Joseph and Aseneth

The Confession and Prayer of Aseneth

1

1.1καὶ ἐγένετο ἐν τῷ πρώτῳ ἔτει τῶν ἑπτὰ ἐτῶν τῆς εὐθηνίας ἐν τῷ μηνὶ τῷ δευτέρῳ πέμπτῃ τοῦ μηνὸς ἐξαπέστειλε Φαραὼ τὸν Ἰωσὴφ κυκλεῦσαι πᾶσαν τὴν γῆν Αἰγύπτου.

1.2καὶ ἦλθεν Ἰωσὴφ ἐν τῷ τετάρτῳ μηνὶ τοῦ πρώτου ἔτους ὀκτωκαιδεκάτῃ τοῦ μηνὸς εἰς τὰ ὅρια Ἡλιουπόλεως καὶ συνήγαγε τὸν σῖτον τῆς χώρας ἐκείνης ὡς τὴν ἄμμον τῆς θαλάσσης.

1.3καὶ ἦν ἀνὴρ ἐν τῇ πόλει ἐκείνῃ σατράπης τοῦ Φαραὼ καὶ οὗτος ἦν ἄρχων πάντων τῶν σατραπῶν καὶ τῶν μεγιστάνων τοῦ Φαραώ. καὶ ἦν ἀνὴρ οὗτος πλούσιος σφόδρα καὶ φρόνιμος καὶ ἐπιεικὴς καὶ ἦν σύμβουλος τοῦ Φαραώ, ὅτι ἦν ὑπὲρ πάντας τοὺς μεγιστᾶνας Φαραὼ συνίων. καὶ ὄνομα τῷ ἀνδρὶ ἐκείνῳ Πεντεφρῆς καὶ ἦν ἱερεὺς Ἡλιουπόλεως.

1.4καὶ ἦν αὐτῷ θυγάτηρ παρθένος ἐτῶν ὀκτωκαίδεκα μεγάλη καὶ ὡραία καὶ καλὴ τῷ εἴδει σφόδρα ὑπὲρ πάσας τὰς παρθένους ἐπὶ τῆς γῆς.

1.5καὶ αὕτη οὐδὲν εἶχεν ὅμοιον τῶν θυγατέρων τῶν Αἰγυπτίων, ἀλλὰ ἦν κατὰ πάντα ὁμοία ταῖς θυγατράσι τῶν Ἑβραίων καὶ ἦν μεγάλη ὡς Σάρρα καὶ ὡραία ὡς Ῥεβέκκα καὶ καλὴ ὡς Ῥαχήλ. καὶ ἦν τὸ ὄνομα τῆς παρθένου ἐκείνης Ἀσενέθ.

1.6καὶ ἀπῆλθεν φήμη τοῦ κάλλους αὐτῆς εἰς πᾶσαν τὴν γῆν ἐκείνην καὶ ἕως περάτων τῆς γῆς. καὶ ὕμνουν καὶ ἐμνηστεύοντο αὐτὴν πάντες οἱ υἱοὶ τῶν μεγιστάνων καὶ υἱοὶ τῶν σατραπῶν καὶ υἱοὶ τῶν βασιλέων καὶ νεανίσκοι πάντες καὶ δυνατοί. καὶ ἦν ἔρις πολλὴ ἐν αὐτοῖς περὶ Ἀσενὲθ καὶ ἐπειρῶντο πολεμεῖν πρὸς ἀλλήλους δι’αὐτήν.

1.7καὶ ἤκουσε περὶ αὐτῆς υἱὸς Φαραὼ πρωτότοκος καὶ ἐξελιπάρει τὸν πατέρα αὐτοῦ τοῦ δοῦναι αὐτὴν αὐτῷ εἰς γυναῖκα. καὶ εἶπε τῷ Φαραὼ υἱὸς αὐτοῦ πρωτότοκος · δός μοι, πάτερ, τὴν Ἀσενὲθ τὴν θυγατέρα Πεντεφρῆ τοῦ ἱερέως Ἡλιουπόλεως εἰς γυναῖκα.

1.8καὶ εἶπεν αὐτῷ Φαραὼ πατὴρ αὐτοῦ · ἵνα τί σὺ ζητεῖς γυναῖκα ἧττόν σου, ὅτι σὺ βασιλεὺς εἶ πάσης τῆς γῆς Αἰγύπτου;

1.9οὐκ ἰδοὺ θυγάτηρ τοῦ βασιλέως Μωὰβ κατεγγύηταί σοι καὶ αὕτη ἐστὶ βασίλισσα καὶ καλὴ σφόδρα; ταύτην λάβε σεαυτῷ εἰς γυναῖκα.

2

2.1καὶ ἦν Ἀσενὲθ ἐξουθενοῦσα καὶ καταπτύουσα πάντα ἄνδρα καὶ ἦν ἀλαζὼν καὶ ὑπερήφανος πρὸς πάντα ἄνθρωπον. καὶ οὐδεὶς ἀνὴρ ἑώρακεν αὐτὴν πώποτε, καθότι ἦν πύργος τῷ Πεντεφρῇ παρακείμενος τῇ οἰκίᾳ αὐτοῦ μέγας καὶ ὑψηλὸς σφόδρα · καὶ ἐπάνω τοῦ πύργου ἐκείνου ἦν ὑπερῷον ἔχον θαλάμους δέκα.

2.2καὶ ἦν πρῶτος θάλαμος μέγας καὶ εὐπρεπὴς λίθοις πορφυροῖς κατεστρωμένος καὶ οἱ τοῖχοι αὐτοῦ λίθοις ποικίλοις καὶ τιμίοις πεπλακωμένοι καὶ ἦν ὀροφὴ τοῦ θαλάμου ἐκείνου ὅλη χρυσῆ.

2.3καὶ ἦσαν ἐντὸς τοῦ θαλάμου ἐκείνου εἰς τοὺς τοίχους πεπηγμένοι πάντες οἱ θεοὶ τῶν Αἰγυπτίων, ὧν οὐκ ἦν ἀριθμός, χρυσοῖ καὶ ἀργυροῖ. καὶ πάντας ἐκείνους ἐσέβετο Ἀσενὲθ καὶ ἐφοβεῖτο αὐτοὺς καὶ θυσίας αὐτοῖς ἐπετέλει καθ’ἡμέραν.

2.4καὶ ἦν δεύτερος θάλαμος ἔχων τὰς θήκας τοῦ κόσμου τῆς Ἀσενέθ · καὶ ἦν χρυσὸς πολὺς ἐν αὐτῷ καὶ ἄργυρος καὶ ἱματισμὸς χρυσοϋφὴς καὶ λίθοι ἐκλεκτοὶ καὶ πολυτελεῖς καὶ ὀθόναι ἐπίσημοι καὶ πᾶς κόσμος τῆς παρθενίας αὐτῆς.

2.5καὶ ἦν τρίτος θάλαμος ταμιεῖον τῆς Ἀσενὲθ καὶ ἦν ἐν αὐτῷ πάντα τὰ ἀγαθὰ τῆς γῆς.

2.6καὶτοὺς λοιποὺς ἑπτὰ θαλάμους εἶχον ἑπτὰ παρθένοι μία ἑκάστη ἕνα θάλαμον κεκτημένη · καὶ αὗται ἦσαν διακονοῦσαι τῇ Ἀσενὲθ καὶ ἦσαν πᾶσαι ὁμήλικαι αὐτῆς ἐν μιᾷ νυκτὶ γεγενημέναι σὺν τῇ Ἀσενέθ · καὶ ἦσαν καλαὶ σφόδρα ὡς τὰ ἄστρα τοῦ οὐρανοῦ καὶ ἀνὴρ οὐχ ὡμίλει αὐταῖς οὐ δὲ παιδίον ἄρρεν.

2.7καὶ ἦσαν θυρίδες τρεῖς τῷ θαλάμῳ τῷ μεγάλῳ τῆς Ἀσενέθ, ὅπου παρθενία αὐτῆς ἐτρέφετο · καὶ ἦν μία θυρὶς πρώτη μεγάλη σφόδρα ἀποβλέπουσα ἐπὶ τὴν αὐλὴν εἰς ἀνατολὰς καὶ δευτέρα ἦν ἀποβλέπουσα εἰς μεσημβρίαν καὶ τρίτη ἦν ἀποβλέπουσα εἰς βορρᾶν εἰς τὸ ἄμφοδον τῶν παραπορευομένων.

2.8καὶ ἦν κλίνη χρυσῆ ἑστῶσα ἐν τῷ θαλάμῳ πρὸς τὴν θυρίδα τὴν ἀποβλέπουσαν εἰς ἀνατολάς · καὶ ἦν κλίνη ἐστρωμένη στρωμνὰς πορφυρᾶ χρυσοϋφὴς ἐξ ὑακίνθου καὶ πορφύρας καὶ βύσσου καθυφασμένη.

2.9καὶ ἐν ταύτῃ τῇ κλίνῃ ἐκάθευδεν Ἀσενὲθ μόνη καὶ ἀνὴρ γυνὴ οὐδέποτε ἐκάθισεν ἐπ’αὐτῇ.

2.10καὶ ἦν αὐλὴ μεγάλη παρακειμένη τῇ οἰκίᾳ ἐκείνῃ κυκλόθεν καὶ τὴν αὐλὴν περιεκυκλοῦτο τεῖχος ὑψηλὸν σφόδρα λίθοις τετραγώνοις μεγάλοις ᾠκοδομημένον.

2.11καὶ ἦσαν πύλαι τῇ αὐλῇ τέσσαρες σεσιδηρωμέναι καὶ ταύτας ἐφύλαττον ἀνὰ δεκαοκτὼ ἄνδρες δυνατοὶ νεανίσκοι ἔνοπλοι. καὶ ἦσαν πεφυτευμένα ἐντὸς τῆς αὐλῆς παρὰ τὸ τεῖχος δένδρα ὡραῖα παντοδαπὰ καὶ καρποφόρα πάντα · καὶ ἦν πᾶς καρπὸς αὐτῶν πέπειρος, ὥρα γὰρ ἦν θερισμοῦ.

2.12καὶ ἦν ἐν τῇ αὐλῇ ἐκ δεξιῶν πηγὴ ὕδατος πλουσίου ζῶντος καὶ ὑποκάτωθεν τῆς πηγῆς ἦν ληνὸς μεγάλη δεχομένη τὸ ὕδωρ τῆς πηγῆς ἐκείνης, ὅθεν ἐπορεύετο ποταμὸς διὰ μέσης τῆς αὐλῆς καὶ ἐπότιζε πάντα τὰ δένδρα τῆς αὐλῆς ἐκείνης.

3

3.1καὶ ἐγένετο ἐν τῷ πρώτῳ ἔτει τῶν ἑπτὰ ἐτῶν τῆς εὐθηνίας ἐν τῷ τετάρτῳ μηνὶ ὀκτωκαιδεκάτῃ τοῦ μηνὸς ἦλθεν Ἰωσὴφ εἰς τὰ ὅρια Ἡλιουπόλεως καὶ ἦν συνάγων τὸν σῖτον τῶν ἑπτὰ ἐτῶν τῆς εὐθηνίας τῆς χώρας ἐκείνης.

3.2καὶ ὡς ἤγγισε τῇ πόλει ἐκείνῃ Ἰωσήφ, ἀπέστειλεν ἔμπροσθεν αὐτοῦ δώδεκα ἄνδρας πρὸς Πεντεφρῆ τὸν ἱερέα λέγων · πρὸς σὲ καταλύσω σήμερον, ὅτι ὥρα μεσημβρίας ἐστὶ καὶ ἀρίστου καὶ καῦμα μέγα ἐστὶ τοῦ ἡλίου, καὶ ἵνα ἀναψύξω ὑπὸ τὴν σκιὰν τῆς οἰκίας σου.

3.3καὶ ἤκουσε Πεντεφρῆς καὶ ἐχάρη χαρὰν μεγάλην σφόδρα καὶ εἶπεν · εὐλογητὸς κύριος θεὸς τοῦ Ἰωσήφ, ὅτι ἄξιόν με ἡγήσατο κύριός μου Ἰωσὴφ ἔρχεσθαι πρὸς ἡμᾶς.

3.4καὶ ἐκάλεσε Πεντεφρῆς τὸν ἐπάνω τῆς οἰκίας αὐτοῦ καὶ εἶπεν αὐτῷ · σπεῦσον καὶ εὐτρέπισον τὴν οἰκίαν μου καὶ δεῖπνον μέγα ἑτοίμασον, διότι Ἰωσὴφ δυνατὸς τοῦ θεοῦ ἔρχεται πρὸς ἡμᾶς σήμερον.

3.5καὶ ἤκουσεν Ἀσενὲθ ὅτι ἥκασιν ἐξ ἀγροῦ τῆς κληρονομίας αὐτῶν πατὴρ καὶ μήτηρ αὐτῆς καὶ ἐχάρη καὶ εἶπεν · πορεύσομαι καὶ ὄψομαι τὸν πατέρα μου καὶ τὴν μητέρα μου, ὅτι ἥκασιν ἐξ ἀγροῦ τῆς κληρονομίας ἡμῶν, διότι ὥρα ἦν θερισμοῦ.

3.6καὶ ἔσπευσεν Ἀσενὲθ καὶ ἐνεδύσατο στολὴν βυσσίνην ἐξ ὑακίνθου χρυσοϋφῆ καὶ ἐζώσατο ζώνην χρυσῆν · καὶ ψέλια εἰς τὰς χεῖρας καὶ τοὺς πόδας αὐτῆς ἔθετο καὶ ἀναξυρίδας χρυσᾶς περιέθηκε τοῖς ποσὶν αὐτῆς · καὶ περὶ τὸν τράχηλον αὐτῆς περιέθετο κόσμον πολύτιμον καὶ λίθους πολυτελεῖς, οἳ ἦσαν ἠρτημένοι πάντοθεν · καὶ ἦσαν τὰ ὀνόματα τῶν θεῶν τῶν Αἰγυπτίων ἐγκεκολαμμένα πανταχοῦ ἐπίτε τοῖς ψελίοις καὶ τοῖς λίθοις καὶ τὰ πρόσωπα τῶν εἰδώλων πάντων ἦσαν ἐκτετυπωμένα ἐν αὐτοῖς. καὶ τιάραν ἔθηκε ἐπὶ τῆς κεφαλῆς αὐτῆς καὶ διάδημα ἔσφιγξε περὶ τοὺς κροτάφους αὐτῆς καὶ θερίστρῳ κατεκάλυψε τὴν κεφαλὴν αὐτῆς.

4

4.1καὶ ἔσπευσε καὶ κατέβη τὴν κλίμακα ἐκ τοῦ ὑπερῴου καὶ ἦλθε πρὸς τὸν πατέρα αὐτῆς καὶ τὴν μητέρα καὶ ἠσπάσατο αὐτοὺς καὶ κατεφίλησεν αὐτούς. καὶ ἐχάρησαν Πεντεφρῆς καὶ γυνὴ αὐτοῦ ἐπὶ τῇ θυγατρὶ αὐτῶν χαρὰν μεγάλην, διότι ἑώρων αὐτὴν κεκοσμημένην ὡς νύμφην θεοῦ.

4.2καὶ ἐξήνεγκαν πάντα τὰ ἀγαθά, ἐνήνοχαν ἐκ τοῦ ἀγροῦ τῆς κληρονομίας αὐτῶν, καὶ ἔδωκαν τῇ θυγατρὶ αὐτῶν. καὶ ἐχάρη ἐπὶ πᾶσι τοῖς ἀγαθοῖς Ἀσενέθ · ἐπίτε τῇ ὀπώρᾳ καὶ τῇ σταφυλῇ καὶ τοῖς φοίνιξι καὶ ταῖς περιστεραῖς καὶ ταῖς ῥοαῖς καὶ τοῖς σύκοις, διότι ἦσαν πάντα ὡραῖα.

4.3καὶ εἶπε Πεντεφρῆς τῇ θυγατρὶ αὐτοῦ Ἀσενέθ · τέκνον μου. δὲ εἶπεν · ἰδοὺ ἐγώ, κύριε.

4.4καὶ εἶπεν αὐτῇ · κάθισον δὴ ἀνάμεσον ἡμῶν καὶ λαλήσω πρός σε τὰ ῥήματά μου.

4.5καὶ ἐκάθισεν Ἀσενὲθ ἀνάμεσον τοῦ πατρὸς αὐτῆς καὶ τῆς μητρός. καὶ ἐκράτησε Πεντεφρῆς πατὴρ αὐτῆς τῇ χειρὶ αὐτοῦ τῇ δεξιᾷ τὴν χεῖρα τὴν δεξιὰν τῆς θυγατρὸς αὐτοῦ καὶ κατεφίλησεν αὐτὴν καὶ εἶπεν αὐτῇ · τέκνον μου Ἀσενέθ.

4.6καὶ αὐτὴ εἶπεν · ἰδοὺ ἐγώ, κύριέ μου πάτερ. λαλησάτω δὴ κύριός μου καὶ πατήρ μου.

4.7καὶ εἶπεν αὐτῇ Πεντεφρῆς · Ἰωσὴφ δυνατὸς τοῦ θεοῦ ἔρχεται πρὸς ἡμᾶς σήμερον. καὶ αὐτός ἐστιν ἄρχων πάσης τῆς γῆς Αἰγύπτου καὶ βασιλεὺς Φαραὼ κατέστησεν αὐτὸν ἄρχοντα πάσης τῆς γῆς · καὶ αὐτός ἐστι σωτὴρ καὶ σιτοδοτήσει πᾶσαν τὴν γῆν καὶ σώσει αὐτὴν ἐκ τοῦ ἐπερχομένου λιμοῦ. καὶ ἔστιν Ἰωσὴφ ἀνὴρ θεοσεβὴς καὶ σώφρων καὶ παρθένος ὡς σὺ σήμερον · καὶ ἔστιν Ἰωσὴφ ἀνὴρ δυνατὸς ἐν σοφίᾳ καὶ ἐπιστήμῃ καὶ πνεῦμα θεοῦ ἐστιν ἐπ’αὐτῷ καὶ χάρις κυρίου μετ’αὐτοῦ.

4.8δεῦρο δή, τέκνον μου, καὶ παραδώσω σε αὐτῷ εἰς γυναῖκα καὶ ἔσῃ αὐτῷ νύμφη καὶ αὐτὸς ἔσται σοι νυμφίος εἰς τὸν αἰῶνα χρόνον.

4.9καὶ ὡς ἤκουσεν Ἀσενὲθ τὰ ῥήματα ταῦτα παρὰ τοῦ πατρὸς αὐτῆς, περιεχύθη ἐρυθρότης πολλὴ ἐπὶ τοῦ προσώπου αὐτῆς καὶ ἐθυμώθη ἐν ὀργῇ μεγάλῃ καὶ ἐνέβλεψε τῷ πατρὶ αὐτῆς πλαγίως τοῖς ὀφθαλμοῖς αὐτῆς καὶ εἶπεν · ἵνα τί λαλεῖ κύριός μου καὶ πατήρ μου κατὰ τὰ ῥήματα ταῦτα καὶ βούλεται παραδοῦναί με ὡς αἰχμάλωτον ἀνδρὶ ἀλλογενεῖ καὶ φυγάδι καὶ πεπραμένῳ;

4.10οὐχ οὗτός ἐστιν υἱὸς τοῦ ποιμένος ἐκ γῆς Χαναὰν καὶ αὐτὸς κατελήφθη ἐπ’αὐτοφώρῳ κοιμώμενος μετὰ τῆς κυρίας αὐτοῦ καὶ κύριος αὐτοῦ ἐνέβαλεν αὐτὸν εἰς τὴν φυλακὴν τοῦ σκότους καὶ Φαραὼ ἐξήγαγεν αὐτὸν ἐκ τῆς φυλακῆς, καθότι συνέκρινε τὸ ἐνύπνιον αὐτοῦ καθὰ συγκρίνουσι καὶ αἱ γυναῖκες αἱ πρεσβύτεραι τῶν Αἰγυπτίων;

4.11οὐχί, ἀλλὰ γαμήσομαι τῷ υἱῷ τοῦ βασιλέως Φαραὼ τῷ πρωτοτόκῳ, ὅτι αὐτός ἐστι βασιλεὺς πάσης τῆς γῆς Αἰγύπτου.

4.12καὶ ᾐδέσθη Πεντεφρῆς ἔτι λαλῆσαι τῇ θυγατρὶ αὐτοῦ Ἀσενὲθ περὶ Ἰωσήφ, διότι θρασέως καὶ μετὰ ἀλαζονείας καὶ ὀργῆς ἀπεκρίθη αὐτῷ.

