Posidippus

Epigrams

5.1
Κεκροπὶ ῥαῖνε λάγυνε πολύδροσον ἰκμάδα Βάκχου,
5.2
ῥαῖνε · δροσιζέσθω συμβολικὴ πρόποσις.
5.3
σιγάσθω Ζήνων ὁ σοφὸς κύκνος, ἅτε Κλεάνθους
5.4
μοῦσα μέλοι δ’ἡμῖν ὁ γλυκύπικρος ἔρως.
5.1
τέσσαρες οἱ πίνοντες · ἐρωμένη ἔρχεθ’ἑκάστῳ ·
5.2
ὀκτὼ γινσμένοις ἓν Χίον οὐχ ἱκανόν.
5.3
παιδάριον, βαδίσας πρὸς Ἀρίστιον, εἰπὲ τὸ πρῶτον
5.4
ἡμιδεὲς πέμψαι · χοῦς γὰρ ἄπεισι δύο
5.5
ἀσφαλέως · οἶμαι δ’ὅτι καὶ πλέον. ἀλλὰ τρόχαζε ·
5.6
ὥρας γὰρ πέμπτης πάντες ἀθροιζόμεθα.
5.1
μή με δόκει πιθανοῖς ἀπατᾷν δάκρυσσι, Φιλαινί.
5.2
οἶδα · φιλεῖς γὰρ ὅλως οὐδένα μεῖζον ἐμοῦ,
5.3
τοῦτον ὅσον παρ’ἐμοὶ κέκλισαι χρόνον εἰ δ’ἕτερός σε
5.4
εἶχε, φιλεῖν ἂν ἔφης μεῖζον ἐκεῖνον ἐμοῦ.
5.1
αὐτοὶ τὴν ἁπαλὴν Εἰρήνιον ἦγον Ἔρωτες,
5.2
Κύπριδος ἐκ χρυσέων ἐρχομένην θαλάμων,
5.3
ἐκ τριχὸς ἄχρι ποδῶν ἱερὸν θάλος, οἷάτε λύγδου
5.4
γλυπτήν, παρθενίων βριθομένην χαρίτων
5.5
καὶ πολλοὺς τότε χερσὶν ἐπ’ἠιθέοισιν ὀιστοὺς
5.6
τόξου Ἰτορφνρέης ἧκαν ἀφ’ἁρπεδόνης.
5.1
πορφυρέην μάστιγα καὶ ἡνία σιγαλόεντα
5.2
Πλαγγὼν εὐίππων θῆκεν ἐπὶ προθύρων,
5.3
νικήσασα κέλητι Φιλαινίδα τὴν πολύχαρμον,
5.4
ἑσπερινῶν πώλων ἄρτι φρυασσομένων.
5.5
Κύπρι φίλη, σὺ δὲ τῇδε πόροις νημερτέα νίκης
5.6
δόξαν, ἀείμνηστον τήνδε τιθεῖσα χάριν.
5.1
σῇ, Παφίη Κυθέρεια, παρ’ᾐόνι εἶδε Κλέανδρος
5.2
Νικοῦν ἐν χαροποῖς κύμασι νηχομένην ·
5.3
καιόμενος δ’ὑπ’Ἔρωτος ἐνὶ φρεσὶν ἄνθρακας ὡνὴρ
5.4
ξηροὺς ἐκ νοτερῆς παιδὸς ἐπεσπάσατο.
5.5
χὠ μὲν ἐναυάγει γαίης ἔπι · τὴν δέ, θαλάσσης
5.6
ψαύουσαν, πρηεῖς εἴχοσαν αἰγιαλοί.
5.7
νῦν δ’ἴσος ἀμφοτέροις φιλίης πόθος οὐκ ἀτελεῖς γὰρ
5.8
εὐχαί, τὰς κείνης εὔξατ’ἐπ’ἠιόνος.
