Epigrams
ἐκ πυρὸς ὁ ῥαιστήρ, καὶ ὁ καρκίνος, ἥτε πυράγρη
6.2ἄγκεινθ’Ἡφαίστῳ, δῶρα Πολυκράτεος,
6.3ᾧ πυκνὸν κροτέων ὑπὲρ ἄκμονος εὕρετο παισὶν
6.4ὄλβον, ὀϊζυρὴν ὠσάμενος πενίην.
6.1Κλειοῦς αἱ δύο παῖδες Ἀριστοδίκη καὶ Ἀμεινὼ
6.2Κρῆσσαι, πότνια, σῆς, Ἄρτεμι, νειοκόρου
6.3τετραετεῖς ἀπὸ μητρός. ἴδοις, ὤνασσα, τὰ τῆσδε
6.4εὔτεκνα, κα- κἀντὶ μιῆς θὲς δύο νειοκόρους.
7.1ὤλεσεν Αἰγαίου διὰ κύματος ἄγριος ἀρθεὶς
7.2λὶψ Ἐπιηρείδην Ὑάσι δυομέναις,
7.3αὐτὸν ἑῇ σὺν νηὶ καὶ ἀνδράσιν ᾧ τόδε σῆμα
7.4δακρύσας κενεὸν παιδὶ πατὴρ ἔκαμεν.