To Rome
χαῖρέ μοι, Ῥώμα, θυγάτηρ Ἄρηος,
2χρυσεομίτρα δαΐφρων ἄνασσα,
3σεμνὸν ἃ ναίεις ἐπὶ γᾶς Ὄλυμπον
4αἰὲν ἄθραυστον.
5σοὶ μόνᾳ, πρέσβιστα, δέδωκε Μοῖρα
6κῦδος ἀρρήκτω βασιλῇον ἀρχᾶς,
7ὄφρα κοιρανῇον ἔχοισα κάρτος
8ἀγεμονεύῃς.
9σᾷ δ’ὐπὰ σδεύγλᾳ κρατερῶν λεπάδνων
10στέρνα γαίας καὶ πολιᾶς θαλάσσας
11σφίγγεται · σὺ δ’ἀσφαλέως κυβερνᾷς
12ἄστεα λαῶν.
13πάντα δὲ σφάλλων ὁ μέγιστος αἰὼν
14καὶ μεταπλάσσων βίον ἄλλοτ’ἄλλως
15σοὶ μόνᾳ πλησίστιον οὖρον ἀρχᾶς
16οὐ μεταβάλλει.
17ἦ γὰρ ἐκ πάντων σὺ μόνα κρατίστους
18ἄνδρας αἰχματὰς μεγάλους λοχεύεις
19εὔσταχυν Δάματρος ὅπως ἀνεῖσα
20καρπὸν † ἀπ’ἀνδρῶν.