Sentences of Sextus
Sentences of Sextus
πιστὸς ἄνθρωπος ἐκλεκτός ἐστιν ἄνθρωπος. ἐκλεκτὸς ἄνθρωπος ἄνθρωπός ἐστι θεοῦ. θεοῦ ἄνθρωπος ὁ ἄξιος θεοῦ. θεοῦ ἄξιος ὁ μηδὲν ἀνάξιον θεοῦ πράττων. ἐπιτηδεύων οὖν πιστὸς εἶναι μηδὲν ἀνάξιον θεοῦ πράξηις. ὀλιγόπιστος ἐν πίστει ἄπιστος. πιστὸς ἐν δοκιμῆι πίστεως θεὸς ἐν ἀνθρώπου σώματι ζῶντι. ἄπιστος ἐν πίστει νεκρὸς ἄνθρωπος ἐν σώματι ζῶντι. πιστὸς ἀληθείαι ὁ ἀναμάρτητος. μέχρι καὶ τῶν ἐλαχίστων ἀκριβῶς βίου. οὐ γὰρ μικρὸν ἐν βίωι τὸ παρὰ μικρόν. πᾶν ἁμάρτημα ἀσέβημα ἡγοῦ. οὐκ ὀφθαλμὸς οὐ δὲ χεὶρ ἁμαρτάνει οὐ δέ τι τῶν ὁμοίων, ἀλλ’ὁ κακῶς χρώμενος χειρὶ καὶ ὀφθαλμῶι. πᾶν μέλος τοῦ σώματος ἀναπεῖθόν σε μὴ σωφρονεῖν ῥῖψον · ἄμεινον γὰρ χωρὶς τοῦ μέλους ζῆν σωφρόνως ἢ μετὰ τοῦ μέλους ὀλεθρίως. ἀθανάτους σοι νόμιζε παρὰ τῆι κρίσει καὶ τὰς τιμὰς ἔσεσθαι καὶ τὰς τιμωρίας. ὁπόσα τοῦ κόσμου ἔχεις, κα- κἂν ἀφέληταί σού τις, μὴ ἀγανάκτει. σεαυτὸν ἐπιλήψιμον μὴ πάρεχε τῶι κόσμωι. χωρὶς τῆς ἐλευθερίας πάντα ἀφαιρουμένωι σε τῶι πέλας ὕπεικε. σοφὸς ἀκτήμων ὅμοιος θεῶι. τοῖς κοσμικοῖς πράγμασιν εἰς αὐτὰ τὰ ἀναγκαῖα χρῶ. τὰ μὲν τοῦ κόσμου τῶι κόσμωι, τὰ δὲ τοῦ θεοῦ τῶι θεῶι ἀκριβῶς ἀποδίδου. τὴν ψυχήν σου νόμιζε παραθήκην ἔχειν παρὰ θεοῦ. ὅτε λέγεις περὶ θεοῦ, κρίνηι ὑπὸ θεοῦ. ἄριστον ἡγοῦ καθαρμὸν τὸ μηδένα ἀδικεῖν. ψυχὴ καθαίρεται λόγωι θεοῦ ὑπὸ σοφοῦ. ἀναίσθητον οὐσίαν μὴ πεισθῆις εἶναί ποτε θεοῦ. ὁ θεὸς καθὸ νοῦς ἐστιν αὐτοκίνητος, κατ’αὐτὸ τοῦτο καὶ ὑφέστηκεν. θεοῦ μέγεθος οὐκ ἂν ἐξεύροις πτεροῖς πετόμενος. θεοῦ ὄνομα μὴ ζήτει, οὐ γὰρ εὑρήσεις · πᾶν τὸ ὀνομαζόμενον ὀνομάζεται ὑπὸ τοῦ κρείττονος, ἵνα τὸ μὲν καλῆι, τὸ δὲ ὑπακούηι · τίς οὖν ὁ ὀνομάσας θεόν; θεὸς οὐκ ὄνομα θεοῦ, ἀλλὰ δόξα περὶ θεοῦ. μηθὲν οὖν ἐν θεῶι ὃ μὴ ἔστι ζήτει. θεὸς αὐγὴ σοφὴ τοῦ ἐναντίου ἀνεπίδεκτος. ὁ θεὸς ὅσα ἐποίησεν, ὑπὲρ ἀνθρώπων αὐτὰ ἐποίησεν. ἄγγελος ὑπηρέτης θεοῦ πρὸς ἄνθρωπον, οὐ γὰρ δὴ πρὸς οὐδένα ἄλλον · τιμιώτερον οὖν ἄνθρωπος ἀγγέλου παρὰ θεῶι. τὸ μὲν πρῶτον εὐεργετοῦν ὁ θεός, τὸ δὲ δεύτερον εὐεργετούμενον ἄνθρωπος. βίου τοιγαροῦν ὡς ὢν μετὰ θεόν. ἐκλεκτὸς ὢν ἔχεις τι ἐν τῆι συστάσει σου ὁποῖον θεός · χρῶ οὖν τῆι συστάσει σου ὡς ἱερῶι θεοῦ. ἐξουσίαν πιστῶι ὁ θεὸς δίδωσι τὴν κατὰ θεόν · καθαρὰν οὖν δίδωσι καὶ ἀναμάρτητον. αἰδείσθω σου τὸν βίον ὁ κόσμος. μηδενὶ σεαυτὸν ἐπιλήψιμον δίδου. κακῶς ζῶντα μετὰ τὴν ἀπαλλαγὴν τοῦ σώματος εὐθύνει κακὸς δαίμων μέχρις οὗ καὶ τὸν ἔσχατον κοδράντην ἀπολάβηι. μακάριος ἀνήρ, οὗ τῆς ψυχῆς οὐδεὶς ἐπιλήψεται εἰς θεὸν πορευομένης. ὃ ἂν τιμήσηις ὑπὲρ πάντα, ἐκεῖνό σου κυριεύσει. τίμα τὸ ἄριστον, ἵνα καὶ ἄρχηι ὑπὸ τοῦ ἀρίστου. ἀρχόμενος ὑπὸ τοῦ ἀρίστου αὐτὸς ἄρξεις ὧν ἂν προαιρῆι. τιμὴ μεγίστη θεῶι θεοῦ γνῶσις καὶ ὁμοίωμα. ὅμοιον μὲν οὐδὲν θεῶι, προσφιλέστατον δὲ τὸ εἰς δύναμιν ἐξομοιούμενον. ἱερὸν ἅγιον θεοῦ διάνοια εὐσεβοῦς. ἄριστον θυσιαστήριον θεῶι καρδία καθαρὰ καὶ ἀναμάρτητος. θυσία θεῶι μόνη καὶ προσηνὴς ἡ ἀνθρώποις εὐεργεσία διὰ θεόν. ἄνθρωπος κεχαρισμένα θεῶι πράττει ὁ ζῶν εἰς δύναμιν