς εἴρηκε. τὸ γὰρ θοὰς συνώνυμόν, καὶ τούτῳ δὲ ὁμώνυμόν πᾶν τὸ κατὰ σχῆμα ὀξύ. καὶ πάλιν Τεῦκρος δὲ τόξων φειδωλίᾳ ὑπὲρ τάφρου πηδῶντας ἔστησε Φρύγας. γὰρ κατὰ τὸν βίον φειδωλὸς συνωνύμως καὶ ἀκριβὴς καλεῖται, δὲ συνωνυμεῖ τῷ κατὰ τὴν τέχνην ἀκριβεῖ, τουτέστιν εὐστόχῳ.

5

ὑπερβατόν ἐστι φράσις ἀνὰ μέσον τὰ ἑξῆς ἔχουσα. γίνονται δὲ τὰ ὑπερβατὰ ἐν εἴδεσι δυσίν, εἴτε ἐν λέξει εἴτε ἐν λόγῳ · ἐν λέξει, οἷον πάντῃ γὰρ περὶ τεῖχος ὀρώρει θεσπιδαὲς πῦρ λάϊνον. τὸ γὰρ ἑξῆς οὕτως ἔχει · πάντῃ γὰρ περὶ τεῖχος λάϊνον καὶ ἐν συνθέτοις λέξεσιν ὑπερβατὰ γινόμενα, οἷον νήπιοι, οἳ κατὰ βοῦς Ὑπερίονος Ἠελίοιο ἤσθιον, ἀντὶ τοῦ κατήσθιον. τὰ δὲ ἐν λόγῳ γινόμενα ἔχει οὕτως παρ’Ὁμήρῳ · ὣς ἔφατ’· Ἀργεῖοι δὲ μέγ’ἴαχον, ἀμφὶ δὲ νῆες σμερδαλέον κονάβησαν ἀϋσάντων ὑπ’Ἀχαιῶν, μῦθον ἐπαινήσαντες Ὀδυσσῆος θείοιο. τὸ γὰρ ἑξῆς οὕτως ἀποδίδοται · ὣς ἔφατ’Ἀργεῖοι δὲ μέγ’ἴαχον μῦθον ἐπαινήσαντες. ἔνιοι δὲ καὶ ἐν συλλαβαῖς ὑπερβατὰ πεποιήκασιν, ὡς καὶ Σιμωνίδης ἐν ἐπιγράμμασιν · Ἑρμῆν τόνδ’ἀνέθηκεν Δημήτριος, ὄρθια δ’οὐκ ἐν προθύροις, ἀντὶ τοῦ οὐκ ὄρθια δέ.

6

ἀναστροφὴ δέ ἐστι λέξις ἣν δεῖ προηγεῖσθαι τῆς σημαινομένης διανοίας δευτέραν ἔχουσα τάξιν · ἔνιοι δὲ καὶ ἐπὶ πλειόνων λόγου μερῶν · ἐν μὲν προθέσει οὕτως · ἔπι πόλλ’ἐμόγησα, ἀντὶ τοῦ ἐφ’ πόλλ’ἐκακοπάθησα. ἐν δὲ ἐπιρρήματι, τὰς Εὔμηλος ἔλαυνε ποδώκεας ὄρνιθας ὥς, ἀντὶ τοῦ ὡς ὄννιθας. ἐν δὲ συνδέσμοις τοι μὲν τρηχεῖα καὶ οὐχ ἱππήλατός ἐστιν, οὐ δὲ λίην λυπρή, ἀτὰρ οὐ δ’εὐρεῖα τέτυκται. ἀντὶ τοῦ ἤτοι τρηχεῖα μέν ἐστι καὶ οὐχ ἱππήλατός. ταῦτα μὲν πρὸς μίαν ἀναστρέφεται λέξιν · ἀλλα δέ ἐστιν πρὸς πλείονα μέρη λόγου τὴν ἀναστροφὴν ἔχει, οἷον Ἕκτορος ὠφέλετ’ἀντὶ θοῇς ἐπὶ νηυσὶ πεφάσθαι. γὰρ ἀντὶ πρόθεσις οὐκέτι μιᾷ συντάσσεται, ἀλλὰ δυσὶ λέξεσιν, καὶ τὸ ἑξῆς · ἀνθ’Ἕκτορος ὠφέλεται.