5

5.1καὶ εἰσπηδᾷ νεανίσκος ἐκ τῆς θεραπείας τοῦ Πεντεφρῆ καὶ λέγει · ἰδοὺ Ἰωσὴφ πρὸς τὰς θύρας τῆς αὐλῆς ἡμῶν ἕστηκεν.

5.2καὶ ἔφυγεν Ἀσενὲθ ἀπὸ προσώπου τοῦ πατρὸς καὶ τῆς μητρὸς αὐτῆς, ὡς ἤκουσε τὰ ῥήματα ταῦτα λεγόντων περὶ Ἰωσήφ, καὶ ἀνέβη εἰς τὸ ὑπερῷον καὶ εἰσῆλθεν εἰς τὸν θάλαμον αὐτῆς καὶ ἔστη πρὸς τὴν θυρίδα τὴν μεγάλην τὴν βλέπουσαν κατὰ ἀνατολὰς τοῦ ἰδεῖν τὸν Ἰωσὴφ εἰσερχόμενον εἰς τὴν οἰκίαν τοῦ πατρὸς αὐτῆς.

5.3καὶ ἐξῆλθον εἰς συνάντησιν τοῦ Ἰωσὴφ Πεντεφρῆς καὶ γυνὴ αὐτοῦ καὶ πᾶσα συγγένεια καὶ θεραπεία αὐτοῦ.

5.4καὶ ἠνοίχθησαν αἱ πύλαι τῆς αὐλῆς αἱ βλέπουσαι κατὰ ἀνατολάς. καὶ εἰσῆλθεν Ἰωσὴφ ἑστὼς ἐπὶ τῷ ἅρματι τῷ δευτέρῳ τοῦ Φαραὼ καὶ ἦσαν ἐζευγμένοι ἵπποι τέσσαρες λευκοὶ ὡσεὶ χιὼν χρυσοχάλινοι καὶ τὸ ἅρμα κατεσκεύαστο ὅλον ἐκ χρυσίου.

5.5καὶ ἦν Ἰωσὴφ ἐνδεδυμένος χιτῶνα λευκὸν καὶ ἔξαλλον καὶ στολὴ τῆς περιβολῆς αὐτοῦ ἦν πορφυρᾶ ἐκ βύσσου χρυσοϋφής · καὶ στέφανος χρυσοῦς ἐπὶ τῆς κεφαλῆς αὐτοῦ καὶ κύκλῳ τοῦ στεφάνου ἦσαν δώδεκα λίθοι ἐκλεκτοὶ καὶ ἐπάνω τῶν λίθων ἦσαν δώδεκα ἀκτῖνες χρυσαῖ · καὶ ῥάβδος βασιλικὴ ἐν τῇ χειρὶ αὐτοῦ τῇ ἀριστερᾷ καὶ ἐν τῇ χειρὶ αὐτοῦ τῇ δεξιᾷ εἶχεν ἐκτεταμένον κλάδον ἐλαίας καὶ ἦν πλῆθος καρποῦ ἐν αὐτῷ καὶ ἐν τῷ καρπῷ ἦν πιότης ἐλαίου πολλοῦ.

5.6καὶ εἰσῆλθεν Ἰωσὴφ εἰς τὴν αὐλὴν καὶ ἐκλείσθησαν αἱ πύλαι τῆς αὐλῆς καὶ πᾶς ἀνὴρ καὶ γυνὴ ἀλλότριοι ἔμειναν ἔξω τῆς αὐλῆς, διότι οἱ φύλακες τῶν πυλῶν ἐπεσπάσαντο καὶ ἔκλεισαν τὰς θύρας καὶ ἐξεκλείσθησαν πάντες ἀλλότριοι.

5.7καὶ ἦλθε Πεντεφρῆς καὶ γυνὴ αὐτοῦ καὶ πᾶσα συγγένεια αὐτοῦ πλὴν τῆς θυγατρὸς αὐτῶν Ἀσενὲθ καὶ προσεκύνησαν τῷ Ἰωσὴφ ἐπὶ πρόσωπον ἐπὶ τὴν γῆν. καὶ κατέβη Ἰωσὴφ ἀπὸ τοῦ ἅρματος αὐτοῦ καὶ ἐδεξιώσατο αὐτοὺς ἐν τῇ δεξιᾷ αὐτοῦ.

6

6.1καὶ εἶδεν Ἀσενὲθ τὸν Ἰωσὴφ καὶ κατενύγη ἰσχυρῶς · καὶ παρεκλάσθη ψυχὴ αὐτῆς καὶ παρελύθησαν τὰ γόνατα αὐτῆς καὶ ἐτρόμαξεν ὅλον τὸ σῶμα αὐτῆς · καὶ ἐφοβήθη φόβον μέγαν καὶ ἀνεστέναξε καὶ εἶπεν ἐν τῇ καρδίᾳ αὐτῆς ·

6.2τί νῦν ἐγὼ ποιήσω ταλαίπωρος; οὐχὶ λελάληκα λέγουσα ὅτι Ἰωσὴφ ἔρχεται υἱὸς τοῦ ποιμένος ἐκ γῆς Χαναάν; καὶ νῦν ἰδοὺ ἥλιος ἐκ τοῦ οὐρανοῦ ἧκε πρὸς ἡμᾶς ἐν τῷ ἅρματι αὐτοῦ καὶ εἰσῆλθεν εἰς τὴν οἰκίαν ἡμῶν καὶ λάμπει εἰς αὐτὴν ὡς φῶς ἐπὶ τῆς γῆς.

6.3ἐγὼ δὲ ἄφρων καὶ θρασεῖα ἐξουδένωσα αὐτὸν καὶ ἐλάλησα ῥήματα πονηρὰ περὶ αὐτοῦ καὶ οὐκ ᾔδειν ὅτι Ἰωσὴφ υἱὸς τοῦ θεοῦ ἐστιν.

6.4τίς γὰρ ἀνθρώπων ἐπὶ γῆς γεννήσει τοιοῦτον κάλλος καὶ τίς κοιλία γυναικὸς τέξεται τοσοῦτον φῶς; ταλαίπωρος ἐγὼ καὶ ἄφρων, ὅτι λελάληκα τῷ πατρί μου περὶ αὐτοῦ ῥήματα πονηρά.

6.5καὶ νῦν ποῦ ἀπελεύσομαι καὶ ἀποκρυβήσομαι ἀπὸ προσώπου αὐτοῦ, ὅπως μὴ ὄψηταί με Ἰωσὴφ υἱὸς τοῦ θεοῦ, διότι λελάληκα πονηρὰ περὶ αὐτοῦ;

6.6καὶ ποῦ φεύξομαι καὶ κρυβήσομαι, ὅτι πᾶσαν ἀποκρυβὴν αὐτὸς ὁρᾷ καὶ οὐδὲν κρυπτὸν λέληθεν αὐτὸν διὰ τὸ φῶς τὸ μέγα τὸ ὂν ἐν αὐτῷ;

6.7καὶ νῦν ἵλεώς μοι γενοῦ, κύριε, θεὸς τοῦ Ἰωσήφ, διότι λελάληκα ἐγὼ κατ’αὐτοῦ ῥήματα πονηρὰ ἐν ἀγνοίᾳ.

6.8καὶ νῦν δότω με πατήρ μου τῷ Ἰωσὴφ μᾶλλον εἰς παιδίσκην καὶ εἰς δούλην καὶ δουλεύσω αὐτῷ εἰς τὸν αἰῶνα χρόνον.

7

7.1καὶ εἰσῆλθεν Ἰωσὴφ εἰς τὴν οἰκίαν Πεντεφρῆ καὶ ἐκάθισεν ἐπὶ τοῦ θρόνου. καὶ ἔνιψαν τοὺς πόδας αὐτοῦ καὶ παρέθηκαν αὐτῷ τράπεζαν κατ’ἰδίαν, διότι Ἰωσὴφ οὐ συνήσθιε μετὰ τῶν Αἰγυπτίων, ὅτι βδέλυγμα ἦν αὐτῷ τοῦτο.

7.2καὶ ἀναβλέψας Ἰωσὴφ εἶδε τὴν Ἀσενέθ. καὶ εἶπεν Ἰωσὴφ τῷ Πεντεφρῇ καὶ πάσῃ τῇ συγγενείᾳ αὐτοῦ · τίς ἐστιν γυνὴ ἐκείνη ἑστῶσα ἐν τῷ ὑπερῴῳ πρὸς τὴν θυρίδα; ἀπελθέτω δὴ ἐκ τῆς οἰκίας ταύτης. διότι ἐφοβεῖτο Ἰωσὴφ λέγων · μήποτε καὶ αὕτη ἐνοχλήσῃ με.

7.3ὅτι ἠνόχλουν αὐτὸν πᾶσαι αἱ γυναῖκες καὶ αἱ θυγατέρες τῶν μεγιστάνων καὶ τῶν σατραπῶν πάσης γῆς Αἰγύπτου τοῦ κοιμηθῆναι μετ’αὐτοῦ · καὶ πᾶσαι αἱ γυναῖκες καὶ θυγατέρες τῶν Αἰγυπτίων, ὡς ἑώρων τὸν Ἰωσήφ, κακῶς ἔπασχον ἐπὶ τῷ κάλλει αὐτοῦ.

7.4 δὲ Ἰωσὴφ ἐξουθένει αὐτὰς καὶ τοὺς πρέσβεις, οὓς ἔπεμπον πρὸς αὐτὸν αἱ γυναῖκες μετὰ χρυσίου καὶ ἀργυρίου καὶ δώρων πολυτίμων, ἀπέπεμπεν Ἰωσὴφ μετὰ ἀπειλῆς καὶ ὕβρεως, διότι ἔλεγεν Ἰωσήφ · οὐ μὴ ἁμαρτήσω ἐνώπιον κυρίου τοῦ θεοῦ τοῦ πατρός μου Ἰσραὴλ οὐ δὲ κατὰ πρόσωπον τοῦ πατρός μου Ἰακώβ.

7.5καὶ τὸ πρόσωπον τοῦ πατρὸς αὐτοῦ Ἰακὼβ πρὸ ὀφθαλμῶν αὐτοῦ εἶχεν Ἰωσὴφ πάντοτε καὶ ἐμέμνητο τῶν ἐντολῶν τοῦ πατρὸς αὐτοῦ, διότι ἔλεγεν Ἰακὼβ τῷ υἱῷ αὐτοῦ Ἰωσὴφ καὶ πᾶσι τοῖς υἱοῖς αὐτοῦ · φυλάξασθε, τέκνα μου, ἰσχυρῶς ἀπὸ γυναικὸς ἀλλοτρίας τοῦ κοινωνῆσαι αὐτῇ, γὰρ κοινωνία αὐτῆς ἀπώλειά ἐστι καὶ διαφθορά.

7.6διὰ τοῦτο εἶπεν Ἰωσήφ · ἀπελθέτω γυνὴ ἐκείνη ἐκ τῆς οἰκίας ταύτης.

7.7καὶ εἶπεν αὐτῷ Πεντεφρῆς · κύριε, ἐκείνη, ἣν ἑώρακας ἑστῶσαν ἐν τῷ ὑπερῴῳ, οὐκ ἔστι γυνὴ ἀλλοτρία, ἀλλ’ἔστι θυγάτηρ ἡμῶν παρθένος μισοῦσα πάντα ἄνδρα · καὶ ἀνὴρ ἄλλος οὐχ ἑώρακεν αὐτὴν πώποτε εἰ μὴ σὺ μόνος σήμερον. καὶ εἰ βούλῃ, ἐλεύσεται καὶ προσαγορεύσει σε, διότι θυγάτηρ ἡμῶν ὡς ἀδελφή σού ἐστιν.

7.8καὶ ἐχάρη Ἰωσὴφ χαρὰν μεγάλην, διότι εἶπε Πεντεφρῆς ὅτι παρθένος ἐστὶ μισοῦσα πάντα ἄνδρα. καὶ εἶπεν Ἰωσὴφ ἐν τῷ νῷ αὐτοῦ · εἰ παρθένος ἐστὶ μισοῦσα πάντα ἄνδρα, οὐ μὴ ἐνοχλήσει μοι αὕτη. καὶ εἶπεν Ἰωσὴφ τῷ Πεντεφρῇ καὶ πάσῃ τῇ συγγενείᾳ αὐτοῦ · εἰ θυγάτηρ ὑμῶν ἐστι καὶ παρθένος ὑπάρχει, ἡκέτω, ὅτι ἀδελφή μού ἐστι καὶ ἀγαπῶ αὐτὴν ἀπὸ τῆς σήμερον ὡς ἀδελφήν μου.

8

8.1καὶ ἀνέβη μήτηρ τῆς Ἀσενὲθ εἰς τὸ ὑπερῷον καὶ ἤγαγε τὴν Ἀσενὲθ καὶ ἔστησεν αὐτὴν ἐνώπιον τοῦ Ἰωσήφ. καὶ εἶπε Πεντεφρῆς τῇ θυγατρὶ αὐτοῦ Ἀσενέθ · ἄσπασαι τὸν ἀδελφόν σου, διότι καὶ αὐτὸς παρθένος ἐστὶν ὡς καὶ σὺ σήμερον καὶ μισεῖ πᾶσαν γυναῖκα ἀλλοτρίαν ὡς καὶ σὺ μισεῖς σήμερον πάντα ἄνδρα ἀλλότριον.

8.2καὶ εἶπεν Ἀσενὲθ τῷ Ἰωσήφ · χαίροις, κύριέ μου, εὐλογημένε τῷ θεῷ τῷ ὑψίστῳ.

8.3καὶ εἶπεν Ἰωσὴφ τῇ Ἀσενέθ · εὐλογήσει σε κύριος θεὸς ζωοποιῶν τὰ πάντα.

8.4καὶ εἶπε Πεντεφρῆς τῇ θυγατρὶ αὐτοῦ Ἀσενέθ · πρόσελθε καὶ φίλησον τὸν ἀδελφόν σου.

8.5καὶ ὡς προσῆλθεν Ἀσενὲθ φιλῆσαι τὸν Ἰωσήφ, ἐξέτεινεν Ἰωσὴφ τὴν χεῖρα αὐτοῦ τὴν δεξιὰν καὶ ἔθηκε πρὸς τὸ στῆθος αὐτῆς ἀνάμεσον τῶν δύο μασθῶν αὐτῆς · καὶ ἦσαν οἱ μασθοὶ αὐτῆς ἤδη ἑστῶτες. καὶ εἶπεν Ἰωσήφ · οὐκ ἔστι προσῆκον ἀνδρὶ θεοσεβεῖ, ὃς εὐλογεῖ τῷ στόματι αὐτοῦ τὸν θεὸν τὸν ζῶντα καὶ ἐσθίει ἄρτον εὐλογημένον ζωῆς καὶ πίνει ποτήριον εὐλογημένον ἀθανασίας καὶ χρίεται χρίσματι εὐλογημένῳ ἀφθαρσίας, φιλῆσαι γυναῖκα ἀλλοτρίαν, ἥτις εὐλογεῖ τῷ στόματι αὐτῆς εἴδωλα νεκρὰ καὶ κωφὰ καὶ ἐσθίει ἐκ τῆς τραπέζης αὐτῶν ἄρτον ἀγχόνης καὶ πίνει ἐκ τῆς σπονδῆς αὐτῶν ποτήριον ἐνέδρας καὶ χρίεται χρίσματι ἀπωλείας.

8.6ἀλλ’ἀνὴρ θεοσεβὴς φιλήσει τὴν μητέρα αὐτοῦ καὶ τὴν ἀδελφὴν τὴν ἐκ τῆς μητρὸς αὐτοῦ καὶ τὴν ἀδελφὴν αὐτοῦ τὴν ἐκ τῆς φυλῆς αὐτοῦ καὶ τῆς συγγενείας αὐτοῦ καὶ τὴν γυναῖκα τὴν σύγκοιτον αὐτοῦ, αἵτινες εὐλογοῦσι τῷ στόματι αὐτῶν τὸν θεὸν τὸν ζῶντα.

8.7ὁμοίως δὲ καὶ γυναικὶ θεοσεβεῖ οὐκ ἔστι προσῆκον φιλῆσαι ἄνδρα ἀλλότριον, διότι βδέλυγμά ἐστι τοῦτο ἐνώπιον κυρίου τοῦ θεοῦ.

8.8καὶ ὡς ἤκουσεν Ἀσενὲθ τὰ ῥήματα ταῦτα τοῦ Ἰωσήφ, κατενύγη ἰσχυρῶς καὶ ἐλυπήθη σφόδρα καὶ ἀνεστέναξε καὶ ἦν ἀτενίζουσα εἰς τὸν Ἰωσὴφ ἀνεῳγμένων τῶν ὀφθαλμῶν αὐτῆς καὶ ἐπλήσθησαν δακρύων οἱ ὀφθαλμοὶ αὐτῆς. καὶ εἶδεν αὐτὴν Ἰωσὴφ καὶ ἠλέησεν αὐτὴν σφόδρα καὶ κατενύγη καὶ αὐτός, διότι ἦν Ἰωσὴφ πραῢς καὶ ἐλεήμων καὶ φοβούμενος τὸν θεόν.

8.9καὶ ἐπῆρε τὴν χεῖρα αὐτοῦ τὴν δεξιὰν καὶ ἔθηκεν ἐπάνω τῆς κεφαλῆς αὐτῆς καὶ εἶπεν · κύριε, θεὸς τοῦ πατρός μου Ἰσραήλ, ὕψιστος καὶ δυνατὸς τοῦ Ἰακώβ, ζωοποιῶν τὰ πάντα καὶ καλέσας ἀπὸ τοῦ σκότους εἰς τὸ φῶς καὶ ἀπὸ τῆς πλάνης εἰς τὴν ἀλήθειαν καὶ ἀπὸ τοῦ θανάτου εἰς τὴν ζωήν, σύ, κύριε, εὐλόγησον τὴν παρθένον ταύτην καὶ ἀνακαίνισον αὐτὴν τῷ πνεύματί σου καὶ ἀνάπλασον αὐτὴν τῇ χειρί σου τῇ κρυφαίᾳ καὶ ἀναζωοποίησον αὐτήν · καὶ φαγέτω ἄρτον ζωῆς σου καὶ πιέτω ποτήριον εὐλογίας σου · καὶ συγκαταρίθμησον αὐτὴν τῷ λαῷ σου, ὃν ἐξελέξω, πρὶν γενέσθαι τὰ πάντα · καὶ εἰσελθέτω εἰς τὴν κατάπαυσίν σου, ἣν ἡτοίμασας τοῖς ἐκλεκτοῖς σου, καὶ ζησάτω ἐν τῇ ζωῇ σου εἰς τὸν αἰῶνα χρόνον.

9

9.1καὶ ἐχάρη Ἀσενὲθ ἐπὶ τῇ εὐλογίᾳ τοῦ Ἰωσὴφ χαρὰν μεγάλην καὶ ἔσπευσε καὶ ἀνῆλθεν εἰς τὸ ὑπερῷον αὐτῆς πρὸς ἑαυτὴν καὶ πέπτωκεν ἐπὶ τῆς κλίνης αὐτῆς ἀσθμαίνουσα, διότι ἦν ἐν αὐτῇ χαρὰ καὶ λύπη καὶ φόβος πολὺς καὶ τρόμος καὶ ἱδρὼς συνεχής, ὡς ἤκουσε πάντα τὰ ῥήματα Ἰωσήφ, ὅσα ἐλάλησεν αὐτῇ ἐν τῷ ὀνόματι τοῦ θεοῦ τοῦ ὑψίστου.

9.2καὶ ἔκλαυσε κλαυθμῷ μεγάλῳ καὶ πικρῷ καὶ μετενόει ἀπὸ τῶν θεῶν αὐτῆς ὧν ἐσέβετο καὶ προσώχθισε τοῖς εἰδώλοις πᾶσι καὶ περιέμενε τοῦ γενέσθαι ἑσπέραν.

9.3καὶ Ἰωσὴφ ἔφαγε καὶ ἔπιε καὶ εἶπε τοῖς παισὶν αὐτοῦ · ζεύξατε τοὺς ἵππους τῷ ἅρματι. εἶπε γάρ · ἀπελεύσομαι καὶ κυκλώσω πᾶσαν τὴν γῆν.

9.4καὶ εἶπε Πεντεφρῆς πρὸς Ἰωσήφ · αὐλισθήτω δὴ ἐνταῦθα κύριός μου σήμερον καὶ τῷ πρωῒ ἀπελεύσῃ τὴν ὁδόν σου.

