Maxims
Λέριοι κακοί · οὐχ ὁ μὲν ὃς δ’οὔ,
2πάντες, πλὴν Προκλέους · καὶ Προκλέης Λέριος.
1τετόρων ἀπὸ τῶνδε γένοντο
2φῦλα γυναικείων · ἡ μὲν κυνός, ἡ δὲ μελίσσης,
3ἡ δὲ συὸς βλοσυρῆς, ἡ δ’ἵππου χαιτηέσσης ·
4εὔφορος ἥδε, ταχεῖα, περίδρομος, εἶδος ἀρίστη ·
5ἡ δὲ συὸς βλοσυρῆς οὔτ’ἂρ κακὴ οὐ δὲ μὲν ἐσθλή ·
6ἡ δὲ κυνὸς χαλεπήτε καὶ ἄγριος · ἡ δὲ μελίσσης
7οἰκονόμοςτ’ἀγαθὴ καὶ ἐπίσταται ἐργάζεσθαι ·
8ἧς εὔχευ, φίλ’ἑταῖρε, λαχεῖν γάμον ἱμερόεντα.
1τί πλέον γένος εὐγενὲς εἶναι
2οἷς οὔτ’ἐν μύθοις ἕπεται χάρις οὔτ’ἐνὶ βουλῇ;
1πόλις ἐν σκοπέλῳ κατὰ κόσμον
2οἰκεῦσα σμικρὴ κρέσσων Νίνου ἀφραινούσης.
1χρή τοι τὸν ἑταῖρον ἑταίρῳ
2φροντίζειν ἅσσ’ἂν περιγογγύζωσι πολῖται.
1χρήστης κακοῦ ἔμμεναι ἀνδρὸς
2φεύγειν, μή σέ γ’ἀνιήσῃ παρὰ καιρὸν ἀπαιτέων.
1χρηΐζων πλούτου μελέτην ἔχε πίονος ἀγροῦ ·
2ἀγρὸν γάρτε λέγουσιν Ἀμαλθείης κέρας εἶναι.
1νυκτὸς βουλεύειν, νυκτός δέ τοι ὀξυτέρη φρὴν
2ἀνδράσιν · ἡσυχίη δ’ἀρετὴν διζημένῳ ἐσθλή.
1δίζησθαι βιοτήν, ἀρετὴν δ’ὅταν ᾖ βίος ἤδη.
1ἐν δὲ δικαιοσύνῃ συλλήβδην πᾶσ’ἀρετὴ ’νί.
1πολλοί τοι δοκέουσι σαόφρονες ἔμμεναι ἄνδρες,
2σὺν κόσμῳ στείχοντες ἐλαφρόνοοί περ ἐόντες.
1πολλὰ μέσοισιν ἄριστα · μέσος θέλω ἐν πόλει εἶναι.
1πολλὰ πλανηθῆναι διζήμενον ἔμμεναι ἐσθλόν ·
1χρὴ δ’ἐν συμποσίῳ κυλίκων περινισομενάων
2ἡδέα κωτίλλοντα καθήμενον οἰνοποτάζειν.
1χρὴ παῖδ’ἔτ’ἐόντα
2καλὰ διδασκέμεν ἔργα.
1ἀλλ’ἄρα δαίμονές εἰσιν ἐπ’ἀνδράσιν ἄλλοτε ἄλλοι,
2οἱ μὲν ἐπερχομένου κακοῦ ἀνέρας ἐκλύσασθαι