κατὰ θεόν. ὁ μὲν θεὸς οὐδενὸς δεῖται, ὁ δὲ πιστὸς μόνου θεοῦ. ζηλοῖ τὸν οὐδενὸς δεόμενον ὁ τῶν ὀλίγων ἀναγκαίως δεόμενος. ἄσκει μέγας μὲν εἶναι παρὰ θεῶι, παρὰ δὲ ἀνθρώποις ἀνεπίφθονος. χρηστὸς ὢν εἰς τοὺς δεομένους μέγας ἂν εἴης παρὰ θεῶι. ἀνδρὸς σοφοῦ ζῶντος μὲν ὀλίγος ὁ λόγος παρὰ ἀνθρώποις, τελευτήσαντος δὲ τὸ κλέος ᾄδεται. τὸν χρόνον ὃν ἂν μὴ νοήσηις τὸν θεόν, τοῦτον νόμιζέ σοι ἀπολωλέναι. τὸ μὲν σῶμά σου μόνον ἐπιδημείτω τῆι γῆι, ἡ δὲ ψυχὴ ἀεὶ ἔστω παρὰ θεῶι. νόει τὰ καλά, ἵνα καὶ πράττηις τὰ καλά. ἔννοια ἀνθρώπου θεὸν οὐ λανθάνει. ἔστω σου ἡ διάνοια καθαρὰ κακοῦ παντός. ἄξιος ἔσο τοῦ ἀξιώσαντός σε εἰπεῖν υἱὸν καὶ πρᾶττε πάντα ὡς υἱὸς θεοῦ. θεὸν πατέρα καλῶν ἐν οἷς πράττεις τούτου μέμνησο. ἁγνὸς ἀνὴρ καὶ ἀναμάρτητος ἐξουσίαν ἔχει παρὰ θεῶι ὡς υἱὸς θεοῦ. ἀγαθὴ διάνοια χῶρος θεοῦ. κακὴ διάνοια χῶρός ἐστιν κακῶν. τὸν ἀδικοῦντα τοῦ ἀδικεῖν ἀπαλλάττων κολάζοις ἂν κατὰ θεόν. ἄσκει μὴ τὸ δοκεῖν ἀλλὰ τὸ εἶναι δίκαιος · τὸ δοκεῖν γὰρ ἕκαστον τοῦ εἶναι ἀφαιρεῖται. τίμα τὸ δίκαιον δι’αὐτό. οὐκ ἂν λάθοις θεὸν πράττων ἄδικα, οὐ δὲ γὰρ διανοούμενος. σώφρων ἀνὴρ ἁγνὸς παρὰ τῶι θεῶι. ἀκολασίαν φεῦγε. εὐλογιστίαν ἄσκει. κράτει τῶν ἡδονῶν. νίκα τὸ σῶμα ἐν παντί. ἐκ φιληδονίας ἀκολασίαν οὐκ ἐκφεύξηι. φιληδόνου ὁ θεὸς οὐκ ἀκούει. τρυφῆς πέρας ὄλεθρος. ὁ λόγος σου τῶν ὁρμῶν σου προηγείσθω. δεινότατόν ἐστιν πάθεσι δουλεύειν. ὅσα πάθη ψυχῆς, τοσοῦτοι δεσπόται. φιλοχρηματία φιλοσωματίας ἔλεγχος. κτῶ τὰ τῆς ψυχῆς ὡς βέβαια. ἀποτάττου τοῖς τοῦ σώματος, ἐφ’ὅσον δυνατὸς εἶ. μόνον οἰκεῖον ἡγοῦ τὸ ἀγαθόν. ὁποῖος θέλεις εὐχόμενος εἶναι, ἀεὶ ἔσο. ὅταν τὰ κάλλιστα τῶν κτημάτων εὐλόγως εἰς βόρβορον ῥίψηις, τότε καθαρὸς ὢν αἰτοῦ τι παρὰ τοῦ θεοῦ. ὁποῖος θέλεις εἶναι παρὰ θεῶι, ἤδη ἔσο. τῶν τοῦ κόσμου μεταδιδοὺς καταφρόνει. μέμνησο ὢν μετὰ θεόν. ψυχὴ ἀνθρώπου θεοσεβοῦς θεὸς ἐν σώματι. μιαίνει τὸν θεὸν ὁ κακῶς νοῶν τὸν θεόν. γλῶσσα βλάσφημος διανοίας ἔλεγχος κακῆς. γλῶσσαν εὔφημον κέκτησο, μάλιστα δὲ περὶ θεοῦ. κακῶς μὲν ποιῆσαι θεὸν δυνατὸς οὐδείς, ἀσεβέστατος δὲ ὁ βλασφημῶν · δυνατὸς γὰρ ὢν κα- κἂν ἐποίησεν. κρηπὶς εὐσεβείας ἐγκράτεια. τέλος εὐσεβείας φιλία πρὸς θεόν. χρῶ τῶι εὐσεβεῖ ὡς σαυτῶι. εὔχου σοι γενέσθαι μὴ ἃ βούλει, ἀλλ’ἃ δεῖ καὶ συμφέρει. ὡς θέλεις χρήσασθαί σοι τοὺς πέλας, καὶ σὺ χρῶ αὐτοῖς. ἃ ψέγεις, μη δὲ ποίει. μηδείς σε πειθέτω ποιεῖν τι παρὰ τὸ βέλτιον. ἃ δέδοταί σοι, κα- κἂν ἀφέληταί σού τις, μὴ ἀγανάκτει. ἃ δίδωσιν ὁ θεός, οὐδεὶς ἀφαιρεῖται. σκέπτου πρὸ τοῦ πράττειν καὶ ἃ πράττεις ἐξέταζε, ἵνα μηδὲν ποιῆις ὃ μὴ δεῖ. ὃ πράττων οὐκ ἂν θέλοις εἰδέναι τὸν θεόν, τοῦτο μὴ πράξηις. πρὸ παντὸς οὗ πράττεις νόει τὸν θεόν. φῶς σου τῶν πράξεων προηγείσθω. μεγίστη ἀσέβεια εἰς θεὸν ἀνθρώπου κάκωσις. ψυχὴ φωτίζεται ἐννοίαι θεοῦ. αὐτάρκειαν ἄσκει. τῶν ἀτόπων μὴ ὀρέγου. τῶν καλῶν ἐκπόνει τὰ αἴτια. τὰ τοῦ σώματος μὴ ἀγάπα. ἀκάθαρτον ἄνθρωπον ποιεῖ πρᾶξις αἰσχρά. καθαίρει ψυχὴν ἀνοήτου δόξης ἔλεγχος. ὁ θεὸς ἀνθρώπων καλῶν πράξεων ἡγεμών ἐστιν. μηδένα ἐχθρὸν