9.5καὶ εἶπεν Ἰωσήφ · οὐχί, ἀλλ’ἀπελεύσομαι σήμερον, διότι αὕτη ἐστὶν ἡμέρα, ἐν ἤρξατο θεὸς ποιεῖν πάντα τὰ κτίσματα αὐτοῦ. καὶ τῇ ἡμέρᾳ τῇ ὀγδόῃ, ὅταν ἐπαναστραφῇ ἡμέρα αὕτη, ἐπαναστρέψω κἀγὼ πρὸς ὑμᾶς καὶ αὐλισθήσομαι ἐνθάδε.

10

10.1καὶ ἀπῆλθεν Ἰωσὴφ εἰς τὴν ὁδὸν αὐτοῦ καὶ Πεντεφρῆς καὶ πᾶσα συνγγένεια αὐτοῦ ἀπῆλθον εἰς τὸν κλῆρον αὐτῶν. καὶ κατελείφθη Ἀσενὲθ μόνη μετὰ τῶν ἑπτὰ παρθένων καὶ ἐβαρυθύμει καὶ ἔκλαιεν ἕως ἔδυ ἥλιος. καὶ ἄρτον οὐκ ἔφαγε καὶ ὕδωρ οὐκ ἔπιεν. καὶ ἐπῆλθεν νὺξ καὶ ἐκάθευδον πάντες οἱ ἐν τῇ οἰκίᾳ · καὶ ἦν αὐτὴ γρηγοροῦσα μόνη καὶ ἐνεθυμεῖτο καὶ ἔκλαιε καὶ ἐπάτασσε τῇ χειρὶ τὸ στῆθος αὐτῆς πυκνὰ καὶ ἐφοβεῖτο φόβον μέγαν καὶ ἔτρεμε τρόμον βαρύν.

10.2καὶ ἀνέστη Ἀσενὲθ ἀπὸ τῆς κλίνης αὐτῆς καὶ κατέβη ἡσύχως τὴν κλίμακα ἐκ τοῦ ὑπερῴου καὶ ἦλθεν εἰς τὸν μυλῶνα · καὶ μυλωρὸς ἐκάθευδε μετὰ τῶν τέκνων αὐτῆς. καὶ ἔσπευσεν Ἀσενὲθ καὶ καθεῖλεν ἐκ τῆς θυρίδος τὴν δέρριν τοῦ καταπετάσματος καὶ ἔπλησεν αὐτὴν τέφρας ἐκ τῆς ἑστίας καὶ ἀνήνεγκεν εἰς τὸ ὑπερῷον καὶ ἀπέθηκεν αὐτὴν εἰς τὸ ἔδαφος.

10.3καὶ ἔκλεισε τὴν θύραν ἀσφαλῶς καὶ τὸν μοχλὸν καθῆκεν ἐκ πλαγίου καὶ ἐστέναξε στεναγμῷ μεγάλῳ μετὰ κλαυθμοῦ πικροῦ.

10.4καὶ ἤκουσεν παρθένος σύντροφος αὐτῆς, ἣν ἠγάπα Ἀσενὲθ παρὰ πάσας τὰς παρθένους, καὶ ἤγειρε τὰς λοιπὰς ἓξ παρθένους · καὶ ἦλθον πρὸς τὴν θύραν τῆς Ἀσενὲθ καὶ εὗρον τὴν θύραν κεκλεισμένην.

10.5καὶ ἤκουσαν τοῦ στεναγμοῦ καὶ τοῦ κλαυθμοῦ τῆς Ἀσενὲθ καὶ εἶπον αὐτῇ · τί σοί ἐστι, δέσποινα, καὶ τί ἐστι τὸ ἐνοχλοῦν σοι; ἄνοιξον ἡμῖν καὶ ὀψόμεθα τί σοί ἐστιν.

10.6καὶ οὐκ ἤνοιξεν Ἀσενὲθ τὴν θύραν, ἀλλ’εἶπεν αὐταῖς ἔσωθεν · τῆς κεφαλῆς μού ἐστι πόνος βαρὺς καὶ ἡσυχάζω ἐν τῇ κλίνῃ μου καὶ ἀναστῆναι καὶ ἀνοῖξαι ὑμῖν οὐκ ἰσχύω, διότι ἠσθένησα ἀπὸ πάντων τῶν μελῶν μου.

10.7ἀλλὰ ὑμεῖς πορεύεσθε ἑκάστη εἰς τὸν θάλαμον αὐτῆς καὶ ἀναπαύεσθε καὶ ἐάσατε ἐμὲ ἠρεμεῖν.

10.8καὶ ἀπῆλθον αἱ παρθένοι ἑκάστη εἰς τὸν θάλαμον αὐτῆς. καὶ ἀνέστη Ἀσενὲθ καὶ ἤνοιξε τὴν θύραν ἡσύχως καὶ ἀπῆλθεν εἰς τὸν θάλαμον αὐτῆς τὸν δεύτερον, ὅπου ἦσαν αἱ θῆκαι τοῦ κόσμου αὐτῆς, καὶ ἤνοιξε τὴν κιβωτὸν αὐτῆς καὶ ἐξήνεγκε χιτῶνα μελανὸν καὶ ζοφώδη · καὶ οὗτος ἦν χιτὼν πένθους αὐτῆς, ὅτε ἀπέθανεν ἀδελφὸς αὐτῆς νεώτερος · τοῦτον τὸν χιτῶνα ἐνεδύετο Ἀσενὲθ καὶ ἐπένθει τὸν ἀδελφὸν αὐτῆς.

10.9καὶ ἔλαβε τὸν χιτῶνα αὐτῆς τὸν μελανὸν καὶ ἤνεγκεν αὐτὸν εἰς τὸν θάλαμον αὐτῆς καὶ ἔκλεισε πάλιν ἀσφαλῶς τὴν θύραν καὶ τὸν μοχλὸν καθῆκεν ἐκ πλαγίου.

10.10καὶ ἔσπευσεν Ἀσενὲθ καὶ ἀπέθετο τὴν στολὴν αὐτῆς τὴν βασιλικὴν τὴν βυσσίνην καὶ χρυσοϋφῆ καὶ ἐνεδύσατο τὸν χιτῶνα τὸν μελανὸν πένθους · καὶ ἔλυσε τὴν ζώνην αὐτῆς τὴν χρυσῆν καὶ ἀπέθετο τὴν κίδαριν ἐκ τῆς κεφαλῆς αὐτῆς καὶ τὸ διάδημα καὶ τὰ ψέλια ἀπὸ τῶν χειρῶν καὶ τῶν ποδῶν αὐτῆς καὶ ἔθηκε πάντα εἰς τὸ ἔδαφος.

10.11καὶ ἔλαβε τὴν στολὴν αὐτῆς τὴν ἐκλεκτὴν καὶ τὴν ζώνην τὴν χρυσῆν καὶ τὴν κίδαριν καὶ τὸ διάδημα καὶ ἔρριψε πάντα διὰ τῆς θυρίδος τῆς βλεπούσης πρὸς βορρᾶν.

10.12καὶ ἔσπευσεν Ἀσενὲθ καὶ ἔλαβε πάντας τοὺς θεοὺς αὐτῆς τοὺς ἐν τῷ θαλάμῳ αὐτῆς τοὺς χρυσοῦς καὶ ἀργυροῦς, ὧν οὐκ ἦν ἀριθμός, καὶ ἔρριψε πάντα τὰ εἴδωλα τῶν Αἰγυπτίων διὰ τῆς θυρίδος τῆς βλεπούσης πρὸς βορρᾶν ἀπὸ τοῦ ὑπερῴου αὐτῆς.

10.13καὶ ἔλαβεν Ἀσενὲθ τὸ δεῖπνον αὐτῆς τὸ βασιλικὸν καὶ τὰ σιτιστὰ καὶ τοὺς ἰχθύας καὶ τὰ κρέα τῆς δαμάλεως καὶ πάσας τὰς θυσίας τῶν θεῶν αὐτῆς καὶ τὰ σκεύη τοῦ οἴνου τῆς σπονδῆς αὐτῶν, καὶ ἔρριψε πάντα διὰ τῆς θυρίδος τῆς βλεπούσης πρὸς βορρᾶν καὶ ἔδωκε πάντα τοῖς κυσὶ τοῖς ἀλλοτρίοις, εἶπε γὰρ ἐν ἑαυτῇ Ἀσενέθ · οὐ μὴ φάγωσιν οἱ κύνες μου ἐκ τοῦ δείπνου μου καὶ ἐκ τῆς θυσίας τῶν εἰδώλων, ἀλλὰ φαγέτωσαν αὐτὰ οἱ κύνες οἱ ἀλλότριοι.

10.14καὶ μετὰ ταῦτα ἔλαβεν Ἀσενὲθ τὴν δέρριν τῆς τέφρας καὶ κατέχεεν τὴν τέφραν ἐπὶ τὸ ἔδαφος · καὶ ἔλαβε τὴν δέρριν τοῦ σάκκου καὶ περιεζώσατο περὶ τὴν ὀσφὺν αὐτῆς · καὶ ἔλυσε τὸ ἐμπλόκιον τοῦ τριχώματος τῆς κεφαλῆς αὐτῆς καὶ κατέπασε τέφραν ἐπάνω τῆς κεφαλῆς αὐτῆς.

10.15καὶ ἔστρωσε τὴν τέφραν εἰς τὸ ἔδαφος καὶ ἐπάτασσε ταῖς δυσὶ χερσὶ τὸ στῆθος αὐτῆς καὶ ἔκλαυσε πικρῶς καὶ ἔπεσεν ἐπὶ τὴν τέφραν καὶ ἔκλαυσε κλαυθμῷ μεγάλῳ καὶ πικρῷ πᾶσαν τὴν νύκτα μετὰ στεναγμοῦ καὶ βριμήματος ἕως πρωΐ.

10.16καὶ ἀνέστη Ἀσενὲθ τῷ πρωῒ καὶ εἶδε καὶ ἰδοὺ πηλὸς πολὺς ἐκ τῶν δακρύων αὐτῆς καὶ ἐκ τῆς τέφρας εἰς τὸ ἔδαφος · καὶ ἔπεσε πάλιν ἐπὶ πρόσωπον ἐπὶ τῆς τέφρας ἕως δείλης καὶ μέχρι τοῦ δῦναι τὸν ἥλιον.

10.17καὶ οὕτως ἐποίησεν Ἀσενὲθ τὰς ἑπτὰ ἡμέρας καὶ ἄρτον οὐκ ἔφαγε καὶ ὕδωρ οὐκ ἔπιεν ἐν ἐκείναις ταῖς ἑπτὰ ἡμέραις τῆς ταπεινώσεως αὐτῆς.

11

11.1καὶ ἐγένετο τῇ ἡμέρᾳ τῇ ὀγδόῃ ἰδοὺ ὄρθρος ἦν καὶ τὰ ὄρνεα ἐλάλουν ἤδη καὶ οἱ κύνες ὕλαττον ἐπὶ τοὺς διοδεύοντας. καὶ ἀνένευσε μικρὸν τὴν κεφαλὴν αὐτῆς Ἀσενὲθ ἐκ τοῦ ἐδάφους καὶ τῆς τέφρας, ὅτι ἦν κεκμηκυῖα σφόδρα καὶ παρειμένη τοῖς μέλεσι διὰ τὴν ἔνδειαν τῶν ἑπτὰ ἡμερῶν.

11.1xκαὶ ἀνορθώθη ἐπὶ τὰ γόνατα αὐτῆς καὶ ἔθηκε τὰς χεῖρας αὐτῆς ἐπὶ τὸ ἔδαφος καὶ ἀνένευσε μικρὸν ἀπὸ τῆς γῆς καὶ ἦν τῇ κεφαλῇ κάτω νεύουσα καὶ αἱ τρίχες τῆς κεφαλῆς αὐτῆς ἦσαν λελυμέναι ἀπὸ τῆς πολλῆς τέφρας · καὶ ἔπλεξεν Ἀσενὲθ τὰς χεῖρας αὐτῆς δάκτυλον πρὸς δάκτυλον καὶ ἔσεισε τὴν κεφαλὴν αὐτῆς ἔνθεν καὶ ἔνθεν καὶ ἐπάτασσε συνεχῶς ταῖς χερσὶ τὸ στῆθος αὐτῆς καὶ ἔβαλε τὴν κεφαλὴν αὐτῆς εἰς τὸν κόλπον αὐτῆς · καὶ τὸ πρόσωπον αὐτῆς ἦν κατάβροχον ἐκ τῶν δακρύων αὐτῆς καὶ ἐστέναξε μετὰ στεναγμοῦ μεγάλου · καὶ τὰς τρίχας αὐτῆς εἵλκυσεν ἀπὸ τῆς κεφαλῆς αὐτῆς καὶ κατέπασε τέφραν ἐπάνω τῆς κεφαλῆς αὐτῆς.

11.1yκαὶ ἔκαμεν Ἀσενὲθ καὶ ὠλιγοψύχησε καὶ ἐξέλιπε τῇ δυνάμει αὐτῆς · καὶ ἀπεστράφη ἄνω πρὸς τὸν τοῖχον καὶ ἐκάθισεν ὑποκάτω τῆς θυρίδος τῆς βλεπούσης κατὰ ἀνατολάς.

11.2καὶ ἔβαλε τὴν κεφαλὴν αὐτῆς εἰς τὸν κόλπον αὐτῆς πλέξασα τοὺς δακτύλους αὐτῆς τῶν χειρῶν ἐπὶ τὸ γόνυ τὸ δεξιόν. καὶ τὸ στόμα αὐτῆς ἦν κεκλεισμένον καὶ οὐκ ἤνοιξεν αὐτὸ ἐν ταῖς ἑπτὰ ἡμέραις καὶ ἐν ταῖς ἑπτὰ νυξὶ τῆς ταπεινώσεως αὐτῆς.

11.3καὶ εἶπεν ἐν τῇ καρδίᾳ αὐτῆς τὸ στόμα μὴ ἀνοίξασα · τί ποιήσω ποῦ ἀπέλθω, πρὸς τίνα καταφύγω τί λαλήσω, παρθένος καὶ ὀρφανὴ καὶ ἔρημος καὶ ἐγκαταλελειμμένη καὶ μεμισημένη;

11.4πάντες γὰρ μεμισήκασί με καὶ πατήρ μου καὶ μήτηρ μου, διότι κἀγὼ μεμίσηκα τοὺς θεοὺς αὐτῶν καὶ ἀπώλεσα αὐτοὺς καὶ δέδωκα αὐτοὺς καταπατεῖσθαι ὑπὸ τῶν ἀνθρώπων.

11.5καὶ διὰ τοῦτο μεμισήκασί με πατήρ μου καὶ μήτηρ μου καὶ πᾶσα συγγένειά μου καὶ εἶπον · οὐκ ἔστι θυγάτηρ ἡμῶν Ἀσενέθ, διότι τοὺς θεοὺς ἡμῶν ἀπώλεσεν. DIV2=6$section καὶ πάντες ἄνθρωποι μισοῦσί με, διότι κἀγὼ μεμίσηκα πάντα ἄνδρα καὶ πάντας τοὺς μνηστευομένους με. καὶ νῦν ἐν τῇ ταπεινώσει μου ταύτῃ πάντες μεμισήκασί με καὶ ἐπιχαίρουσι τῇ θλίψει μου ταύτῃ.

11.7καὶ κύριος θεὸς τοῦ δυνατοῦ Ἰωσὴφ ὕψιστος μισεῖ πάντας τοὺς σεβομένους τὰ εἴδωλα, διότι θεὸς ζηλωτής ἐστι καὶ φοβερὸς ἐπὶ πάντας τοὺς σεβομένους θεοὺς ἀλλοτρίους.

11.8διὰ τοῦτο κἀμὲ μεμίσηκε, διότι κἀγὼ ἐσεβάσθην εἴδωλα νεκρὰ καὶ κωφὰ καὶ εὐλόγησα αὐτὰ καὶ ἔφαγον ἐκ τῶν θυσιῶν αὐτῶν καὶ τὸ στόμα μου μεμίαται ἐκ τῆς τραπέζης αὐτῶν.

11.9καὶ οὐκ ἔστι μοι τόλμη ἐπικαλέσασθαι κύριον τὸν θεὸν τοῦ οὐρανοῦ τὸν ὕψιστον καὶ παντοδύναμον τοῦ Ἰωσήφ, διότι μεμίαται τὸ στόμα μου ἀπὸ τῶν θυσιῶν τῶν εἰδώλων.

11.10ἀλλ’ἀκήκοα πολλῶν λεγόντων ὅτι θεὸς τῶν Ἑβραίων θεὸς ἀληθινός ἐστι καὶ θεὸς ζῶν καὶ θεὸς ἐλεήμων καὶ οἰκτίρμων καὶ μακρόθυμος καὶ πολυέλεος καὶ ἐπιεικὴς καὶ μὴ λογιζόμενος ἁμαρτίαν ἀνθρώπου ταπεινοῦ καὶ μὴ ἐλέγχων ἀνομίας ἀνθρώπου τεθλιμμένου ἐν καιρῷ θλίψεως αὐτοῦ.

11.11ὅθεν τολμήσω κἀγὼ καὶ ἐπιστρέψω πρὸς αὐτὸν καὶ καταφεύξομαι ἐπ’αὐτὸν καὶ ἐξομολογήσομαι αὐτῷ πάσας τὰς ἁμαρτίας μου καὶ ἐκχεῶ τὴν δέησίν μου ἐνώπιον αὐτοῦ.

11.12τίς οἶδεν εἰ ὄψεται τὴν ταπείνωσίν μου καὶ ἐλεήσει με; τυχὸν ὄψεται τὴν ἐρήμωσίν μου ταύτην καὶ οἰκτειρήσει με ὄψεται τὴν ὀρφανίαν μου καὶ ὑπερασπιεῖ μου, διότι αὐτός ἐστιν πατὴρ τῶν ὀρφανῶν καὶ τῶν δεδιωγμένων ὑπερασπιστὴς καὶ τῶν τεθλιμμένων βοηθός.

11.14τολμήσω καὶ βοήσω πρὸς αὐτόν.

11.15καὶ ἀνέστη Ἀσενὲθ ἀπὸ τοῦ τοίχου οὗ ἐκαθέζετο καὶ ἀπεστράφη πρὸς τὴν θυρίδα τὴν βλέπουσαν πρὸς ἀνατολὰς καὶ ἀνορθώθη ἐπὶ τὰ γόνατα αὐτῆς καὶ ἐξεπέτασε τὰς χεῖρας αὐτῆς εἰς τὸν οὐρανόν. καὶ ἐφοβήθη ἀνοῖξαι τὸ στόμα αὐτῆς καὶ ὀνομάσαι τὸ ὄνομα τοῦ θεοῦ · καὶ ἀπεστράφη πάλιν πρὸς τὸν τοῖχον καὶ ἐκάθισε καὶ ἐπάτασσε ταῖς χερσὶν αὐτῆς τὴν κεφαλὴν αὐτῆς καὶ τὸ στῆθος αὐτῆς πολλάκις καὶ εἶπεν ἐν τῇ καρδίᾳ αὐτῆς καὶ τὸ στόμα αὐτῆς οὐκ ἤνοιξεν ·

11.16ταλαίπωρος ἐγὼ καὶ ὀρφανὴ καὶ ἔρημος, τὸ στόμα μου μεμίαται ἀπὸ τῶν θυσιῶν τῶν εἰδώλων καὶ ἀπὸ τῶν εὐλογιῶν τῶν θεῶν τῶν Αἰγυπτίων.

11.17καὶνῦν ἐν τοῖς δάκρυσί μου τούτοις καὶ τῇ τέφρᾳ ταύτῃ κατεσποδωμένη καὶ τῷ ῥύπῳ τῆς ταπεινώσεώς μου, πῶς ἐγὼ ἀνοίξω τὸ στόμα μου πρὸς τὸν ὕψιστον καὶ πῶς ὀνομάσω τὸ ὄνομα τὸ ἅγιον αὐτοῦ καὶ φοβερόν, μήποτε ὀργισθῇ μοι κύριος, διότι ἐν ταῖς ἀνομίαις μου ἐγὼ ἐπεκαλεσάμην τὸ ὄνομα τὸ ἅγιον αὐτοῦ;

11.18τί οὖν ποιήσω ταλαίπωρος ἐγώ; ἀλλὰ τολμήσω μᾶλλον καὶ ἀνοίξω τὸ στόμα μου πρὸς αὐτὸν καὶ ἐπικαλέσω τὸ ὄνομα αὐτοῦ. καὶ εἰ θυμῷ κύριος πατάξει με, αὐτὸς πάλιν ἰάσεταί με · καὶ ἐὰν παιδεύσῃ με ἐν ταῖς μάστιξιν αὐτοῦ, αὐτὸς ἐπιβλέψει ἐπ’ἐμοὶ πάλιν ἐν τῷ ἐλέει αὐτοῦ · καὶ ἐὰν θυμωθῇ ἐν ταῖς ἁμαρτίαις μου, πάλιν διαλλαγήσεταί μοι καὶ ἀφήσει μοι πᾶσαν ἁμαρτίαν. τολμήσω οὖν ἀνοῖξαι τὸ στόμα μου πρὸς αὐτόν.

