Testament of Job

Testament of Job

1

1.1βίβλος λόγων Ἰὼβ τοῦ καλουμένου Ἰωβάβ.

1.2ἐν γὰρ ἡμέρᾳ νοσήσας ἐξετέλει αὐτοῦ τὴν οἰκονομίαν, ἐκάλεσεν τοὺς ἑπτὰ υἱοὺς αὐτοῦ καὶ τὰς τρεῖς θυγατέρας αὐτοῦ, ὧν εἰσιν τὰ ὀνόματα Τέρσι Χορός Ὕων Νίκη Φόρος Φίφη Φρούων Ἡμέρα Κασία Ἀμαλθείας κέρας ·

1.4καλέσας δὲ αὐτοῦ τὰ τέκνα εἶπεν περικυκλώσαντες, τέκνα μου, περικυκλώσατέ με ἵνα ὑποδείξω ὑμῖν ἐποίησεν Κύριος μετ’ἐμοῦ καὶ τὰ γενάμενά μοι πάντα ·

1.5ἐγὼ γάρ εἰμι πατὴρ ὑμῶν Ἰὼβ ἐν πάσῃ ὑπομονῇ γενόμενος, ὑμεῖς δὲ γένος ἐκλεκτὸν ἔντιμον ἐκ σπέρματος Ἰακὼβ τοῦ πατρὸς τῆς μητρὸς ὑμῶν ·

1.6ἐγὼ γάρ εἰμι ἐκ τῶν υἱῶν Ἠσαὺ ἀδελφοῦ Ἰακώβ, οὗ μήτηρ ὑμῶν ἐστιν Δίνα, ἐξ ἧς ἐγέννησα ὑμᾶς · γὰρ προτέρα μου γυνὴ ἐτελεύτησεν μετὰ ἄλλων δέκα τέκνων ἐν θανάτῳ πικρῷ. ἀκούσατε οὖν μου, τέκνα, καὶ δηλώσω ὑμῖν τὰ συμβεβηκότα μοι.

2

2.1ἐγὼ γάρ εἰμι Ἰωβάβ πρὶν ὀνομάσαι με Κύριος Ἰώβ.

2.2ὅτε Ἰωβὰβ ἐκαλούμην, ᾤκουν τὸ πρὶν ἔγγιστα εἰδωλίου θρησκευομένου ·

2.3καὶ συνεχῶς βλέπων ὁλοκαυτώματα αὐτῷ ἀναφερόμενα διελογιζόμην ἐν ἑαυτῷ λέγων ἆρα οὗτός ἐστιν θεὸς ποιήσας τὸν οὐρανὸν καὶ τὴν γῆν καὶ τὴν θάλασσαν καὶ ἡμᾶς αὐτούς;

2.4ἄρα πῶς γνώσομαι ;

3

3.1καὶ ἐν τῇ νυκτὶ κοιμωμένου μου ἦλθέν μοι μεγάλη φωνὴ ἐν μείζονι φωτὶ λέγουσα Ἰωβάβ Ἰωβάβ .

3.2καὶ εἶπον ἰδοὺ ἐγώ . καὶ εἶπεν ἀνάστηθι καὶ ὑποδείξω σοι τίς ἐστιν οὗτος ὃν γνῶναι θέλεις ·

3.3οὗτος οὗ τὰ ὁλοκαυτώματα προσφέρουσιν καὶ σπένδουσιν οὐκ ἔστιν θεός, ἀλλὰ αὕτη ἐστὶν δύναμις τοῦ διαβόλου, ἐν ἀπατηθήσεται ἀνθρωπίνη φύσις .

3.4καὶ ἐγὼ ἀκούσας κατέπεσα ἐπὶ τὴν κλίνην μου προσκυνῶν καὶ λέγων Κύριέ μου ἐπὶ τῇ σωτηρίᾳ τῆς ἐμῆς ψυχῆς ἐλθών, δέομαί σου, εἴπερ οὗτός ἐστιν τόπος τοῦ Σατανᾶ ἐν ἀπατηθήσονται οἱ ἄνθρωποι, δός μοι ἐξουσίαν ἵνα ἀπελθὼν καθαρίσω αὐτοῦ τὸν τόπον, ἵνα ποιήσω μηκέτι σπένδεσθαι αὐτόν.

3.7καὶ τίς ἐστιν κωλύων με βασιλεύοντα ταύτης τῆς χώρας ;

4

4.1καὶ ἀποκριθεὶς ἐμοὶ εἶπεν τὸ φῶς ὅτι μὲν καθαρίσαι τοῦτον τὸν τόπον δυνήσῃ, ἀλλὰ ὑποδείκνυμί σοι πάντα ἅπερ ἐνετείλατό μοι Κύριος μεταδιδόναι σοι .

4.2 κἀγὼ εἶπον ὅτι πάντα ὅσα ἐνετείλατό μοι τῷ θεράποντι αὐτοῦ ἀκούσομαι καὶ πράξω .

4.3καὶ πάλιν εἶπεν τάδε λέγει Κύριος ·

4.4ἔαν ἐπιχειρήσεις καθαρίσαι τὸν τόπον τοῦ Σατανᾶ, ἐπαναστήσεταί σοι μετὰ ὀργῆς εἰς πόλεμον. μόνον ὅτι θάνατόν σοι οὐ δυνήσεται ἐπενεγκεῖν · ἐπιφέρει δέ σοι πληγὰς πολλάς, ἀφαιρεῖταί σου τὰ ὑπάρχοντα, τὰ παιδία σου ἀναιρήσει ·

4.6ἀλλ’ἐὰν ὑπομείνῃς, ποιήσω σου τὸ ὄνομα ὀνομαστὸν ἐν πάσαις ταῖς γενεαῖς τῆς γῆς ἄχρι τῆς συντελείας τοῦ αἰῶνος.

4.7καὶ πάλιν ἀνακάμψω σε ἐπὶ τὰ ὑπάρχοντά σου, καὶ ἀποδοθήσεταί σοι διπλάσιον, ἵνα γνῷς ὅτι ἀπροσωπόληπτός ἐστιν, ἀποδιδοὺς ἑκάστῳ τῷ ὑπακούοντι ἀγαθά ·

4.9καὶ ἐγερθήσῃ ἐν τῇ ἀναστάσει ·

4.10ἔσῃ γὰρ ὡς ἀθλητὴς πυκτεύων καὶ καρτερῶν πόνους καὶ ἐκδεχόμενος τὸν στέφανον.

4.11τότε γνώσει ὅτι δίκαιος καὶ ἀληθινὸς καὶ ἰσχυρὸς Κύριος, ἐνισχύων τοὺς ἐκλεκτοὺς αὐτοῦ .

5

5.1καὶ ἐγώ, τεκνία μου, ἀνταπεκρίθην αὐτῷ ὅτι ἄχρι θανάτου ὑπομείνω καὶ οὐ μὴ ἀναποδίσω .

5.2καὶ μετὰ τὸ σφραγισθῆναί με ὑπὸ τοῦ ἀγγέλου ἀνελθόντος ἀπ’ἐμοῦ, τότε ἐγώ, τεκνία μου, ἀναστὰς ἐν τῇ ἑξῆς νυκτί, παραλαβὼν μεθ’ἑαυτοῦ πεντήκοντα παῖδας, καὶ εἰς τὸν ναὸν τοῦ εἰδωλίου ἀπελθὼν κατήνεγκα αὐτὸ εἰς τὸ ἔδαφος, καὶ οὕτως ἀνεχώρησα εἰς τὸν οἶκόν μου, κελεύσας ἀσφαλισθῆναι τὰς θύρας.

6

6.1ἀκούσατέ μου, τεκνία, καὶ θαυμάσατε ·

6.2ἅμα γὰρ εἰσῆλθον εἰς τὸν οἶκόν μου καὶ τὰς θύρας μου ἀσφαλισάμενος ἐνετειλάμην τοῖς προθύροις μου εἴ τις σήμερον ζητήσῃ με, μὴ σημανθήτω, ἀλλ’εἴπατε ὅτι οὐ σχολάζει ·

6.3περὶ γὰρ πράγματος ἀναγκαίου ἔνδον ἐστίν .

6.4καὶ ἐμοῦ ἔνδον ὄντος, Σατανᾶς μετασχηματισθεὶς εἰς ἐπαίτην ἔκρουσεν τὴν θύραν καὶ λέγει τῇ θυρωρῷ σήμανον τῷ Ἰὼβ λέγουσα ὅτι βούλομαι συντυχεῖν σοι .

6.6καὶ θυρωρὸς εἰσελθοῦσα λέγει μοι ταῦτα, καὶ ἤκουσεν παρ’ἐμοῦ δηλῶσαι μὴ σχολάζειν με νῦν.

7

7.1 δὲ Σατανᾶς ἀκούσας ἀπῆλθεν καὶ ἐπέθετο τοῖς ὤμοις ἀσσάλιον, καὶ ἐλθὼν λελάληκεν τῇ θυρωρῷ λέγων εἰπὸν τῷ Ἰώβ δός μοι ἄρτον ἐκ τῶν χειρῶν σου ἵνα φάγω .

7.3καὶ ἐγὼ ἄρτον ἐκκεκαυμένον δέδωκα τῇ παιδὶ διδόναι αὐτῷ, καὶ εἶπον αὐτῷ ὅτι μηκέτι προσδόκα φαγεῖν ἐκ τῶν ἐμῶν ἄρτων, ὅτι ἀπηλλοτρίωσαί μου.

7.5καὶ θυρωρὸς αἰδεσθεῖσα δοῦναι αὐτῷ τὸν κεκαυμένον καὶ σποδοείδην ἄρτον, ἐπεὶ μὴ ἔγνωκεν εἶναι αὐτὸν τὸν Σατανᾶν, ἦρεν ἐκ τῶν ἑαυτῆς ἕνα ἄρτον καλὸν καὶ ἔδωκεν αὐτῷ.

7.7 δὲ λαβὼν καὶ γνοὺς τὸ γεγονός, εἶπεν τῇ παιδί ἀπελθοῦσα, κακὴ δούλη, φέρε τὸν δοθέντα σοι δοθῆναί μοι ἄρτον .

7.8καὶ ἔκλαυσεν μετὰ λύπης μεγάλης παῖς λέγουσα ἀληθῶς καλῶς σὺ λέγεις εἶναί με κακὴν δούλην ·

7.9εἰ γὰρ μὴ ἤμην, ἐποίησα ἂν καθὼς προσετάχθη μοι ὑπὸ τοῦ δεσπότου μου . καὶ ὑποστρέψασα προσήνεγκεν αὐτῷ τὸν κεκαυμένον ἄρτον λέγουσα αὐτῷ τάδε λέγει κύριός μου ὅτι οὐκέτι οὐ μὴ φάγῃς ἐκ τῶν ἄρτων μου, διότι ἀπηλλοτριώθην σου ·

7.11ἀκμὴν καὶ τοῦτό σοι ἔδωκα ἵνα μὴ ἐγκληθῶ ὅτι τῷ αἰτήσαντι ἐχθρῷ οὐδὲν παρέσχον .

7.12ταῦτα ἀκούσας Σατανᾶς ἀντέπεμψέν μοι τὴν παῖδα λέγων ὅτι ὡς ὁλόκαυστός ἐστιν ἄρτος οὗτος, οὕτως ποιήσω καὶ τὸ σῶμά σου τοιοῦτον · ἐν γὰρ μιᾷ ὥρᾳ ἀπέρχομαι καὶ ἐρημώσω σε.

7.13καὶ ἀνταπεκρίθην αὐτῷ ποιεῖς ποίησον · εἴ τι γὰρ βούλει ἀγάγαι μοι, ἕτοιμός εἰμι ὑποστῆναι ἅπερ ἐπιφέρεις μοι .

8

8.1ὅτε δὲ ἀπέστη ἀπ’ἐμοῦ, ἀπελθὼν ὑπὸ τὸ στερέωμα ὅρκωσεν τὸν Κύριον ἵνα λάβῃ ἐξουσίαν κατὰ τῶν ὑπαρχόντων μου.

8.3καὶ τότε λαβὼν τὴν ἐξουσίαν ἦλθεν καὶ ἦρέν μου σύμπαντα τὸν πλοῦτον.

9

9.1ἀκούσατε οὖν, ὑποδείξω γὰρ ὑμῖν πάντα τὰ συμβεβηκότα μοι καὶ τὰ ἀρθέντα μοι.