7

συνεκδοχή ἐστι φράσις οὐ κατὰ τὸ πλῆρες ἐκφερομένη, διανοίας δέ τινος ἔξωθεν προσδεομένη. ἔχει δὲ τέσσαρας διαφορὰς · καὶ γὰρ ἀπὸ μέρους τὸ ὅλον δηλοῖ, καὶ ἀπὸ ὅλου τὸ μέρος, καὶ ἀπὸ συμβαίνοντος τὸ προηγούμενον, καὶ ἀπὸ τοῦ συμβόλου τὸ κύριον. ἀπὸ οὖν μέρους τὸ ὅλον, οἶον θεὰ λευκώλενος Ἥρη. ἀπὸ γὰρ τοῦ βραχίονος τὸ ὅλον σῶμα δηλοῖ. ἀντὶ τοῦ λευκὴ ὅλη ἀπὸ μέρους. ἀπὸ δὲ ὅλου τὸ μέρος, οἷον βόας αὔας, ἀντὶ τοῦ βύρσας, τουτέστιν ἀσπίδας. ἀπὸ γὰρ ὅλου τοῦ βοὸς ἐδήλωσε τὸ μέρος, ἤγουν τὸ δέρμα. μέρος γὰρ ἀσπίς καὶ βύρσα τοῦ βοὸς. καὶ οὔχι ὅλου βοῦς. ἀπὸ δὲ συμβαίνοντος τὸ προηγούμενον, οἷον ἑζόμενοι λεύκαινον ὕδωρ ξεστῇς ἐλάτῃσιν. τὸ γὰρ λεύκαιν, ἀντὶ τοῦ συντόνως ἤρεσσον · ὁπέρ λευκαίνεσθαι τὴν θαλάσσην συμβαίνει ἐν τῷ προηγεῖσθαι τὸ κωπηλατεῖσθαι. ἀπὸ δὲ συμβόλου τὸ κύριον, οἷον σκῆπτρον μέν τοι δῶκε τετιμῆσθαι περὶ πάντων. ἀντὶ τοῦ τῆς βασιλείας σύμβολον γάρ ἐστι τὸ σκῆπτρον τῆς βασιλείας.

8

ὀνοματοποιΐα ἐστὶ μέρος λόγου πεποιημένον κατὰ μίμησιν τῶν ἀποτελουμένων ἤχων φωνῆς · ἤχων μέν, οἷον λίγξε βιός. αὐλῶπις τρυφάλεια χαμαὶ βόμβησε πεσοῦσα. φωνῆς δὲ τὸ τοιοῦτον, οἷον ὀλολυγὴ καὶ μυκηθμός, καὶ τοὺς δ’ἐλεεινὰ κατήσθιε τετρυγότας.

9

μετωνυμία ἐστὶ ὄνομα ἐφ’ἑτέρου μέν τινος κυρίως κείμενον, ἕτερον δὲ σημαῖνον κατὰ τὸ οἰκεῖον, οἷον ὑπείριχον Ἡφαίστοιο. σημαίνει δὲ τοῦ πυρός, ὅπερ ἐστὶν οἰκεῖον τοῦ Ἡφαίστου. καὶ πάλιν ἔνθα δ’ἔπειτ’ἀφίει μένος ὄβριμος Ἄρης, ἀντὶ τοῦ σίδηρος · ὅπερ οἰκεῖον τοῦ Ἄρεος καὶ ὅταν λέγωμεν τὸν οἶνον Διόνυσον, καὶ τὸν σῖτον Δήμητραν, καὶ τὰ παραπλήσια.

10

περίφρασίς ἐστι φράσις δια τῆς αὐτοτελοῦς καὶ κυρίας λέξεως, διὰ πλειόνων αὐτὸ τὸ κύριον δηλοῦσα πρὸς αὔξησιν τοῦ σημαινομένου · οἷον βίη Ἡρακλείη, ἀντὶ τοῦ Ἡρακλῆς. καὶ ἱερὸν μένος Ἀλκινόοιο, ἀντὶ τοῦ Ἀλκίνοος. καὶ πάλιν παρὰ δ’ἀλφίτου ἱερὸν ἀκτήν.

11

πλεονασμός ἐστι φράσις ἐν ἑαυτῇ πλεονάζουσα, ὡς ἐνδέχεται κατὰ ἀναλογίαν. τῶν δὲ λεγομένων πλεονασμῶν μὲν μέτρου ἕνεκα φράζονται, δὲ ἐμφάσεως. καὶ μέτρων μὲν τὰ τοιαῦτα, οἷον Αἰνείαο, Πριάμοιο, λελάβωσι, λελάχωσι, καὶ πᾶν λέγεται κατὰ παραγωγήν. ἐμφάσεως δὲ σημαντικὰ τὰ τοιαῦτα · ὠμοφάγοι μιν θῶες ἐν οὔρεσι δαρδάπτουσι, καὶ ἑρπύζων παρὰ θῖνα · τὸ νοθῶδες ἐμφαίνει καὶ ἄστατον · καὶ πόντον ἐπ’ἀτρύγετον δερδέσκετο δάκρυα λείβων.