11.19καὶ ἀνέστη Ἀσενὲθ πάλιν ἀπὸ τοῦ τοίχου οὗ ἐκάθητο καὶ ἀνορθώθη ἐπὶ τὰ γόνατα αὐτῆς καὶ ἐξεπέτασε τὰς χεῖρας αὐτῆς κατὰ ἀνατολὰς καὶ ἀνέβλεψε τοὺς ὀφθαλμοὺς αὐτῆς εἰς τὸν οὐρανὸν καὶ ἀνέῳξε τὸ στόμα αὐτῆς πρὸς τὸν θεὸν καὶ εἶπεν ·

12

12.1κύριε, θεὸς τῶν αἰώνων, κτίσας τὰ πάντα καὶ ζωοποιήσας, δοὺς πνοὴν ζωῆς πάσῃ τῇ κτίσει σου, ἐξενέγκας τὰ ἀόρατα εἰς τὸ φῶς, ποιήσας τὰ ὄντα καὶ τὰ φαινόμενα ἐκ τῶν ἀφανῶν καὶ μὴ ὄντων, ὑψώσας τὸν οὐρανὸν καὶ θεμελιώσας αὐτὸν ἐν στερεώματι ἐπὶ τὸν νῶτον τῶν ἀνέμων, θεμελιώσας τὴν γῆν ἐπὶ τῶν ὑδάτων, θεὶς λίθους μεγάλους ἐπὶ τῆς ἀβύσσου τοῦ ὕδατος, καὶ οἱ λίθοι οὐ βυθισθήσονται, ἀλλ’εἰσὶν ὡς φύλλα δρυὸς ἐπάνω τῶν ὑδάτων, καὶ εἰσὶ λίθοι ζῶντες καὶ τῆς φωνῆς σου ἀκούουσιν, κύριε, καὶ φυλάσσουσι τὰς ἐντολάς σου, ἃς ἐνετείλω αὐτοῖς, καὶ τὰ προστάγματά σου οὐ μὴ παραβαίνωσιν, ὅτι σύ, κύριε, ἐλάλησας καὶ πάντα ἐζωογονήθησαν καὶ λόγος σου, κύριε, ζωή ἐστι πάντων τῶν κτισμάτων σου.

12.3πρὸς σὲ καταφεύγω, κύριε, καὶ πρὸς σὲ κεκράξομαι, κύριε, πρὸς σὲ ἐκχεῶ τὴν δέησίν μου, κύριε, σοὶ ἐξομολογήσομαι τὰς ἁμαρτίας μου, κύριε, καὶ πρὸς σὲ ἀποκαλύψω τὰς ἀνομίας μου.

12.4φεῖσαί μου, κύριε, ὅτι ἥμαρτον ἐνώπιόν σου πολλά, ἠνόμησα καὶ ἠσέβησα καὶ λελάληκα πονηρὰ καὶ ἄρρητα.

12.5μεμίαται τὸ στόμα μου ἀπὸ τῶν θυσιῶν τῶν εἰδώλων καὶ ἀπὸ τῆς τραπέζης τῶν θεῶν τῶν Αἰγυπτίων. ἥμαρτον, κύριε, ἐνώπιόν σου πολλὰ ἥμαρτον ἐν ἀγνοίᾳ καὶ ἐσεβάσθην εἴδωλα νεκρὰ καὶ κωφά. καὶ νῦν οὐκ εἰμὶ ἀξία ἀνοῖξαι τὸ στόμα μου πρὸς σέ, κύριε. κἀγὼ Ἀσενὲθ θυγάτηρ Πεντεφρῆ τοῦ ἱερέως παρθένος καὶ βασίλισσα, ποτε σοβαρὰ καὶ ὑπερήφανος καὶ εὐθηνοῦσα ἐν τῷ πλούτῳ μου ὑπὲρ πάντας ἀνθρώπους, νῦν δὲ ὑπάρχω ὀρφανὴ καὶ ἔρημος καὶ ἐγκαταλελειμμένη ἀπὸ πάντων ἀνθρώπων.

12.6σοὶ προσφεύγω, κύριε, καὶ πρὸς σὲ κεκράξομαι.

12.7σὺ ῥῦσαί με, πρὶν καταληφθῆναί με ὑπὸ τῶν καταδιωκόντων με.

12.8ὡς γὰρ παιδίον νήπιον φοβούμενον φεύγει πρὸς τὸν πατέρα αὐτοῦ, καὶ πατὴρ ἐκτείνας τὰς χεῖρας αὐτοῦ ἁρπάζει αὐτὸ ἐκ τῆς γῆς καὶ ἐναγκαλίζεται αὐτὸ πρὸς τὸ στῆθος αὐτοῦ, καὶ τὸ παιδίον σφίγγει τὰς χεῖρας αὐτοῦ ἐπὶ τὸν αὐχένα τοῦ πατρὸς αὐτοῦ καὶ ἀσθμαίνει ἀπὸ τοῦ φόβου αὐτοῦ καὶ ἀναπαύεται πρὸς τὸ στῆθος τοῦ πατρὸς αὐτοῦ, δὲ πατὴρ μειδιᾷ ἐπὶ τῇ ταραχῇ τῆς νηπιότητος αὐτοῦ, οὕτως καὶ σύ, κύριε, ἔκτεινον τὰς χεῖράς σου ἐπ’ἐμὲ καὶ ἅρπασόν με ἐκ τῆς γῆς.

12.9ἰδοὺ γὰρ λέων ἄγριος παλαιὸς καταδιώκει με, διότι αὐτός ἐστι πατὴρ τῶν θεῶν τῶν Αἰγυπτίων κἀγὼ μεμίσηκα αὐτούς, διότι τέκνα τοῦ λέοντός εἰσι καὶ ἔρριψα πάντας τοὺς θεοὺς τῶν Αἰγυπτίων ἀπ’ἐμοῦ καὶ ἀπώλεσα αὐτούς.

12.10καὶ λέων πατὴρ αὐτῶν θυμωθεὶς καταδιώκει με.

12.11ἀλλὰ σύ, κύριε, ῥῦσαί με ἐκ τῶν χειρῶν αὐτοῦ καὶ ἐκ τοῦ στόματος αὐτοῦ ἐξελοῦ με, μήποτε ἁρπάσῃ με ὡς λέων καὶ διασπαράξῃ με καὶ βάλῃ με εἰς τὴν φλόγα τοῦ πυρός, καὶ τὸ πῦρ ἐμβαλεῖ με εἰς τὴν καταιγίδα, καὶ καταιγὶς περιελίσσεταί με ἐν σκότει καὶ ἐμβαλεῖ με εἰς τὸν βυθὸν τῆς θαλάσσης, καὶ καταπίεταί με τὸ κῆτος τὸ μέγα τὸ ἀπ’αἰῶνος, καὶ ἀπολοῦμαι εἰς τὸν αἰῶνα χρόνον.

12.12ῥῦσαί με, κύριε, πρὶν ἔλθῃ ἐπ’ἐμὲ ταῦτα πάντα. ῥῦσαί με, κύριε, τὴν ἔρημον, διότι πατήρ μου καὶ μήτηρ μου ἠρνήσαντό με καὶ εἶπον · οὐκ ἔστιν ἡμῶν θυγάτηρ Ἀσενέθ, διότι ἀπώλεσα τοὺς θεοὺς αὐτῶν καὶ μεμίσηκα αὐτούς.

12.13καὶ εἰμὶ νῦν ὀρφανὴ καὶ ἔρημος καὶ ἄλλη ἐλπὶς οὐκ ἔστι μοι πλὴν σοῦ, κύριε, οὐ δὲ ἑτέρα καταφυγὴ πλὴν τοῦ ἐλέους σου, κύριε, διότι σὺ εἶ πατὴρ τῶν ὀρφανῶν καὶ τῶν δεδιωγμένων ὑπερασπιστὴς καὶ τῶν τεθλιμμένων βοηθός.

12.14ἐλέησόν με, κύριε, καὶ φύλαξόν με παρθένον τὴν ἐγκαταλελειμμένην καὶ ὀρφανήν, διότι σὺ εἶ, κύριε, πατὴρ γλυκὺς καὶ ἀγαθὸς καὶ ἐπιεικής.

12.15τίς πατὴρ οὕτω γλυκύς ἐστιν ὡς σύ, κύριε, καὶ τίς οὕτω ταχὺς ἐν ἐλέει ὡς σύ, κύριε, καὶ τίς μακρόθυμος ἐπὶ ταῖς ἁμαρτίαις ἡμῶν ὡς σύ, κύριε; ἰδοὺ γὰρ πάντα τὰ δόματα τοῦ πατρός μου Πεντεφρῆ, δέδωκέ μοι ἐν κληρονομίᾳ, πρόσκαιρά εἰσι καὶ ἀφανῆ, τὰ δὲ δόματα τῆς κληρονομίας σου, κύριε, ἄφθαρτά εἰσι καὶ αἰώνια.

13

13.1ἐπίσκεψαι, κύριε, τὴν ταπείνωσίν μου καὶ ἐλέησόν με · ἐπίβλεψον ἐπὶ τὴν ὀρφανίαν μου καὶ οἴκτειρόν με. ἰδοὺ γὰρ ἐγὼ ἀπέφυγον ἐκ πάντων καὶ πρὸς σὲ κατέφυγον, κύριε.

13.2ἰδοὺ πάντα τὰ ἀγαθὰ τῆς γῆς κατέλιπον καὶ πρὸς σὲ κατέφυγον ἐν τῷ σάκκῳ τούτῳ καὶ τῷ σποδῷ γυμνὴ καὶ ὀρφανὴ καὶ μεμονωμένη.

13.3ἰδοὺ ἀπεθέμην τὴν βασιλικὴν μου στολὴν τὴν βυσσίνην καὶ ἐξ ὑακίνθου χρυσοϋφῆ καὶ ἐνεδυσάμην χιτῶνα μελανὸν καὶ πενθήρη.

13.4ἰδοὺ λέλυκα τὴν ζώνην μου τὴν χρυσῆν καὶ ἔρριψα αὐτὴν ἀπ’ἐμοῦ καὶ περιεζωσάμην σάκκον.

13.5ἰδοὺ τὴν τιάραν μου καὶ τὸ διάδημά μου ἔρριψα ἀπὸ τῆς κεφαλῆς μου καὶ καταπέπασμαι τέφραν.

13.6ἰδοὺ τὸ ἔδαφος τοῦ θαλάμου μου τὸ κατεστρωμένον λίθοις ποικίλοις καὶ πορφυροῖς, ἦν τὸ πρότερον καταρραινόμενον μύροις καὶ ἐξεμάσσετο ὀθονίοις λαμπροῖς, νῦν κατέρρασται τοῖς δάκρυσί μου καὶ ᾐσχύνθη κατεσποδωμένον.

13.7ἰδοὺ ἐκ τῶν δακρύων μου καὶ τῆς τέφρας πηλὸς γέγονε πολὺς ὡς ἐν ὁδῷ πλατείᾳ.

13.8ἰδοὺ τὸ δεῖπνόν μου τὸ βασιλικὸν καὶ τὰ σιτία δέδωκα τοῖς κυσὶ τοῖς ἀλλοτρίοις.

13.9καὶ ἰδοὺ ἐγὼ ἑπτὰ ἡμέρας καὶ ἑπτὰ νύκτας ἤμην νήστης καὶ ἄρτον οὐκ ἔφαγον καὶ ὕδωρ οὐκ ἔπιον · καὶ τὸ στόμα μου γέγονε ξηρὸν ὡς τύμπανον καὶ γλῶσσά μου ὡς κέρας καὶ τὰ χείλη μου ὡς ὄστρακον · καὶ τὸ πρόσωπόν μου συμπέπτωκε καὶ οἱ ὀφθαλμοί μου ἐν αἰσχύνῃ φλεγμονῆς ἐγένοντο ἐκ τῶν δακρύων μου τῶν πολλῶν καὶ ἰσχύς μου πᾶσα ἐκλέλοιπεν.

13.11ἰδοὺ οὖν τοὺς θεούς, οὓς ἐσεβόμην τὸ πρότερον ἀγνοοῦσα, νῦν ἔγνων ὅτι ἦσαν εἴδωλα κωφὰ καὶ νεκρὰ καὶ δέδωκα αὐτοὺς καταπατεῖσθαι ὑπὸ τῶν ἀνθρώπων · καὶ οἱ κλέπται διήρπασαν αὐτούς, οἵτινες ἦσαν ἀργυροῖ καὶ χρυσοῖ. καὶ ἀπώλεσα αὐτοὺς πάντας ἀπὸ τοῦ προσώπου μου.

13.12καὶ πρὸς σὲ κατέφυγον, κύριε, θεός μου. ἀλλὰ σύ, κύριε, ῥῦσαί με καὶ σύγγνωθί μοι, διότι ἥμαρτόν σοι ἐν ἀγνοίᾳ παρθένος οὖσα καὶ ἀδαὴς πεπλάνημαι καὶ λελάληκα βλάσφημα εἰς τὸν κύριόν μου Ἰωσήφ, διότι οὐκ ᾔδειν ὅτι υἱός σού ἐστιν, διότι εἶπόν μοι οἱ ἄνθρωποι ὅτι Ἰωσὴφ υἱὸς τοῦ ποιμένος ἐστὶν ἐκ γῆς Χαναάν.

13.13 κἀγὼ ἀθλία πεπίστευκα αὐτοῖς καὶ πεπλάνημαι καὶ ἐξουδένωσα αὐτὸν καὶ λελάληκα περὶ αὐτοῦ πονηρὰ καὶ οὐκ ᾔδειν ὅτι υἱός σού ἐστιν.

13.14τίς γὰρ ἀνθρώπων τέξεται τοιοῦτον κάλλος καὶ τοσαύτην σοφίαν καὶ ἀρετὴν καὶ δύναμιν;

13.15κύριε, παρατίθημί σοι αὐτόν, ὅτι ἐγὼ ἀγαπῶ αὐτὸν ὑπὲρ τὴν ψυχήν μου · διατήρησον αὐτὸν ἐν τῇ σοφίᾳ τῆς χάριτός σου. καὶ σύ, κύριε, παράθου με αὐτῷ εἰς παιδίσκην καὶ δούλην · κἀγὼ στρώσω τὴν κλίνην αὐτοῦ καὶ νίψω τοὺς πόδας αὐτοῦ καὶ διακονήσω αὐτῷ καὶ ἔσομαι αὐτῷ δούλη καὶ δουλεύσω αὐτῷ εἰς τὸν αἰῶνα χρόνον.

14

14.1καὶ ὡς ἐπαύσατο Ἀσενὲθ ἐξομολογουμένη τῷ κυρίῳ, ἰδοὺ ἑωσφόρος ἀστὴρ ἀνέτειλεν ἐκ τοῦ οὐρανοῦ κατὰ ἀνατολάς. καὶ εἶδεν αὐτὸν Ἀσενὲθ καὶ ἐχάρη καὶ εἶπεν · ἆρα ἐπήκουσε κύριος θεὸς τῆς προσευχῆς μου, διότι ἀστὴρ οὗτος ἄγγελος καὶ κῆρυξ τοῦ φωτὸς τῆς μεγάλης ἡμέρας ἀνέτειλεν;

14.2καὶ ἔτι ἑώρα Ἀσενὲθ καὶ ἰδοὺ ἐγγὺς τοῦ ἑωσφόρου ἐκείνου ἐσχίσθη οὐρανὸς καὶ ἐφάνη φῶς μέγα καὶ ἀνεκλάλητον.

14.3καὶ εἶδεν Ἀσενὲθ καὶ ἔπεσεν ἐπὶ πρόσωπον ἐπὶ τὴν τέφραν. καὶ ἦλθε πρὸς αὐτὴν ἄνθρωπος ἐκ τοῦ οὐρανοῦ καὶ ἔστη ὑπὲρ κεφαλῆς Ἀσενέθ.

14.4καὶ ἐκάλεσεν αὐτὴν καὶ εἶπεν · Ἀσενέθ, Ἀσενέθ.

14.5καὶ εἶπεν · τίς ἐστιν καλῶν με, διότι θύρα τοῦ θαλάμου μου κέκλεισται καὶ πύργος ὑψηλός ἐστιν, καὶ πῶς ἄρα τίς εἰσῆλθεν εἰς τὸν θάλαμόν μου;

14.6καὶ ἐκάλεσεν αὐτὴν ἄνθρωπος ἐκ δευτέρου λέγων · Ἀσενέθ, Ἀσενέθ.

14.7καὶ αὐτὴ εἶπεν · ἰδοὺ ἐγώ, κύριε. τίς εἶ σύ; ἀνάγγειλόν μοι.

14.8καὶ εἶπεν ἄνθρωπος · ἐγώ εἰμι ἄρχων τοῦ οἴκου κυρίου καὶ στρατιάρχης πάσης στρατιᾶς τοῦ ὑψίστου. ἀνάστηθι καὶ στῆθι ἐπὶ τοὺς πόδας σου καὶ λαλήσω πρός σε τὰ ῥήματά μου.

14.9καὶ ἐπῆρε τὴν κεφαλὴν αὐτῆς Ἀσενὲθ καὶ εἶδε καὶ ἰδοὺ ἀνὴρ κατὰ πάντα ὅμοιος τῷ Ἰωσὴφ τῇ στολῇ καὶ τῷ στεφάνῳ καὶ τῇ ῥάβδῳ τῇ βασιλικῇ. πλὴν τὸ πρόσωπον αὐτοῦ ἦν ὡς ἀστραπὴ καὶ οἱ ὀφθαλμοὶ αὐτοῦ ὡς φέγγος ἡλίου καὶ αἱ τρίχες τῆς κεφαλῆς αὐτοῦ ὡς φλὸξ πυρὸς ὑπὸ λαμπάδος καιομένης · καὶ αἱ χεῖρες καὶ οἱ πόδες αὐτοῦ ὥσπερ σίδηρος ἐκ πυρὸς ἀπολάμπων καὶ σπινθῆρες ἀπεπήδων ἀπότε τῶν χειρῶν καὶ τῶν ποδῶν αὐτοῦ.

14.10καὶ εἶδεν Ἀσενὲθ καὶ ἔπεσεν ἐπὶ πρόσωπον αὐτῆς ἐπὶ τοὺς πόδας αὐτοῦ ἐπὶ τὴν γῆν. καὶ ἐφοβήθη Ἀσενὲθ φόβον μέγαν καὶ ἐτρόμαξε πάντα τὰ μέλη αὐτῆς.

14.11καὶ εἶπεν ἄνθρωπος πρὸς αὐτήν · θάρσει, Ἀσενέθ, καὶ μὴ φοβηθῇς, ἀλλ’ἀνάστηθι καὶ στῆθι ἐπὶ τοὺς πόδας σου, καὶ λαλήσω πρός σε τὰ ῥήματά μου.

14.12καὶ ἀνέστη Ἀσενὲθ καὶ ἔστη ἐπὶ τοὺς πόδας αὐτῆς. καὶ εἶπεν αὐτῇ ἄνθρωπος · βάδιζε καὶ ἀπόθου τὸν χιτῶνα ὃν ἐνδέδυσαι τὸν μελανὸν τοῦ πένθους σου καὶ τὸν σάκκον ἀπόθου ἀπὸ τῆς ὀσφύος σου καὶ ἀποτίναξον τὴν τέφραν ἀπὸ τῆς κεφαλῆς σου καὶ νίψαι τὸ πρόσωπόν σου καὶ τὰς χεῖράς σου ὕδατι ζῶντι · καὶ ἔνδυσαι στολὴν λινῆν καινὴν ἄθικτον καὶ ἐπίσημον καὶ ζῶσαι τὴν ὀσφύν σου τὴν ζώνην σου τὴν καινὴν τὴν διπλῆν τῆς παρθενίας σου.