9.2εἶχον γὰρ ἑκατὸν τριάκοντα χιλιάδας προβάτων καὶ ἀφώρισα ἀπ’αὐτῶν χιλιάδας ἑπτὰ καρῆναι εἰς ἔνδυσιν ὀρφανῶν καὶ χηρῶν καὶ πενήτων καὶ ἀδυνάτων ·

9.3ἦν δέ μοι ἀγέλη κυνῶν ὀκτακόσιοι φυλάσσοντές μου τὸν οἶκον ·

9.4εἶχον δὲ καμήλους ἐννακισχιλίους, καὶ ἐξ αὐτῶν ἐξελεξάμην τρισχιλίας ἐργάζεσθαι πᾶσαν πόλιν, καὶ γομώσας ἀγαθῶν ἀπέστειλα εἰς τὰς πόλεις καὶ εἰς τὰς κώμας, ἐντειλάμενος ἀπελθεῖν καὶ ἐπιδιδόναι τοῖς ἀδυνάτοις καὶ τοῖς ὑστερουμένοις καὶ ταῖς χήραις πάσαις ·

9.6εἶχον δὲ ἑκατὸν τεσσαράκοντα χιλιάδας ὄνων νομάδων, καὶ ἀφώρισα ἐξ αὐτῶν πεντακοσίας, καὶ τὴν ἐξ αὐτῶν γονὴν ἐκέλευον πιπράσκεσθαι καὶ διδόναι τοῖς πένησιν καὶ ἐπιδεομένοις.

9.7καὶ ἤρχοντό μοι εἰς ἀπάντησιν ἀπὸ πασῶν τῶν χωρῶν ἅπαντες. ἀνεῳγμέναι δὲ ἦσαν αἱ τέσσαρες θύραι τοῦ οἴκου μου ·

9.8ἐκέλευον δὲ τοῖς οἰκέταις μου ταύτας εἶναι ἀνεῳγμένας, τοῦτον τὸν σκοπὸν ἔχων, μὴ ἄρα ἔλθωσίν τινες αἰτοῦντες ἐλεημοσύνην καὶ ἴδωσίν με παρακαθεζόμενον τῇ θύρᾳ, καὶ αἰδεσθέντες ἀποστραφῶσιν μηδὲν λαβόντες · ἀλλ’ὅταν ἴδωσίν με πρὸς μίαν θύραν καθήμενον, δυνηθῶσιν διὰ τῆς ἄλλης ἐπανελθεῖν καὶ λαβῶσιν ὅσον χρῄζουσιν.

10

10.1ἦσαν δέ μοι καὶ τράπεζαι ἱδρυμέναι τριάκοντα ἐν τῷ οἴκῳ μου ἀκίνητοι πάσας ὥρας τοῖς ξένοις μόνοις ·

10.2εἶχον δὲ καὶ τῶν χηρῶν ἄλλας δώδεκα τραπέζας κειμένας ·

10.3καὶ εἴ τις ξένος προήρχετο αἰτῆσαι ἐλεημοσύνην, ἀνάγκην εἶχεν τρέφεσθαι ἐν τῇ τραπέζῃ πρὶν λαβεῖν τὴν χρείαν ·

10.4καὶ οὐ δὲ ἐπέτρεπον ἐξελθεῖν τὴν θύραν μου κόλπῳ κενῷ ·

10.5εἶχον δὲ τρισχίλια καὶ πεντακόσια ζεύγη βοῶν, καὶ ἐξελεξάμην ἐξ αὐτῶν ζεύγη πεντακόσια καὶ ἔστησα εἰς τὸν ἀροτριασμὸν ὃν δύνανται ποιεῖν ἐν παντὶ ἀγρῷ τῶν προσλαμβανόντων αὐτά, καὶ τὸν καρπὸν αὐτῶν ἀφορίζειν τοῖς πένησιν εἰς τὴν τράπεζαν αὐτῶν ·

10.7εἶχον δὲ ἀρτοκόπια πεντήκοντα ἀφ’ὧν ἔταξα εἰς τὴν ὑπηρεσίαν τῆς τῶν πτωχῶν τραπέζης.

11

11.1ἦσαν δὲ καὶ ξένοι τινὲς ἰδόντες τὴν ἐμὴν προθυμίαν, καὶ ἐπεθύμησαν καὶ αὐτοὶ ὑπηρετεῖν τῇ διακονίᾳ ·

11.2καὶ ἄλλοι τινὲς ἦσάν ποτε ἀποροῦντες, καὶ μηδὲν δυνάμενοι ἀναλῶσαι ἤρχοντο παρακαλοῦντες καὶ λέγοντες δεόμεθά σου, καὶ ἡμεῖς δυνάμεθα ταύτην τὴν διακονίαν ἐκτελέσαι; οὐδὲν δὲ κεκτήμεθα ·

11.3ποίησον σὺ μεθ’ἡμῶν ἔλεος καὶ πρόχρησον ἡμῖν χρυσίον ἵνα ἀπέλθωμεν εἰς τὰς μακρὰς πόλεις ἐμπορευόμενοι καὶ τοῖς πένησιν δυνηθῶμεν ποιήσασθαι διακονίαν, καὶ μετὰ τοῦτο ἀποκαταστήσωμέν σοι τὸ ἴδιον .

11.5καὶ ἐγὼ ταῦτα ἀκούων ἠγαλλιώμην ὅτι ὅλως παρ’ἐμοῦ λαμβάνουσιν εἰς οἰκονομίαν τῶν πτωχῶν ·

11.6καὶ προθύμως δεξάμενος τὸ γραμματεῖον ἐδίδουν αὐτοῖς ὅσον ἤθελον, μὴ λαμβάνων παρ’αὐτῶν ἐνέχυρα εἰ μὴ μόνον ἔγγραφον.

11.8καὶ οὕτως ἐνεπορεύοντο ἐν τοῖς ἐμοῖς.

11.9ἐνίοτε δὲ ἐμπορευόμενοι ἐπετύγχανον καὶ ἐδίδουν τοῖς πτωχοῖς.

11.10ἐνίοτε δὲ πάλιν ἀπεσυλοῦντο καὶ ἤρχοντο καὶ παρεκάλουν με λέγοντες δεόμεθά σου, μακροθύμησαν ἐφ’ἡμᾶς · ἴδωμεν πῶς ἀποκαταστῆσαί σοι δυνάμεθα .

11.11 κἀγὼ ἀνυπερθέτως προέφερον αὐτοῖς τὸ χειρόγραφον καὶ ἀνεγίνωσκον στέφανον ἐπιφερόμενος ἀφαιρήσεως λέγων ὅσον προφάσει τῶν πενήτων ἐπίστευσα ὑμῖν, οὐδὲν λήψομαι παρ’ὑμῶν .

11.12οὐ δὲ ἐδεχόμην τι παρὰ τοῦ ὀφειλέτου μου.

12

12.1καὶ εἴ ποτέ μοι ἤρχετο ἀνὴρ ἱλαρὸς τὴν καρδίαν λέγων οὔτε ἐγὼ εὐπορῶ ἐπικουρῆσαι τοῖς πένησιν · βούλομαι μέντοι κἂν διακονῆσαι τοῖς πτωχοῖς σήμερον ἐν τῇ σῇ τραπέζῃ .

12.2καὶ συγχωρηθεὶς ὑπηρέτει καὶ ἔτρωγεν · καὶ ἑσπέρας γινομένης ἐξερχόμενος ἀπελθεῖν εἰς τὸν οἶκον αὐτοῦ λαμβάνειν ἠναγκάζετο παρ’ἐμοῦ λέγοντος ἐπίσταμαι ὅτι ἐργάτης εἶ ἄνθρωπος προσδοκῶν καὶ ἀναμένων σου τὸν μισθόν ·

12.3ἀνάγκην ἔχεις λαβεῖν .

12.4καὶ οὐκ ἔων μισθὸν μισθωτοῦ ἀπομεῖναι παρ’ἐμοί ἐν τῇ οἰκίᾳ μου.

13

13.1διεφώνουν δὲ οἱ ἀμέλγοντες τὰς βοῦς ῥέοντος τοῦ γάλακτος ἐν τοῖς ὄρεσιν ·

13.2καὶ τὸ βούτυρον διεχεῖτο ἐν ταῖς ὁδοῖς μου, καὶ τὰ κτήνη μου ἀπὸ τοῦ πλήθους ἐν ταῖς πέτραις καὶ τοῖς ὄρεσιν ἐκοιτάζοντο διὰ τὰ λοχευόμενα.

13.3καὶ διὰ ταῦτα τὰ μὲν ὄρη ἐκλύζοντο γάλακτι καὶ ὡς πεπηγμένον βούτυρον γίγνεσθαι, ἀπέκαμνον δὲ καὶ οἱ δοῦλοί μου οἱ τὰ τῶν χηρῶν ἐδέσματα ἑψοῦντες, καὶ τῶν πενήτων ὀλιγωρούντων κατηρῶντό μοι λέγοντες τίς ἂν δῴη ἡμῖν ἐκ τῶν σαρκῶν αὐτοῦ ἐμπλησθῆναι ;

13.6λίαν μου χρηστοῦ ὄντος.

14

14.1εἶχον δὲ ἓξ ψαλμοὺς καὶ δεκάχορδον κιθάραν ·

14.2καὶ διεγειρόμην τὸ καθ’ἡμέραν μετὰ τὸ τρέφεσθαι τὰς χήρας, καὶ ἐλάμβανον τὴν κιθάραν καὶ ἔψαλλον αὐτοῖς, καὶ αὐταὶ ὕμνουν.

14.3καὶ ἐκ τοῦ ψαλτηρίου ἀνεμίμνησκον αὐτὰς τοῦ θεοῦ ἵνα δοξάσωσιν τὸν Κύριον.

14.4καὶ εἴ ποτε διεγόγγυζον αἱ θεράπαιναί μου, ἀνελάμβανον τὸ ψαλτήριον καὶ τὸν μισθὸν τῆς ἀνταποδόσεως ἔψαλλον, καὶ κατέπαυον αὐτὰς τῆς ὀλιγωρίας τοῦ γογγυσμοῦ.

15

15.1καὶ τὰ ἐμὰ τέκνα μετὰ τὴν ὑπηρεσίαν τῆς διακονίας ἦρον καθ’ἡμέραν τὸ δεῖπνον αὐτῶν καὶ εἰσήρχοντο παρὰ τῷ ἀδελφῷ τῷ πρεσβυτέρῳ δειπνῆσαι μετ’αὐτοῦ, συμπαραλαμβάνοντες καὶ τὰς τρεῖς ἀδελφὰς μεθ’ἑαυτῶν ·

15.3τὰ δὲ ἐπικείμενα ταῖς θεραπαινίσιν, ἐπειδὴ γὰρ καὶ οἱ υἱοί μου ἀνέκειντο τοῖς ἀρρενικοῖς δούλοις τοῖς διακονοῦσιν ·

15.4ἀνιστάμενος οὖν ἐγὼ κατὰ τὸ πρωὶ ἀνέφερον ὑπὲρ αὐτῶν θυσίας κατὰ ἀριθμὸν αὐτῶν, περιστερὰς τριακοσίας, ἐρίφους αἰγῶν πεντήκοντα καὶ πρόβατα δεκαδύο ·

15.5ταῦτα πάντα μετὰ τὴν σύνταξιν ἐκέλευον κατασκευασθῆναι τοῖς πτωχοῖς, καὶ ἔλεγον αὐτοῖς ταῦτα λαμβάνετε περισσὰ μετὰ τὴν σύνταξιν ἵνα δεηθῆτε ὑπὲρ τῶν τέκνων μου ·

15.6μὴ ἄρα οἱ υἱοί μου ἥμαρτον ἐνώπιον Κυρίου καυχώμενοι λέγοντες μετὰ καταφρονήσεως ὅτι ἡμεῖς τέκνα ἐσμὲν τοῦ πλουσίου τούτου ἀνδρός, ἡμῶν δέ ἐστιν τὰ χρήματα ταῦτα ·

15.8διὰ τί δὲ καὶ διακονοῦμεν ; διότι βδέλυγμά ἐστιν ἐναντίον τοῦ θεοῦ ὑπερηφανία.

15.9καὶ πάλιν ἐξαίρετον μόσχον ἀνέφερον ἐπὶ τὸ θυσιαστήριον τοῦ θεοῦ, μήπως οἱ υἱοί μου ἐνενοήσαντο κακὰ ἐν τῇ καρδίᾳ αὐτῶν πρὸς τὸν θεόν.

