Thebaid
Ἄργος ἄειδε, θεά, πολυδίψιον, ἔνθεν ἄνακτες
1αὐτὰρ ὁ διογενὴς ἥρως ξανθὸς Πολυνείκης
2πρῶτα μὲν Οἰδιπόδηι καλὴν παρέθηκε τράπεζαν
3ἀργυρέην Κάδμοιο θεόφρονος · αὐτὰρ ἔπειτα
4χρύσεον ἔμπλησεν καλὸν δέπας ἡδέος οἴνου.
5αὐτὰρ ὅ γ’ὡς φράσθη παρακείμενα πατρὸς ἑοῖο
6τιμήεντα γέρα, μέγα οἱ κακὸν ἔμπεσε θυμῶι,
7αἶψα δὲ παισὶν ἑοῖσιν ἐπ’ἀμφοτέροισιν ἐπαρὰς
8ἀργαλέας ἠρᾶτο · θοὴν δ’οὐ λάνθαν’Ἐρινύν ·
9ὡς οὔ οἱ πατρώϊ’ἐνηέι φιλότητι
10δάσσαιντ’, ἀμφοτέροισι δ’ἀεὶ πόλεμοίτε μάχαιτε
1ἰσχίον ὡς ἐνόησε, χαμαὶ βάλεν εἶπέτε μῦθον ·
2“ὤ μοι ἐγώ, παῖδες μέγ’ὀνειδείοντες ἔπεμψαν […]”
3G_L
4εὖκτο Διὶ βασιλῆϊ καὶ ἄλλοις ἀθανάτοισι
5χερσὶν ὑπ’ἀλλήλων καταβήμεναι Ἄιδος εἴσω.
1πουλύποδός μοι, τέκνον, ἔχον νόον, Ἀμφίλοχ’ἥρως,
2τοῖσιν ἐφαρμόζειν, τῶν κατὰ δῆμον ἵκηαι,
3ἄλλοτε δ’ἀλλοῖος τελέθειν καὶ χώρῃ ἕπεσθαι.
1εἵματα λυγρὰ φέρων σὺν Ἀρίονι κυανοχαίτηι
1ἀμφότερον μάντιντ’ἀγαθὸν καὶ δουρὶ μάχεσθαι