ἡγοῦ. ἀγάπα τὸ ὁμόφυλον. ἀγάπα τὸν θεὸν καὶ πρὸ τῆς ψυχῆς σου. οὐ χαλεπὸν ἁμαρτωλοὺς ἐπὶ τὸ αὐτὸ γενέσθαι μὴ ἁμαρτάνοντας. τροφαὶ πολλαὶ ἁγνείαν ἐμποδίζουσιν. ἀκρασία σιτίων ἀκάθαρτον ποιεῖ. ἐμψύχων ἁπάντων χρῆσις μὲν ἀδιάφορον, ἀποχὴ δὲ λογικώτερον. οὐ τὰ εἰσιόντα διὰ τοῦ στόματος σιτία καὶ ποτὰ μιαίνει τὸν ἄνθρωπον, ἀλλὰ τὰ ἀπὸ κακοῦ ἤθους ἐξιόντα. ὃ ἂν ἡδονῆι ἡττώμενος σιτίον προσφέρηι μιαίνει σε. πλήθει ἀρέσκειν μὴ ἐπιτήδευε. παντὸς οὗ καλῶς πράττεις αἴτιον ἡγοῦ τὸν θεόν. κακῶν θεὸς ἀναίτιος. μὴ πλέον κτῶ ὧν τὸ σῶμα ἐπιζητεῖ. ψυχὴν χρυσὸς οὐ ῥύεται κακῶν. οὐ γέγονας ἐντρυφήσων τῆι τοῦ θεοῦ παρασκευῆι. κτῶ ἃ μηδείς σου ἀφαιρεῖται. φέρε τὰ ἀναγκαῖα ὡς ἀναγκαῖα. μεγαλοψυχίαν ἄσκει. ὧν καταφρονῶν ἐπαινῆι εὐλόγως, τούτων μὴ περιέχου. ἐφ’οἷς εὐλόγως μεγαλοφρονεῖς, ταῦτα κέκτησο. εὔχου τῶι θεῶι τὰ ἄξια τοῦ θεοῦ. τὸν ἐν σοὶ λόγον τοῦ βίου σου νόμον ποίει. αἰτοῦ παρὰ θεοῦ ἃ μὴ λάβοις ἂν παρὰ ἀνθρώπου. ὧν ἡγεμόνες οἱ πόνοι, ταῦτά σοι εὔχου γενέσθαι μετὰ τοὺς πόνους. εὐχὴ ῥαιθύμου μάταιος λόγος. ὧν τοῦ σώματος ἀπαλλαγεὶς οὐ δεήσηι, καταφρόνει. ὃ κτησάμενος οὐ καθέξεις, μὴ αἰτοῦ παρὰ θεοῦ. ἔθιζε τὴν ψυχήν σου μετὰ θεὸν ἐφ’ἑαυτῆι μεγαλοφρονεῖν. μηθὲν ὧν ἀφαιρήσεταί σε κακὸς ἀνὴρ τίμα. μόνον ἀγαθὸν ἡγοῦ τὸ πρέπον θεῶι. τὸ ἄξιον θεοῦ καὶ ἀνδρὸς ἀγαθοῦ. ὃ οὐ συμβάλλεται πρὸς εὐδαιμονίαν θεῶι, οὐ δὲ ἀνθρώπωι. ταῦτα θέλε ἃ θέλοι ἂν καὶ ὁ θεός. υἱὸς θεοῦ ὁ ταῦτα μόνα τιμῶν ἃ καὶ ὁ θεός. ἐφ’ὅσον ποθεῖ τὸ σῶμα, ἡ ψυχὴ τὸν θεὸν ἀγνοεῖ. ὄρεξις κτήσεως ἀρχὴ πλεονεξίας. ἐκ φιλαυτίας ἀδικία φύεται. ὀλίγα πέφυκεν τῆι ψυχῆι τὸ σῶμα ἐνοχλεῖν. φιληδονία ποιεῖ σῶμα ἀφόρητον. πᾶν τὸ πλέον ἀνθρώπωι πολέμιον. φιλῶν ἃ μὴ δεῖ οὐ φιλήσεις ἃ δεῖ. σπουδάζοντά σε περὶ τὰ μὴ καλὰ λήσεται τὰ καλά. σοφοῦ διάνοια ἀεὶ παρὰ θεῶι. σοφοῦ διανοίαι θεὸς ἐνοικεῖ. σοφὸς ὀλίγοις γινώσκεται. ἀπλήρωτος ἐπιθυμία, διὰ τοῦτο καὶ ἄπορος. τὸ σοφὸν ἀεὶ ἑαυτῶι ὅμοιον. αὔταρκες πρὸς εὐδαιμονίαν θεοῦ γνῶσις καὶ ὁμοίωμα. κακοὶ κολακευόμενοι κακίους γίνονται. ἀφόρητον γίνεται κακία ἐπαινουμένη. ἡ γλῶσσά σου τῶι νοΐ σου ἑπέσθω. αἱρετώτερον λίθον εἰκῆι βάλλειν ἢ λόγον. σκέπτου πρὸ τοῦ λέγειν ἵνα μὴ λέγηις ἃ μὴ δεῖ. ῥήματα ἄνευ νοῦ ψόφος. πολυλογία οὐκ ἐκφεύγει ἁμαρτίαν. βραχυλογίαι σοφία παρακολουθεῖ. μακρολογία σημεῖον ἀμαθίας. τὸ ἀληθὲς ἀγάπα. τῶι ψεύδει χρῶ ὡς φαρμάκωι. καιρὸς τῶν λόγων σου προηγείσθω. λέγε ὅτε σιγᾶν οὐ καθήκει. περὶ ὧν οὐκ οἶδας σιώπα. περὶ ὧν οἶδας, ὅτε δεῖ λέγε. λόγος παρὰ καιρὸν διανοίας ἔλεγχος κακῆς. ὁπότε δεῖ πράττειν, λόγωι μὴ χρῶ. ἐν συλλόγωι πρῶτος λέγειν μὴ ἐπιτήδευε. ἡ αὐτὴ ἐπιστήμη ἐστὶ τοῦ λέγειν καὶ τοῦ σιωπᾶν. ἄμεινον ἡττᾶσθαι τα- τἀληθῆ λέγοντα τοῦ περιγενέσθαι μετὰ ἀπάτης. ὁ νικῶν τῶι ἀπατᾶν νικᾶται ἐν ἤθει. μάρτυρες κακῶν γίνονται λόγοι ψευδεῖς. μεγάλη περίστασις ἧι πρέπει ψεῦδος. ὁπότε ἁμαρτάνων εἶ τα- τἀληθῆ λέγων, ἀναγκαίως τότε ψευδῆ λέγων οὐχ ἁμαρτήσεις. μηδένα ἀπάτα, μάλιστα τὸν συμβουλίας δεόμενον. μετὰ πλειόνων λέγων μᾶλλον ὄψει τὰ συμφέροντα. πίστις