5.1
δάκρυα καὶ κῶμοι, τί μ’ἐγείρετε, πρὶν πόδας ἆραι
5.2
ἐκ πυρός, εἰς ἑτέρην Κύπριδος ἀνθρακιήν;
5.3
λήγω δ’οὔποτ’ἔρωτος ἀεὶ δέ μοι ἐξ Ἀφροδίτης
5.4
ἄλγος ὁ μὴ κρίνων καινὸν ἄγει τι Πόθος ·
5.1
Πυθιάς, εἰ μὲν ἔχει τιν’, ἀπέρχομαι · εἰ δὲ καθεύδει
5.2
ὧδε μόνη, μικρόν, πρὸς Διός, ἐσκαλέσαις.
5.3
εἰπὲ δὲ σημεῖον, μεθύων ὅτι καὶ διὰ κλωπῶν
5.4
ἦλθον, Ἔρωτι θρασεῖ χρώμενος ἡγεμόνι,
7.1
τὸν τριετῆ παίζοντα περὶ φρέαρ Ἀρχιάνακτα
7.2
εἴδωλον μορφᾶς κωφὸν ἐπεσπάσατο
7.3
ἐκ δ’ὕδατος τὸν παῖδα διάβροχον ἥρπασε μάτηρ
7.4
σκεπτομένα ζωᾶς εἴ τινα μοῖραν ἔχει ·
7.5
νύμφας δ’οὐκ ἐμίηνεν ὁ νήπιος, ἀλλ’ἐπὶ γούνων
7.6
ματρὸς κοιμαθεὶς τὸν βαθὺν ὕπνον ἔχει.
7.1
ναυτίλοι, ἐγγὺς ἁλὸς τί με θάπτετε; πολλὸν ἄνευθε
7.2
χῶσαι ναυηγοῦ τλήμονα τύμβον ἔδει.
7.3
φρίσσω κύματος ἦχον, ἐμὸν μόρον, ἀλλὰ καὶ οὕτως
7.4
χαίρετε, Νικήτην οἵτινες οἰκτίρετε.
9.1
ποίην τις βιότοιο τάμῃ τρίβον; εἰν ἀγορῇ μὲν
9.2
νείκεα καὶ χαλεπαὶ πρήξιες · ἐν δὲ δόμοις
9.3
φροντίδες · ἐν δ’ἀγροῖς καμάτων ἅλις · ἐν δὲ θαλάσσῃ
9.4
τάρβος · ἐπὶ ξείνης δ’, ἢν μὲν ἔχῃς τι, δέος ·
9.5
ἢν δ’ἀπορῇς, ἀνιηρόν. ἔχεις γάμον; οὐκ ἀμέριμνος
9.6
ἔσσεαι · οὐ γαμέεις; ζῇς ἔτ’ἐρημότερος ·
9.7
τέκνα πόνοι, πήρωσις ἄπαις βίος · αἱ νεότητες
9.8
ἄφρονες, αἱ πολιαὶ δ’ἔμπαλιν ἀδρανέες.
9.9
ἦν ἄρα τοῖν δισσοῖν ἑνὸς αἵρεσις, ἢ τὸ γενέσθαι
9.10
μηδέποτ’, ἢ τὸ θανεῖν αὐτίκα τικτόμενον.
12.1
ναὶ ναὶ βάλλετ’, Ἔρωτες · ἐγὼ σκοπὸς εἷς ἅμα πολλοῖς
12.2
κεῖμαι. μὴ φείσησθ’, ἄφρονες · ἢν γὰρ ἐμὲ
12.3
νικήσητ’, ὀνομαστοὶ ἐν ἀθανάτοισιν ἔσεσθε
12.4
τοξόται, ὡς μεγάλης δεσπόται ἰοδόκης.
12.1
εἰ καθύπερθε λάβοις χρύσεα πτερά, καί σευ ἀπ’ὤμων
12.2
τείνοιτ’ἀργυρέων ἰοδόκος φαρέτρη,
12.3
καὶ σταίης παρ’Ἔρωτα, φίλ’, Ἄγλαον, οὐ μὰ τὸν Ἑρμῆν,
12.4
οὐ δ’αὐτὴ Κύπρις γνώσεται ὃν τέτοκεν.
12.1
τὸν Μουσῶν τέττιγα Πόθος δήσας ἐπ’ἀκάνθαις
12.2
κοιμίζειν ἐθέλει, πῦρ ὑπὸ πλευρὰ βαλών ·
12.3
ἡ δὲ πρὶν ἐν βίβλοις πεπονημένη ἄλλ’ἀθερίζει
12.4
ψυχή, ἀνιηρῷ δαίμονι μεμφομένη.