16

16.1ἐμοῦ δὲ τοῦτο ποιοῦντος ἐν τοῖς ἑπτὰ ἔτεσιν μετὰ τὸ τὸν ἄγγελον ὑποδεῖξαί μοι, εἶτα μετὰ τὸ εἰληφέναι τὴν ἐξουσίαν τὸν Σατανᾶν, τότε λοιπὸν ἀνηλεῶς κατῆλθεν καὶ ἐφλόγισεν τὰς ἑπτὰ χιλιάδας τῶν προβάτων τὰ ταγέντα εἰς ἔνδυσιν τῶν χηρῶν, καὶ τὰς τρισχιλίας καμήλους καὶ τὰς πεντακοσίας ὄνους καὶ τὰ πεντακόσια ζεύγη τῶν βοῶν.

16.4ταῦτα πάντα ἀνήλισκεν δι’ἑαυτοῦ καθ’ἣν εἴληφεν ἐξουσίαν κατ’ἐμοῦ.

16.5καὶ τὰ λοιπὰ τῶν κτηνῶν μου ᾐχμαλώτισται ὑπὸ τῶν συμπολιτῶν μου τῶν καὶ παρ’ἐμοῦ εὐεργετηθέντων, νυνὶ δὲ ἐπανισταμένων μοι καὶ ἀφαιρουμένων τὰ ὑπόλοιπα τῶν θρεμμάτων μου.

16.7καὶ τῶν ὑπαρχόντων μοι ἀνήγγειλάν μοι τὴν ἀπώλειαν, καὶ ἐδόξασα τὸν θεὸν καὶ οὐκ ἐβλασφήμησα.

17

17.1τότε διάβολος ἐγνωκώς μου τὴν καρδίαν κατεμηχανήσατό με ·

17.2καὶ μετασχηματισθεὶς εἰς βασιλέα τῶν Περσῶν ἐπέστη τῇ ἐμῇ πόλει, συναγαγὼν πάντας τοὺς ἐν αὐτῇ πανούργους, καὶ ἐλάλησεν μετὰ ἀπειλῆς αὐτοῖς λέγων οὗτος ἀνὴρ Ἰώβαβ ἀναλώσας πάντα τὰ ἀγαθὰ τῆς γῆς καὶ μηδὲν καταλιπών, διαδεδωκὼς τοῖς ἐπιδεομένοις καὶ τυφλοῖς καὶ χωλοῖς, καὶ τὸν μὲν ναὸν τοῦ μεγάλου θεοῦ καθελὼν καὶ ἀφανίσας τὸν τόπον τῆς σπονδῆς ·

17.4διὸ κἀγὼ ἀνταποδώσω αὐτῷ καθὰ ἔπραξεν κατὰ τοῦ οἴκου τοῦ θεοῦ. συνέλθατε οὖν καὶ σκυλεύσατε ἑαυτοῖς πάντα τὰ ζῷα καὶ ὅσα ἔχει ἐπὶ τῆς γῆς .

17.5καὶ αὐτοὶ ἀποκριθέντες εἶπον αὐτῷ ἔχει ἑπτὰ υἱοὺς καὶ θυγατέρας τρεῖς · μὴ ἄρα καταφύγωσιν εἰς ἑτέρας χώρας καὶ ἐντύχωσιν καθ’ἡμῶν ὡς τυραννούντων, καὶ λοιπὸν ἐπαναστάντες ἀποκτείνωσιν ἡμᾶς .

17.6καὶ εἶπεν αὐτοῖς μὴ φοβηθῆτε ὅλως · τὰ πλείονα τῶν κτημάτων αὐτοῦ ἤδη ἀπώλεσα ἐν πυρί · τὰ ἄλλα ᾐχμαλώτευσα, καὶ ἰδοὺ καὶ τὰ τέκνα αὐτοῦ ἀπολέσω .

18

18.1ταῦτα δὲ λέγων αὐτοῖς ἀπῆλθεν καὶ κατέβαλεν τὴν οἰκίαν ἐπὶ τὰ τέκνα μου καὶ ἀνεῖλεν αὐτά ·

18.2καὶ οἱ συμπολῖται ἰδόντες ὅτι ἀληθῶς γέγονεν τὰ εἰρημένα, ἐπελθόντες ἐδίωξάν με καὶ πάντα τὰ ἐν τῇ οἰκίᾳ μου ἥρπαζον.

18.3οἱ ἐμοὶ ὀφθαλμοὶ ἔβλεπον ἐπάνω τῶν τραπεζῶν μου καὶ κραββάτων ἄνδρας εὐτελεῖς καὶ ἀτίμους ·

18.4καὶ οὐκ ἠδυνάμην φθέγξασθαι · ἠτονημένος γὰρ ἤμην ὡς γυνὴ παρειμένη τὰς ὀσφύας ἀπὸ τοῦ πλήθους τῶν ὠδίνων, μνησθεὶς μάλιστα τοῦ προσημανθέντος μοι πολέμου ὑπὸ τοῦ Κυρίου διὰ τοῦ ἀγγέλου αὐτοῦ καὶ τῶν ἐγκωμίων τῶν λαληθέντων μοι ·

18.6καὶ ἐγενόμην ὡς θέλων εἰσβαλεῖν εἰς πόλιν τινὰ ἰδεῖν τὸν αὐτῆς πλοῦτον καὶ κληρονομεῖν μέρος τῆς δόξης αὐτῆς, καὶ ὡς φορτίον ἐμβαλλόμενος ἐν θαλασσίῳ πλοίῳ καὶ μεσοπελαγίσας ἰδὼν τὴν τρικυμίαν καὶ τὴν ἐναντίωσιν τῶν ἀνέμων ἔρριψεν εἰς θάλασσαν τὸ φορτίον λέγων θέλω ἀπολέσθαι τὰ πάντα, μόνον εἰσελθεῖν εἰς τὴν πόλιν ταύτην ἵνα κληρονομήσω τὰ κρείττονα τῶν σκευῶν καὶ τὸ πλοῖον .

18.8οὕτω κἀγὼ ἡγησάμην τὰ ἐμὰ ἀντ’οὐδενὸς πρὸς ἐκείνην τὴν πόλιν περὶ ἧς λελάληκέν μοι ἄγγελος.

19

19.1ἐλθόντος δὲ τοῦ ἐσχάτου ἀγγέλου καὶ δηλώσαντός μοι τὴν τῶν ἐμῶν τέκνων ἀπώλειαν, ἐταράχθην ἐν μεγάλῃ ταραχῇ καὶ διέρρηξά μου τὰ ἱμάτια λέγων τῷ ἀπαγγέλλοντι πῶς οὖν σὺ ἐσώθης ;

19.3καὶ τότε ἐγὼ συνιδὼν τὸ γενόμενον ἀνεβόησα λέγων Κύριος ἔδωκεν, Κύριος ἀφείλατο ·

19.4ὡς τῷ Κυρίῳ ἔδοξεν, οὕτως καὶ ἐγένετο · εἴη τὸ ὄνομα Κυρίου εὐλογημένον .

20

20.1τῶν οὖν ὑπαρχόντων μοι πάντων ἀπολομένων ἔμαθεν Σατανᾶς ὅτι οὐδὲν δύναταί με εἰς ὀλιγωρίαν τρέψαι ·

20.2καὶ ἀπελθὼν ᾐτήσατο τὸ σῶμά μου παρὰ τοῦ Κυρίου ἵνα ἐπενέγκῃ μοι πληγὴν ·

20.3καὶ τότε παρέδωκέν με Κύριος εἰς χεῖρας αὐτοῦ χρήσασθαι τῷ σώματι ὡς ἠβούλετο, τῆς δὲ ψυχῆς μου οὐκ ἔδωκεν αὐτῷ τὴν ἐξουσίαν ·

20.4καὶ προσῆλθέν μοι καθημένῳ ἐπὶ τὸν θρόνον καὶ πενθοῦντι τὴν τῶν τέκνων μου ἀπώλειαν ·

20.5καὶ ὁμοιώθη μεγάλῃ καταιγίδι καὶ τὸν θρόνον μου κατέστρεψεν, καὶ ἐποίησεν τρεῖς ὥρας ἐπὶ τὸν θρόνον μου μὴ δυνηθεὶς ἐξελθεῖν ·

20.6καὶ ἐπάταξέν με πληγὴν σκληρὰν ἀπὸ ποδῶν ἕως κεφαλῆς ·

20.7καὶ ἐν μεγάλῃ ταραχῇ καὶ ἀδημονίᾳ ἐξῆλθον τὴν πόλιν, καὶ καθεσθεὶς ἐπὶ τῆς κοπρίας σκωληκόβρωτον τὸ σῶμά μου εἶχον ·

20.8καὶ συνέβρεχον τὴν γῆν ἐκ τῆς ὑγρασίας καὶ ἰχῶρες τοῦ σώματος σκώληκες πολλοὶ ἦσαν ἐν τῷ σώματί μου ·

20.9καὶ εἴποτε ἀφήλατο σκώληξ, ἦρον καὶ κατήγγιζον εἰς τὸν αὐτὸν τόπον λέγων παράμεινον ἐν τῷ αὐτῷ τόπῳ ἐν ἐτέθης ἄχρις οὗ ἐνταλθῇ ὑπὸ τοῦ κελεύσαντός σε .

21

21.1καὶ ἐποίησα ἔτη τεσσαράκοντα ὀκτὼ ἐν τῇ κοπρίᾳ ἐκτὸς τῆς πόλεως ἐν ταῖς πληγαῖς ὥστε ἰδεῖν, τέκνα μου, τοῖς ἐμοῖς ὀφθαλμοῖς τὴν πρώτην μου γυναῖκα ὑδροφοροῦσαν εἰς οἶκον τινὸς εὐσχήμονος ὡς παιδίσκην ἕως ἂν λάβῃ ἄρτον καὶ προσενέγκῃ μοι ·

21.3καὶ ἐγὼ κατανενυγμένος ἔλεγον τῆς ἀλαζονείας τῶν ἀρχόντων τῆς πόλεως ταύτης · πῶς χρῶνται τῇ γαμετῇ μου ὡς δουλίδι .

21.4καὶ μετὰ ταῦτα ἀνελάμβανον λογισμὸν μακρόθυμον.

22

22.1καὶ μετὰ ἕνδεκα ἔτη καὶ αὐτὸν τὸν ἄρτον ἀφείλαντο μὴ προσενεχθῆναί μοι, μόλις ἐπιτρέψαντες ἔχειν αὐτὴν τὴν ἰδίαν τροφήν ·

22.2καὶ αὐτὴ λαμβάνουσα διεμέριζεν αὑτῇτε καὶ ἐμοί, λέγουσα μετ’ὀδύνης οὐαί μοι, τάχα οὔτε ἄρτου χορτάζεται .

22.3καὶ οὐκ ἐφείδετο ἐξελθεῖν ἐν τῇ ἀγορᾷ προσαιτῆσαι ἄρτον παρὰ τῶν ἀρτοπρατῶν ἕως ἂν προσενέγκῃ μοι καὶ φάγομαι.

23

23.1καὶ Σατανᾶς τοῦτο γνοὺς μετεσχηματίσθη εἰς πράτην ·

23.2καὶ ἐγένετο κατὰ συντυχίαν ἀπελθεῖν πρὸς αὐτὸν τὴν γυναῖκά μου καὶ αἰτῆσαι ἄρτον, νομίζουσα εἶναι αὐτὸν ἄνθρωπον.

23.3καὶ Σατανᾶς ἔλεγεν αὐτῇ παρασχοῦ τὸ τίμημα καὶ λάβε θέλεις .

23.4ἀποκριθεῖσα δὲ αὐτῷ λέγει πόθεν μοι ἀργύριον; ἀγνοεῖς τὰ συμβεβηκότα ἡμῖν πονηρά;

23.5εἰ μὲν ἐλεεῖς ἐλέησον, εἰ δὲ μὴ σὺ ὄψει .

23.6καὶ ἀπεκρίθη αὐτῇ λέγων εἰ μὴ ἄξιοι ἦτε τῶν κακῶν, οὐκ ἂν ἀπελάβετε αὐτά ·

23.7νῦν οὖν εἰ μὴ ἔχεις ἐν χερσίν σου ἀργύριον, ὑποθοῦ μοι τὴν τρίχα τῆς κεφαλῆς σου καὶ λάβε τρεῖς ἄρτους · ἴσως δυνήσεσθε ζῆσαι ἐν τρισὶν ἡμέραις .