ἁπασῶν καλῶν πράξεων ἡγεμών ἐστιν. σοφία ψυχὴν ὁδηγεῖ πρὸς θεόν. οὐδὲν οἰκειότερον σοφίαι ἀληθείας. οὐ δυνατὸν τὴν αὐτὴν φύσιν πιστήντε εἶναι καὶ φιλοψευδῆ. δειλῆι καὶ ἀνελευθέρωι φύσει πίστις οὐκ ἂν μετείη. τὸ λέγειν ἃ δεῖ τοῦ ἀκούειν πιστὸς ὢν μὴ προτίμα. ἐν πιστοῖς ὢν μᾶλλον ἄκουε ἤπερ λέγε. φιλήδονος ἀνὴρ ἄχρηστος ἐν παντί. ἀνεύθυνος ὢν λόγοις μὴ χρῶ περὶ θεοῦ. τὰ τῶν ἀγνοούντων ἁμαρτήματα τῶν διδαξάντων αὐτοὺς ὀνείδη. νεκροὶ παρὰ θεῶι δι’οὓς τὸ ὄνομα τοῦ θεοῦ λοιδορεῖται. σοφὸς ἀνὴρ εὐεργέτης μετὰ θεόν. τοὺς λόγους σου ὁ βίος βεβαιούτω παρὰ τοῖς ἀκούουσιν. ὃ μὴ δεῖ ποιεῖν, μη δ’ὑπονοοῦ ποιεῖν. ἃ μὴ θέλεις παθεῖν, μη δὲ ποίει. ἃ ποιεῖν αἰσχρόν, καὶ προστάττειν ἑτέρωι αἰσχρόν. μέχρι καὶ τοῦ νοῦ καθάρευε τῶν ἁμαρτημάτων. ἄρχων ἀνθρώπων μέμνησο ἄρχεσθαι παρὰ θεοῦ. ὁ κρίνων ἄνθρωπον κρίνεται ὑπὸ τοῦ θεοῦ. μείζων ὁ κίνδυνος δικαζομένου δικαστῆι. ἅπασι μᾶλλον ἢ λόγωι βλάπτε ἄνθρωπον. δυνατὸν ἀπατῆσαι λόγωι ἄνθρωπον, θεὸν μέντοι ἀδύνατον. οὐ χαλεπὸν ἐπίστασθαι καὶ ἐν λόγωι νενικῆσθαι. κακοδοξίας αἰτιώτατον ἡ ἐν πίστει φιλοδοξία. τίμα τὸ πιστὸς εἶναι διὰ τοῦ εἶναι. σέβου σοφὸν ἄνδρα ὡς εἰκόνα θεοῦ ζῶσαν. σοφὸς ἀνὴρ καὶ γυμνὸς ὢν δοκείτω σοι σοφὸς εἶναι. διὰ τὸ πολλὰ ἔχειν χρήματα μὴ τιμήσηις μηδένα. χαλεπόν ἐστιν πλουτοῦντα σωθῆναι. ψέγειν ἄνδρα σοφὸν καὶ θεὸν ἴσον ἁμάρτημα. λόγον χειρίζων περὶ θεοῦ παραθήκην σοι δεδόσθαι νόμιζε τὰς ψυχὰς τῶν ἀκουόντων. οὐκ ἔστιν βιῶναι καλῶς μὴ πεπιστευκότα γνησίως. μόνον τὸ καλὸν ἀγαθὸν ἡγοῦ καὶ καλὸν μόνον τὸ πρέπον θεῶι. ποίει μεγάλα μὴ μεγάλα ὑπισχνούμενος. οὐ γενήσηι σοφὸς οἰόμενος εἶναι πρὸ τοῦ εἶναι. μεγάλη περίστασις πιστὸν ἄνδρα δείκνυσι. τέλος ἡγοῦ βίου τὸ ζῆν κατὰ θεόν. μηδὲν ἡγοῦ κακόν, ὃ μή ἐστιν αἰσχρόν. κόρου πέρας ὕβρις, ὕβρεως δὲ ὄλεθρος. οὐκ ἀναβήσεται πάθος ἐπὶ καρδίαν πιστοῦ. πᾶν πάθος ψυχῆς λόγωι πολέμιον. ὃ ἂν πράξηις ἐν πάθει ὤν, μετανοήσεις. πάθη νοσημάτων ἀρχαί. κακία νόσος ψυχῆς. ἀδικία ψυχῆς θάνατος. τότε δόκει πιστὸς εἶναι, ὅταν τῶν τῆς ψυχῆς παθῶν ἀπαλλαγῆις. ἀνθρώποις χρῶ τοῖς ἅπασιν ὡς κοινὸς ἀνθρώπων εὐεργέτης. ὡς θέλεις χρήσασθαί σοι τοὺς πέλας, καὶ σὺ χρῶ αὐτοῖς. ἀνθρώποις κακῶς χρώμενος σεαυτῶι κακῶς χρήσηι. οὐδένα κακῶς ποιήσει ὁ πιστός. εὔχου τοὺς ἐχθροὺς δύνασθαι εὐεργετεῖν. φαύλοις φαίνεται ἄχρηστος σοφὸς ἀνήρ. οὐκ ἄνευ θεοῦ καλῶς ζήσεις. ὑπὲρ τοῦ κατὰ θεὸν ζῆν πάντα ὑπόμενε. εὐχῆς οὐκ ἀκούει θεὸς τοῦ ἀνθρώπων δεομένων οὐκ ἀκούοντος. φιλόσοφος φιλοσόφωι δῶρον παρὰ θεοῦ. τιμῶν φιλόσοφον τιμήσεις σεαυτόν. πιστὸς ὢν ἴσθι. ὅταν υἱόν σε λέγηι τις, μέμνησο τίνος σε λέγει υἱόν. θεὸν πατέρα καλῶν ἐν οἷς πράττεις τούτου μέμνησο. τὰ ῥήματά σου τὰ πιστὰ πολλῆς εὐσεβείας μεστὰ ἔστω. ἐν οἷς πράττεις πρὸ ὀφθαλμῶν ἔχε τὸν θεόν. δεινόν ἐστιν θεὸν πατέρα ὁμολογοῦντα πρᾶξαί τι ἄσχημον. σοφὸν ὁ μὴ φιλῶν, οὐ δὲ ἑαυτόν. μηθὲν ἴδιον κτῆμα νομιζέσθω φιλοσόφωι. ὧν κοινὸς ὁ θεὸς καὶ ταῦτα ὡς πατήρ, τούτων μὴ κοινὰ εἶναι τὰ κτήματα οὐκ εὐσεβές. ἀχαριστεῖ θεῶι ὁ μὴ περὶ πολλοῦ ποιούμενος