14.13καὶ ἐλθὲ πρός με καὶ λαλήσω σοι τὰ ῥήματά μου.

14.14καὶ ἔσπευσεν Ἀσενὲθ καὶ εἰσῆλθεν εἰς τὸν θάλαμον αὐτῆς τὸν δεύτερον, ὅπου ἦσαν αἱ θῆκαι τοῦ κόσμου αὐτῆς, καὶ ἠνέῳξε τὴν κιβωτὸν αὐτῆς καὶ ἔλαβε στολὴν λινῆν καινὴν ἐπίσημον ἄθικτον · καὶ ἀπεδύσατο τὸν χιτῶνα τὸν μελανὸν τοῦ πένθους καὶ ἀπέθετο τὸν σάκκον ἀπὸ τῆς ὀσφύος αὐτῆς καὶ ἐνεδύσατο τὴν στολὴν αὐτῆς τὴν λινῆν τὴν ἐπίσημον τὴν ἄθικτον καὶ ἐζώσατο τὴν ζώνην αὐτῆς τὴν διπλῆν τῆς παρθενίας αὐτῆς, μίαν ζώνην περὶ τὴν ὀσφὺν αὐτῆς καὶ ἑτέραν ζώνην ἐπὶ τῷ στήθει αὐτῆς.

14.15καὶ ἀπεσείσατο τὴν τέφραν ἐκ τῆς κεφαλῆς αὐτῆς καὶ ἐνίψατο τὰς χεῖρας αὐτῆς καὶ τὸ πρόσωπον αὐτῆς ὕδατι ζῶντι. καὶ ἔλαβε θέριστρον λινοῦν ἄθικτον καὶ ἐπίσημον καὶ κατεκάλυψε τὴν κεφαλὴν αὐτῆς.

15

15.1καὶ ἦλθε πρὸς τὸν ἄνθρωπον εἰς τὸν θάλαμον αὐτῆς τὸν πρῶτον καὶ ἔστη ἐνώπιον αὐτοῦ. καὶ εἶπεν αὐτῇ ἄνθρωπος · ἀπόστειλον δὴ τὸ θέριστρον ἀπὸ τῆς κεφαλῆς σου. καὶ ἵνα τί σὺ τοῦτο πεποίηκας; διότι σὺ εἶ παρθένος ἁγνὴ σήμερον καὶ κεφαλή σού ἐστιν ὡς ἀνδρὸς νεανίσκου.

15.2καὶ ἀπέσπασεν Ἀσενὲθ τὸ θέριστρον ἀπὸ τῆς κεφαλῆς αὐτῆς. καὶ εἶπεν αὐτῇ ἄνθρωπος · θάρσει, Ἀσενέθ, παρθένος ἁγνή. ἰδοὺ γὰρ ἀκήκοα πάντων τῶν ῥημάτων τῆς ἐξομολογήσεώς σου καὶ τῆς προσευχῆς σου.

15.3ἰδοὺ ἑώρακα καὶ τὴν ταπείνωσίν σου τῶν ἑπτὰ ἡμερῶν τῆς ἐνδείας σου. ἰδοὺ ἐκ τῶν δακρύων σου καὶ τῆς τέφρας ταύτης πηλὸς πολὺς γέγονε πρὸ προσώπου σου.

15.4θάρσει, Ἀσενέθ, παρθένος ἁγνή. ἰδοὺ γὰρ γέγραπται τὸ ὄνομά σου ἐν τῇ βίβλῳ τῶν ζώντων ἐν τῷ οὐρανῷ · ἐν ἀρχῇ τῆς βίβλου πρῶτον πάντων γέγραπται τὸ ὄνομά σου τῷ δακτύλῳ μου καὶ οὐκ ἐξαλειφθήσεται εἰς τὸν αἰῶνα.

15.5ἰδοὺ δὴ ἀπὸ τῆς σήμερον ἀνακαινισθήσῃ καὶ ἀναπλασθήσῃ καὶ ἀναζωοποιηθήσῃ ·καὶ φάγεσαι ἄρτον εὐλογημένον ζωῆς καὶ πίεσαι ποτήριον εὐλογημένον ἀθανασίας καὶ χρισθήσῃ χρίσματι εὐλογημένῳ ἀφθαρσίας.

15.6θάρσει, Ἀσενέθ, παρθένος ἁγνή. ἰδοὺ γὰρ δέδωκά σε σήμερον νύμφην τῷ Ἰωσὴφ καὶ αὐτὸς ἔσται σου νυμφίος εἰς τὸν αἰῶνα χρόνον.

15.7καὶ τὸ ὄνομά σου οὐκέτι κληθήσεται Ἀσενέθ, ἀλλ’ἔσται τὸ ὄνομά σου πόλις καταφυγῆς, διότι ἐν σοὶ καταφεύξονται ἔθνη πολλὰ ἐπὶ κύριον τὸν θεὸν τὸν ὕψιστον καὶ ὑπὸ τὰς πτέρυγάς σου σκεπασθήσονται λαοὶ πολλοὶ πεποιθότες ἐπὶ κυρίῳ τῷ θεῷ καὶ ἐν τῷ τείχει σου διαφυλαχθήσονται οἱ προσκείμενοι τῷ θεῷ τῷ ὑψίστῳ ἐν ὀνόματι τῆς μετανοίας. διότι μετάνοιά ἐστιν ἐν τοῖς οὐρανοῖς θυγάτηρ τοῦ ὑψίστου καλὴ καὶ ἀγαθὴ σφόδρα. καὶ αὕτη ἐκλιπαρεῖ τὸν ὕψιστον ὑπὲρ σοῦ πᾶσαν ὥραν καὶ ὑπὲρ πάντων τῶν μετανοούντων ἐν ὀνόματι θεοῦ τοῦ ὑψίστου πατρὸς αὐτῆς. καὶ αὕτη ἐστιν ἐπίσκοπος πάντων τῶν παρθένων καὶ φιλεῖ ὑμᾶς σφόδρα καὶ περὶ ὑμῶν ἐρωτᾷ πᾶσαν ὥραν τὸν ὕψιστον. καὶ πᾶσι τοῖς μετανοοῦσι τόπον ἀναπαύσεως ἡτοίμασεν ἐν τοῖς οὐρανοῖς καὶ ἀνακαινιεῖ πάντας τοὺς μετανοήσαντας καὶ αὕτη διακονήσει αὐτοῖς εἰς τὸν αἰῶνα χρόνον.

15.8καὶ ἔστιν μετάνοια καλὴ σφόδρα παρθένος καὶ ἱλαρὰ καὶ γελῶσα πάντοτε καὶ ἔστιν ἐπιεικὴς καὶ πραεῖα. καὶ διὰ τοῦτο πατὴρ ὕψιστος ἀγαπᾷ αὐτὴν καὶ πάντες οἱ ἄγγελοι αἰδοῦνται αὐτήν · κἀγὼ ἀγαπῶ αὐτὴν σφόδρα, διότι ἀδελφή μού ἐστιν, καὶ καθότι ὑμᾶς τὰς παρθένους ἀγαπᾷ κἀγὼ ὑμᾶς ἀγαπῶ.

15.9καὶ ἰδοὺ ἐγὼ ἀπέρχομαι πρὸς Ἰωσὴφ καὶ λαλήσω αὐτῷ περὶ σοῦ πάντα τὰ ῥήματά μου · καὶ ἐλεύσεται πρός σε Ἰωσὴφ σήμερον καὶ ὄψεταί σε καὶ χαρήσεται ἐπὶ σὲ καὶ ἀγαπήσει σε καὶ ἔσται σου νυμφίος καὶ σὺ ἔσῃ αὐτῷ νύμφη εἰς τὸν αἰῶνα χρόνον.

15.10καὶ νῦν ἄκουσόν μου, Ἀσενέθ, παρθένος ἁγνή, καὶ ἔνδυσαι τὴν στολὴν τοῦ γάμου σου τὴν στολὴν τὴν ἀρχαίαν καὶ πρώτην τὴν ἀποκειμένην ἐν τῷ θαλάμῳ σου ἀπ’ἀρχῆς καὶ πάντα τὸν κόσμον τοῦ γάμου σου περίθου καὶ κατακόσμησον σεαυτὴν ὡς νύμφην ἀγαθὴν καὶ πορεύου εἰς συνάντησιν τῷ Ἰωσήφ. ἰδοὺ γὰρ αὐτὸς παραγίνεται πρός σε σήμερον καὶ ὄψεταί σε καὶ χαρήσεται.

15.11καὶ ὡς ἐτέλεσεν ἄνθρωπος λαλῶν τὰ ῥήματα ταῦτα, ἐχάρη Ἀσενὲθ χαρὰν μεγάλην ἐπὶ πᾶσι τοῖς ῥήμασιν αὐτοῦ καὶ ἔπεσεν ἐπὶ τοὺς πόδας αὐτοῦ καὶ προσεκύνησεν αὐτῷ ἐπὶ πρόσωπον ἐπὶ τὴν γῆν καὶ εἶπεν αὐτῷ ·

15.12εὐλογημένος κύριος θεός σου ὕψιστος, ὃς ἐξαπέστειλέ σε τοῦ ῥύσασθαί με ἐκ τοῦ σκότους καὶ ἀναγαγεῖν με ἀπὸ τῶν θεμελίων τῆς ἀβύσσου, καὶ εὐλογημένον τὸ ὄνομά σου εἰς τὸν αἰῶνα.

15.12xκαὶ τί ἐστι τὸ ὄνομά σου, κύριε, ἀνάγγειλόν μοι, ὅπως ὑμνήσω σε καὶ δοξάσω σε εἰς τὸν αἰῶνα χρόνον. καὶ εἶπεν αὐτῇ ἄνθρωπος · ἵνα τί τοῦτο ζητεῖς τὸ ὄνομά μου, Ἀσενέθ; τὸ ἐμὸν ὄνομα ἐν τοῖς οὐρανοῖς ἐστιν ἐν τῇ βίβλῳ τοῦ ὑψίστου γεγραμμένον τῷ δακτύλῳ τοῦ θεοῦ ἐν ἀρχῇ τῆς βίβλου πρὸ πάντων, ὅτι ἐγὼ ἄρχων εἰμὶ τοῦ οἴκου τοῦ ὑψίστου · καὶ πάντα τὰ ὀνόματα τὰ γεγραμμένα ἐν τῇ βίβλῳ τοῦ ὑψίστου ἄρρητά ἐστι καὶ ἀνθρώπῳ οὔτε εἰπεῖν οὔτε ἀκοῦσαι ἐν τῷ κόσμῳ τούτῳ ἐγκεχώρηται, ὅτι μεγάλα ἐστὶ τὰ ὀνόματα ἐκεῖνα καὶ θαυμαστὰ καὶ ἐπαινετὰ σφόδρα.

15.13καὶ εἶπεν Ἀσενέθ · εἰ εὗρον χάριν ἐνώπιόν σου, κύριε, καὶ γνώσομαι ὅτι ποιήσεις πάντα τὰ ῥήματά σου, ὅσα εἶπας πρός με, λαλησάτω δὴ παιδίσκη σου ἐνώπιόν σου.

15.14καὶ εἶπεν αὐτῇ ἄνθρωπος · λάλησον. καὶ εἶπεν Ἀσενέθ · κύριε. καὶ ἐξέτεινε τὴν χεῖρα αὐτῆς τὴν δεξιὰν καὶ ἔθιγε τῶν γονάτων αὐτοῦ καὶ εἶπεν · δέομαί σου, κύριε, κάθισον δὴ μικρὸν ἐπὶ τῆς κλίνης ταύτης, διότι κλίνη αὕτη καθαρὰ καὶ ἀμίαντός ἐστι καὶ ἀνὴρ γυνὴ οὐκ ἐκάθισεν ἐπ’αὐτὴν πώποτε. καὶ παραθήσω σοι τράπεζαν καὶ εἰσοίσω σοι ἄρτον καὶ φάγεσαι καὶ οἴσω σοι ἐκ τοῦ ταμιείου μου οἶνον παλαιὸν καὶ καλόν, οὗ πνοὴ αὐτοῦ ἐλεύσεται ἕως τοῦ οὐρανοῦ, καὶ πίεσαι ἐξ αὐτοῦ. καὶ μετὰ ταῦτα ἀπελεύσῃ τὴν ὁδόν σου.

15.15καὶ εἶπεν αὐτῇ ἄνθρωπος · σπεῦσον καὶ φέρε τὸ τάχος.

16

16.1καὶ ἔσπευσεν Ἀσενὲθ καὶ παρέθηκεν αὐτῷ τράπεζαν καινὴν καὶ ἐπορεύετο τοῦ κομίσαι αὐτῷ ἄρτον. καὶ εἶπεν αὐτῇ ἄνθρωπος · φέρε δή μοι καὶ κηρίον μελίσσης.

16.2καὶ ἔστη Ἀσενὲθ καὶ ἐλυπήθη, διότι οὐκ εἶχε κηρίον μελίσσης ἐν τῷ ταμιείῳ αὐτῆς.

16.3καὶ εἶπεν αὐτῇ ἄνθρωπος · τί ἕστηκας;

16.4καὶ εἶπεν Ἀσενέθ · πέμψω δή, κύριε, παιδάριον εἰς τὸ προάστειον, ὅτι ἐγγύς ἐστιν ἀγρὸς τῆς κληρονομίας ἡμῶν, καὶ οἴσει ἐκεῖθεν ταχέως κηρίον μελίσσης καὶ παραθήσω σοι, κύριε.

16.5καὶ εἶπεν αὐτῇ ἄνθρωπος · βάδιζε καὶ εἴσελθε εἰς τὸ ταμιεῖόν σου καὶ εὑρήσεις κηρίον μελίσσης ἐπὶ τῆς τραπέζης κείμενον. ἆρον αὐτὸ καὶ κόμισον ὧδε.

16.6καὶ εἶπεν Ἀσενέθ · κύριε, κηρίον μελίσσης ἐν τῷ ταμιείῳ μου οὐκ ἔστιν.

16.7καὶ εἶπεν ἄνθρωπος · βάδιζε καὶ εὑρήσεις.

16.8καὶ εἰσῆλθεν Ἀσενὲθ εἰς τὸ ταμιεῖον αὐτῆς καὶ εὗρε κηρίον μελίσσης κείμενον ἐπὶ τῆς τραπέζης. καὶ ἦν τὸ κηρίον μέγα καὶ λευκὸν ὡσεὶ χιὼν καὶ πλήρης μέλιτος · καὶ ἦν τὸ μέλι ἐκεῖνο ὡς δρόσος τοῦ τρίτου οὐρανοῦ καὶ πνοὴ αὐτοῦ ὡς πνοὴ πνεύματος ζωῆς.

16.9καὶ ἐθαύμασεν Ἀσενὲθ καὶ εἶπεν ἐν τῇ καρδίᾳ αὐτῆς · ἆρα τὸ κηρίον τοῦτο ἐκ τοῦ στόματος τοῦ ἀνθρώπου τούτου ἐξῆλθε, διότι πνοὴ αὐτοῦ ὡς πνοὴ τοῦ στόματος τοῦ ἀνθρώπου τούτου ἐστίν;

16.10καὶ ἔλαβεν Ἀσενὲθ τὸ κηρίον ἐκεῖνο καὶ ἤνεγκε τῷ ἀνθρώπῳ καὶ παρέθηκεν αὐτῷ ἐπὶ τῆς τραπέζης, ἣν ἡτοίμασεν ἐνώπιον αὐτοῦ. καὶ εἶπεν αὐτῇ ἄνθρωπος · τί ὅτι εἶπας ὅτι οὐκ ἔστι κηρίον μελίσσης ἐν τῷ ταμιείῳ μου; καὶ ἰδοὺ ἐνήνοχας κηρίον μελίσσης θαυμαστόν.

16.11καὶ ἐφοβήθη Ἀσενὲθ καὶ εἶπεν αὐτῷ · κύριε, ἐγὼ οὐκ εἶχον κηρίον μελίσσης ἐν τῷ ταμιείῳ μου πώποτε, ἀλλὰ σὺ ἐλάλησας καὶ γέγονε. μήτιγε τοῦτο ἐκ τοῦ στόματός σου ἐξῆλθε, διότι πνοὴ αὐτοῦ ὡς πνοὴ τοῦ στόματός σού ἐστιν;

16.12καὶ ἐμειδίασεν ἄνθρωπος ἐπὶ τῇ συνέσει Ἀσενὲθ καὶ ἐκάλεσεν αὐτὴν πρὸς ἑαυτὸν καὶ ἐξέτεινε τὴν χεῖρα αὐτοῦ τὴν δεξιὰν καὶ ἔθιγε τῆς κεφαλῆς αὐτῆς καὶ ἐπέσεισε τῇ χειρὶ αὐτοῦ τῇ δεξιᾷ τὴν κεφαλὴν αὐτῆς.

16.13καὶ ἐφοβήθη Ἀσενὲθ τὴν χεῖρα τοῦ ἀνθρώπου, διότι σπινθῆρες ἀπεπήδων ἀπὸ τῆς χειρὸς αὐτοῦ ὡς ἀπὸ σιδήρου κοχλάζοντος · καὶ ἐπέβλεψεν Ἀσενὲθ ἀτενίζουσα τοῖς ὀφθαλμοῖς αὐτῆς μετὰ φόβου εἰς τὴν χεῖρα τοῦ ἀνθρώπου.

16.14καὶ εἶδεν ἄνθρωπος καὶ ἐμειδίασε καὶ εἶπεν · μακαρία εἶ σύ, Ἀσενέθ, διότι ἀπεκαλύφθη σοι τὰ ἄρρητα μυστήρια τοῦ ὑψίστου, καὶ μακάριοι πάντες οἱ προσκείμενοι κυρίῳ τῷ θεῷ ἐν μετανοίᾳ, ὅτι ἐκ τούτου τοῦ κηρίου φάγονται, διότι τοῦτο τὸ κηρίον ἐστὶ πνεῦμα ζωῆς. καὶ τοῦτο πεποιήκασιν αἱ μέλισσαι τοῦ παραδείσου τῆς τρυφῆς τοῦ θεοῦ ἐκ τῆς δρόσου τῶν ῥόδων τῆς ζωῆς καὶ πάντων τῶν ἀνθέων τῶν ὄντων ἐν τῷ παραδείσῳ τοῦ θεοῦ. διότι πάντες οἱ ἄγγελοι τοῦ θεοῦ ἐξ αὐτοῦ ἐσθίουσι καὶ πάντες οἱ ἐκλεκτοὶ τοῦ θεοῦ καὶ πάντες οἱ υἱοὶ τοῦ ὑψίστου, ὅτι κηρίον ζωῆς ἐστι τοῦτο καὶ πᾶς, ὃς ἂν φάγῃ ἐξ αὐτοῦ, οὐκ ἀποθανεῖται εἰς τὸν αἰῶνα χρόνον.

16.15καὶ ἐξέτεινεν ἄνθρωπος τὴν χεῖρα αὐτοῦ τὴν δεξιὰν καὶ ἀπέκλασεν ἐκ τοῦ κηρίου μέρος μικρὸν καὶ ἔφαγεν αὐτὸς καὶ τὸ κατάλοιπον ἐνέβαλε τῇ χειρὶ αὐτοῦ εἰς τὸ στόμα Ἀσενὲθ καὶ εἶπεν αὐτῇ · φάγε. καὶ ἔφαγεν.

16.16καὶ εἶπεν ἄνθρωπος τῇ Ἀσενέθ · ἰδοὺ νῦν ἔφαγες ἄρτον ζωῆς καὶ ἔπιες ποτήριον ἀθανασίας καὶ κέχρισαι χρίσματι ἀφθαρσίας. ἰδοὺ δὴ ἀπὸ τῆς σήμερον ἡμέρας αἱ σάρκες σου βρύουσιν ὡς ἄνθη ζωῆς ἀπὸ τῆς γῆς τοῦ ὑψίστου καὶ τὰ ὀστᾶ σου πιανθήσονται ὡς αἱ κέδροι τοῦ παραδείσου τῆς τρυφῆς τοῦ θεοῦ · καὶ δυνάμεις ἀκάματοι περισχήσουσί σε καὶ νεότης σου γῆρας οὐκ ὄψεται καὶ τὸ κάλλος σου εἰς τὸν αἰῶνα οὐκ ἐκλείψει. καὶ ἔσῃ ὡς μητρόπολις τετειχισμένη πάντων τῶν καταφευγόντων ἐπὶ τῷ ὀνόματι κυρίου τοῦ θεοῦ τοῦ βασιλέως τῶν αἰώνων.

