Epigrams
μαινὰς Ἐνυαλίου, πολεμαδόκε, θοῦρι κράνεια,
6.2τίς νύ σε θῆκε θεᾷ δῶρον ἐγερσιμάχᾳ;
6.3“μήνιος · ἦ γὰρ τοῦ παλάμας ἄπο ῥίμφα θοροῦσα
6.4ἐν προμάχοις Ὀδρύσας δήιον ἀμπεδίον”.
6.1μέλλον ἄρα στυγερὰν κα- κἀγώ ποτε δῆριν Ἄρηος
6.2ἐκπρολιπγοῦσα χορῶν παρθενίων ἀΐειν
6.3Ἀρτέμιδος περὶ ναόν, Ἐπίξενος ἔνθα μ’ἔθηκεν,
6.4λευκὸν ἐπεὶ κείνου γῆρας ἔτειρε μέλη.
6.1Ἀμφαρέτας κρήδεμνα καὶ ὑδατόεσσα καλύπτρα,
6.2Εἰλείθυια, τεᾶς κεῖται ὑπὲρ κεφαλᾶς,
6.3ἇς σε μετ’ἐκαλέσσατο λευγαλέας οἱ
6.4κῆρας ἀπ’ὠδίνων τῆλε βαλεῖν λοχίων.
7.1οὐκέτι δὴ τανύφυλλον ὑπὸ κλάκα κλωνὸς ἑλιχθεὶς
7.2τέρψομ’ἀπὸ ῥαδινῶν φθόγγον ἱεὶς πτερύγων ·
7.3χεῖρα γὰρ εἰς † ἀρετὰν παιδὸς πέσον, ὅς με λαθραίως
7.4μάρψεν, ἐπὶ χλωρῶν ἑζόμενον πετάλων.
9.1ἵζευ ὑπ’αἰγείροισιν, ἐπεὶ κάμες, ἐνθάδ’, ὁδῖτα,
9.2καὶ πῖθ’ἆσσον ἰὼν πίδακος ἁμετέρας ·
9.3μνᾶσαι δὲ κράναν καὶ ἀπόπροθι, ᾇ ⏑ ἔπι Γίλλῳ
9.4Σῖμος ἀποφθιμένῳ παιδὶ παριδρύεται.
9.1Αἰόλον ἱμεροθαλὲς ἔαρ φαίνουσα, μέλισσα
9.2ξουθά, ἐφ’ὡραίοις ἄνθεσι μαινομένα,
9.3χῶρον ἐφ’ἡδύπνοον πωτωμένα, ἔργα τίθευ σύ,
9.4ὄφρα τεὸς πλήθῃ κηροπαγὴς θάλαμος.
16.1εἰνοσίφυλλον ὄρος Κυλλήνιον αἰπὺ λελογχώς,
16.2τῇδ’ἕστηκ’ἐρατοῦ γυμνασίου μεδέων,
16.3Ἑρμῆς · ᾧ ἔπι παῖδες ἀμάρακον ἠδ’ὑάκινθον
16.4πολλάκι, καὶ θαλεροὺς θῆκαν ἴων στεφάνους.