Epigrams
ἅλικες αἵτε κόμαι καὶ ὁ Κρωβύλος, ἃς ἀπὸ Φοίβῳ
6.2πέξατο μολπαστᾷ κῶρος ὁ τετραετής ·
6.3αἰχμητὰν δ’ἐπέθυσεν ἀλέκτορα, καὶ πλακόεντα
6.4παῖς Ἡγησιδίκου πίονα τυροφόρον.
6.5Ὤπολλον, θείης τὸν Κρωβύλον εἰς τέλος ἄνδρα,
6.6οἴκου καὶ κτεάνων χεῖρας ὕπερθεν ἔχων.
6.1καλῷ σὺν τέττιγι Χαρίξεινος τρίχα τήνδε
6.2κουρόσυνον κούραις θῆκ’Ἀμαρυνθιάσι
6.3σὺν βοῒ χερνιφθέντα · πάις δ’ἴσον ἀστέρι λάμπει,
6.4πωλικὸν ὡς ἵππος χνοῦν ἀποσεισάμενος.
6.1Ἄρτεμις, ἡ Γόργοιο φύλαξ κτεάνωντε καὶ ἀγροῦ,
6.2τόξῳ μὲν κλῶπας βάλλε, σάου δὲ φίλους ·
6.3καί σοι ἐπιρρέξει Γόργος χιμάροιο νομαίης
6.4αἷμα καὶ ὡραίους ἄρνας ἐπὶ προθύροις.
6.1μυριόπουν σκολόπενδραν ὑπ’Ὠρίωνι κυκηθεὶς
6.2πόντος Ἰαπύγων ἔβρασ’ἐπὶ σκοπέλους ·
6.3καὶ τόδ’ἀπὸ βλοσυροῦ σελάχευς μέγα πλευρὸν ἀνῆψαν
6.4δαίμοσι βουφόρτων κοίρανοι εἰκοσόρων.
6.1Εἰνάλιε λαβύρινθε, τύ μοι λέγε · τίς σ’ἀνέθηκεν
6.2ἀγρέμιον πολιᾶς ἐξ ἁλὸς εὑρόμενος; — “
6.3παίγνιον ἀντριάσιν Διονύσιος ἄνθετο Νύμφαις
6.4δῶρον δ’ἐξ ἱερᾶς εἰμι Πελωριάδος,
6.5υἱὸς Πρωτάρχου · σκολιὸς δ’ἐξέπτυσε πορθμός,
6.6ὄφρ’εἴην λιπαρῶν παίγνιον Ἀντριάδων”.
7.1ναυηγοῦ τάφος εἰμί · σὺ δὲ πλέε · καὶ γὰρ ὅθ’ἡμεῖς
7.2ὠλλύμεθ’, αἱ λοιπαὶ νῆες ἐποντοπόρουν.
7.1Εὐφορίων, ὁ περισσὸν ἐπιστάμενός τι ποῆσαι,
7.2Πειραϊκοῖς κεῖται τοῖσδε παρὰ σκέλεσιν.
7.3ἀλλὰ σὺ τῷ μύστῃ ῥοιὴν ἢ μῆλον ἄπαρξαι,
7.4ἢ μύρτον καὶ γὰρ ζωὸς ἐὼν ἐφίλει.
7.1οὕτω δὴ Πύλιον τὸν Ἀγήνορος, ἄκριτε Μοῖρα,
7.2πρώιον ἐξ ἥβας ἔθρισας Αἰολέων,
7.3κῆρας ἐπισσεύσασα. βίου κύνας. ὦ πόποι, ἀνὴρ
7.4οἷος ἀμειδήτῳ κεῖται ἕλωρ Ἀίδῃ.
7.1Πέτρος ἐγὼ τὸ πάλαι γυρὴ καὶ ἄτριπτος ἐπιβλὴς
7.2τὴν Ἡρακλείτου ἔνδον ἔχω κεφαλὴν
7.3αἰών μ’ἔτριψεν κροκάλαις ἴσον ἐν γὰρ ἀμάξῃ
7.4παμφόρῳ αἰζηῶν εἰνοδίη τέταμαι.
7.5ἀγγέλλω δὲ βροτοῖσι, καὶ ἄστηλός περ ἐοῦσα,
7.6θεῖον ὑλακτητὴν δήμου ἔχουσα κύνα.