16.16xκαὶ ἐξέτεινε τὴν χεῖρα αὐτοῦ τὴν δεξιὰν ἄνθρωπος καὶ ἥψατο τοῦ κηρίου οὗ ἀπέκλασε καὶ ἀπεκατεστάθη καὶ ἐπληρώθη καὶ ἐγένετο ὁλόκληρον, ὡς ἦν ἐν ἀρχῇ.

16.17καὶ πάλιν ἄνθρωπος ἐξέτεινε τὴν χεῖρα αὐτοῦ τὴν δεξιὰν καὶ ἔθιγε τῷ δακτύλῳ αὐτοῦ τῷ ἐνδεικτικῷ τοῦ ἄκρου τοῦ κηρίου τοῦ βλέποντος κατὰ ἀνατολὰς καὶ εἵλκυσεν ἐπὶ τὸ ἄκρον τὸ βλέπον κατὰ δυσμάς, καὶ ὁδὸς τοῦ δακτύλου αὐτοῦ ἐγένετο ὡς αἷμα. καὶ τὸ δεύτερον ἐξέτεινε τὴν χεῖρα αὐτοῦ καὶ ἔθιγε τῷ δακτύλῳ αὐτοῦ τοῦ ἄκρου τοῦ κηρίου τοῦ βλέποντος πρὸς βορρᾶν καὶ εἵλκυσεν ἐπὶ τὸ ἄκρον τὸ βλέπον πρὸς μεσημβρίαν, καὶ ὁδὸς τοῦ δακτύλου αὐτοῦ ἐγένετο ὡς αἷμα.

16.17xκαὶ Ἀσενὲθ εἱστήκει ἐξ εὐωνύμων αὐτοῦ καὶ ἔβλεπε πάντα, ὅσα ἐποίει ἄνθρωπος. καὶ εἶπεν ἄνθρωπος τῷ κηρίῳ · δεῦρο.

16.17yκαὶ εὐθέως ἀνέστησαν πολλαὶ μέλισσαι ἐκ τῶν σίμβλων τοῦ κηρίου ἐκείνου καὶ οἱ σίμβλοι ἦσαν ἀναρίθμητοι καὶ ἐκ παντὸς σίμβλου ἀνέστησαν μέλισσαι μυριάδες μυριάδων καὶ χιλιάδες χιλιάδων.

16.18καὶ ἦσαν αἱ μέλισσαι λευκαὶ ὡσεὶ χιὼν καὶ τὰ πτερὰ αὐτῶν ὡς πορφύρα καὶ ὡς ὑάκινθος καὶ ὡς κόκκος καὶ ὡς βύσσινα ἱμάτια χρυσοϋφῆ · καὶ ἦσαν διαδήματα χρυσᾶ ἐπὶ τὰς κεφαλὰς αὐτῶν καὶ κέντρα ἦσαν αὐταῖς ὀξέα καὶ οὐκ ἠδίκουν τινά.

16.19καὶ περιεπλάκησαν πᾶσαι αἱ μέλισσαι ἐκεῖναι τῇ Ἀσενὲθ ἀπὸ ποδῶν ἕως κεφαλῆς. καὶ ἄλλαι μέλισσαι ἦσαν μεγάλαι καὶ ἐκλεκταὶ ὡς βασίλισσαι αὐτῶν · καὶ ἐξανέστησαν ἀπὸ τῆς πληγῆς τοῦ κηρίου καὶ περιεπλάκησαν περὶ τὸ πρόσωπον Ἀσενὲθ καὶ ἐποίησαν ἐπὶ τῷ στόματι αὐτῆς καὶ ἐπὶ τὰ χείλη αὐτῆς κηρίον ὅμοιον τῷ κηρίῳ τῷ παρακειμένῳ τῷ ἀνθρώπῳ.

16.20καὶ πᾶσαι αἱ μέλισσαι ἤσθιον ἀπὸ τοῦ κηρίου τοῦ ὄντος ἐπὶ τῷ στόματι Ἀσενέθ. καὶ εἶπεν ἄνθρωπος ταῖς μελίσσαις · ὑπάγετε δὴ εἰς τὸν τόπον ὑμῶν.

16.21καὶ ἀνέστησαν πᾶσαι αἱ μέλισσαι καὶ ἐπετάσθησαν καὶ ἀπῆλθον εἰς τὸν οὐρανόν.

16.22καὶ ὅσαι ἠβουλήθησαν ἀδικῆσαι τὴν Ἀσενέθ, ἔπεσον ἐπὶ τὴν γῆν καὶ ἀπέθανον. καὶ ἐξέτεινεν ἄνθρωπος τὴν ῥάβδον αὐτοῦ ἐπὶ τὰς μελίσσας τὰς νεκρὰς καὶ εἶπεν αὐταῖς · ἀνάστητε καὶ ὑμεῖς καὶ ἀπέλθετε εἰς τὸν τόπον ὑμῶν.

16.23καὶ ἀνέστησαν αἱ τεθνηκυῖαι μέλισσαι καὶ ἀπῆλθον εἰς τὴν αὐλὴν τὴν παρακειμένην τῇ οἰκίᾳ τῆς Ἀσενὲθ καὶ κατεσκήνωσαν ἐπὶ τοῖς δένδροις τοῖς καρποφόροις.

17

17.1καὶ εἶπεν ἄνθρωπος τῇ Ἀσενέθ · ἑώρακας τὸ ῥῆμα τοῦτο; καὶ αὐτὴ εἶπεν · ἑώρακα, κύριέ μου.

17.2καὶ εἶπεν αὐτῇ ἄνθρωπος · οὕτως ἔσται πάντα τὰ ῥήματά μου, λελάληκα πρός σε σήμερον.

17.3καὶ ἐξέτεινε τρίτον τὴν δεξιὰν χεῖρα αὐτοῦ ἄνθρωπος καὶ ἥψατο τῆς πληγῆς τοῦ κηρίου · καὶ εὐθέως ἀνέβη πῦρ ἐκ τῆς τραπέζης καὶ κατέφαγε τὸ κηρίον καὶ τὴν τράπεζαν οὐκ ἠδίκησεν.

17.4καὶ εὐωδία τῆς καύσεως τοῦ κηρίου ἔπλησε τὸν θάλαμον καὶ ἦν εὐωδία γλυκεῖα σφόδρα. καὶ εἶπεν Ἀσενὲθ πρὸς τὸν ἄνθρωπον · κύριε, εἰσὶ σὺν ἐμοὶ ἑπτὰ παρθένοι συντεθραμμέναι μοι ἐκ νεότητός μου καὶ ἐν μιᾷ νυκτὶ γεγενημέναι σὺν ἐμοὶ κἀγὼ ἀγαπῶ αὐτὰς ὡς ἀδελφάς μου. καλέσω δὴ αὐτὰς καὶ εὐλογήσεις αὐτὰς ὡς κἀμὲ εὐλόγησας.

17.5καὶ εἶπεν ἄνθρωπος · κάλεσον αὐτάς.

17.6καὶ ἐκάλεσεν Ἀσενὲθ τὰς ἑπτὰ παρθένους καὶ ἔστησεν αὐτὰς ἐνώπιον τοῦ ἀνθρώπου. καὶ εὐλόγησεν αὐτὰς ἄνθρωπος καὶ εἶπεν · εὐλογήσει ὑμᾶς κύριος θεὸς ὕψιστος · καὶ ἔσεσθε κίονες ἑπτὰ τῆς πόλεως τῆς καταφυγῆς καὶ πᾶσαι αἱ σύνοικοι τῶν ἐκλεκτῶν τῆς πόλεως ἐκείνης ἐφ’ὑμᾶς ἀναπαύσονται εἰς τὸν αἰῶνα χρόνον.

17.7καὶ εἶπεν ἄνθρωπος τῇ Ἀσενέθ · μετάθες τὴν τράπεζαν ταύτην.

17.8καὶ ἔλαβεν Ἀσενὲθ τὴν τράπεζαν καὶ ἐστράφη τοῦ μεταθεῖναι αὐτὴν καὶ εὐθέως ἀπῆλθεν ἐξ ὀφθαλμῶν αὐτῆς ἄνθρωπος. καὶ εἶδεν Ἀσενὲθ ὡς ἅρμα τεσσάρων ἵππων πορευόμενον εἰς τὸν οὐρανὸν κατὰ ἀνατολάς · καὶ τὸ ἅρμα ἦν ὡς φλὸξ πυρὸς καὶ οἱ ἵπποι ὡς ἀστραπή · καὶ ἄνθρωπος εἱστήκει ἐπάνω τοῦ ἅρματος ἐκείνου.

17.9καὶ εἶπεν Ἀσενέθ · ἄφρων ἐγὼ καὶ τολμηρά, διότι λελάληκα παρρησίᾳ καὶ εἶπον ὅτι ἄνθρωπος ἦλθεν εἰς τὸν θάλαμόν μου ἐκ τοῦ οὐρανοῦ καὶ οὐκ ᾔδειν ὅτι θεὸς ἦλθε πρός με. καὶ ἰδοὺ νῦν πορεύεται πάλιν εἰς τὸν οὐρανὸν εἰς τὸν τόπον αὐτοῦ.

17.10καὶ εἶπεν Ἀσενέθ · ἵλεως ἔσο μοι, κύριε, καὶ φεῖσαι τῆς παιδίσκης σου, διότι ἐγὼ λελάληκα τολμηρῶς ἐνώπιόν σου ἐν ἀγνοίᾳ πάντα τὰ ῥήματά μου.

18

18.1καὶ ὡς ἔτι ἐλάλει Ἀσενὲθ ταῦτα πρὸς ἑαυτήν, ἰδοὺ εἰσεπήδησε νεανίσκος ἐκ τῆς θεραπείας Πεντεφρῆ καὶ λέγει · ἰδοὺ Ἰωσὴφ δυνατὸς τοῦ θεοῦ ἔρχεται πρὸς ἡμᾶς, γὰρ πρόδρομος αὐτοῦ πρὸς τὰς θύρας τῆς αὐλῆς ἡμῶν ἕστηκεν.

18.2καὶ ἔσπευσεν Ἀσενὲθ καὶ ἐκάλεσε τὸν τροφέα αὐτῆς τὸν ἐπάνω τῆς οἰκίας αὐτῆς καὶ εἶπεν αὐτῷ · σπεῦσον καὶ εὐτρέπισον τὴν οἰκίαν καὶ ἑτοίμασον δεῖπνον καλόν, διότι Ἰωσὴφ δυνατὸς τοῦ θεοῦ ἔρχεται πρὸς ἡμᾶς σήμερον.

18.3καὶ εἶδεν αὐτὴν τροφεὺς αὐτῆς καὶ ἰδοὺ ἦν τὸ πρόσωπον αὐτῆς συμπεπτωκὸς ἐκ τῆς ἐνδείας τῶν ἑπτὰ ἡμερῶν · καὶ ἐλυπήθη καὶ ἔκλαυσε καὶ ἔλαβε τὴν χεῖρα αὐτῆς τὴν δεξιὰν καὶ κατεφίλησεν αὐτὴν καὶ εἶπεν · τί σοί ἐστι, τέκνον μου, ὅτι οὕτως συμπέπτωκε τὸ πρόσωπόν σου;

18.4καὶ εἶπεν αὐτῷ Ἀσενέθ · τῆς κεφαλῆς μου πόνος γέγονε βαρὺς καὶ ὕπνος ἀπέστη ἀπὸ τῶν ὀφθαλμῶν μου καὶ διὰ τοῦτο τὸ πρόσωπόν μου συμπέπτωκεν.

18.5καὶ ἀπῆλθεν τροφεὺς αὐτῆς καὶ ἡτοίμασε τὴν οἰκίαν καὶ τὸ δεῖπνον. καὶ ἐμνήσθη Ἀσενὲθ τοῦ ἀνθρώπου καὶ τῶν ἐντολῶν αὐτοῦ καὶ ἔσπευσε καὶ εἰσῆλθεν εἰς τὸν θάλαμον αὐτῆς τὸν δεύτερον, ὅπου ἦσαν αἱ θῆκαι τοῦ κόσμου αὐτῆς · καὶ ἤνοιξε τὴν κιβωτὸν αὐτῆς τὴν μεγάλην καὶ ἐξήνεγκε τὴν στολὴν αὐτῆς τὴν πρώτην τοῦ γάμου ὡς ἀστραπὴν καὶ ἐνεδύσατο αὐτήν.

18.6καὶ περιεζώσατο ζώνην χρυσῆν καὶ βασιλικήν, ἥτις ἦν διὰ λίθων τιμίων · καὶ περιέθηκεν εἰς τὰς χεῖρας αὐτῆς καὶ εἰς τοὺς πόδας ψέλια χρυσᾶ · καὶ κόσμον τίμιον περιέθηκε περὶ τὸν τράχηλον αὐτῆς, ἐν ἦσαν λίθοι πολυτελεῖς τίμιοι ἠρτημένοι ἀναρίθμητοι · καὶ στέφανον χρυσοῦν περιέθηκεν ἐπὶ τὴν κεφαλὴν αὐτῆς καὶ ἐν τῷ στεφάνῳ ἔμπροσθεν ἐπὶ τῷ μετώπῳ αὐτῆς ἦν λίθος ὑάκινθος μέγας καὶ κύκλῳ τοῦ λίθου τοῦ μεγάλου ἦσαν ἓξ λίθοι πολυτελεῖς · καὶ θερίστρῳ κατεκάλυψε τὴν κεφαλὴν αὐτῆς ὡς νύμφη καὶ σκῆπτρον ἔλαβεν ἐν τῇ χειρὶ αὐτῆς.

18.7καὶ ἐμνήσθη Ἀσενὲθ τῶν ῥημάτων τοῦ τροφέως αὐτῆς, διότι εἶπεν αὐτῇ ὅτι συμπέπτωκε τὸ πρόσωπόν σου. καὶ ἀνεστέναξε καὶ ἐλυπήθη σφόδρα καὶ εἶπεν · οἴμοι τῇ ταπεινῇ, ὅτι τὸ πρόσωπόν μου συμπέπτωκεν. ὄψεταί με Ἰωσὴφ καὶ ἐξουδενώσει με.

18.8καὶ εἶπε τῇ συντρόφῳ αὐτῆς · ἐξένεγκέ μοι ὕδωρ καθαρὸν ἀπὸ τῆς πηγῆς καὶ νίψομαι τὸ πρόσωπόν μου.

18.9καὶ ἤνεγκεν αὐτῇ ὕδωρ καθαρὸν καὶ ἐνέχεεν ἀπὸ τῆς κόγχης ἐν τῇ λεκάνῃ. καὶ ἐνέκυψεν Ἀσενὲθ νίψασθαι τὸ πρόσωπον αὐτῆς καὶ ὁρᾷ τὸ πρόσωπον αὐτῆς ἐν τῷ ὕδατι · καὶ ἦν ὡς ἥλιος καὶ οἱ ὀφθαλμοὶ αὐτῆς ὡς ἑωσφόρος ἀνατέλλων καὶ αἱ παρειαὶ αὐτῆς ὡς ἄρουραι τοῦ ὑψίστου καὶ ἐν ταῖς παρειαῖς ἐρυθρότης ὡς αἷμα υἱοῦ ἀνθρώπου καὶ τὰ χείλη αὐτῆς ὡς ῥόδον ζωῆς ἐξερχόμενον ἐκ τῆς κάλυκος αὐτοῦ καὶ οἱ ὀδόντες αὐτῆς ὡς ἔνοπλοι συντεταγμένοι πρὸς πόλεμον καὶ αἱ τρίχες τῆς κεφαλῆς αὐτῆς ὡς ἄμπελος ἐν τῷ παραδείσῳ τοῦ θεοῦ εὐθηνοῦσα ἐν τοῖς καρποῖς αὐτῆς καὶ τράχηλος αὐτῆς ὡς κυπάρισσος πολυποίκιλος καὶ οἱ μασθοὶ αὐτῆς ὡς τὰ ὄρη τῆς ἀγάπης τοῦ θεοῦ τοῦ ὑψίστου.

18.10καὶ ὡς εἶδεν Ἀσενὲθ ἑαυτὴν ἐν τῷ ὕδατι, ἐθαμβήθη ἐπὶ τῇ ὁράσει καὶ ἐχάρη χαρὰν μεγάλην καὶ οὐκ ἔνιψε τὸ πρόσωπον αὐτῆς, εἶπε γάρ · μήποτε ἀποπλύνω τὸ κάλλος τὸ μέγα τοῦτο.

18.11καὶ ἦλθε πάλιν τροφεὺς αὐτῆς τοῦ εἰπεῖν αὐτῇ ὅτι πάντα ἡτοίμασται ὡς προσέταξας. καὶ ὡς εἶδεν αὐτήν, ἐπτοήθη καὶ ἔστη ἄφωνος ἐπὶ πολὺ καὶ ἐφοβήθη φόβον μέγαν καὶ ἔπεσεν ἐπὶ τοὺς πόδας αὐτῆς καὶ εἶπεν · τί ἐστι τοῦτο, δέσποινά μου, καὶ τίς ἐστιν ἀρετὴ αὕτη μεγάλη καὶ τὸ κάλλος τὸ θαυμαστόν; μήτιγε κύριος θεὸς τοῦ οὐρανοῦ ἐξελέξατό σε εἰς νύμφην τῷ υἱῷ αὐτοῦ τῷ πρωτοτόκῳ Ἰωσήφ;

19

19.1καὶ ἔτι λαλούντων αὐτῶν ταῦτα ἦλθε παιδάριον καὶ εἶπε πρὸς Ἀσενέθ · ἰδοὺ Ἰωσὴφ πρὸς τὰς θύρας τῆς αὐλῆς ἡμῶν ἵσταται.

19.2καὶ ἔσπευσεν Ἀσενὲθ καὶ κατέβη τὴν κλίμακα ἐκ τοῦ ὑπερῴου σὺν ταῖς ἑπτὰ παρθένοις εἰς συνάντησιν τῷ Ἰωσὴφ καὶ ἔστη ἐν τῷ προδρόμῳ τῆς οἰκίας.

19.3καὶ εἰσῆλθεν Ἰωσὴφ εἰς τὴν αὐλὴν καὶ ἐκλείσθησαν αἱ πύλαι καὶ ἀπέμειναν ἔξω πάντες ἀλλότριοι.

19.4καὶ Ἀσενὲθ ἐξῆλθεν ἐκ τοῦ προδρόμου εἰς συνάντησιν τῷ Ἰωσήφ · καὶ εἶδεν αὐτὴν Ἰωσὴφ καὶ ἐθαμβήθη ἐπὶ τῷ κάλλει αὐτῆς καὶ εἶπε πρὸς αὐτήν · τίς εἶ σὺ; ταχέως ἀνάγγειλόν μοι.

19.5καὶ εἶπεν αὐτῷ · ἐγώ εἰμι παιδίσκη σου Ἀσενὲθ καὶ τὰ εἴδωλα πάντα ἀπέρριψα ἀπ’ἐμοῦ καὶ ἀπώλοντο. καὶ ἄνθρωπος ἦλθε πρός με ἐκ τοῦ οὐρανοῦ σήμερον καὶ ἔδωκέ μοι ἄρτον ζωῆς καὶ ἔφαγον καὶ ποτήριον εὐλογίας καὶ ἔπιον καὶ εἶπέ μοι · δέδωκά σε νύμφην τῷ Ἰωσὴφ καὶ αὐτὸς ἔσται σου νυμφίος εἰς τὸν αἰῶνα χρόνον. καὶ εἶπέ μοι · οὐ κληθήσεται ἔτι τὸ ὄνομά σου Ἀσενέθ, ἀλλὰ κληθήσεται τὸ ὄνομά σου πόλις καταφυγῆς, διότι ἐν σοὶ καταφεύξονται ἔθνη πολλὰ ἐπὶ κύριον τὸν θεὸν τὸν ὕψιστον. DIV2=6$section καὶ εἶπέ μοι ἄνθρωπος · πορεύσομαι καὶ πρὸς Ἰωσὴφ καὶ λαλήσω εἰς τὰ ὦτα αὐτοῦ περὶ σοῦ τὰ ῥήματά μου. DIV2=7$section καὶ νῦν σὺ γινώσκεις, κύριέ μου, εἰ ἐλήλυθε πρός σε ἄνθρωπος ἐκεῖνος καὶ λελάληκέ σοι περὶ ἐμοῦ.