23.8τότε λέγει ἐν ἑαυτῇ τί γάρ μοι θρὶξ τῆς κεφαλῆς πρὸς τὸν πεινοῦντα ἄνδρα μου ;

23.9καὶ οὕτω καταφρονήσασα τῆς τριχὸς εἶπεν αὐτῷ ἀνάστα, ἆρον αὐτήν .

23.10τότε λαβὼν ψαλίδα ἔκειρεν τὴν τρίχα τῆς κεφαλῆς αὐτῆς καὶ ἔδωκεν αὐτῇ τρεῖς ἄρτους πάντων βλεπόντων ·

23.11 δὲ λαβοῦσα ἦλθεν καὶ προσφέρει μοι · καὶ Σατανᾶς ἠκολούθει αὐτῇ ἐν τῇ ὁδῷ περιπατῶν κεκρυμμένως, καὶ ἐπλαγίαζεν αὐτῆς τὴν καρδίαν.

24

24.1ἅματε ἤγγισεν γυνή μου, ἀνακράξασα μετὰ κλαυθμοῦ λέγει μοι Ἰώβ Ἰώβ, ἄχρι τίνος καθέζῃ ἐπὶ τῆς κοπρίας ἔξωθεν τῆς πόλεως λογιζόμενος ἔτι μικρὸν καὶ ἐκδεχόμενος τὴν ἐλπίδα τῆς σωτηρίας σου;

24.2καὶ ἐγὼ πλανῆτις καὶ λάτρις τόπον ἐκ τόπου περιερχομένη · διὸ ἀπώλετο ἀπὸ γῆς τὸ μνημόσυνόν σου, οἱ υἱοί μου καὶ αἱ θυγατέρες τῆς ἐμῆς κοιλίας οὓς εἰς κενὸν ἐκοπίασα μετὰ μόχθων ·

24.3σὺ δὲ αὐτὸς κάθῃ ἐν σαπρίᾳ σκωλήκων διανυκτερεύων αἴθριος, κἀγὼ πάλιν παναθλία ἐργαζομένη ἡμέρας ὀδυνωμένη καὶ ἐν νυκτὶ ἕως ἂν εὐπορήσασα ἄρτον προσενέγκω σοι ·

24.5οὐκέτι γὰρ δὴ μόλις τὴν ἐμὴν τροφὴν λαμβάνω καὶ διαμερίζω σοίτε καὶ ἐμοί, ἐννοουμένη ἐν τῇ καρδίᾳ μου ὅτι οὐκ ἀρκετὸν εἶναί σε ἐν πόνοις, ἀλλὰ καὶ μὴ ἐμπλήσκεσθαί σε τοῦ ἄρτου ·

24.7ὥστε τολμῆσαί με ἀναισχύντως ἐξελθεῖν εἰς τὴν ἀγοράν, εἰ κατανύγομαι ἐν τῇ καρδίᾳ μου ὅτι οὐκ ἀρκετὸν πράττειν δὸς τὸ ἀργύριον καὶ λήψει.

24.9καὶ ἐμὲ δὲ δεῖξαι τὴν ἀπορίαν ἡμῶν αὐτῷ καὶ ἀκοῦσαι παρ’αὐτοῦ εἰ μὴ ἔχεις, γύναι, ἀργύριον, παρασχοῦ τὴν τρίχα τῆς κεφαλῆς σου καὶ λάμβανε τρεῖς ἄρτους · ἴσως ζήσεσθε ἐν τρισὶν ἡμέραις.

24.10 κἀγὼ ἐκκακήσασα εἶπον αὐτῷ ἀναστὰς κεῖρόν με. καὶ οὕτως ἀναστὰς μετὰ ψαλίδος ἀτίμως ἔκειρέν μου τὴν τρίχα ἐν τῇ ἀγορᾷ παρεστῶτος ὄχλου καὶ θαυμάζοντος.

25

25.1τίς οὐκ ἐξεπλάγη ὅτι αὕτη ἐστιν Σίτιδος γυνὴ τοῦ Ἰώβ, ἥτις εἶχεν σκεπάζοντα αὐτῆς τὸ καθεστήριον βῆλα δεκατέσσαρα, καὶ θύραν ἔνδοθεν θυρῶν ἕως ἂν ὅλως καταξιωθῇ τις εἰσαχθῆναι πρὸς αὐτήν;

25.3νυνὶ καταλλάσσει τὴν τρίχα αὐτῆς ἀντὶ ἄρτων.

25.4ἧς αἱ κάμηλοι γεγομωμέναι ἀγαθῶν ἀπέφερον εἰς τὰς χώρας τοῖς πτωχοῖς, ὅτι νῦν ἀντιδίδωσιν τὴν τρίχα αὐτῆς ἀντὶ ἄρτων.

25.5ἴδε ἔχουσα ἑπτὰ τραπέζας ἀκινήτους ἐπὶ τῆς οἰκίας, εἰς ἃς ἤσθιον οἱ πτωχοὶ καὶ πᾶς ξένος, ὅτι νῦν καταπιπράσκει τὴν τρίχα ἀντὶ ἄρτων.

25.6βλέπε τίς εἶχεν τὸν νιπτῆρα τῶν ποδῶν χρυσοῦ καὶ ἀργύρου, νυνὶ δὲ ποσὶν βαδίζει ἐπὶ ἐδάφους, ἀλλὰ καὶ τὴν τρίχα ἀντικαταλλάσσει ἀντὶ ἄρτων.

25.7ἴδε ὅτι αὕτη ἐστὶν ἥτις εἶχεν τὴν ἔνδυσιν ἐκ βύσσου ὑφασμένην σὺν χρυσῷ, νῦν δὲ φορεῖ ῥακκώδη καὶ ἀντικαταλλάσσει τὴν τρίχα ἀντὶ ἄρτων.

25.8βλέπε τὴν τοὺς κραββάτους χρυσοῦς καὶ ἀργυρέους ἔχουσαν, νυνὶ δὲ πιπράσκουσαν τὴν τρίχα ἀντὶ ἄρτων.

25.9ἁπαξαπλῶς, Ἰώβ, Ἰώβ, πολλῶν ὄντων τῶν εἰρημένων, συντόμως λέγω σοι ἐπὶ ἀσθενείᾳ τῆς καρδίας μου συνετρίβη μου τὰ ὀστᾶ ·

25.10ἀνάστηθι σύ, λαβὼν τοὺς ἄρτους χορτάσθητι, καὶ εἰπόν τι ῥῆμα πρὸς Κύριον καὶ τελεύτα · καὶ ἐγὼ δὲ ἀπαλλαγήσομαι ἀκηδίας διὰ πόνου σου τοῦ σώματος .

26

26.1καὶ ἐγὼ ἀπεκρίθην αὐτῇ ἰδοὺ ἐγὼ δέκα ἑπτὰ ἔτη ἔχω ἐν ταῖς πληγαῖς, ὑφιστάμενος τοὺς σκώληκας τοὺς ἐν τῷ σώματί μου, καὶ οὐκ ἐβαρήθη ψυχή μου διὰ τοὺς πόνους ὅσον διὰ τὸ ῥῆμα εἶπας ὅτι εἶπόν τι ῥῆμα πρὸς Κύριον καὶ τελεύτα.

26.3ὅλως καὶ ταῦτα ὑποφέρω καὶ ὑποφέρεις καὶ τὴν τῶν τέκνων ἡμῶν ἀπώλειαν καὶ τῶν ὑπαρχόντων βουλόμενος ἡμᾶς λαλῆσαί τι πρὸς Κύριον, ἵνα ἀπαλλοτριωθῶμεν τοῦ μεγάλου πλούτου;

26.4διὰ τί δὲ οὐκ ἀνεμνήσθης τῶν μεγάλων ἐκείνων ἀγαθῶν ἐν οἷς ὑπήρχομεν; εἰ οὖν τὰ ἀγαθὰ ἐδεξάμεθα ἐκ χειρὸς Κυρίου τὰ κακὰ πάλιν οὐχ ὑπομένομεν;

26.5ἀλλὰ μακροθυμήσωμεν ἕως ἂν Κύριος σπλαγχνισθεὶς ἐλεήσῃ ἡμᾶς.

26.6ἆρα σὺ οὐχ ὁρᾷς τὸν διάβολον ὄπισθέν σου στήκοντα καὶ ταράσσοντα τοὺς διαλογισμούς σου, ὅπως καὶ ἐμὲ ἀπατήσῃ; βούλεται γάρ σε δεῖξαι ὥσπερ μίαν τῶν ἀφρόνων γυναικῶν τῶν πλανησάντων τῶν ἑαυτῶν ἀνδρῶν τὴν ἁπλότητα .

27

27.1ἐγὼ δὲ πάλιν στραφεὶς πρὸς τὸν Σατανᾶν εἶπον, ὄπισθεν ὄντα τῆς γυναικός μου, ἐλθὲ ἐπὶ τὰ ἔμπροσθεν, παύσαι κρυπτόμενος · μὴ λέων τὴν ἰσχὺν δείκνυσιν ἐν γαλεάγρᾳ; μὴ τὸ πετεινὸν ἀντίπταται τυγχάνων ἐν τῷ καρτάλῳ; ἐξελθὼν πολέμησόν με .

27.2τότε ἐξόπισθεν τῆς γυναικός μου ἐξῆλθεν καὶ σταθεὶς ἔκλαυσεν λέγων ἴδε, Ἰώβ, διαφωνῶ καὶ ὑποχωρῶ σοι σαρκίνῳ ὄντι, ἐγὼ δέ εἰμι πνεῦμα · σὺ μὲν ἐν πληγῇ ὑπάρχεις, ἐγώ εἰμι ἐν ὀχλήσει μεγάλῃ ·

27.3ἐγένου γὰρ ὃν τρόπον ἀθλητὴς μετὰ ἀθλητοῦ, καὶ εἷς τὸν ἕνα κατέρραξαν · καὶ μὲν ἐπάνω τὸν ὑποκάτω ἐφίμωσεν πλήσας τὸ στόμα αὐτοῦ ἄμμου καὶ πᾶν μέλος συγκλάσας ὑποκάτω αὐτοῦ ὄντος, καὶ ἐνέγκαντος αὐτοῦ τὴν καρτερίαν καὶ μὴ διαφωνήσαντος μέγα ἐφώνησεν ἀκμὴν ἐπάνω.

27.5οὕτω καὶ σύ, Ἰώβ, ὑποκάτω ἧς καὶ ἐν πληγῇ, ἀλλ’ἐνίκησας τὰ παλαιστρικά μου ἐπήγαγόν σοι.

27.6τότε καταισχυνθεὶς Σατανᾶς ἀνεχώρησεν ἀπ’ἐμοῦ ἐν τρισὶν ἔτεσιν.

27.7νῦν οὖν, τέκνα μου, μακροθυμήσατε καὶ ὑμεῖς ἐν παντὶ συμβαίνοντι ὑμῖν, ὅτι κρείττων ἐστὶν παντὸς μακροθυμία.

28

28.1καὶ ὅτε ἐπλήρωσα εἴκοσι ἔτη τυγχάνων ἐν τῇ πληγῇ, καὶ ἤκουσαν οἱ βασιλεῖς τὰ συμβεβηκότα μοι, ἀναστάντες ἦλθον πρός με ἕκαστος ἐκ τῆς ἰδίας χώρας ὅπως ἐπισκεψάμενοι παραμυθήσονταί με ·

28.3ἥνικα δὲ ἤγγισαν μακρόθεν, οὐκ ἐπεγίνωσκόν με · κράξαντες δὲ ἔκλαυσαν, ῥήξαντες τὴν ἑαυτῶν στολὴν καὶ καταπασάμενοι γῆν παρεκάθισάν μοι ἑπτὰ ἡμέρας καὶ ἑπτὰ νύκτας ·

28.4καὶ οὐθεὶς αὐτῶν λελάληκέν μοι, καὶ οὐχὶ μακροθυμοῦντες ἔμειναν μὴ λαλοῦντες ·

28.5ἀλλ’ἐπειδὴ ᾔδεισάν με πρὸ τούτων τῶν κακῶν ἐν πολλῷ πλούτῳ ὄντα, καὶ γὰρ ὅτε ἠρξάμην αὐτοῖς ἀναφέρειν τοὺς πολυτελεῖς λίθους, ἀπεθαύμαζον καὶ τύπτοντες τὰς χεῖρας ἔλεγον ὅτι ἡμῶν τῶν τριῶν βασιλέων τὰ χρήματα, ἐὰν συναχθῇ εἰς ἓν ἐπὶ τὸ αὐτό, οὐ μὴ ἀναλογήσῃ τοὺς λίθους τοὺς ἐνδόξους τῆς βασιλείας σου.