7.1Θεύδοτε, κηδεμόνων μέγα δάκρυον, οἵ σε θανόντα
7.2κώκυσαν, μέλεον πυρσὸν ἀναψάμενοι,
7.3αἰνόλινε, τρισάωρε · σὺ δ’ἀντὶ γάμουτε καὶ ἥβης
7.4κάλλιπες ἡδίστῃ ματρὶ γόους καὶ ἄχη.
7.1εὐρύσορον περὶ σῆμα τὸ Φαιναρέτης ποτὲ κοῦραι
7.2κέρσαντο ξανθοὺς Θεσσαλίδες πλοκάμους,
7.3πρωτοτόκον καὶ ἄποτμον ἀτυζόμεναι περὶ νύμφην
7.4Λάρισσαν δὲ φίλην ἤκαχε καὶ τοκέας.
7.1τόλμα καὶ εἰς ἀίδαν καὶ ἐς οὐρανὸν ἄνδρα κομίζει,
7.2ἃ καὶ Σωσάνδρου παῖδ’ἐπέβασε πυρᾶς,
7.3Δωρόθεον Φθίᾳ γὰρ ἐλεύθερον ἦμαρ ἰάλλων
7.4ἐρραίσθη Σηκῶν μεσσόθι καὶ Χιμέρας.
7.1δηρίφατον κλαίω Τιμοσθένη, υἷα Μολοσσοῦ,
7.2ξεῖνον ἐπὶ ξείνῃ Κεκροπίᾳ φθίμενον.
7.2ᾬχευ ἔτ’ἀσκίπων Κινησία, Ἑρμόλα υἱὲ ἐκτίσων Ἀίδῃ χρεῖος ὀφειλόμενον,
7.3γήρᾳ ἔτ’ἄρτια πάντα φέρων · χρήστην δὲ δίκαιον
7.4εὑρών σε στέρξει παντοβίης Ἀχέρων.
7.1κληῖδες Κύπρου σε καὶ ἐσχατιαὶ Σαλαμῖνος,
7.2Τίμαρχ’, ὑβριστήςτ’ὤλεσε Λὶψ ἄνεμος,
7.3νηίτε σὺν φόρτῳτε · κόνιν δέ σου ἀμφιμέλαιναν
7.4δέξαντ’οἰζυροί, σχέτλιε, κηδεμόνες.
9.1Θεσσαλαὶ αἱ βόες αἵδε · παρὰ προθύροισι δ’Ἀθάνας
9.2ἑστᾶσιν, καλὸν δῶρον, Ἰτωνιάδος ·
9.3πᾶσαι χάλκειαι, δυοκαίδεκα, Φράδμονος ἔργον,
9.4καὶ πᾶσαι γυμνῶν σκῦλον ἀπ’Ἰλλυριῶν.
13.1ἐκ δολίχου τόνδε σφυρήλατον, ὡς τάχει κρατήσας,
13.2Πᾶις Ἀριστομάχειος ἀνείλετο χάλκεον λέβητα.
13.1Μνασάλκεος τὸ σᾶμα τῶ Πλαταΐδα,
13.2τῶ λεγῃοποιῶ ·
13.3ἁ Μῶσα δ’αὐτῶ τᾶς Σιμωνίδα πλάτας
13.4ἦς ἀποσπάραγμα ·
13.5κενάτε κλαγγὰν κα- κἀπιλακυθίστρια διθυραμβοχάνα.
13.6τέθνακε, μὴ βάλωμες · εἰ δέ κε ζόεν,
13.7τύμπανὸν κ’ἐφύση.
16.1στᾶθι πέλας, δάκρυσον ἰδών, ξένε, μυρία πένθη
16.2τᾶς ἀθυρογλώσσου Τανταλίδος Νιόβας,
16.3ἇς ἐπὶ γᾶς ἔστρωσε δυωδεκάπαιδα λοχείην
16.4ἄρτι, τὰ μέν, Φοίβου τόξα, τὰ δ’, Ἀρτέμιδος.
16.5ἁ δὲ λίθῳ καὶ σαρκὶ μεμιγμένον εἶδος ἔχουσα,
16.6πετροῦται · στενάχει δ’ὑψιπαγὴς Σίπυλος,
16.7γλώσσᾳ θνατοῖσιν δολία νόσος, ἇς ἀχάλινος
16.8ἀφροσύνα τίκτει πολλάκι δυστυχίαν.