19.8καὶ εἶπεν Ἰωσὴφ πρὸς Ἀσενέθ · εὐλογημένη σὺ τῷ θεῷ τῷ ὑψίστῳ καὶ εὐλογημένον τὸ ὄνομά σου εἰς τοὺς αἰῶνας, διότι κύριος θεὸς ἐθεμελίωσε τὰ τείχη σου ἐν τοῖς ὑψίστοις καὶ τὰ τείχη σου ἀδαμάντινα τείχη ζωῆς, διότι οἱ υἱοὶ τοῦ ζῶντος θεοῦ ἐνοικήσουσιν ἐν τῇ πόλει τῆς καταφυγῆς σου καὶ κύριος θεὸς βασιλεύσει αὐτῶν εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

19.9διότι ἄνθρωπος ἐκεῖνος ἦλθε πρός με σήμερον καὶ εἶπέ μοι κατὰ τὰ ῥήματα ταῦτα περὶ σοῦ. καὶ νῦν δεῦρο πρός με, παρθένος ἁγνή, καὶ ἵνα τί σὺ ἕστηκας ἀπὸ μακρόθεν μου;

19.10καὶ ἐξέτεινε τὰς χεῖρας αὐτοῦ Ἰωσὴφ καὶ ἐκάλεσε τὴν Ἀσενὲθ τῷ νεύματι τῶν ὀφθαλμῶν αὐτοῦ · καὶ ἐξέτεινε καὶ Ἀσενὲθ τὰς χεῖρας αὐτῆς καὶ ἔδραμε πρὸς Ἰωσὴφ καὶ ἐνέπεσεν ἐπὶ τὸ στῆθος αὐτοῦ · καὶ ἐνηγκαλίσατο αὐτὴν καὶ Ἀσενὲθ αὐτὸν καὶ περιεπλάκησαν ἀλλήλοις ἐπὶ πολὺ καὶ ἠσπάσαντο καὶ ἀνέζησαν ἀμφότεροι τῷ πνεύματι αὐτῶν.

19.11καὶ κατεφίλησεν Ἰωσὴφ τὴν Ἀσενὲθ καὶ ἔδωκεν αὐτῇ πνεῦμα ζωῆς, καὶ κατεφίλησεν αὐτὴν τὸ δεύτερον καὶ ἔδωκεν αὐτῇ πνεῦμα σοφίας, καὶ κατεφίλησεν αὐτὴν τὸ τρίτον καὶ ἔδωκεν αὐτῇ πνεῦμα ἀληθείας.

20

20.1καὶ περιεπλάκησαν ἀλλήλοις ἐπὶ πολὺ καὶ ἔσφιγξαν τὰ δεσμὰ τῶν χειρῶν αὐτῶν. καὶ εἶπεν Ἀσενὲθ τῷ Ἰωσήφ · δεῦρο, κύριέ μου, καὶ εἴσελθε εἰς τὴν οἰκίαν ἡμῶν, διότι ἐγὼ ἡτοίμασα τὴν οἰκίαν ἡμῶν καὶ δεῖπνον μέγα πεποίηκα.

20.2καὶ ἐκράτησε τὴν χεῖρα αὐτοῦ τὴν δεξιὰν καὶ εἰσήγαγεν αὐτὸν εἰς τὴν οἰκίαν αὐτῆς καὶ ἐκάθισεν αὐτὸν ἐπὶ τοῦ θρόνου τοῦ πατρὸς αὐτῆς. καὶ ἤνεγκεν ὕδωρ τοῦ νίψαι τοὺς πόδας αὐτοῦ.

20.3καὶ εἶπεν Ἰωσὴφ πρὸς αὐτήν · ἡκέτω μία ἐκ τῶν παρθένων σου καὶ νιψάτω τοὺς πόδας μου.

20.4καὶ εἶπεν Ἀσενέθ · οὐχί, κύριέ μου, ὅτι σύ μου εἶ κύριος ἀπὸ τοῦ νῦν καὶ ἐγὼ παιδίσκη σου. καὶ ἵνα τί σὺ τοῦτο λαλεῖς ἄλλην παρθένον νίψαι τοὺς πόδας σου; διότι οἱ πόδες σου πόδες μού εἰσι καὶ αἱ χεῖρές σου χεῖρές μού εἰσι καὶ ψυχή σου ψυχή μου.

20.5καὶ ἐβιάσατο αὐτὸν καὶ ἔνιψε τοὺς πόδας αὐτοῦ. καὶ ἐθεώρει Ἰωσὴφ τὰς χεῖρας αὐτῆς καὶ ἦσαν ὡς χεῖρες ζωῆς καὶ οἱ δάκτυλοι αὐτῆς ὡς δάκτυλοι ὀξυγράφου ἠγαπημένου. καὶ μετὰ ταῦτα ἐκράτησεν Ἰωσὴφ τὴν χεῖρα αὐτῆς τὴν δεξιὰν καὶ κατεφίλησεν αὐτὴν καὶ Ἀσενὲθ κατεφίλησε τὴν κεφαλὴν αὐτοῦ καὶ ἐκάθισεν ἐκ δεξιῶν αὐτοῦ.

20.6καὶ ἦλθεν πατὴρ καὶ μήτηρ αὐτῆς καὶ πᾶσα συγγένεια αὐτῆς ἐκ τοῦ ἀγροῦ τῆς κληρονομίας αὐτῶν. καὶ εἶδον τὴν Ἀσενὲθ ὡς εἶδος φωτὸς καὶ ἦν τὸ κάλλος αὐτῆς ὡς κάλλος οὐράνιον · καὶ εἶδον αὐτὴν καθημένην μετὰ τοῦ Ἰωσὴφ καὶ ἐνδεδυμένην ἔνδυμα γάμου.

20.7καὶ ἐθαμβήθησαν ἐπὶ τῷ κάλλει αὐτῆς καὶ ἔδωκαν δόξαν τῷ θεῷ τῷ ζωοποιοῦντι τοὺς νεκρούς.

20.8καὶ μετὰ ταῦτα ἔφαγον καὶ ἔπιον καὶ εὐφράνθησαν. καὶ εἶπε Πεντεφρῆς τῷ Ἰωσήφ · αὔριον ἐγὼ καλέσω πάντας τοὺς μεγιστάνους καὶ τοὺς σατράπας πάσης γῆς Αἰγύπτου καὶ ποιήσω ὑμῖν γάμους καὶ λήψῃ τὴν θυγατέρα μου Ἀσενὲθ εἰς γυναῖκα.

20.9καὶ εἶπεν Ἰωσήφ · ἐγὼ πορεύσομαι αὔριον πρὸς Φαραὼ τὸν βασιλέα, διότι αὐτός ἐστιν ὡς πατήρ μου καὶ αὐτὸς κατέστησέ με ἄρχοντα πάσης τῆς γῆς Αἰγύπτου, καὶ λαλήσω περὶ Ἀσενὲθ εἰς τὰ ὦτα αὐτοῦ καὶ αὐτὸς δώσει μοι αὐτὴν εἰς γυναῖκα.

20.10καὶ εἶπεν αὐτῷ Πεντεφρῆς · πορεύου μετ’εἰρήνης.

21

21.1καὶ ἔμεινεν Ἰωσὴφ τὴν ἡμέραν ἐκείνην παρὰ τῷ Πεντεφρῇ καὶ οὐκ ἐκοιμήθη μετὰ τῆς Ἀσενέθ, διότι εἶπεν Ἰωσήφ · οὐ προσῆκόν ἐστιν ἀνδρὶ θεοσεβεῖ πρὸ τῶν γάμων αὐτοῦ κοιμηθῆναι μετὰ τῆς νύμφης αὐτοῦ.

21.2καὶ ἀνέστη Ἰωσὴφ τῷ πρωῒ καὶ ἀπῆλθε πρὸς Φαραὼ καὶ εἶπεν αὐτῷ · δός μοι τὴν Ἀσενὲθ τὴν θυγατέρα τοῦ Πεντεφρῆ ἱερέως Ἡλιουπόλεως εἰς γυναῖκα.

21.3καὶ εἶπε Φαραὼ τῷ Ἰωσήφ · οὐκ ἰδοὺ αὕτη κατεγγύηταί σοι ἀπὸ τοῦ αἰῶνος; καὶ ἔσται σοι γυνὴ ἀπὸ τοῦ νῦν καὶ εἰς τὸν αἰῶνα χρόνον.

21.4καὶ ἀπέστειλε Φαραὼ καὶ ἐκάλεσε τὸν Πεντεφρῆ καὶ τὴν Ἀσενέθ · καὶ ἦλθε καὶ ἤγαγε τὴν Ἀσενὲθ καὶ ἔστησεν αὐτὴν ἐνώπιον Φαραώ · καὶ εἶδεν αὐτὴν Φαραὼ καὶ ἐθαμβήθη ἐπὶ τῷ κάλλει αὐτῆς καὶ εἶπεν · εὐλογήσει σε κύριος θεὸς τοῦ Ἰωσήφ, τέκνον, καὶ διαμενεῖ τὸ κάλλος σου τοῦτο εἰς τοὺς αἰῶνας, διότι δικαίως κύριος θεὸς τοῦ Ἰωσὴφ ἐξελέξατό σε εἰς νύμφην τῷ Ἰωσήφ, ὅτι αὐτός ἐστιν υἱὸς τοῦ θεοῦ πρωτότοκος, καὶ σὺ θυγάτηρ ὑψίστου κληθήσῃ καὶ νύμφη Ἰωσὴφ ἀπὸ τοῦ νῦν καὶ ἕως τοῦ αἰῶνος.

21.5καὶ ἔλαβε Φαραὼ τὸν Ἰωσὴφ καὶ τὴν Ἀσενὲθ καὶ ἐπέθηκε στεφάνους χρυσοῦς ἐπὶ τὰς κεφαλὰς αὐτῶν, οἵτινες ἦσαν ἐν τῷ οἴκῳ αὐτοῦ ἐξ ἀρχῆς. καὶ ἔστησε Φαραὼ τὴν Ἀσενὲθ ἐκ δεξιῶν τοῦ Ἰωσὴφ καὶ ἐπέθηκε τὰς χεῖρας αὐτοῦ ἐπὶ τὰς κεφαλὰς αὐτῶν καὶ ἦν δεξιὰ χεὶρ αὐτοῦ ἐπὶ τὴν κεφαλὴν Ἀσενὲθ καὶ εἶπε Φαραώ ·

21.6εὐλογήσει ὑμᾶς κύριος θεὸς ὕψιστος καὶ πληθυνεῖ ὑμᾶς καὶ δοξάσει ὑμᾶς εἰς τοὺς αἰῶνας.

21.7καὶ περιέστρεψεν αὐτοὺς Φαραὼ πρὸς ἀλλήλους ἐπὶ τὰ πρόσωπα αὐτῶν καὶ προσήγαγεν αὐτοὺς ἐπὶ τὸ στόμα αὐτῶν καὶ ἦρσεν αὐτοὺς ἐπὶ τὰ χείλη αὐτῶν καὶ κατεφίλησαν ἀλλήλους.

21.8καὶ μετὰ ταῦτα ἐποίησε Φαραὼ γάμους αὐτοῖς καὶ δεῖπνον μέγα καὶ πότον πολὺν ἐν ἑπτὰ ἡμέραις. καὶ συνεκάλεσε πάντας τοὺς ἄρχοντας τῆς γῆς Αἰγύπτου καὶ πάντας τοὺς βασιλεῖς τῶν ἐθνῶν καὶ ἐκήρυξεν ἐν πάσῃ τῇ γῇ Αἰγύπτου λέγων · πᾶς ἄνθρωπος, ὃς ποιήσει ἔργον ἐν ταῖς ἑπτὰ ἡμέραις τῶν γάμων Ἰωσὴφ καὶ Ἀσενέθ, θανάτῳ ἀποθανεῖται.

21.9καὶ ἐγένετο μετὰ ταῦτα εἰσῆλθεν Ἰωσὴφ πρὸς Ἀσενὲθ καὶ συνέλαβεν Ἀσενὲθ ἐκ τοῦ Ἰωσὴφ καὶ ἔτεκε τὸν Μανασσῆ καὶ τὸν Ἐφραὶμ ἐν τῷ οἴκῳ τοῦ Ἰωσήφ.

21.10ὕμνος ἐξομολογήσεως τῆς Ἀσενὲθ πρὸς τὸν θεὸν τὸν ὕψιστον ·

21.11ἥμαρτον, κύριε, ἥμαρτον ἐνώπιόν σου πολλὰ ἥμαρτον · ἐγὼ Ἀσενὲθ θυγάτηρ Πεντεφρῆ ἱερέως Ἡλιουπόλεως, ὅς ἐστιν ἐπίσκοπος πάντων.

21.12ἥμαρτον, κύριε, ἥμαρτον ἐνώπιόν σου πολλὰ ἥμαρτον · ἐγὼ ἤμην εὐθηνοῦσα ἐν τῷ οἴκῳ τοῦ πατρός μου καὶ ἤμην παρθένος ἀλαζὼν καὶ ὑπερήφανος.

21.13ἥμαρτον, κύριε, ἥμαρτον ἐνώπιόν σου πολλὰ ἥμαρτον · καὶ ἐσεβόμην θεοὺς ἀλλοτρίους, ὧν οὐκ ἦν ἀριθμός, καὶ ἤσθιον ἄρτον ἐκ τῶν θυσιῶν αὐτῶν.

21.14ἥμαρτον, κύριε, ἥμαρτον ἐνώπιόν σου πολλὰ ἥμαρτον · ἄρτον ἀγχόνης ἔφαγον καὶ ποτήριον ἐνέδρας ἔπιον ἀπὸ τῆς τραπέζης τοῦ θανάτου.

21.15ἥμαρτον, κύριε, ἥμαρτον ἐνώπιόν σου πολλὰ ἥμαρτον · καὶ οὐκ ᾔδειν κύριον τὸν θεὸν τοῦ οὐρανοῦ οὐ δὲ ἐπεποίθειν ἐπὶ τῷ θεῷ τῷ ὑψίστῳ τῆς ζωῆς.

21.16ἥμαρτον, κύριε, ἥμαρτον ἐνώπιόν σου πολλὰ ἥμαρτον · ἐπεποίθειν γὰρ ἐπὶ τῷ πλούτῳ τῆς δόξης μου καὶ ἐπὶ τῷ κάλλει μου καὶ ἤμην ἀλαζὼν καὶ ὑπερήφανος.

21.17ἥμαρτον, κύριε, ἥμαρτον ἐνώπιόν σου πολλὰ ἥμαρτον · καὶ ἐξουθένουν πάντα ἄνδρα ἐπὶ τῆς γῆς καὶ οὐκ ἦν ἄνθρωπος, ὃς ἄν τι ποιήσει ἐνώπιόν μου.

21.18ἥμαρτον, κύριε, ἥμαρτον ἐνώπιόν σου πολλὰ ἥμαρτον · καὶ μεμίσηκα πάντας τοὺς μεμνηστευμένους με καὶ ἐξουθένουν αὐτοὺς καὶ κατέπτυον αὐτούς.

21.19ἥμαρτον, κύριε, ἥμαρτον ἐνώπιόν σου πολλὰ ἥμαρτον · καὶ λελάληκα τολμηρὰ ἐν ματαιότητι καὶ εἶπον ὅτι οὐκ ἔστιν ἀνὴρ ἄρχων ἐπὶ τῆς γῆς, ὃς ἂν λύσῃ τὴν ζώνην τῆς παρθενίας μου, ἥμαρτον, κύριε, ἥμαρτον ἐνώπιόν σου πολλὰ ἥμαρτον ·

21.20ἀλλ’ἔσομαι νύμφη τοῦ υἱοῦ τοῦ μεγάλου βασιλέως τοῦ πρωτοτόκου.

21.21ἥμαρτον, κύριε, ἥμαρτον ἐνώπιόν σου πολλὰ ἥμαρτον · ἕως οὗ ἦλθεν Ἰωσὴφ δυνατὸς τοῦ θεοῦ. αὐτός με καθεῖλεν ἀπὸ τῆς δυναστείας μου καὶ ἐταπείνωσέ με ἀπὸ τῆς ὑπερηφανίας μου καὶ τῷ κάλλει αὐτοῦ ἤγρευσέ με καὶ τῇ σοφίᾳ αὐτοῦ ἐκράτησέ με ὡς ἰχθὺν ἐπ’ἀγκίστρῳ καὶ τῷ πνεύματι αὐτοῦ ὡς δελεάσματι ζωῆς ἐδελέασέ με καὶ τῇ δυνάμει αὐτοῦ ἐστήριξέ με καὶ ἤγαγέ με τῷ θεῷ τῶν αἰώνων καὶ τῷ ἄρχοντι τοῦ οἴκου τοῦ ὑψίστου καὶ ἔδωκέ μοι φαγεῖν ἄρτον ζωῆς καὶ πιεῖν ποτήριον σοφίας καὶ ἐγενόμην αὐτῷ νύμφη εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

22

22.1καὶ ἐγένετο μετὰ ταῦτα παρῆλθον τὰ ἑπτὰ ἔτη τῆς εὐθηνίας καὶ ἤρξαντο ἔρχεσθαι τὰ ἑπτὰ ἔτη τοῦ λιμοῦ.

22.2καὶ ἤκουσεν Ἰακὼβ περὶ Ἰωσὴφ τοῦ υἱοῦ αὐτοῦ · καὶ ἦλθεν Ἰσραὴλ καὶ εἰσῆλθεν εἰς Αἴγυπτον σὺν πάσῃ τῇ συγγενείᾳ αὐτοῦ ἐν τῷ δευτέρῳ ἔτει τοῦ λιμοῦ ἐν τῷ δευτέρῳ μηνὶ μιᾷ καὶ εἰκάδι τοῦ μηνὸς καὶ κατῴκησεν ἐν γῇ Γεσέμ.

22.3καὶ εἶπεν Ἀσενὲθ τῷ Ἰωσήφ · πορεύσομαι καὶ ὄψομαι τὸν πατέρα σου, διότι πατήρ σου Ἰσραὴλ ὡς θεός μοί ἐστιν.

22.4καὶ εἶπεν αὐτῇ Ἰωσήφ · πορεύσῃ σὺν ἐμοὶ καὶ ὄψῃ τὸν πατέρα μου.

22.5καὶ ἦλθεν Ἰωσὴφ καὶ Ἀσενὲθ πρὸς Ἰακὼβ ἐν γῇ Γεσέμ. καὶ ἀπήντησαν αὐτοῖς οἱ ἀδελφοὶ τοῦ Ἰωσὴφ καὶ προσεκύνησαν αὐτοὺς ἐπὶ πρόσωπον ἐπὶ τὴν γῆν.

22.6καὶ εἰσῆλθον πρὸς Ἰακώβ · καὶ ἦν Ἰσραὴλ καθήμενος ἐπὶ τῆς κλίνης αὐτοῦ καὶ αὐτὸς ἦν πρεσβύτης ἐν γήρει λιπαρῷ.

22.7καὶ εἶδεν αὐτὸν Ἀσενὲθ καὶ ἐθαμβήθη ἐπὶ τῷ κάλλει αὐτοῦ, διότι ἦν Ἰακὼβ καλὸς τῷ εἴδει σφόδρα καὶ τὸ γῆρας αὐτοῦ ὥσπερ νεότης ὡραίου ἀνδρός · καὶ ἦν κεφαλὴ αὐτοῦ πᾶσα λευκὴ ὡσεὶ χιὼν καὶ αἱ τρίχες τῆς κεφαλῆς αὐτοῦ ἦσαν ὅλαι οὖλαι καὶ δασεῖαι σφόδρα ὡς Αἰθίοπος καὶ πώγων αὐτοῦ λευκὸς καθειμένος ἐπὶ τὸ στῆθος αὐτοῦ καὶ οἱ ὀφθαλμοὶ αὐτοῦ χαροποιοὶ καὶ ἐξαστράπτοντες · καὶ ἦσαν οἱ τένοντες αὐτοῦ καὶ οἱ ὦμοι αὐτοῦ καὶ οἱ βραχίονες ὡς ἀγγέλου καὶ οἱ μηροὶ αὐτοῦ καὶ αἱ κνῆμαι αὐτοῦ καὶ οἱ πόδες αὐτοῦ ὡσεὶ γίγαντος. καὶ ἦν Ἰακὼβ ὡς ἄνθρωπος, ὃς ἐπάλαισε μετὰ θεοῦ.

