Phoronis
πατέρα θνητῶν ἀνθρώπων
1ἔνθα γόητες
2Ἰδαῖοι Φρύγες ἄνδρες ὀρέστεροι οἰκί’ἔναιον,
3Κέλμις Δαμναμενεύςτε μέγας καὶ ὑπέρβιος Ἄκμων,
4εὐπάλαμοι θεράποντες ὀρείης Ἀδρηστείης,
5οἳ πρῶτοι τέχνηις πολυμήτιος Ἡφαίστοιο
6εὗρον ἐν οὐρείηισι νάπαις ἰόεντα σίδηρον
7ἐς πῦρτ’ἤνεγκαν καὶ ἀριπρεπὲς ἔργον ἔτευξαν.
1Καλλιθόη κλειδοῦχος Ὀλυμπιάδος βασιλείης,
2Ἥρης Ἀργείης, ἣ στέμμασι καὶ θυσάνοισι
3πρώτη κόσμησεν περὶ κίονα μακρὸν ἀνάσσης
1Ἑρμείαν δὲ πατὴρ ἐριούνιον ὠνόμασ’αὐτόν ·
2πάντας γὰρ μάκαράςτε θεοὺς θνητούςτ’ἀνθρώπους
3κέρδεσι κλεπτοσύνηισιτ’ἐκαίνυτο τεχνηέσσαις.
1οὐ δ’ἔτι κούρη
2ἀρκέσει ἐγρεμάχη δολιχάορος ἀγρομένοισιν