12

παραπλήρωμά ἐστι φράσις λέξις ἐκ περισσοῦ παραλαμβανομένη, οἶον ἀρχοὺς αὖ νηῶν ἐρέω νῆάςτε προπάσας. γὰρ πρὸ παρέλκει. καὶ ἀστέρ’ὀπωρινῷ ἐναλίγκιος, ὅςτε μάλιστα, ἀντὶ τοῦ ὃς μάλιστα. καὶ ἐπὶ τοῦ κε · καί κέ τις ὧδ’ἐρέει Τρώων ὑπερηνορεόντων.

13

ἔλλειψίς ἐστι φράσις οὐ κατὰ τὸ πλῆρες ἐκφερομένη, ἀλλὰ μιᾷ λέξει πλείοσιν ἐλλείπουσα · οἷον κόπτων ἀμφοτέρῃσιν, λείπει γὰρ τὸ χερσίν. ὁμοίως ἐν καθαρῷ, ὅθι δὴ νεκύων διεφαίνετο χῶρος. λείπει γὰρ χώρω · καὶ ἀλλ’εἰ μὲν δώσουσι γέρας μεγάθυμοι Ἀχαιοί, ἄρσαντες κατὰ θυμόν, ὅπως ἀντάξιον ἔσται. τὸ καλῶς γὰρ ἂν ἔχοι, λείπει · ἀπεκρέμαται γὰρ διάνοια. ἔνιοι δὲ τοῦτον τὸν τρόπον προσυπακουόμενον καλοῦσιν.

14

ὑπερβολή ἐστι λόγος ὑπεραίρων ἐμφάσεως ἕνεκα τὸ ἀληθές, ὡς ἐπὶ τοῦ τούτου · ἀλλ’ὅτε δη σκιρτῷεν ἐπὶ ζείδωρον ἄρουραν, ἄκρων ἐπ’ἀνθερίκων καρπῶν θέων οὐ δὲ κατέκλων · καὶ τὸ ἀλλ’ὅτε δὴ σκιρτῷεν ἐπ’εὐρέα νῶτα θαλάσσης, ἄκρον ἐπὶ ῥηγμῖνος ἁλὸς πολιῆς θέεσκον. εἰ μὲν οὖν μυθικῶς τις ἀκούοι τὸ τοιοῦτον, ἀκυρολογία φανήσεται, εἰ δὲ μή, ὑπαχθήσεται τῇ ὑπερβολῇ. ὡς καὶ τὸ λευκότεροι χίονος, θείειν δ’ἀνέμοισιν ὁμοῖοι.

15

εἰρωνεία ἐστὶ φράσις τοῖς ῥητοῖς λεγομένη τοὐναντίον μεθ’ὑποκρίσεως, οἶον Ἀντίνο’, μευ καλὰ πατὴρ ὣς κήδεαι υἱός.

16

σαρκασμός ἐστι φράσις τοῖς ῥητοῖς λεγομένη τοὐναντίον μετὰ χλευασμοῦ, οἶον νῦν μὲν δὴ μάλα πάγχυ Μελάνθιε νύκτα φυλάξεις εὐνῇ ἐνὶ μαλακῇ καταλέγμενος.

17

ἀστεϊσμός ἐστι φράσις διὰ τῶν ἐναντίων τὸ κρεῖττον ἠθικῶς ἐμφαίνουσα, οἷον εἴ τις πλούσιος ὢν πένης εἶναι λέγει, καὶ τεχνίτης ἄτεχνος, καὶ ἀγαθὸς φαῦλος. ἔνιοι δὲ τὸν ἀστεϊσμὸν ὡρίσαντο προσποίησιν εἶναι τῆς ἀληθείας.

18a

ἀντίφρασίς ἐστι φράσις τοῖς κρείττοσι τοῦ παρισταμένου τὴν κακίαν ὅσον ἐφ’ἑαυτῇ περιστέλλουσα, οἷον ὅταν πτωχὸν καλοῦμεν πλούσιον καὶ τὴν χολὴν γλυκεῖαν, καὶ τὸν βόρβορον ὀχετόν, καὶ τὰ παραπλήσια.

