Epigrams
ἁβροδίαιτος ἀνὴρ ἀρετήντε σέβων τάδ’ἔγραψεν
2Παρράσιος κλεινῆς πατρίδος ἐξ Ἐφέσου.
3οὐ δὲ πατρὸς λαθόμην Εὐήνορος, ὅς ῥά μ’ἔφυσε
4γνήσιον, Ἑλλήνων πρῶτα φέροντα τέχνης.
1εἰ καὶ ἄπιστα κλύουσι, λέγω τάδε · φημὶ γὰρ ἤδη
2τέχνης εὑρῆσθαι τέρματα τῆσδε σαφῆ
3χειρὸς ὑφ’ἡμετέρης · ἀνυπέρβλητος δὲ πέπηγεν
4οὖρος. ἀμώμητον δ’οὐδὲν ἔγεντο βροτοῖς.
1οἷος δ’ἐννύχιος φαντάζετο πολλάκι φοιτῶν
2Παρρασίῳ δι’ὕπνου, τοῖος ὅδ’ἐστὶν ὁρᾶν.