28.6εὐγενέστερος γὰρ ἤμην τῶν ἀφ’ἡλίου ἀνατολῶν.

28.7ὁπηνίκα δὲ ἦλθον εἰς τὴν Αὐσιτίδα ἐρωτήσαντες ἐν τῇ πόλει ποῦ Ἰώβαβ τῆς Αἰγύπτου ὅλης βασιλεύων; καὶ ἐμήνυσαν αὐτοῖς περὶ ἐμοῦ ὅτι κάθηται ἐπὶ τῆς κοπρίας ἔξω τῆς πόλεως ·

28.8ἔχει γὰρ εἴκοσι ἔτη μὴ ἀνελθὼν ἐν τῇ πόλει.

28.9πάλιν ἠρώτησαν περὶ τῶν ὑπαρχόντων μου, καὶ ἐδηλώθη αὐτοῖς τὰ συμβεβηκότα μοι.

29

29.1καὶ ἀκούσαντες ἐξῆλθον τὴν πόλιν ἅμα τοῖς πολίταις · καὶ οἱ μὲν πολῖταί μου ὑπέδειξάν με αὐτοῖς, οἱ δὲ ἀντέτειναν λέγοντες μὴ εἶναί με τὸν Ἰώβαβ.

29.3ἁπαξαπλῶς ἔτι ἀμφιβαλλόντων, στραφεὶς πρός με Ἐλιφὰς τῶν Θεμανῶν βασιλεὺς εἶπεν σὺ εἶ Ἰώβαβ συμβασιλεὺς ἡμῶν;

29.4ἐγὼ δὲ κλαύσας κατεπασάμην γῆν ἐπὶ τῆς κεφαλῆς μου καὶ κινήσας αὐτὴν ἐδήλωσα αὐτοῖς ὅτι ἐγώ εἰμι.

30

30.1ἰδόντες δέ με κινοῦντα τὴν κεφαλήν μου κατέπεσαν εἰς τὴν γῆν ἐκλυθέντες ·

30.2καὶ ταραχθέντων τῶν στρατευμάτων αὐτῶν βλεπόντων τοὺς τρεῖς βασιλεῖς κατερρημένους ἐν τῇ γῇ ἐπὶ ὥρας τρεῖς ὡσεὶ νεκρούς, τότε ἀναστάντες συνελάλουν ἀλλήλοις ὅτι οὗτός ἐστιν.

30.4καὶ λοιπὸν ἐκάθισαν ἐν ταῖς ἑπτὰ ἡμέραις διακρίνοντες τὰ κατ’ἐμέ, διαλογιζόμενοι τὰ κτήνη καὶ τὰ ὑπάρχοντά μου λέγοντες μὴ οὐκ οἴδαμεν τὰ πολλὰ ἀγαθὰ τὰ ἀποστελλόμενα ὑπ’αὐτοῦ εἰς τὰς κώμας καὶ εἰς τὰς κύκλῳ πόλεις διαδίδοσθαι τοῖς πτωχοῖς, παρεκτὸς τῶν ἐν τῇ οἰκίᾳ αὐτοῦ ἐρρημένων;

30.5πῶς οὖν νῦν εἰς τὴν τοσαύτην νεκρότητα κατέπεσεν;

31

31.1ἐγένετο δὲ μετὰ τὰς ἑπτὰ ἡμέρας οὕτως διαλογιζομένους, ἀποκριθεὶς Ἐλιοῦς εἶπεν τοῖς συμβασιλεῦσιν προσεγγιοῦμεν αὐτῷ καὶ ἐξετάσωμεν αὐτὸν ἀκριβῶς εἰ ὅλως αὐτός ἐστιν οὐ.

31.2οἱ δὲ μακρά μου ὄντες ὡς ἥμισυ σταδίου διὰ τὴν δυσωδίαν τοῦ σώματός μου, ἀναστάντες προσήγγισάν μοι ἔχοντες εὐωδίας ἐν ταῖς χερσὶν αὐτῶν, συνόντων αὐτοῖς τῶν στρατιωτῶν αὐτῶν καὶ θυμίαμα βαλλόντων μοι κυκλόθεν, ἵνα δυνηθῶσιν προσεγγίσαι μοι ·

31.4καὶ ἐποίησαν τρεῖς ἡμέρας χορηγοῦντες τὰ θυμιάματα ·

31.5καὶ ὅτε πλησίον μου ἐγένοντο, ἀποκριθεὶς Ἐλιοῦς εἶπέν μοι σὺ εἶ Ἰώβαβ συμβασιλεὺς ἡμῶν; σὺ εἶ τότε ἔχων τὴν μεγάλην δόξαν; σὺ εἶ ὡς ἥλιος τῆς ἡμέρας ἐν πάσῃ τῇ γῇ; σὺ εἶ ὡς σελήνη καὶ οἱ ἀστέρες οἱ ἐν τῷ μεσονυκτίῳ φαίνοντες;

31.6καὶ εἶπον αὐτῷ ἐγώ εἰμι.

31.7καὶ οὕτως κλαύσας κλαυθμὸν μέγαν σὺν θρήνῳ βασιλικῷ ἀνεφώνησεν ὑποφωνούντων καὶ τῶν ἄλλων βασιλέων καὶ τῶν στρατευμάτων αὐτῶν.

32

32.1ἀκούσατε οὖν τοῦ κλαυθμοῦ τοῦ Ἐλιοῦ ὑποδεικνύοντος τοῖς παισὶν τὸν πλοῦτον τοῦ Ἰώβ.

32.2σὺ εἶ τὰ ἑπτακισχίλια πρόβατα ἐκτάξας εἰς τὴν τῶν πτωχῶν ἔνδυσιν · ποῦ οὖν τυγχάνει δόξα τοῦ θρόνου σου; σὺ εἶ τὰς τρισχιλίας καμήλους ἐκτάξας εἰς μεταφορὰν τῶν ἀγαθῶν τοῖς πένησιν · ποῦ οὖν τυγχάνει δόξα τοῦ θρόνου σου;

32.3σὺ εἶ τὰς χιλίας βοῦς ἐκτάξας τοῖς πένησιν εἰς ἀροτρίαν · ποῦ οὖν τυγχάνει δόξα τοῦ θρόνου σου;

32.4σὺ εἶ τοὺς χρυσέους κραββάτους ἔχων, νυνὶ δὲ καθήμενος ἐπὶ κοπρίας · ποῦ νῦν τυγχάνει δόξα τοῦ θρόνου σου;

32.5σὺ εἶ τὸν θρόνον ἐκ λίθων πολυτελῶν ἔχων, νυνὶ δὲ ἐν σποδῷ καθήμενος · ποῦ νῦν τυγχάνει δόξα τοῦ θρόνου σου;

32.6τίς γὰρ κατά σε ἐν μέσῳ τῶν τέκνων σου; ὡς γὰρ φυτὸν ἦς εὐώδους μήλου συνανθῶν · ποῦ νῦν τυγχάνει δόξα τοῦ θρόνου σου;

32.7σὺ εἶ τὰς ἱδρυμένας ἑξήκοντα τραπέζας τοῖς πτωχοῖς στηρίξας · ποῦ νῦν τυγχάνει δόξα τοῦ θρόνου σου;

32.8σὺ εἶ τὰ θυμιατήρια τῆς εὐώδους ἐκκλησίας ἔχων, νυνὶ ἐν δυσωδίᾳ ὑπάρχεις ·

32.9σὺ εἶ τοὺς χρυσέους λύχνους ἐπὶ τὰς ἀργυρᾶς λυχνίας ἔχων, νυνὶ δὲ προσδοκᾷς τὴν φαῦσιν τῆς σελήνης · ποῦ οὖν τυγχάνει δόξα τοῦ θρόνου σου;

32.10σὺ εἶ τὸ ἄλειμμα ἔχων ἐκ τοῦ λιβάνου, νυνὶ δὲ ἐν ἀπορίᾳ ὤν · ποῦ οὖν τυγχάνει δόξα τοῦ θρόνου σου;

32.11σὺ εἶ καταγελάσας τῶν ἀδικούντων καὶ ἁμαρτανόντων, νυνὶ δὲ ἐγένου εἰς χλεύην · ποῦ νῦν τυγχάνει δόξα τοῦ θρόνου σου;

32.12σὺ εἶ Ἰὼβ τὴν μεγάλην δόξαν ἔχων · ποῦ νῦν τυγχάνει δόξα τοῦ θρόνου σου;

33

33.1τοῦ δὲ Ἐλιοῦ μακρύναντος τὸν κλαυθμὸν ὑποφωνούντων αὐτῷ τῶν συμβασιλέων ὥστε γενέσθαι μεγάλην ταραχήν, καὶ καταπαυσάσης τῆς κραυγῆς εἶπεν αὐτοῖς Ἰώβ σιωπήσατε ·

33.2νῦν ὑποδείξω ὑμῖν τὸν θρόνον μου καὶ τὴν δόξαν καὶ τὴν εὐπρέπειαν τὴν οὖσαν ἐν τοῖς ἁγίοις.

33.3ἐμοῦ θρόνος ἐν τῷ ὑπερκοσμίῳ ἐστίν, καὶ τούτου δόξα καὶ εὐπρέπεια ἐκ δεξιῶν τοῦ πατρός ἐστιν.

33.4 κόσμος ὅλος παρελεύσεται καὶ δόξα αὐτοῦ φθαρήσεται καὶ οἱ προσέχοντες αὐτῷ ἔσονται ἐν τῇ καταστροφῇ αὐτοῦ.

33.5ἐμοὶ δὲ θρόνος ὑπάρχει ἐν τῇ ἁγίᾳ γῇ καὶ δόξα αὐτοῦ ἐν τῷ αἰῶνί ἐστιν τοῦ ἀπαραλλάκτου.

33.6οἱ μὲν ποταμοὶ ξηρανθήσονται καὶ τὸ γαυρίαμα τῶν κυμάτων αὐτῶν καταβαίνει εἰς τὰ βάθη τῆς ἀβύσσου.

33.7οἱ δὲ ποταμοὶ τῆς ἐμῆς γῆς ἐν ἐστιν θρόνος μου οὐ ξηραίνονται οὐ δὲ ἀφανισθήσονται, ἀλλ’ἔσονται εἰς τὸ διηνεκές.

33.8οὗτοι οἱ βασιλεῖς παρελεύσονται καὶ οἱ ἡγεμόνες παρέρχονται, δὲ δόξα καὶ τὸ καύχημα αὐτῶν ἔσονται ὡς ἔσοπτρον ·

33.9ἐμοὶ δὲ βασιλεία εἰς αἰῶνας αἰώνων, καὶ δόξα καὶ εὐπρέπεια αὐτῆς ἐν τοῖς ἅρμασιν τοῦ πατρὸς ὑπάρχει.

34

34.1καὶ ἐμοῦ ταῦτα λέγοντος πρὸς αὐτοὺς ἵνα σιωπήσωσιν, ὀργισθεὶς Ἐλιφᾶς εἶπεν τοῖς ἄλλοις φίλοις τί χρήσιμον ὅτι οὕτω παραγεγόναμεν σὺν τοῖς στρατεύμασιν ἵνα παραμυθησώμεθα αὐτὸν;

34.3καὶ ἰδοὺ αὐτὸς προσεγκαλεῖ ἡμῖν · διὸ ἀναχωρήσωμεν εἰς τὰς ἰδίας χώρας ·

34.4αὐτὸς ἐν ταλαιπωρίᾳ σκωλήκων κάθηται καὶ δυσωδίαις, καὶ ἀκμὴν ἐπαίρεται καθ’ἡμῶν Βασιλεῖαι παρέρχονται καὶ αἱ ἡγεμονίαι αὐτῶν · καὶ ἰδοὺ ἡμῖν, φησίν, ἔσται ἕως αἰῶνος.

34.5ἀναστὰς δὲ ἐν μεγάλῃ ταραχῇ Ἐλιφᾶς ἔκλινεν ἀπ’αὐτῶν ἐν μεγάλῃ λύπῃ λέγων ἐγὼ πορεύσομαι · ἐληλύθαμεν γὰρ ἵνα παραμυθησώμεθα αὐτὸν καὶ ἀκμὴν κατέλυσεν ἡμᾶς ἀπέναντι τῶν στρατιωτῶν ἡμῶν.