18b

19

ἐναντίωσίς ἐστι λέξις διὰ τῶν ἐναντίων τὸ ἐναντίον κατὰ ἀποβολὴν δηλοῦσα, οἷον, τὼ δ’οὐκ ἄκοντε πετέσθην, ἀντὶ τοῦ οἱ δὲ ἄκόντες ἐπετάσθησαν. καὶ οὐ δ’ἄρα πατρὸς ἀνηκούστησεν Ἀπόλλων, ἀντὶ τοῦ ἤκουσε τοῦ πατρός · καὶ τὰ παραπλήσια.

20a

ἀντονομασία ἐστὶν ὄνομα ἐπιθετικὸν καὶ μόνον ἀντὶ κυρίου παραλαμβάνεται, οἷον ὄφρ’εἰδῇ Γλαυκῶπις, ὅταν πατρὶ μάχηται, ἀντὶ τοῦ Ἀθηνᾶ. καὶ οὕτω γὰρ δή τοι Γαιήοχε κυανοχαῖτα, ἀντὶ τοῦ Πόσειδον. καὶ τὰ ὅμοια.

20b

21

ἀμφιβολία ἐστὶ φράσις δύο καὶ πλείονας ἐννοίας σημαίνουσα, οἷον χεῖρας ἐπ’ἀνδροφόνους τιθέμενος στήθεσσιν ἑταίρου. ἄδηλον γάρ, πότερον τὰς τοῦ Πατρόκλου χεῖρας λέγει τὰς τοῦ Ἀχιλλέως. καὶ τὰ ἐπὶ τοῦ Ἑρμοῦ εἰρημένα · σεύατ’ἔπειτ’ἐπὶ πόντον λάρῳ ὄρνιθι ἐοικώς, ὡςτε κατὰ δεινοὺς κόλπους ἀτρυγέτοιο θαλάσσης ἰχθῦς ἀγρώσσων πυκινὰ πτερὰ δεύεται ἅλμῃ. ἤτοι γὰρ τὸ πυκινὰ πρὸς τὸ ἀγρώσσων ληπτέον, ἵν’ πυκινὰ ἀγρώσσων, πρὸς τὰ πτερά, ἵν’ πυκινὰ πτερά δεύεται · καὶ κήρυκες δ’ἀνὰ ἄστυ θεῶν φέρον ὅρκια πιστά, τοῦ θεῶν δυναμένου κεῖσθαι ἐπίτε τῶν κηρύκων καὶ ἐπί τῆς πόλεως, ἐπεὶ δοκεῖ Ἴλιος ὑπὸ θεῶν τετειχίσθαι · διὸ καὶ πολλάκις ἱερὰν αὐτὴν λέγει, Ἴλιον εἰς ἱερήν. καὶ πάλιν Τρῆχόντ’αἰχμητὴν Αἰτώλιον Οἰνόμαόντε. καὶ ὁμοίως δεινὸν δ’ἀμφ’Ἀχιλῆα κυκώμενον ἵστατο κῦμα.

22

σύλληψίς ἐστι φράσις δυοῖν ὑποκειμένων πραγμάτων τὸ τῷ ἑτέρῳ πραχθὲν ἰδίᾳ κοινῶς παραλαμβάνουσα · οἷον Ὀδυσσεὺς Νέστορι περὶ τῆς ἀναιρέσεως Δόλωνος λέγει, τὸν τρισκαιδέκατον σκοπὸν εἵλομεν ἐγγύθι νηῶν. εἵλομεν εἶπε, καίπερ Διομήδους μόνου αὐτὸν ἀνελόντος. καὶ τοῦτο μὲν τὸ ὑπόδειγμα τοῦ ἑνὸς ἔχει πρὸς ἕνα τὴν σύλληψιν · ἀλλα δέ ἐστιν συλλαμβάνει ἕνα πρὸς πολλούς, ὡς ἔχει τὰ παρὰ Θερσίτου λεγόμενα πρὸς Ἀγαμέμνονα · πλεῖαί τοι χαλκοῦ κλισίαι, πολλαὶ δὲ γυναῖκες εἰσὶν ἐν μεγάρῳ ἐξαίρετοι, ἅς τοι Ἀχαιοὶ πρωτίστῳ δίδομεν, εὖτ’ἂν πτολίεθρον ἕλωμεν. συγκαταριθμεῖ γὰρ ἑαυτὸν τοῖς ἀριστοῖς ἀσθενὴς καὶ οὐδαμινὸς τυγχάνων.

23

αἴνιγμά ἐστι φράσις διάνοιαν ἀποκεκρυμμένην καὶ σύνθετα πειρωμένη ποιεῖν, ὡς παρ’Ἡσιόδῳ περὶ τῆς κύλικος λεγόμενα · μη δέ ποτ’οἰνοχόην τιθέμεν κρητῆρος ὕπερθεν. G_L αὐτὰρ ἐπεὶ δαιτὸς μὲν ἐίσης ἐξ ἔρον θέντο, οἴνου μητέρα μητρὸς […] ἄγοντο G_L ἀζαλέηντε καὶ ὀπταλέην σφετέροισι τέκεσσι τεθνάναι. G_L ἀζαλέην καὶ ὀπταλέην, ἐπεὶ δοκεῖ πρῶτα μὲν ξηραίνεσθαι, εἶτα ὀπτᾶσθαι. σφετέροισι τεκέεσσι, τοῖς ἑαυτοῖς, λέγει δὲ τοῖς ξένοις. τὸ δὲ τεθνάναι, καθὸ δοκεῖ ἐκ τῆς ὕλης ἐκκεκόφθαι.

24

ἐπαύξησίς ἐστι φράσις κατὰ πρόσθεσιν αὐξάνουσα τὸ σημαινόμενον, ὡς ἔχει τὰ τοιαῦτα · τῶν νέες ὠκεῖαι ὡς εἰ πτερὸν ἠὲ νόημα. ὠκύπτερον γὰρ παρέστησε τῶν νεῶν ῶν τὸ τάχος, συνάψας τῷ πτερῷ τὸ νόημα. καὶ ἀμφὶ δὲ χαλκὸς ἐλάμπετο εἴκελος αὐγῇ πυρὸς αἰθομένοιο ἠ’ἠελίου ἀνιόντος. ἱκανὸν γὰρ τὸ ἴκελος αὐγῇ, προστιθεὶς δὲ τὸ ἑξῆς ἐπ’ηὔξησε τὸ σημαινόμενον.

25

ἐξοχή ἐστιν ὀνόματος διαστολὴ κατὰ διαφορὰν πρὸς τὰ ὅμοια, οἷον Ζεὺς δ’ἐπεὶ οὖν Τρῶάςτε καὶ Ἕκτορα νηυσὶ πέλασσεν, ὥσπερ τοῦ Ἕκτορος μὴ ὄντος ἑνὸς τῶν Τρώων, ἐξήνεγκε τὸν λόγον ἐπὶ τοῦτον · κατ’ἐξοχὴν αὐτὸν ἐδήλωσε. ὁμοίως οὐ γὰρ ἔτ’Οἰνῆος μεγαλήτορος υἱέες ἦσαν, οὐ δ’ἄρ’ἔτ’αὐτὸς ἔην · θάνε δὲ ξανθὸς Μελέαγρος. ὡς οὐχὶ ἑνὸς τοῦ Μελέαγροῦ ὄντος · τῶν παιδῶν τοῦ οἰνέως.

26

ὑστερολογία ἐστὶ λόγος ὅταν ὅν δεῖ πρῶτον λέγειν ὕστερόν τις τάξῃ, οἷον ἅμα τράφεν ἠδ’ἐγένοντο, ἀντὶ τοῦ ὁμοῦ ἐγεννήθησαν καὶ ἀνετράφησαν. καὶ εἵματα δ’ἀμφιέσασα θυώδεα καὶ λούσασα. ἀντὶ τοῦ λούσασα καὶ θυώδεα. καὶ λαοὶ δ’ἠρήσαντο, θεοῖσι δὲ χεῖρας ἀνέσχον. ἀντὶ τοῦ ἀνέσχον ἠρήσαντο. σχῆμά ἐστι σολοικισμὸς ἀπολογίαν ἔχων, ὡς ὅταν εἴπωμεν, κύριος Ἰωάννης, ὃν θεὸς ἐλεήσει, ἀγαθός ἐστι. διαφέρει δὲ σχῆμα σολοικισμοῦ, ἐπειδὴ σχῆμα μέν ἐστι ποιητοῦ συγγραφέως ἁμάρτημα ἑκούσιον διὰ τέχνην ξενοφωνίαν καλλωπισμόν, σολοικισμὸς δὲ ἁμάρτημα ἀκούσιον, οὐ διὰ τέχνην ἀλλὰ δι’ἀμαθίαν γινόμενον.