Epigrams
Ἄρτεμι, σοὶ τὰ πέδιλα Κιχησίου εἵσατο υἱός,
6.2καὶ πέπλων ὀλίγον πτύγμα Θεμιστοδίκη,
6.3οὕνεκά οἱ πρηεῖα λεχοῖ δισσὰς ὑπερέσχες
6.4χεῖρας, ἄτερ τόξου, πότνια, νισσομένη.
6.5Ἄρτεμι, νηπίαχον δὲ καὶ εἰσέτι παῖδα Λέοντι
6.6νεῦσον ἰδεῖν κοῦρον γυῖ’ἐπαεξόμενον.
7.1αἰάζω Πολύανθον, ὃν εὐνέτις, ὦ παραμείβων,
7.2νυμφίον ἐν τύμβῳ θῆκεν Ἀρισταγόρη,
7.3δεξαμένη σποδιήντε καὶ ὀστέα “τὸν δὲ δυσαὲς
7.4ὤλεσεν Αἰγαίου κῦμα περὶ Σκίαθον’,
7.5δύσμορον ὀρθρινοί μιν ἐπεὶ νέκυν ἰχθυβολῆες,
7.6ξεῖνε, Τορωναίων εἵλκυσαν ἐς λιμένα.
13.1Καλλίστρατός σοι, Ζηνὸς ὦ διάκτορε,
13.2ἔθηκε μορφῆς ξυνὸν ἥλικος τύπον
13.3Κηφισιεὺς ὁ κοῦρος · ᾧ χαρείς, ἄναξ,
13.4Ἀπολλοδώρου παῖδα καὶ πάτραν σάω.
13.1τόξον μέν, ᾧ Γίγαντος ὤλεσας σθένος,
13.2ἴσχε βίης, Ἑκάεργ’ἀνάσσων ·
13.3† οὒ οἱ φαρέτρη λύεται λυκοκτόνος ·
13.4τοῖσδε δ’ἐπ’ἠιθέοις ὀιστὸν ⏑
13.5στρέφειν Ἔρωτος, τόφρ’ἀλέξωνται πάτρῃ,
13.6θαρσαλέοι φιλότατι κούρων
13.7πυροῖ γὰρ ἀλκήν, ⏑ καὶ θεῶν ὑπέρτατος
13.8αἰὲν ὅδε προμάχους ἀέξειν.
13.9Μελιστίωνος δ’, ὦ πατρώιον σέβας
13.10Σχοινιέων, ἐπίηρα δέχθαι.