35

35.1τότε Βαλδὰδ ἐκράτησεν αὐτὸν λέγων ὅτι οὐχ οὕτως δεῖ λαλῆσαι ἀνθρώπῳ πενθοῦντι, οὐ μόνον ἀλλὰ καὶ ἐν πληγαῖς πολλαῖς ὄντι ·

35.2ἰδοὺ ἡμεῖς ὅλως ὑγιαίνοντες οὐκ ἰσχύσαμεν προσεγγίσαι αὐτῷ διὰ τὴν δυσωδίαν εἰ μὴ διὰ πλείονος εὐωδίας ·

35.3σὺ ὅλως, Ἐλιφᾶ, ἀμνημονεῖς πῶς ἐγένου νοσήσας ἐν ταῖς δυσὶν ἡμέραις;

35.4νῦν οὖν μακροθυμήσωμεν ἵνα γνῶμεν ἐν τίνι ἐστιν · μήτι ἄρα ἐξέστη αὐτοῦ καρδία, μήτι ἄρα μνήσκεται αὐτοῦ τῆς εὐδαιμονίας τῆς προτέρας, καὶ ἐμάνη κατὰ ψυχήν;

35.5τίς γὰρ οὐκ ἂν ἐκπλαγείη καὶ μανῇ ὑπάρχων ἐν πληγαῖς;

35.6ἀλλ’ἔασόν με προσεγγίσαι αὐτῷ, καὶ γνώσομαι ἐν τίνι ἐστίν.

36

36.1τότε ἐγερθεὶς Βαλδὰδ προσήγγισέν μοι λέγων σὺ εἶ Ἰώβ; καὶ εἶπον αὐτῷ ναί.

36.2καὶ εἶπεν ἆρα ἐν τῷ καθεστηκότι καρδία σου;

36.3 κἀγὼ εἶπον ὅτι ἐν μὲν τοῖς γηίνοις οὐ συνέστηκεν, ἐπεὶ ἀκατάστατος γῆ καὶ οἱ ἐνοικοῦντες ἐν αὐτῇ · ἐν δὲ τοῖς ἐπουρανίοις συνέστηκεν καρδία μου, διότι οὐχ ὑπάρχει ἐν οὐρανῷ ταραχή.

36.4ὑπολαβὼν δὲ Βαλδὰδ λέγει ὅτι μέν γινώσκομεν τὴν γῆν ἀκατάστατον οὖσαν, ἐπεὶ γὰρ κατὰ καιρὸν ἀλλοιοῦται · ἐνίοτε εὐθύνεται, ἐνίοτε δὲ εἰρηνεύει, ἐσθ’ὅτε καὶ πολεμεῖται ·

36.5περὶ δὲ τοῦ οὐρανοῦ ἀκούομεν ὅτι εὐσταθεῖ. ἀλλ’εἰ ἀληθῶς ἐν τούτῳ τυγχάνεις, ἐρωτήσω σε λόγον, καὶ ἐὰν ἀποκριθῇς μοι πρὸς τὸ πρῶτον νουνεχῶς, ἐρωτήσω σε ἐν τῷ δευτέρῳ ·

36.6καὶ ἐὰν ἀποκριθῇς μοι εὐσταθῶς, δῆλον ὅτι γνωσόμεθα ὅτι καρδία σου οὐκ ἐξίσταται.

37

37.1καὶ πάλιν εἶπεν ἐπὶ τίνος σὺ ἐλπίζεις;

37.2καὶ ἐγὼ εἶπον ἐπὶ τῷ θεῷ τῷ ζῶντι.

37.3καὶ πάλιν εἶπέν μοι τίς ἀφείλατο τὰ ὑπάρχοντά σου ἐπήνεγκέν σοι τὰς πληγὰς ταύτας;

37.4καὶ ἐγὼ εἶπον ὅτι θεός.

37.5καὶ πάλιν ὑπολαβὼν εἶπεν πρός με ἐπὶ τῷ θεῷ ἐλπίζεις; πῶς οὖν, ἀδικῆσαι κρίνων; ἐπενεγκών σοι τὰς πληγὰς ταύτας ἀφελόμενός σου τὰ ὑπάρχοντα.

37.6εἰ ἐδίδου καὶ ἀφείλατο, ἐχρῆν αὐτὸν ὅλως μὴ δεδωκέναι τι · οὐδέποτε βασιλεὺς ἀτιμάσει στρατιώτην ἴδιον καλῶς αὐτῷ δορυφοροῦντα · τίς ποτε καταλήψεται τὰ βάθη τοῦ Κυρίου καὶ τῆς σοφίας αὐτοῦ, κατατολμᾷ τις προσάπτειν τῷ Κυρίῳ ἀδίκημα;

37.7ἀποκρίνου μοι, Ἰώβ, πρὸς ταῦτα.

37.8καὶ πάλιν λέγω σοι, εἰ ἐν τῷ καθεστηκότι ὑπάρχεις, δεῖξον, εἰ ἔστιν σοι φρόνησις, διὰ τί ἥλιον μὲν ὁρῶμεν ἀνατέλλοντα ἐν ἀνατολαῖς, δύνοντα δὲ ἐν τῇ δύσει, καὶ πάλιν ἀνιστάμενοι κατὰ πρωὶ εὑρίσκομεν τὸν αὐτὸν ἐν ἀνατολαῖς ἀνατέλλοντα; νουθέτησόν με πρὸς ταῦτα, εἰ σὺ εἶ θεράπων τοῦ θεοῦ.

38

38.1καὶ ἐγὼ πρὸς ταῦτα εἶπον ἔστιν μὲν φρόνησις ἐν ἐμοί, καὶ συνέστηκεν καρδία μου · διὰ τί οὖν μὴ λαλήσω τὰ μεγαλεῖα τοῦ Κυρίου; ὅλως ἂν πταίσῃ μου τὸ στόμα εἰς τὸν δεσπότην; μὴ γένοιτο ·

38.2τίνες γὰρ ἐσμὲν πολυπραγμονοῦντες τὰ οὐράνια σάρκινοι ὄντες, ἔχοντες τὴν μερίδα ἐν γῇ καὶ σποδῷ;

38.3ἵνα οὖν γνῶτε ὅτι συνέστηκεν καρδία μου, ἀκούσατε ἐπερωτῶ ὑμᾶς. διὰ στόματος τροφὴ εἰσέρχεται, καὶ πάλιν τὸ ὕδωρ διὰ τοῦ αὐτοῦ στόματος πίνεται καὶ πέμπεται ἐν τῇ αὐτῇ φάρυγγι · ὅταν δὲ καταβῇ τὰ δύο εἰς τὸν ἀφεδρῶνα, τότε ἀφορίζεται ἀπ’ἀλλήλων. τίς οὖν ταῦτα διαχωρίζει ;

38.4εἶπεν δὲ Βαλδάδ ἀγνοῶ .

38.5ἐγὼ πάλιν ὑπολαβὼν εἶπον αὐτῷ εἰ οὖν τὴν τοῦ σώματος πορείαν οὐ καταλαμβάνεις, πῶς τὰ ἐπουράνια καταλήψει ;

38.6ὑπολαβὼν δὲ καὶ Σοφὰρ εἶπεν οὐχὶ τὰ ὑπὲρ ἡμᾶς ἐρευνῶμεν, ἀλλὰ βουλόμεθα γνῶναι εἰ ἐν τῷ καθεστῶτι ὑπάρχεις, καὶ ἰδοὺ ἀληθῶς ἔγνωμεν ὅτι σύνεσίς σου οὐκ ἠλλοίωται ·

38.7τί οὖν βούλει ἡμᾶς ἐν σοὶ διαπράξασθαι; ἰδοὺ γὰρ παρηγάγομεν μεθ’ἑαυτῶν τοὺς ἰατροὺς τῶν τριῶν βασιλειῶν ἡμῶν · καὶ βούλει θεραπευθῆναι ὑπ’αὐτῶν; ἴσως ἀναπαύσει .

38.8ἀποκριθεὶς δὲ εἶπον ἐμὴ ἴασις καὶ ἐμὴ θεραπεία παρὰ Κυρίου ἐστίν, τοῦ καὶ τοὺς ἰατροὺς κτίσαντος .

39

39.1καὶ ἐμοῦ ταῦτα πρὸς αὐτοὺς λέγοντος, ἦλθεν γυνή μου Σίτιδος ἐν ἱματίοις ῥακκώδοις, ἀποδράσασα ἐκ τῆς τοῦ οἰκοδεσπότου δουλείας ἐδούλευεν, ἐπεὶ ἐκωλύετο ἐξελθεῖν ἵνα μὴ ἰδόντες οἱ συμβασιλεῖς ἁρπάσωσιν αὐτήν ·

39.3ὅτε οὖν ἦλθεν, ἔρριψεν ἑαυτὴν παρὰ τοὺς πόδας αὐτῶν, καὶ κλαίουσα ἔλεγεν μνήσθητί μου, Ἐλιφᾶς καὶ οἱ δύο φίλοι σου, ὅτι ὁποία τις ἤμην μεθ’ὑμῶν, καὶ πῶς ἐστολιζόμην.

39.5νυνὶ δὲ ὁρᾶτε τὴν προέλευσίν μου τί ἐνδύομαι .

39.6τότε κλαύσαντες κλαυθμὸν μέγαν, γενόμενοι ἐν διπλῇ ἀκηδίᾳ ἐσιώπησαν, ὡς τὸν Ἐλιφᾶς ἄραντα τὴν πορφυρίδα αὐτοῦ περιρῆξαι καὶ περιβαλεῖν τὴν γυναῖκά μου.

39.8 δὲ ἐδέετο αὐτῶν λέγουσα παρακαλῶ, κελεύσατε τοῖς στρατιώταις ὑμῶν ἵνα σκάψωσιν τὴν πτῶσιν τῆς οἰκίας τῆς ἐπιπεσούσης τοῖς τέκνοις μου, ἵνα καὶ τὰ ὀστᾶ αὐτῶν ἀσφαλίσασθαι ἐπὶ μνήμης, ἐπεὶ ἡμεῖς οὐκ ἰσχύσαμεν διὰ τὰ ἀναλώματα ·

39.9ὅπως θεάσωμεν κἂν τὰ ὀστᾶ αὐτῶν.

39.10μὴ ἄρα θηρίου ἐγὼ κτηνώδη γαστέρα ἔχω, ὅτι τὰ τέκνα μου δέκα τέθνηκεν, καὶ οὐδένα αὐτῶν κεκήδευκα ;

39.11καὶ οἱ μὲν ἀπῆλθον εἰς τὸ σκάπτειν, ἐγὼ δὲ ἐκώλυσα λέγων μὴ κάμητε εἰκῇ, οὐ γὰρ εὑρήσετε τὰ παιδία μου, ἐπειδὴ ἀνελήφθησαν εἰς οὐρανοὺς ὑπὸ τοῦ δημιουργοῦ αὐτῶν τοῦ βασιλέως .

39.13τότε πάλιν ἀποκριθέντες εἶπάν μοι τίς πάλιν οὐκ ἐρεῖ ὅτι ἐξεστήκεις καὶ μαίνει, εἴπας ὅτι ἀνελήφθη τὰ τέκνα μου εἰς τὸν οὐρανόν; διὸ ἔκφανον ἡμῖν τὸ ἀληθές .

40

40.1ἐγὼ δὲ ὑπολαβὼν εἶπον αὐτοῖς ἐγείρατέ με ἵνα σταθῶ . οἱ δὲ ἤγειράν με ἑκατέρωθεν τοὺς βραχίονάς μου ὑποστηρίζοντες ·

40.2καὶ τότε σταθεὶς ἐξωμολογησάμην πρὸς τὸν πατέρα.

40.3καὶ μετὰ τὴν εὐχὴν εἶπον αὐτοῖς ἀναβλέψατε τοῖς ὀφθαλμοῖς πρὸς ἀνατολὴν καὶ ἴδετε τὰ τέκνα μου ἐστεφανωμένα παρὰ τῇ δόξῃ τοῦ ἐπουρανίου.

40.4ἴδουσα δὲ τότε Σίτιδος γυνή μου κατέπεσεν ἐπὶ τὴν γῆν προσκυνοῦσα καὶ εἶπεν νῦν ἔγνων ὅτι ὑπάρχει μοι μνημόσυνον παρὰ Κυρίου · ἀναστήσομαι δὴ καὶ εἰσελεύσομαι εἰς τὴν πόλιν καὶ καμμύσω ὀλίγον καὶ ἀνακτήσομαι πρὸ τῆς ὑπουργείας τῆς δουλείας μου .