φιλόσοφον. γάμον γὰρ δίδωσίν σοι παραιτεῖσθαι ἵνα ζήσηις ὡς πάρεδρος θεῶι. γάμει καὶ παιδοποιοῦ χαλεπὸν εἰδὼς ἑκάτερον · εἰ δὲ καθάπερ εἰδὼς πόλεμον ὅτι χαλεπὸν ἀνδρίζοιο, καὶ γάμει καὶ παιδοποιοῦ. μοιχὸς τῆς ἑαυτοῦ γυναικὸς πᾶς ὁ ἀκόλαστος. μηδὲν ἕνεκα ψιλῆς ἡδονῆς ποίει. ἴσθι μοιχὸς εἶναι κα- κἂν νοήσηις μοιχεῦσαι · καὶ περὶ παντὸς ἁμαρτήματος ὁ αὐτὸς ἔστω σοι λόγος. πιστὸν εἰπὼν σεαυτὸν ὡμολόγησας μη δὲ ἁμαρτεῖν θεῶι. πιστῆι γυναικὶ κόσμος σωφροσύνη νομιζέσθω. ἀνὴρ γυναῖκα ἀποπέμπων ὁμολογεῖ μη δὲ γυναικὸς ἄρχειν δύνασθαι. γυνὴ σώφρων ἀνδρὸς εὔκλεια. αἰδούμενος γαμετὴν αἰδουμένην ἕξεις. ὁ τῶν πιστῶν γάμος ἀγὼν ἔστω περὶ ἐγκρατείας. ὡς ἂν γαστρὸς ἄρξηις, καὶ ἀφροδισίων ἄρξεις. φυλάττου τὸν παρὰ τῶν ἀπίστων ἔπαινον. ἃ προῖκα λαμβάνεις παρὰ θεοῦ, καὶ δίδου προῖκα. πλῆθος πιστῶν οὐκ ἂν ἐξεύροις · σπάνιον γὰρ τὸ ἀγαθόν. σοφὸν τίμα μετὰ θεόν. ἐλεγχόμενος ἵνα γένηι σοφὸς χάριν ἴσθι τοῖς ἐλέγχουσιν. ὁ τὸν σοφὸν οὐ δυνάμενος φέρειν τὸ ἀγαθὸν οὐ δύναται φέρειν. πιστὸς εἶναι θέλων μάλιστα μὲν μὴ ἁμάρτηις, εἰ δέ τι, μὴ δισσῶς τὸ αὐτό. ὃ μή ἐστι μάθημα θεοῦ ἄξιον, μὴ μάθηις. πολυμαθία περιεργία ψυχῆς νομιζέσθω. ὁ τὰ τοῦ θεοῦ ἀξίως εἰδὼς σοφὸς ἀνήρ. χωρὶς μαθήματος οὐκ ἔσηι θεοφιλής · ἐκείνου περιέχου ὡς ἀναγκαίου. φείδεται χρόνου σοφὸς ἀνήρ. παρρησίαν ἄγε μετὰ αἰδοῦς. ἔστιν σοφοῦ καὶ ὕπνος ἐγκράτεια. ἀνιάτω σε μᾶλλον τέκνα κακῶς ζῶντα τοῦ μὴ ζῆν. τὸ γὰρ ζῆν μὲν οὐκ ἐφ’ἡμῖν, καλῶς δὲ ζῆν καὶ ἐφ’ἡμῖν. τέκνα μὴ πιστὰ οὐ τέκνα. πιστὸς ἀνὴρ εὐχαρίστως φέρει τέκνων ἀποβολήν. μὴ κρίνηις φιλόσοφον ὧι μὴ πάντα πιστεύεις. διαβολὰς κατὰ φιλοσόφου μὴ παραδέχου. ἐπιτήδευε κοινὸς ἀνθρώποις εὐεργέτης εἶναι. ἀπευκτὸν ἡγοῦ καὶ τὸ δικαίως τινὰ κολάζειν. μετ’εὐθυμίας εἰ θέλεις ζῆν, μὴ πολλὰ πρᾶττε · πολυπραγμονῶν γὰρ κακοπραγμονῶν ἔσηι. ὃ μὴ κατέθου, μη δ’ἀνέληις, οὐ γὰρ κατὰ τὸν αὐτάρκη πολιτεύηι. ἀφεὶς ἃ κέκτησαι ἀκολούθει τῶι ὀρθῶι λόγωι. ἐλεύθερος ἔσηι ἀπὸ πάντων δουλεύων θεῶι. ἀπαλλάττου τροφῆς ἔτι θέλων. τροφῆς παντὶ κοινώνει. ὑπὲρ τοῦ πτωχὸν τραφῆναι καὶ νηστεῦσαι καλόν. ποτόν σοι πᾶν ἡδὺ ἔστω. μέθην δὲ ὁμοίως μανίαι φυλάττου. ἄνθρωπος γαστρὸς ἡττώμενος ὅμοιος θηρίωι. οὐδὲν φύεται ἐκ σαρκὸς ἀγαθόν. αἰσχρᾶς ἡδονῆς τὸ μὲν ἡδὺ ταχέως ἄπεισιν, τὸ δὲ ὄνειδος παραμένει. ἀνθρώπους ἴδοις ἂν ὑπὲρ τοῦ τὸ λοιπὸν τοῦ σώματος ἔχειν ἐρρωμένον ἀποκόπτοντας ἑαυτῶν καὶ ῥίπτοντας μέλη · πόσωι βέλτιον ὑπὲρ τοῦ σωφρονεῖν; μεγάλην νόμιζε παιδείαν τὸ ἄρχειν σώματος · οὐ γὰρ παύσει ἐπιθυμίαν κτημάτων ἡ χρημάτων κτῆσις. φιλόσοφον οὐδέν ἐστιν ὃ τῆς ἐλευθερίας ἀφαιρεῖται. ἡδονὰς ἡγοῦ τὰς ἀναγκαίας ὡς ἀναγκαίας. τὰ ἀγαθὰ μὲν ἔχειν πάντες εὔχονται, κτῶνται δὲ οἱ γνησίως τοῦ θείου λόγου μετέχοντες. φιλόσοφος ὢν σεμνὸς ἔσο μᾶλλον ἢ φιλοσκώπτης. σπάνιόν σου ἔστω σκῶμμα καὶ τὸ εὔκαιρον. ἄμετρος γέλως σημεῖον ἀπροσεξίας. σεαυτῶι διαχεῖσθαι πέρα τοῦ μειδιᾶν μὴ ἐπιτρέψηις. σπουδῆι πλείονι ἢ διαχύσει χρῶ. ἀγὼν ὁ βίος ἔστω σοι περὶ τοῦ σεμνοῦ. ἄριστον μὲν τὸ μὴ ἁμαρτεῖν, ἁμαρτάνοντα δὲ γινώσκειν ἄμεινον ἢ ἀγνοεῖν. ἀλαζὼν φιλόσοφος οὐκ ἔστιν. μεγάλην σοφίαν νόμιζε δι’ἧς δυνήσηι φέρειν ἀγνοούντων ἀπαιδευσίαν. αἰσχρὸν ἡγοῦ λόγον ἔχων διὰ στόμα ἐπαινεῖσθαι. σοφῶν ψυχαὶ ἀκόρεστοι θεοσεβείας. ἀρχόμενος ἀπὸ θεοῦ πρᾶττε ὃ ἂν πράττηις. συνεχέστερον νόει τὸν θεὸν ἢ ἀνάπνει. ἃ μαθόντα δεῖ ποιεῖν, ἄνευ τοῦ μαθεῖν μὴ ἐπιχείρει. σαρκὸς μὴ ἔρα. ψυχῆς ἀγαθῆς ἔρα μετὰ θεόν. οἰκείων ὀργὰς δύνασθαι φέρειν κατὰ φιλόσοφον. πιστοῦ πλοῦτος ἐγκράτεια. ὅπερ μεταδιδοὺς ἄλλοις αὐτὸς οὐχ ἕξεις, μὴ κρίνηις ἀγαθὸν εἶναι. οὐδὲν ἀκοινώνητον ἀγαθόν. μὴ νόμιζε μικρότερον ἁμάρτημα ἄλλο ἄλλου. πᾶν ἁμάρτημα ἀσέβημα ἡγοῦ. ὡς ἐπὶ τοῖς κατορθώμασιν τιμᾶσθαι θέλεις, καὶ ἐπὶ τοῖς ἁμαρτήμασιν ψεγόμενος ἀνέχου. ὧν τῶν ἐπαίνων καταφρονεῖς, καὶ τῶν ψόγων ὑπερόρα. θησαυρὸν κατατίθεσθαι μὲν οὐ φιλάνθρωπον, ἀναιρεῖσθαι δὲ οὐ κατὰ φιλόσοφον. ὅσα πονεῖς διὰ τὸ σῶμα, καὶ διὰ τὴν ψυχὴν πονέσας σοφὸς ἂν εἴης. σοφὸν οὐδέν ἐστιν ὃ βλάπτει. ὧν ἂν πράττηις θεὸν ἐπικαλοῦ μάρτυρα. ὁ θεὸς ἀνθρώπων βεβαιοῖ καλὰς πράξεις. κακῶν πράξεων κακὸς δαίμων ἡγεμών ἐστιν. οὐκ ἀναγκάσεις σοφὸν πρᾶξαι ὃ μὴ βούλεται μᾶλλον ἤπερ θεόν. σοφὸς ἀνὴρ θεὸν ἀνθρώποις συνιστᾶι. ὁ θεὸς τῶν ἰδίων ἔργων μέγιστον φρονεῖ ἐπὶ σοφῶι. οὐδὲν οὕτως ἐλεύθερον μετὰ θεὸν ὡς σοφὸς ἀνήρ. ὅσα θεοῦ κτήματα, καὶ σοφοῦ. κοινωνεῖ βασιλείας θεοῦ σοφὸς ἀνήρ. κακὸς ἀνὴρ πρόνοιαν θεοῦ εἶναι οὐ θέλει. ψυχὴ κακὴ θεὸν φεύγει. πᾶν τὸ φαῦλον θεῶι πολέμιον. τὸ ἐν σοὶ φρονοῦν τοῦτο νόμιζε εἶναι ἄνθρωπον. ὅπου σου τὸ φρονοῦν, ἐκεῖ σου τὸ ἀγαθόν. ἀγαθὸν ἐν σαρκὶ μὴ ἐπιζήτει. ὃ μὴ βλάπτει ψυχήν, οὐ δὲ ἄνθρωπον. φιλόσοφον ἄνθρωπον ὡς ὑπηρέτην θεοῦ τίμα μετὰ θεόν. τὸ σκήνωμα τῆς ψυχῆς σου βαρύνεσθαι μὲν ὑπερήφανον, ἀποθέσθαι δὲ πραέως ὁπότε χρὴ δύνασθαι μακάριον. θανάτου μὲν σαυτῶι παραίτιος μὴ γένηι, τῶι δὲ ἀφαιρουμένωι σε τοῦ σώματος μὴ ἀγανάκτει. σοφὸν ὁ τοῦ σώματος ἀφαιρούμενος τῆι ἑαυτοῦ κακίαι εὐεργετεῖ, λύεται γὰρ ὡς ἐκ δεσμῶν. ἄνθρωπον θανάτου φόβος λυπεῖ ἀπειρίαι ψυχῆς. σίδηρον ἀνδροφόνον ἄριστον μὲν ἦν μὴ γενέσθαι, γενόμενον δὲ σοὶ μὴ νόμιζε εἶναι. οὐδεμία προσποίησις ἐπὶ πολὺν χρόνον λανθάνει, μάλιστα δὲ ἐν πίστει. οἷον ἂν ἦι σου τὸ ἦθος, τοιοῦτος ἔσται σου καὶ ὁ βίος. ἦθος θεοσεβὲς ποιεῖ βίον μακάριον. ὁ βουλευόμενος κατ’ἄλλου κακῶς, φθάνει κακῶς πάσχων. μή σε παύσηι τοῦ εὐεργετεῖν ἀχάριστος ἄνθρωπος. μηθὲν ὧν παραχρῆμα αἰτούμενος δῶις, πλείονος ἄξιον κρίνηις τοῦ λαμβάνοντος. κάλλιστα οὐσίαι χρήσηι τοῖς δεομένοις προθύμως μεταδιδούς. ἀδελφὸν ἀγνωμονοῦντα πεῖθε μὴ ἀγνωμονεῖν καὶ ἀνιάτως ἔχοντα συντήρει. εὐγνωμοσύνηι πάντας ἀνθρώπους νικᾶν ἀγωνίζου. νοῦν οὐ πρότερον ἕξεις πρὶν ἢ γνῶις οὐκ ἔχων. αὐτάρκειαν ἄσκει. τὰ μέλη τοῦ σώματος τοῖς οὐ χρωμένοις φορτία. ὑπηρετεῖν κρεῖττον ἑτέροις ἢ πρὸς ἄλλων ὑπηρετεῖσθαι. ὃν οὐκ ἀπαλλάττει ὁ θεὸς τοῦ σώματος μὴ βαρυνέσθω. δόγμα ἀκοινώνητον οὐ μόνον ἔχειν ἀλλὰ καὶ ἀκούειν χαλεπὸν ἡγοῦ. ὁ διδοὺς ὁτιοῦν μετ’ὀνείδους ὑβρίζει. κηδόμενος ὀρφανῶν πατὴρ ἔσηι πλειόνων τέκνων θεοφιλής. ὧι ἂν