12.1
Εὐοπλῶ, καὶ πρὸς σὲ μαχήσομαι, οὐ δ’ἀπεροῦμαι
12.2
θνητὸς ἐών σὺ δ’, Ἔρως, μηκέτι μοι πρόσαγε.
12.3
ἤν με λάβῃς μεθύοντ’, ἄπαγ’ἔκδοτον ἄχρι δὲ νήφω,
12.4
τὸν παραταξάμενον πρὸς σὲ λογισμὸν ἔχω.
12.1
ἃ Κύπρον, ἅτε Κύθηρα, καὶ ἃ Μίλητον ἐποιχνεῖς,
12.2
καὶ καλὸν Συρίης ἱπποκρότου δάπεδον,
12.3
ἔλθοις ἵλαος Καλλιστίῳ, ἣ τὸν ἐραστὴν
12.4
οὐ δέ ποτ’οἰκείων ὦσεν ἀπὸ προθύρων.
12.1
Ναννοῦς καὶ Λύδης ἐπίχει δύο, καὶ φιλεράστου
12.2
Μιμνέρμου, καὶ τοῦ σώφρονος Ἀντιμάχου ·
12.3
συγκέρασον τὸν πέμπτον ἐμοῦ · τὸν δ’ἕκτον ἑκάστου,
12.4
Ἡλιόδωρ’, εἴπας, ὅστις ἐρῶν ἔτυχεν
12.5
ἕβδομον Ἡσιόδου, τὸν δ’ὄγδοον εἶπον Ὁμήρου,
12.6
τὸν δ’ἔνατον Μουσῶν, Μνημοσύνης δέκατον.
12.7
μεστὸν ὑπὲρ χείλους πίομαι, Κύπρι · τἆλλα δ’ἔρωτες
12.8
νήφοντ’οἰνωθέντ’οὐχὶ λίην ἄχαριν.
16.1
Κύπριδος ἅδ’εἰκών φέρ’ἰδώμεθα μὴ Βερενίκας ·
16.2
διστάζω ποτέρᾳ φῇ τις ὁμοιοτέραν.
16.1
Λύσιππε, πλάστα Σικυώνιε, θαρσαλέη χείρ,
16.2
δάιε τεχνίτα, πῦρ τοι ὁ χαλκὸς ὁρῇ,
16.3
ὃν κατ’Ἀλεξάνδρου μορφᾶς χέες. οὐκέτι μεμπτοὶ
16.4
Πέρσαι · συγγνώμη βουσὶ λέοντα φυγεῖν.
16.1
τίς πόθεν ὁ πλάστης; Σικυώνιος. οὔνομα δὴ τίς;
16.2
Λύσιππος. σὺ δὲ τίς; καιρὸς ὁ πανδαμάτωρ.
16.3
τίπτε δ’ἐπ’ἄκρα βέβηκας; ἀεὶ τροχάω. τί δὲ ταρσοὺς
16.4
ποσσὶν ἔχεις διφυεῖς; Ἵπταμ’ὑπηνέμιος.
16.5
χειρὶ δὲ δεξιτερῇ τί φέρεις ξυρόν; ἀνδράσι δεῖγμα,
16.6
ὡς ἀκμῆς πάσης ὀξύτερος τελέθω.
16.7
ἡ δὲ κόμη, τί κατ’ὄψιν; Ὑπαντιάσαντι λαβέσθαι.
16.8
νὴ Δία, τἀξόπιθεν δ’εἰς τί φαλακρὰ πέλει;
16.9
τὸν γὰρ ἅπαξ πτηνοῖσι παραθρέξαντά με ποσσὶν
16.10
οὔτις ἔθ’ἱμείρων δράξεται ἐξόπιθεν.
16.11
τοὔνεχ’ὁ τεχνίτης σε διέπλασεν; εἵνεκεν ὑμέων,
16.12
ξεῖνε · καὶ ἐν προθύροις θῆκε διδασκαλίην.