40.5καὶ ἀπελθοῦσα εἰς τὴν πόλιν εἰσῆλθεν εἰς τὴν ἐπαύλην τῶν βοῶν αὐτῆς τῶν ἁρπασθέντων ὑπὸ τῶν ἀρχόντων οἷς ἐδούλευεν ·

40.6καὶ περί τινα φάτνην ἐκοιμήθη καὶ τετελεύτηκεν εὐθυμήσασα.

40.7καὶ μὲν δεσποτικὸς αὐτῆς ἄρχων ἐπιζητήσας αὐτὴν καὶ μὴ εὑρὼν εἰσῆλθεν ἑσπέρας οὔσης εἰς τὴν ἐπαύλην τῶν κτηνῶν, καὶ εὗρεν αὐτὴν νεκρὰν ἡπλωμένην ·

40.9καὶ ἅπαντες ἰδόντες ἀνέκραξαν μετὰ μυκήματος κλαυθμοῦ ἐπ’αὐτὴν, καὶ φωνὴ ἔδωκεν διὰ πάσης τῆς πόλεως.

40.10καὶ τότε εἰσεπήδησαν γνῶναι τὸ γεγονός, καὶ εὗρον αὐτὴν νεκράν, τὰ δὲ περιεστῶτα ζῷα κλαίοντα ἐπ’αὐτήν.

40.12καὶ οὕτως προκομίσαντες αὐτὴν ἐκήδευσαν θάψαντες περὶ τὴν οἰκίαν τὴν συμπεπτωκυῖαν ἐπὶ τὰ τέκνα αὐτῆς ·

40.13καὶ κοπετὸν μέγαν ἐποίησαν οἱ πτωχοὶ τῆς πόλεως λέγοντες ἴδετε, Σίτιδός ἐστιν αὕτη, τοῦ καυχήματος καὶ τῆς δόξης γυνή, ὅτι οὐ κατηξιώθη ταφῆς ἀναγκαίας .

40.14τὸν μὲν οὖν θρῆνον τὸν ἐπ’αὐτῇ γενόμενον εὑρήσετε ἐν τοῖς παραλειπομένοις.

41

41.1Ἐλιφᾶς δὲ καὶ οἱ λοιποὶ μετὰ ταῦτα παρεκάθισάν μοι ἀνταποκρινόμενοι καὶ μεγαλορημονοῦντες κατ’ἐμοῦ, ὡς μετὰ εἴκοσι ἑπτὰ ἡμέρας ἀναστῆναι αὐτοὺς καὶ πορευθῆναι εἰς τὴν ἑαυτῶν χώραν, καὶ ὁρκωθῆναι αὐτοὺς ὑπὸ Ἐλιοῦ λέγοντος μείνατέ με, ἕως καὶ τὸ περὶ τούτου δείξω αὐτῷ, ὅτι τοσαύτας ἡμέρας ἐποιήσατε ἀνεχόμενοι τοῦ Ἰὼβ καυχωμένου εἶναι δίκαιον ·

41.4ἐγὼ γὰρ οὐκ ἀνέξομαι · ἀρχῆθεν γὰρ καὶ κλαυθμὸν διετέλεσα αὐτῷ, ἀναμνησκόμενος τῆς εὐδαιμονίας τῆς προτέρας, καὶ ἐποίησεν ἑαυτὸν ἀθρόως εἰς τὸ αὑτοῦ ὕψωμα · καὶ ἰδοὺ μεγάλως καὶ ὑπερβαλλόντως λελάληκεν λέγων ἔχειν τὸν ἑαυτοῦ θρόνον ἐν οὐρανοῖς.

41.5τοίνυν ἐμοῦ ἀκούσατε καὶ γνωρίσω ὑμῖν τὴν μερίδα αὐτοῦ οὐχ ὑπάρχουσαν . τότε Ἐλιοὺς ἐμπνευσθεὶς ἐν τῷ Σατανᾷ ἐξεῖπέν μοι λόγους θρασεῖς, οἵτινες ἀναγεγραμμένοι εἰσὶν ἐν τοῖς παραλειπομένοις τοῦ Ἐλιφᾶ.

42

42.1μετὰ δὲ τὸ παύσασθαι αὐτὸν τῆς μεγαλορημοσύνης αὐτοῦ, ἀναφανείς μοι Κύριος διὰ λαίλαπος καὶ νεφῶν εἶπεν, καὶ τὸν μὲν Ἐλιοῦς ἐμέμψατο, ὑποδείξας μοι τὸν ἐν αὐτῷ λαλήσαντα μὴ εἶναι ἄνθρωπον ἀλλὰ θηρίον.

42.3τοῦ δὲ Κυρίου λαλήσαντός μοι διὰ τῆς νεφέλης, ἤκουον τῆς φωνῆς τοῦ λαλήσαντος καὶ οἱ τέσσαρες βασιλεῖς ·

42.4καὶ μετὰ τὸ παύσασθαι τὸν Κύριον λαλοῦντά μοι εἶπεν πρὸς Ἐλιφᾶν τί , Ἐλιφᾶ, ἥμαρτες σὺ καὶ οἱ δύο σου φίλοι; οὐ γὰρ λελαλήκατε ἀληθῶς κατὰ τοῦ θεράποντός μου Ἰώβ ·

42.6διὸ ἀναστάντες ποιήσατε αὐτὸν ὑπὲρ ὑμῶν ἀναφέρειν θυσίας, ὅπως ἀφαιρεθῇ ὑμῶν ἁμαρτία · εἰ μὴ γὰρ δι’αὐτόν, ἀπώλεσα ἂν ὑμᾶς .

42.7καὶ αὐτοὶ δὲ προσανήνεγκάν μοι τὰ πρὸς θυσίαν ·

42.8καὶ ἐγὼ λαβὼν ἀνήνεγκα ὑπὲρ αὐτῶν καὶ Κύριος προσδεξάμενος ἀφῆκεν αὐτοῖς τὴν ἁμαρτίαν.

43

43.1τότε Ἐλιφᾶς καὶ Βαλδὰδ καὶ Σοφὰρ γνόντες ὅτι ἐχαρίσατο αὐτοῖς Κύριος τὴν ἁμαρτίαν αὐτῶν, τὸν δὲ Ἐλιοῦς οὐ κατηξίωσεν, ἀναλαβὼν Ἐλιφᾶς πνεῦμα εἶπεν ὕμνον, ἐπιφωνούντων αὐτῷ τῶν ἄλλων φίλων καὶ τῶν στρατευμάτων πλησίον τοῦ θυσιαστηρίου ·

43.4ἔλεγεν οὕτως Ἐλιφᾶς · περιῄρηνται ἡμῶν αἱ ἁμαρτίαι, καὶ τέθαπται ἡμῶν ἀνομία ·

43.5Ἐλιοῦς, Ἐλιοῦς μόνος πονηρὸς μνημόσυνον οὐχ ἕξει ἐν τοῖς ζῶσιν. καὶ λύχνος αὐτοῦ σβεσθεὶς ἠφάνισεν τὸ φέγγος αὐτοῦ, δὲ τῆς λαμπάδος αὐτοῦ δόξα ἀποβήσεται αὐτῷ εἰς κρίμα ·

43.6ὅτι οὗτός ἐστιν τοῦ σκότους καὶ οὐχὶ τοῦ φωτός · οἱ δὲ θυρωροὶ τῆς σκοτίας κληρονομήσουσιν αὐτοῦ τὴν δόξαν καὶ τὴν εὐπρέπειαν ·

43.7 βασιλεία αὐτοῦ παρῆλθεν, σέσηπται αὐτοῦ θρόνος · καὶ τιμὴ τοῦ σκηνώματος αὐτοῦ ἐν τῷ ᾅδῃ τυγχάνει ·

43.8ἠγάπησεν τὸ τοῦ ὄφεως κάλλος, καὶ τὰς λεπίδας τοῦ δράκοντος, δὲ χολὴ αὐτοῦ καὶ ἰὸς αὐτοῦ ἔσται εἰς βοράν ·

43.9οὐκ ἐκτήσατο ἑαυτῷ τὸν Κύριον οὐ δὲ ἐφοβήθη αὐτόν, ἀλλὰ καὶ τοὺς ἐντίμους αὐτοῦ παρώργισεν ·

43.10ἐπελάθετο αὐτοῦ Κύριος, καὶ οἱ ἅγιοι ἐγκατέλειψαν αὐτόν ·

43.11 δὲ ὀργὴ καὶ θυμὸς ἔσται αὐτῷ εἰς σκήνωμα · οὐκ ἔχει ἔλεος ἐν καρδίᾳ αὐτοῦ οὐ δὲ εἰρήνην ἐν τῷ σώματι αὐτοῦ ·

43.12ἰὸν ἀσπίδων ἔσχεν ἐν τῇ γλώσσῃ αὐτοῦ.

43.13δίκαιός ἐστιν Κύριος, ἀληθινὰ αὐτοῦ τὰ κρίματα · παρ’ οὐκ ἔστιν προσωποληψία · κρινεῖ ἡμᾶς ὁμοθυμαδόν.

43.14ἰδοὺ Κύριος παρεγένετο, ἰδοὺ οἱ ἅγιοι ἡτοιμάσθησαν, προηγουμένων τῶν στεφάνων μετ’ἐγκωμίων.

43.15χαιρέτωσαν οἱ ἅγιοι, ἀγαλλιάσθωσαν ἐν καρδίᾳ, ὅτι ἀπείληφαν τὴν δόξαν ἣν προσεδόκησαν.

43.17ἦρται ἁμαρτία ἡμῶν, κεκαθάρισται ἡμῶν ἀνομία · δὲ πονηρὸς Ἐλιοῦς μνημόσυνον ἐν τοῖς ζῶσιν οὐκ ἔσχεν.

44

44.1μετὰ δὲ τὸ παύσασθαι Ἐλιφᾶν τοῦ ὕμνου, ὑποφωνούντων αὐτῷ πάντων καὶ κυκλούντων τὸ θυσιαστήριον, ἀναστάντες εἰσήλθομεν εἰς τὴν πόλιν εἰς ἣν νῦν οἰκοῦμεν οἰκίαν, καὶ πεποιήκαμεν μεγάλας εὐωχίας ἐν τῇ τερπνότητι τοῦ Κυρίου.

44.2πάλιν ἐπεζήτησα εὐεργεσίας ποιεῖν τοῖς πτωχοῖς, καὶ παρεγένοντο πρός με πάντες οἱ φίλοι μου καὶ ὅσοι ᾔδεισαν εὐποιεῖν, καὶ ἠρώτησάν με λέγοντες τί παρ’ἡμῶν νῦν αἰτεῖς ;

44.4ἐγὼ δὲ ἀναμνησθεὶς τῶν πτωχῶν τοῦ πάλιν εὐποιεῖν ᾐτησάμην λέγων δότε μοι ἕκαστος ἀμνάδα μίαν εἰς ἔνδυσιν τῶν πτωχῶν τῶν ἐν γυμνώσει .

44.5καὶ τότε ἕκαστος προσήνεγκέν μοι ἀνὰ ἀμνάδα μίαν καὶ τετράδραχμον χρυσίου · καὶ ηὐλόγησεν Κύριος πάντα ὅσα μοι ὑπῆρχεν, καὶ πεποίηκέν με εἶναι ἐν τῷ διπλῷ.

45

45.1καὶ νῦν, τέκνα μου, ἴδε ἐγὼ τελευτῶ · μόνον μὴ ἐπιλάθεσθε τοῦ Κυρίου ·

45.2εὐποιήσατε τοῖς πτωχοῖς, μὴ παρίδητε τοὺς ἀδυνάτους, μὴ λάβετε ἑαυτοῖς γυναῖκας ἐκ τῶν ἀλλοτρίων ·

45.4ἰδοὺ οὖν, τεκνία μου, διαμερίζω ὑμῖν πάντα ὅσα μοι ὑπάρχει, πρὸς τὸ δεσπόζειν ἕκαστον τοῦ μέρους ἑαυτοῦ ἀκωλύτως.

46

46.1οἱ δὲ παρήνεγκαν τὰ ὄντα εἰς μερισμὸν αὐτοῖς τοῖς ἑπτὰ ἄρρεσιν ·

46.2ἀπὸ γὰρ τῶν χρημάτων οὐ παρέσχετο ταῖς θηλείαις · αἱ δὲ λυπηθεῖσαι εἶπον τῷ πατρί Κύριε πάτερ ἡμῶν, μὴ καὶ ἡμεῖς οὐκ ἐσμὲν τέκνα σου; διατί οὐκ ἔδωκας ἡμῖν ἐκ τῶν ὄντων σοι;

46.3εἶπεν δὲ Ἰὼβ ταῖς θηλείαις μὴ ταραχθῆτε, θυγατέρες μου · οὐ γὰρ ὑμῶν ἐπελαθόμην ·

46.4ἤδη ὑμῖν ἔπεμψα κληρονομίαν κρείττονα τῶν ἑπτὰ ἀδελφῶν ὑμῶν.