ὑπουργήσηις ἕνεκα δόξης, μισθοῦ ὑπούργησας. ἐάν τι δῶις ἐπὶ τὸ αὐτὸ γνωσθῆναι, οὐκ ἀνθρώπωι δέδωκας, ἰδίαι δὲ ἡδονῆι. ὀργὴν πλήθους μὴ παρόξυνε. μάθε τοίνυν τί δεῖ ποιεῖν τὸν εὐδαιμονήσοντα. κρεῖττον ἀποθανεῖν λιμῶι ἢ διὰ γαστρὸς ἀκρασίαν ψυχὴν ἀμαυρῶσαι. ἐκμαγεῖον τὸ σῶμά σου νόμιζε τῆς ψυχῆς · καθαρὸν οὖν τήρει. ὁποῖα δ’ἂν ἐπιτηδεύσηι ψυχὴ ἐνοικοῦσα τῶι σώματι, τοιαῦτα μαρτύρια ἔχουσα ἄπεισιν ἐπὶ τὴν κρίσιν. ἀκαθάρτου ψυχῆς ἀκάθαρτοι δαίμονες ἀντιποιοῦνται. πιστὴν ψυχὴν καὶ ἀγαθὴν ἐν ὁδῶι θεοῦ κακοὶ δαίμονες οὐκ ἐμποδίζουσιν. λόγου περὶ θεοῦ μὴ παντὶ κοινώνει. οὐκ ἀσφαλὲς ἀκούειν περὶ θεοῦ τοῖς ὑπὸ δόξης διεφθαρμένοις. περὶ θεοῦ καὶ τα- τἀληθῆ λέγειν κίνδυνος οὐ μικρός. περὶ θεοῦ μηδὲν εἴπηις μὴ μαθὼν παρὰ θεοῦ. ἀθέωι δὲ περὶ θεοῦ μηδὲν εἴπηις. περὶ θεοῦ λόγον ἀληθῆ ὡς θεὸν τίμα. μὴ καθαρεύων ἀνοσίων ἔργων μὴ φθέγξηι περὶ θεοῦ λόγον. λόγος ἀληθὴς περὶ θεοῦ λόγος ἐστὶν θεοῦ. πεισθεὶς πρότερον θεοφιλὴς εἶναι πρὸς οὓς ἂν πεισθῆις λέγε περὶ θεοῦ. τὰ ἔργα σου θεοφιλῆ προηγείσθω παντὸς λόγου περὶ θεοῦ. ἐπὶ πλήθους λέγειν περὶ θεοῦ μὴ ἐπιτήδευε. λόγου περὶ θεοῦ φείδου μᾶλλον ἢ ψυχῆς. ψυχὴν αἱρετώτερον ἢ λόγον εἰκῆ προέσθαι περὶ θεοῦ. θεοφιλοῦς ἀνδρὸς σώματος μὲν ἄρξεις, λόγου δὲ οὐ κυριεύσεις. σοφοῦ σώματος καὶ λέων ἄρχει, τούτου δὴ μόνου καὶ τύραννος. ὑπὸ τυράννου γινομένης ἀπειλῆς τίνος εἶ τότε μάλιστα μέμνησο. λόγον οἶς οὐ θέμις ὁ λέγων περὶ θεοῦ προδότης θεοῦ νομιζέσθω. λόγον περὶ θεοῦ σιγᾶν ἄμεινον ἢ προπετῶς διαλέγεσθαι. ὁ λέγων ψευδῆ περὶ θεοῦ καταψεύδεται θεοῦ. ἄνθρωπος μηδὲν ἔχων λέγειν περὶ θεοῦ ἀληθὲς ἔρημός ἐστιν θεοῦ. θεὸν οὐκ ἔστιν γινώσκειν μὴ σεβόμενον. οὐκ ἔστιν ὅπως ἀδικῶν τις ἄνθρωπον σέβοι τὸν θεόν. κρηπὶς θεοσεβείας φιλανθρωπία. ὁ προνοῶν ἀνθρώπων εὐχόμενόςτε ὑπὲρ πάντων οὗτος ἀληθείαι θεοῦ νομιζέσθω. θεοῦ μὲν ἴδιον τὸ σώζειν οὓς ἂν προαιρῆται. εὐσεβοῦς δὲ τὸ εὔχεσθαι θεῶι σώζειν. ὁπόταν εὐξαμένωι σοι γένηται ὑπὸ τοῦ θεοῦ, τότε ἐξουσίαν ἔχειν ἡγοῦ παρὰ θεῶι. ἄξιος ἄνθρωπος θεοῦ θεὸς ἐν ἀνθρώποις. θεὸς καὶ υἱὸς θεοῦ τὸ μὲν ἄριστον, τὸ δὲ ἐγγυτάτω τοῦ ἀρίστου. ἀκτήμονα κρεῖττον ἢ ἀκοινώνητον εἶναι πολυκτήμονα. μὴ διδοὺς δεομένοις δυνατὸς ὢν οὐ λήψηι δεόμενος παρὰ θεοῦ. τροφῆς δεομένωι μεταδιδόντος ἐξ ὅλης ψυχῆς δόμα μέν τι βραχύ, προθυμία δὲ μεγάλη παρὰ θεῶι. θεὸν οὐ νομίζοντος ὁ νομίζων καὶ οὐδὲν εἶναι πρὸς αὐτὸν ἡγούμενος οὐχ ἧττον ἄθεος. τιμᾶι θεὸν ἄριστα ὁ τὴν ἑαυτοῦ διάνοιαν ἐξομοιώσας θεῶι εἰς δύναμιν. θεὸς δεῖται μὲν οὐδαμῆι οὐδενός, χαίρει δὲ τοῖς μεταδιδοῦσι τοῖς δεομένοις. πιστῶν ὀλίγοι μὲν ἔστωσαν οἱ λόγοι, ἔργα δὲ πολλά. πιστὸς φιλομαθὴς ἐργάτης ἀληθείας. ἁρμόζου πρὸς τὰς περιστάσεις ἵνα εὐθυμῆις. μηδένα ἀδικῶν οὐδένα φοβηθήσηι. τύραννος εὐδαιμονίαν οὐκ ἀφαιρεῖται. ὃ δεῖ ποιεῖν, ἑκὼν ποίει. ὃ μὴ δεῖ ποιεῖν, μηδενὶ τρόπωι ποίει. πάντα μᾶλλον ἢ τὸ σοφὸς εἶναι ὑπισχνοῦ. οὗ καλῶς πράττεις τὴν αἰτίαν ἀνάφερε εἰς θεόν. οὐδεὶς σοφὸς ἀνὴρ κάτω που βλέπων εἰς γῆν καὶ τραπέζας. τὸν φιλόσοφον οὐ τὸν χρηματισμὸν ἐλευθεροῦν