46.5τότε καλέσας τὴν θυγατέρα αὐτοῦ τὴν λεγομένην Ἡμέραν λέγει αὐτῇ λαβοῦσα τὸ δακτύλιον ὕπαγε εἰς τὴν κρυπτὴν καὶ ἔνεγκε τὰ τρία σκευάρια τοῦ χρυσοῦ, ἵνα δῶ ὑμῖν τὴν κληρονομίαν.

46.6 δὲ ἀπελθοῦσα ἤνεγκεν αὐτά ·

46.7καὶ ἤνοιξεν καὶ ἀνήνεγκεν τὰς τρεῖς χορδὰς τὰς ποικίλας ὡς μὴ δύνασθαί τινα ἄνθρωπον λαλῆσαι περὶ τῆς εἰδέας αὐτῶν, ἐπεὶ μὴ εἶναι αὐτὰς ἐκ τῆς γῆς, ἀλλ’ἐκ τοῦ οὐρανοῦ εἰσιν, ἐξαστράπτουσαι σπινθῆρας πυρός, ὡς ἀκτῖνας τοῦ ἡλίου.

46.9καὶ δέδωκεν χορδὴν μίαν εἰπών λάβετε αὐτὰς περὶ τὸ στῆθος ὑμῶν ἵνα εὖ ὑμῖν γένηται πάσας τὰς ἡμέρας τῆς ζωῆς ὑμῶν.

47

47.1εἶπεν δὲ αὐτῷ ἄλλη θυγατὴρ λεγομένη Κασία · πάτερ, αὕτη ἐστὶν κληρονομία ἣν ἔλεγες εἶναι κρείττονα τῆς τῶν ἀδελφῶν ἡμῶν; τίς οὖν χρεία τῶν περιττῶν τούτων χορδῶν; μὴ ἐκ τούτων ἕξομεν τοῦ ζῆν;

47.2καὶ εἶπεν αὐταῖς πατήρ οὐ μόνον ἐκ τούτων ἕξετε τοῦ ζῆν, ἀλλ’αὗται αἱ χορδαὶ εἰσάξουσιν ὑμᾶς εἰς τὸν μείζονα αἰῶνα, ζῆσαι ἐν τοῖς οὐρανοῖς ·

47.4ἀγνοεῖτε οὖν ὑμεῖς, τέκνα, τὴν τιμὴν τῶν σπάρτων τούτων; τούτων με κατηξίωσεν Κύριος ἐν ἡμέρᾳ ἠβουλήθη με ἐλεῆσαι καὶ περιγραφῆναι ἐκ τοῦ σώματος τὰς πληγὰς καὶ τοὺς σκώληκας ·

47.5καλέσας με παρέσχετό μοι ταύτας τὰς τρεῖς χορδὰς λέγων μοι ἀνάστα, ζῶσαι ὥσπερ ἀνὴρ τὴν ὀσφύν σου · ἐρωτήσω δέ σε, σὺ δέ μοι ἀποκρίνου .

47.6ἐγὼ δὲ λαβὼν περιεζωσάμην · καὶ εὐθέως ἀφανεῖς ἐγένοντο ἀπὸ τότε οἱ σκώληκες ἀπὸ τοῦ σώματός μου, ὁμοίως καὶ αἱ πληγαί ·

47.7καὶ λοιπὸν τὸ σῶμά μου ἐνίσχυσεν διὰ Κυρίου ὡς οὐδὲν ὅλως πεπονθώς ·

47.8ἀλλὰ καὶ τῶν ἐν καρδίᾳ ὀδυνῶν λήθην ἔσχον ·

47.9 δὲ Κύριος ἐλάλησέν μοι ἐν δυνάμει, ὑποδείξας μοι τὰ γενόμενα καὶ τὰ μέλλοντα.

47.10νῦν οὖν, τεκνία μου, ἔχουσαι ταύτας οὐχ ἕξετε ὅλως ἀντιτασσόμενον τὸν ἐχθρόν, ἀλλ’οὐ δὲ τὰς ἐνθυμήσεις αὐτοῦ ἐν τῇ διανοίᾳ ὑμῶν ·

47.11διότι φυλακτήριόν ἐστιν τοῦ πατρός · ἐγερθεῖσαι οὖν περιζώσασθε αὐτὰς πρὶν τελευτήσω, ἵνα δυνηθῆτε θεάσασθαι τοὺς ἐρχομένους ἐπὶ τὴν ἐμὴν ψυχήν, ἵνα θαυμάσητε τὰ τοῦ θεοῦ κτίσματα.

48

48.1οὕτως ἀναστᾶσα μία καλουμένη Ἡμέρα περιείληξεν τὴν ἑαυτῆς σπάρτην καθὼς εἶπεν πατήρ ·

48.2καὶ ἀνέλαβεν ἄλλην καρδίαν, μηκέτι τὰ τῆς γῆς φρονεῖν, ἀπεφθέγξατο δὲ τῇ ἀγγελικῇ διαλέκτῳ, ὕμνον ἀναπέμψασα τῷ θεῷ κατὰ τὴν τῶν ἀγγέλων ὑμνολογίαν ·

48.3καὶ τοὺς ὕμνους οὓς ἀπεφθέγξατο εἴασεν τὸ πνεῦμα ἐν στολῇ τῇ ἑαυτῆς ἐγκεχαραγμένους.

49

49.1καὶ τότε Κασία περιεζώσατο καὶ ἔσχεν τὴν καρδίαν ἀλλοιωθεῖσαν ὡς μηκέτι ἐνθυμεῖσθαι τὰ κοσμικά ·

49.2καὶ τὸ μὲν στόμα αὐτῆς ἀνέλαβεν τὴν διάλεκτον τῶν ἀρχῶν, ἐδοξολόγησεν δὲ τοῦ ὑψηλοῦ τόπου τὸ ποίημα.

49.3διότι εἴ τις βούλεται γνῶναι τὸ ποίημα τῶν οὐρανῶν, δυνήσεται εὑρεῖν ἐν τοῖς ὕμνοις Κασίας.

50

50.1καὶ τότε περιεζώσατο καὶ ἄλλη καλουμένη Ἀμαλθείας κέρας · καὶ ἔσχεν τὸ στόμα ἀποφθεγγόμενον ἐν τῇ διαλέκτῳ τῶν ἐν ὕψει, ἐπεὶ καὶ αὐτῆς καρδία ἠλλοιοῦτο ἀφισταμένη ἀπὸ τῶν κοσμικῶν ·

50.2λελάληκεν γὰρ ἐν τῇ διαλέκτῳ τῶν Χερουβὶμ δοξολογοῦσα τὸν δεσπότην τῶν ἀρετῶν ἐνδειξαμένη τὴν δόξαν αὐτῶν ·

50.3καὶ βουλόμενος λοιπὸν ἴχνος ἡμέρας καταλαβεῖν τῆς πατρικῆς δόξης εὑρήσει ἀναγεγραμμένα ἐν ταῖς εὐχαῖς τῆς Ἀμαλθείας κέρας.

51

51.1μετὰ δὲ τὸ παύσασθαι τὰς τρεῖς ὑμνολογούσας, ἐπικειμένου τοῦ Κυρίου καὶ ἐμοῦ Νηρείου ἀδελφοῦ ὄντος τοῦ Ἰώβ, ἐπικειμένου δὲ καὶ τοῦ ἁγίου πνεύματος, ἐκαθεζόμην πλησίον τοῦ Ἰὼβ ἐπὶ τῆς κλίνης μου ·

51.3ἤκουσα ἐγὼ τὰ μεγαλεῖα μιᾶς ὑποσημειουμένης τῇ μιᾷ ·

51.4καὶ ἀνεγραψάμην τὸ βιβλίον ὅλον πλείστων σημειώσεων τῶν ὕμνων παρὰ τῶν τριῶν θυγατέρων τοῦ ἀδελφοῦ μου, σωτήριον ταῦτα εἶναι, ὅτι ταῦτά ἐστιν τὰ μεγαλεῖα τοῦ θεοῦ.

52

52.1καὶ μετὰ τρεῖς ἡμέρας ποιουμένου τοῦ Ἰὼβ νοσεῖν ἐπὶ τῆς κλίνης, ἄνευ πόνου μέντοι καὶ ὀδύνης, ἐπεὶ μηκέτι πόνος ἴσχυεν ἅπτεσθαι αὐτοῦ διὰ τὸ σημεῖον τῆς περιζώσεως ἧς περιεζώσατο ·

52.2καὶ μετὰ τρεῖς ἡμέρας εἶδεν τοὺς ἐλθόντας ἐπὶ τὴν ψυχὴν αὐτοῦ ·

52.3καὶ εὐθέως ἀναστὰς ἔλαβεν κιθάραν καὶ ἔδωκεν τῇ θυγατρὶ αὐτοῦ Ἡμέρᾳ ·

52.4τῇ δὲ Κασίᾳ ἔδωκεν θυμιατήριον, τῇ δὲ Ἀμαλθείας κέρας ἔδωκεν τύμπανον, ὅπως εὐλογήσωσιν τοὺς ἐλθόντας ἐπὶ τὴν ψυχὴν αὐτοῦ ·

52.6αἱ δὲ λαβοῦσαι εἶδον τὰ φωτεινὰ ἅρματα τὰ ἐλθόντα ἐπὶ τὴν ψυχὴν αὐτοῦ, καὶ ηὐλόγησαν καὶ ἐδόξασαν ἑκάστη ἐν τῇ ἐξαιρέτῳ διαλέκτῳ.

52.8καὶ μετὰ ταῦτα ἐξῆλθεν ἐπικαθήμενος τῷ μεγάλῳ ἅρματι, καὶ ἠσπάσατο τὸν Ἰώβ, βλεπουσῶν τῶν τριῶν θυγατέρων καὶ αὐτοῦ τοῦ πατρὸς βλέποντος, ἄλλων δὲ τινῶν μὴ βλεπόντων ·

52.10λαβὼν δὲ τὴν ψυχὴν ἀνεπετάσθη ἐναγκαλισάμενος αὐτὴν καὶ ἀνεβίβασεν ἐπὶ τὸ ἅρμα καὶ ὥδευσεν ἐπὶ ἀνατολάς ·

52.11τὸ δὲ σῶμα αὐτοῦ περισταλὲν ἀπηνέχθη εἰς τὸν τάφον προηγουμένων τῶν τριῶν θυγατέρων αὐτοῦ καὶ περιεζωσμένων, ὑμνολογουσῶν ἐν ὕμνοις τοῦ πατρός.

53

53.1καὶ ἐγὼ Νηρεὺς ἀδελφὸς αὐτοῦ μετὰ τῶν ἑπτὰ τέκνων τῶν ἀρρενικῶν, σὺν τοῖς πένησιν καὶ ὀρφανοῖς καὶ πᾶσιν τοῖς ἀδυνάτοις κλαίουσιν καὶ λέγουσιν οὐαὶ ἡμῖν σήμερον, διπλῶς τὸ οὐαί, ὅτι σήμερον ἦρται δύναμις τῶν ἀδυνάτων, ἦρται τὸ φῶς τῶν τυφλῶν, ἦρται πατὴρ τῶν ὀρφανῶν, ἦρται τῶν ξένων ξενοδόχος, ἦρται ἔνδυσις τῶν χηρῶν.

53.4τίς λοιπὸν οὐ κλαύσει ἐπὶ τὸν ἄνθρωπον τοῦ θεοῦ;

53.5ἅματε ἤνεγκαν τὸ σῶμα πρὸς τὸν τάφον, περιεκύκλωσαν πᾶσαι αἱ χῆραι καὶ ὀρφανοὶ κωλύοντες μὴ εἰσαχθῆναι αὐτὸν ἐν τῷ τάφῳ ·

53.7καὶ μετὰ τρεῖς ἡμέρας ἐνέθεντο αὐτὸν εἰς τὸν τάφον ἐν καλῷ ὕπνῳ, λαβόντα ὄνομα ὀνομαστὸν ἐν πάσαις ταῖς γενεαῖς τοῦ αἰῶνος, ἀμήν.