δεῖ, ἀλλὰ τὴν ψυχήν. ψεύδεσθαι φυλάττου · ἔστιν γὰρ ἀπατᾶν καὶ ἀπατᾶσθαι. τίς θεὸς γνῶθι · μάθε τὸ νοοῦν ἐν σοί. θεοῦ καλὸν ἔργον ἀγαθὸς ἄνθρωπος. ἄθλιοι δι’οὓς ὁ λόγος ἀκούει κακῶς. ψυχὴν θάνατος οὐκ ἀπόλλυσιν ἀλλὰ κακὸς βίος. πρὸς ὃ γέγονας εἰδὼς γνώσηι σαυτόν. οὐκ ἔστιν κατὰ θεὸν ζῆν ἄνευ τοῦ σωφρόνως καὶ καλῶς καὶ δικαίως πράττειν. ἀνθρώπων ἀπίστων βίος ὄνειδος. μήποτε λάθηις σαυτὸν ἀγενεῖ φύσει μεταδιδοὺς λόγου θεοῦ. ψυχὴν ἀπὸ γῆς πίστις ἀνάγει παρὰ θεόν. σοφοῦ ψυχῆς μέγεθος οὐκ ἂν ἐξεύροις μᾶλλον ἤπερ καὶ θεοῦ. ὅσα δίδωσιν ὁ θεὸς οὐδεὶς ἀφαιρεῖται. ὃ παρέχει κόσμος βεβαίως οὐ τηρεῖ. θεία σοφία ἡ τοῦ θεοῦ γνῶσις. ἀκαθάρτωι ψυχῆι μὴ τόλμα λέγειν περὶ θεοῦ. ἀνδρὸς πεῖραν πρότερον ἔργων ἢ λόγων ποίει. τὰ ὦτά σου μὴ παντὶ πίστευε. οἴεσθαι μὲν περὶ θεοῦ εὐμαρές, λέγειν δὲ ἀληθὲς μόνωι τῶι δικαίωι συγκεχώρηται. μὴ βασανίσηις σου τῆι ψυχῆι τὸ σῶμα μη δὲ τὴν ψυχήν σου βασανίσηις ταῖς τοῦ σώματος ἡδοναῖς. ἔθιζε σεαυτὸν τῶι μὲν σώματι παρέχειν τὰ τοῦ σώματος σωφρόνως, τῆι δὲ ψυχῆι θεοσεβῶς. τρέφε σου τὴν μὲν ψυχὴν λόγωι θείωι, τὸ δὲ σῶμα σιτίοις λιτοῖς. χαίρειν ἔθιζέ σου τὴν ψυχὴν ἐφ’οἷς καλὸν χαίρειν. ψυχὴ χαίρουσα ἐπὶ μικροῖς ἄτιμος παρὰ θεῶι. σοφοῦ ψυχὴ ἀκούει θεοῦ. σοφοῦ ψυχὴ ἁρμόζεται πρὸς θεὸν ὑπὸ θεοῦ. σοφοῦ ψυχὴ ἀεὶ θεὸν ὁρᾶι. ψυχὴ σοφοῦ σύνεστιν ἀεὶ θεῶι. καρδία θεοφιλοῦς ἐν χειρὶ θεοῦ ἵδρυται. ψυχῆς ἄνοδος πρὸς θεὸν διὰ λόγου θεοῦ. σοφὸς ἕπεται θεῶι καὶ ὁ θεὸς ψυχῆι σοφοῦ. χαίρει τῶι ἀρχομένωι τὸ ἄρχον, καὶ ὁ θεὸς οὖν σοφῶι χαίρει. ἀχώριστόν ἐστιν τοῦ ἀρχομένου τὸ ἄρχον, καὶ θεὸς οὖν τοῦ σοφοῦ προνοεῖ καὶ κήδεται. ἐπιτροπεύεται σοφὸς ἀνὴρ ὑπὸ θεοῦ, διὰ τοῦτο καὶ μακάριος. ψυχὴ σοφοῦ δοκιμάζεται διὰ σώματος ὑπὸ θεοῦ. οὐχ ἡ γλῶττα τοῦ σοφοῦ τιμία παρὰ θεῶι, ἀλλ’ἡ φρόνησις. σοφὸς ἀνὴρ καὶ σιγῶν τὸν θεὸν τιμᾶι εἰδὼς διὰ τίνα σιγᾶι. γαστρὸς καὶ τῶν ὑπὸ γαστέρα ὁ μὴ κρατῶν οὐδεὶς πιστός. ἄνθρωπος ἀκρατὴς μιαίνει τὸν θεόν. ἄνθρωπον θεοῦ γνῶσις βραχύλογον ποιεῖ. πολλοὺς λόγους περὶ θεοῦ ἀπειρία ποιεῖ. θεὸν ἄνθρωπος εἰδὼς οὐ πολλὰ κομπάζει. ἐκλεκτὸς ἄνθρωπος ποιεῖ μὲν πάντα κατὰ θεόν, εἶναι δὲ οὐχ ὑπισχνεῖται. ἄνθρωπος δὶς ἐμπιπλώμενος τροφῆι καὶ μηδέποτε μόνος κοιμώμενος νύκτωρ συνουσίας οὐ φεύγει. εἱμαρμένη πιστὸν οὐ ποιεῖ. εἱμαρμένη θεοῦ χάριτος οὐκ ἄρχει · εἰ δὲ μή, καὶ θεοῦ. πιστὸς ἀνὴρ τρέφεται ἐγκρατείαι. γνῶθι ῥήματα καὶ κτίσματα θεοῦ καὶ τίμα κατ’ἀξίαν τὸν θεόν. ψυχὴ πιστὴ ἁγνὴ καὶ σοφὴ καὶ προφῆτις ἀληθείας θεοῦ. οὐκ ἀγαπήσεις κύριον τὸν θεὸν οὐκ ἔχων ἐν ἑαυτῶι οἷον ὁ θεὸς θέλει. φίλον ἡγοῦ τὸ ὅμοιον τῶι ὁμοίωι. οὐκ ἀγαπῶν τὸν θεὸν οὐκ ἔσηι παρὰ θεῶι. ἔθιζε σεαυτὸν ἀεὶ ἀφορᾶν πρὸς τὸν θεόν. ὁρῶν τὸν θεὸν ὄψηι σεαυτόν. ὁρῶν τὸν θεὸν ποιήσεις τὸ ἐν σοὶ φρονοῦν ὁποῖον ὁ θεός. σέβου τὸ ἐν σοὶ καὶ ταῖς τοῦ σώματος ἐπιθυμίαις μὴ καθυβρίσηις. ἀσπίλωτόν σου τὸ σῶμα τήρει ὡς ἔνδυμα τῆς ψυχῆς παρὰ θεοῦ, ὡς καὶ τὸν χιτῶνά σου τηρεῖς ἀσπίλωτον ἔνδυμα ὄντα τῆς σαρκός. σοφοῦ διάνοια θεοῦ ἔνοπτρον. ἀκολάστωι ψυχῆι μὴ τόλμα λέγειν περὶ θεοῦ.