22.8καὶ εἶδεν αὐτὸν Ἀσενὲθ καὶ ἐθαμβήθη καὶ προσεκύνησεν αὐτὸν ἐπὶ πρόσωπον ἐπὶ τὴν γῆν. καὶ εἶπεν Ἰακὼβ πρὸς Ἰωσήφ · αὕτη ἐστὶν νύμφη μου γυνή σου; εὐλογημένη ἔσται τῷ θεῷ τῷ ὑψίστῳ.

22.9καὶ ἐκάλεσεν αὐτὴν Ἰακὼβ πρὸς ἑαυτὸν καὶ εὐλόγησεν αὐτὴν καὶ κατεφίλησεν αὐτήν. καὶ ἐξέτεινεν Ἀσενὲθ τὰς χεῖρας αὐτῆς καὶ ἐκράτησε τοῦ αὐχένος Ἰακὼβ καὶ ἐκρεμάσθη ἐπὶ τὸν τράχηλον τοῦ πατρὸς αὐτοῦ καθὼς κρέματαί τις ἐπὶ τὸν τράχηλον τοῦ πατρὸς αὐτοῦ, ὅταν ἐκ πολέμου ἐπανέλθῃ εἰς τὸν οἶκον αὐτοῦ, καὶ κατεφίλησεν αὐτόν.

22.10καὶ μετὰ ταῦτα ἔφαγον καὶ ἔπιον. καὶ ἐπορεύθησαν Ἰωσὴφ καὶ Ἀσενὲθ εἰς τὸν οἶκον αὐτῶν.

22.11καὶ συμπροέπεμψαν αὐτοὺς Συμεὼν καὶ Λευὶς οἱ ἀδελφοὶ Ἰωσὴφ οἱ υἱοὶ Λίας μόνοι, οἱ δὲ υἱοὶ Βάλλας καὶ Ζέλφας τῶν παιδισκῶν Λίας καὶ Ῥαχὴλ οὐ συμπροέπεμψαν αὐτούς, διότι ἐφθόνουν καὶ ἤχθραινον αὐτοῖς.

22.12καὶ ἦν Λευὶς ἐκ δεξιῶν τῆς Ἀσενὲθ καὶ Ἰωσὴφ ἐξ εὐωνύμων.

22.13καὶ ἐκράτησεν Ἀσενὲθ τὴν χεῖρα τοῦ Λευί · καὶ ἠγάπησεν Ἀσενὲθ τὸν Λευὶ σφόδρα ὑπὲρ πάντας τοὺς ἀδελφοὺς Ἰωσήφ, ὅτι ἦν προσκείμενος κυρίῳ τῷ θεῷ καὶ ἦν ἀνὴρ συνίων καὶ προφήτης ὑψίστου καὶ ὀξέως βλέπων τοῖς ὀφθαλμοῖς αὐτοῦ · καὶ αὐτὸς ἑώρα γράμματα γεγραμμένα ἐν τῷ οὐρανῷ τῷ δακτύλῳ τοῦ θεοῦ καὶ ᾔδει τὰ ἄρρητα τοῦ θεοῦ τοῦ ὑψίστου καὶ ἀπεκάλυπτε πάντα τῇ Ἀσενὲθ κρυφῇ, διότι καὶ αὐτὸς Λευὶς ἠγάπα τὴν Ἀσενὲθ πάνυ καὶ ἑώρα τὸν τόπον τῆς καταπαύσεως αὐτῆς ἐν τοῖς ὑψίστοις καὶ τὰ τείχη αὐτῆς ὡς τείχη ἀδαμάντινα αἰώνια καὶ τὰ θεμέλια αὐτῆς τεθεμελιωμένα ὑπὲρ πέτρας τοῦ ἑβδόμου οὐρανοῦ.

23

23.1καὶ ἐγένετο ἐν τῷ παριέναι τὸν Ἰωσὴφ καὶ τὴν Ἀσενὲθ εἶδεν αὐτοὺς ἀπὸ τοῦ τείχους υἱὸς Φαραὼ πρωτότοκος. καὶ εἶδε τὴν Ἀσενὲθ καὶ κατενύγη καὶ ἐδυσφόρει βαρέως καὶ κακῶς εἶχε διὰ τὸ κάλλος αὐτῆς καὶ εἶπεν · οὐχ οὕτως ἔσται.

23.2καὶ ἀπέστειλεν ἀγγέλους υἱὸς Φαραὼ καὶ ἐκάλεσε πρὸς ἑαυτὸν Συμεὼν καὶ Λευί · καὶ ἦλθον πρὸς αὐτὸν οἱ ἄνδρες καὶ ἔστησαν ἐνώπιον αὐτοῦ. καὶ εἶπεν αὐτοῖς υἱὸς Φαραὼ πρωτότοκος · γινώσκω ἐγὼ σήμερον ὅτι ὑμεῖς ἐστε ἄνδρες δυνατοὶ ὑπὲρ πάντας ἀνθρώπους ἐπὶ τῆς γῆς καὶ ἐν ταῖς δεξιαῖς ὑμῶν ταύταις κατέστραπται πόλις τῶν Σικημιτῶν καὶ ἐν ταῖς δυσὶ ταύταις ῥομφαίαις ὑμῶν κατεκόπησαν τριάκοντα χιλιάδες ἀνδρῶν πολεμιστῶν.

23.3καὶ ἰδοὺ ἐγὼ σήμερον λήψομαι ὑμᾶς ἐμαυτῷ εἰς ἑταίρους καὶ δώσω ὑμῖν χρυσίον καὶ ἀργύριον καὶ παῖδας καὶ παιδίσκας καὶ οἴκους καὶ κλήρους μεγάλους καὶ ἀγαθούς. πλὴν τὸ ῥῆμα τοῦτο ποιήσατε καὶ ποιήσατε μετ’ἐμοῦ ἔλεος, διότι ὑβρίσθην ἐγὼ βιαίως παρὰ τοῦ ἀδελφοῦ ὑμῶν Ἰωσήφ, διότι ἔλαβε τὴν Ἀσενὲθ τὴν γυναῖκά μου τὴν ἐμοὶ κατεγγυημένην ἀπ’ἀρχῆς.

23.4καὶ νῦν δεῦτε συνάρασθέ μοι καὶ πολεμήσομεν πρὸς Ἰωσὴφ τὸν ἀδελφὸν ὑμῶν καὶ ἀποκτενῶ αὐτὸν ἐν τῇ ῥομφαίᾳ μου καὶ ἕξω τὴν Ἀσενὲθ εἰς γυναῖκα καὶ ὑμεῖς ἔσεσθέ μοι ἀδελφοὶ καὶ φίλοι πιστοί.

23.5πλὴν τὸ ῥῆμα τοῦτο ποιήσατε. εἰ δὲ ὑμεῖς ὀκνήσητε ποιῆσαι τὸ ῥῆμα τοῦτο καὶ ἐξουθενήσητε τὴν βουλήν μου, ἰδοὺ ῥομφαία μου ἡτοίμασται πρὸς ὑμᾶς.

23.6καὶ ἅμα ταῦτα λέγων ἐγύμνωσε τὴν ῥομφαίαν αὐτοῦ καὶ ἔδειξεν αὐτοῖς. ὡς δὲ ἤκουσαν τὰ ῥήματα ταῦτα οἱ ἄνδρες Συμεὼν καὶ Λευίς, κατενύγησαν σφόδρα, διότι σχήματι τυραννικῷ ἐλάλησε πρὸς αὐτοὺς υἱὸς Φαραώ.

23.7καὶ Συμεὼν ἦν ἀνὴρ θρασὺς καὶ τολμηρὸς καὶ ἐνεθυμήθη βαλεῖν τὴν χεῖρα αὐτοῦ ἐπὶ τὴν κώπην τῆς ῥομφαίας αὐτοῦ καὶ ἑλκύσαι αὐτὴν ἐκ τοῦ κολεοῦ αὐτῆς καὶ πατάξαι τὸν υἱὸν Φαραώ, διότι σκληρὰ ἐλάλησεν αὐτοῖς.

23.8καὶ εἶδε Λευὶς τὴν ἐνθύμησιν τῆς καρδίας αὐτοῦ, διότι ἦν Λευὶς ἀνὴρ προφήτης καὶ ἐθεώρει ὀξέως τῇ διανοίᾳ αὐτοῦ καὶ τοῖς ὀφθαλμοῖς αὐτοῦ καὶ ἀνεγίνωσκε τὰ γεγραμμένα ἐν τῇ καρδίᾳ τοῦ ἀνθρώπου. καὶ ἐπάτησε Λευὶς τῷ ποδὶ αὐτοῦ τὸν πόδα τὸν δεξιὸν τοῦ Συμεὼν καὶ ἔθλιψεν αὐτὸν καὶ ἐσήμανεν αὐτῷ τοῦ παύσασθαι ἀπὸ τῆς ὀργῆς αὐτοῦ.

23.9καὶ εἶπε Λευὶς τῷ Συμεὼν ἡσύχως · ἵνα τί σὺ ὀργῇ θυμοῖ πρὸς τὸν ἄνδρα τοῦτον; καὶ ἡμεῖς ἐσμεν ἄνδρες θεοσεβεῖς καὶ οὐ προσήκει ἡμῖν ἀποδοῦναι κακὸν ἀντὶ κακοῦ.

23.10καὶ εἶπε Λευὶς τῷ υἱῷ Φαραὼ μετὰ παρρησίας καὶ ἱλαρῷ προσώπῳ καὶ ὀργὴ οὐκ ἦν ἐν αὐτῷ οὐ δ’ἐλαχίστη, ἀλλ’ἐν πραότητι καρδίας εἶπε πρὸς αὐτόν · ἵνα τί λαλεῖ κύριος ἡμῶν κατὰ τὰ ῥήματα ταῦτα; καὶ ἡμεῖς ἐσμεν ἄνδρες θεοσεβεῖς καὶ πατὴρ ἡμῶν ἐστι φίλος τοῦ θεοῦ τοῦ ὑψίστου καὶ Ἰωσὴφ ἀδελφὸς ἡμῶν ἐστιν ὡς υἱὸς τοῦ θεοῦ πρωτότοκος.

23.11καὶ πῶς ποιήσωμεν ἡμεῖς τὸ ῥῆμα τοῦτο τὸ πονηρὸν καὶ ἁμαρτήσομεν ἐνώπιον τοῦ θεοῦ ἡμῶν καὶ ἐνώπιον τοῦ πατρὸς ἡμῶν Ἰσραὴλ καὶ ἐνώπιον τοῦ ἀδελφοῦ ἡμῶν Ἰωσήφ;

23.12καὶ νῦν ἄκουε τῶν ῥημάτων μου · οὐ προσήκει ἀνδρὶ θεοσεβεῖ ἀδικεῖν πάντα ἄνθρωπον κατ’οὐδένα τρόπον · ἐὰν δέ τις ἀδικῆσαι βούληται ἄνδρα θεοσεβῆ, οὐκ ἀμύνεται αὐτῷ ἀνὴρ ἐκεῖνος θεοσεβής, διότι ῥομφαία οὐκ ἔστιν ἐν τῇ χειρὶ αὐτοῦ.

23.13καὶ σὺ μὲν φύλαξαι ἔτι τοῦ λαλῆσαι περὶ τοῦ ἀδελφοῦ ἡμῶν Ἰωσὴφ κατὰ τὰ ῥήματα ταῦτα. εἰ δὲ σὺ ἐπιμένεις τῇ βουλῇ σου ταύτῃ τῇ πονηρᾷ, ἰδοὺ αἱ ῥομφαῖαι ἡμῶν ἐσπασμέναι ἐν ταῖς δεξιαῖς χερσὶν ἡμῶν ἐνώπιόν σου.

23.14καὶ εἵλκυσαν τὰς ῥομφαίας αὐτῶν Συμεὼν καὶ Λευὶς ἐκ τῶν κολεῶν αὐτῶν καὶ εἶπον · ἰδοὺ ἑώρακας τὰς ῥομφαίας ταύτας; ἐν ταύταις ταῖς δυσὶ ῥομφαίαις ἐξεδίκησε κύριος θεὸς τὴν ὕβριν τῶν Σικημιτῶν, ἣν ὕβρισαν τοὺς υἱοὺς Ἰσραὴλ διὰ τὴν ἀδελφὴν ἡμῶν Δίναν, ἣν ἐμίανε Συχὲμ υἱὸς Ἐμμώρ.

23.15καὶ εἶδεν υἱὸς Φαραὼ τὰς ῥομφαίας αὐτῶν ἐσπασμένας καὶ ἐφοβήθη σφόδρα καὶ ἐτρόμαξεν ὅλῳ τῷ σώματι αὐτοῦ, διότι ἤστραπτον αἱ ῥομφαῖαι αὐτῶν ὡς φλόγα πυρός. καὶ ἠμαυρώθησαν οἱ ὀφθαλμοὶ τοῦ υἱοῦ Φαραὼ καὶ ἔπεσεν ἐπὶ πρόσωπον αὐτοῦ ἐπὶ τὴν γῆν ὑποκάτω τῶν ποδῶν αὐτῶν.

23.16καὶ ἐξέτεινε Λευὶς τὴν χεῖρα αὐτοῦ τὴν δεξιὰν καὶ ἐκράτησεν αὐτὸν καὶ εἶπεν αὐτῷ · ἀνάστηθι καὶ μὴ φοβηθῇς. πλὴν φύλαξαι ἔτι τοῦ μὴ λαλῆσαι περὶ τοῦ ἀδελφοῦ ἡμῶν Ἰωσὴφ ῥῆμα πονηρόν.

23.17καὶ ἐξῆλθον ἀπὸ προσώπου τοῦ υἱοῦ Φαραὼ Συμεὼν καὶ Λευίς.

24

24.1καὶ ἦν υἱὸς Φαραὼ πλήρης φόβου καὶ λύπης, διότι ἐφοβεῖτο τοὺς ἀδελφοὺς Ἰωσὴφ Συμεὼν καὶ Λευὶς καὶ ἐβαρεῖτο ἀπὸ τοῦ κάλλους Ἀσενὲθ καὶ ἐλυπεῖτο λύπην μεγάλην ὑπερμεγέθη.

24.2καὶ ἐλάλησαν αὐτῷ οἱ παῖδες αὐτοῦ εἰς τὸ οὖς λέγοντες · ἰδοὺ οἱ υἱοὶ Βάλλας καὶ οἱ υἱοὶ Ζέλφας παιδισκῶν Λίας καὶ Ῥαχὴλ γυναικῶν Ἰακὼβ ἐχθραίνονται τῷ Ἰωσὴφ καὶ τῇ Ἀσενὲθ καὶ φθονοῦσιν αὐτοῖς καὶ οὗτοι ἔσονταί σοι ὑποχείριοι κατὰ τὸ θέλημά σου.

24.3καὶ ἀπέστειλεν υἱὸς Φαραὼ ἀγγέλους καὶ ἐκάλεσεν αὐτοὺς πρὸς ἑαυτόν · καὶ ἦλθον πρὸς αὐτὸν ἀωρίᾳ νυκτὸς καὶ ἔστησαν ἐνώπιον αὐτοῦ. καὶ εἶπεν αὐτοῖς υἱὸς Φαραώ · ῥῆμά μοί ἐστι πρὸς ὑμᾶς, διότι ὑμεῖς ἐστε ἄνδρες δυνατοί.

24.4καὶ εἶπον αὐτῷ Δὰν καὶ Γὰδ οἱ πρεσβύτεροι ἀδελφοί · λαλησάτω δὴ κύριος ἡμῶν καὶ ἀκούσονται οἱ παῖδές σου καὶ ποιήσομεν κατὰ τὸ θέλημά σου.

24.5καὶ ἐχάρη υἱὸς Φαραὼ χαρὰν μεγάλην καὶ εἶπε τοῖς παισὶν αὐτοῦ · ἀπόστητε δὴ μικρὸν ἀπ’ἐμοῦ, διότι λόγος μοί ἐστι κρυπτὸς πρὸς τοὺς ἄνδρας τούτους.

24.6καὶ ἀπέστησαν πάντες.

24.7καὶ εἶπεν αὐτοῖς υἱὸς Φαραώ · ἰδοὺ εὐλογία καὶ θάνατος πρὸ προσώπου ὑμῶν · λάβετε μᾶλλον ὑμεῖς τὴν εὐλογίαν καὶ μὴ τὸν θάνατον, διότι ὑμεῖς ἐστε ἄνδρες δυνατοὶ καὶ οὐκ ἀποθανεῖσθε ὡς γυναῖκες, ἀλλ’ἀνδρίζεσθε καὶ ἀμύνεσθε τοὺς ἐχθροὺς ὑμῶν.

24.8διότι ἐγὼ ἀκήκοα Ἰωσὴφ τοῦ ἀδελφοῦ ὑμῶν λέγοντος πρὸς Φαραὼ τὸν πατέρα μου περὶ ὑμῶν ὅτι τέκνα παιδισκῶν τοῦ πατρός μού εἰσι καὶ οὐκ εἰσὶν ἀδελφοί μου. καὶ ἀναμένω τὸν θάνατον τοῦ πατρός μου καὶ ἐκτρίψω αὐτοὺς ἐκ γῆς καὶ πᾶσαν τὴν γενεὰν αὐτῶν, μήποτε συγκληρονομήσωσι μεθ’ἡμῶν, διότι τέκνα παιδισκῶν εἰσιν.

24.9καὶ οὗτοί με πεπράκασι τοῖς Ἰσμαηλίταις κἀγὼ ἀνταποδώσω αὐτοῖς κατὰ πᾶσαν ὕβριν αὐτῶν, ἣν ἐπονηρεύσαντο κατ’ἐμοῦ. μόνον ἀποθανεῖται πατήρ μου. DIV2=10$section καὶ ἐπῄνεσεν αὐτῷ Φαραὼ πατήρ μου καὶ εἶπεν αὐτῷ · καλῶς εἴρηκας. καὶ λάβε παρ’ἐμοῦ ἄνδρας δυνατοὺς εἰς πόλεμον καὶ ἐγὼ ἔσομαί σοι βοηθός. καὶ ὡς ἤκουσαν οἱ ἄνδρες τῶν ῥημάτων τοῦ υἱοῦ Φαραώ, ἐταράχθησαν σφόδρα καὶ ἐλυπήθησαν καὶ εἶπον αὐτῷ ·

24.11δεόμεθά σου, κύριε, βοήθησον ἡμῖν.

24.12καὶ εἶπεν αὐτοῖς · ἐγὼ ἔσομαι ὑμῖν βοηθός, ἐὰν ἀκούσητε τῶν ῥημάτων μου.

24.13καὶ εἶπον οἱ ἄνδρες · ἰδοὺ ἡμεῖς ἐσμεν παῖδές σου ἐνώπιόν σου. πρόσταξον ἡμῖν καὶ ποιήσομεν κατὰ τὸ θέλημά σου.

24.14καὶ εἶπεν αὐτοῖς υἱὸς Φαραώ · ἐγὼ ἀποκτενῶ τὸν πατέρα μου Φαραὼ τῇ νυκτὶ ταύτῃ, διότι Φαραὼ ὡς πατήρ ἐστι τοῦ Ἰωσὴφ καὶ εἶπεν αὐτῷ τοῦ βοηθῆσαι αὐτῷ κατέναντι ὑμῶν. καὶ ὑμεῖς ἀποκτείνατε τὸν Ἰωσὴφ καὶ λήψομαι ἐμαυτῷ τὴν Ἀσενὲθ εἰς γυναῖκα καὶ ὑμεῖς ἔσεσθέ μοι ἀδελφοὶ καὶ συγκληρονόμοι τῶν ἐμῶν πάντων. πλὴν τὸ ῥῆμα τοῦτο ποιήσατε.

24.15καὶ εἶπον αὐτῷ Δὰν καὶ Γάδ · ἡμεῖς ἐσμεν παῖδές σου σήμερον καὶ ποιήσομεν πάντα, προστέταχας ἡμῖν. καὶ ἡμεῖς ἀκηκόαμεν σήμερον τοῦ Ἰωσὴφ λέγοντος πρὸς τὴν Ἀσενέθ · πορεύου αὔριον εἰς τὸν ἀγρὸν τῆς κληρονομίας ἡμῶν, διότι ὥρα ἐστὶ τοῦ τρυγητοῦ. καὶ δέδωκε μετ’αὐτῆς ἑξακοσίους ἄνδρας δυνατοὺς εἰς πόλεμον καὶ πεντήκοντα προδρόμους.

24.16καὶ νῦν ἄκουσον ἡμῶν καὶ λαλήσωμεν πρὸς τὸν κύριον ἡμῶν.

24.17καὶ ἐλάλησαν αὐτῷ πάντας τοὺς ἐν κρυφῇ αὐτῶν λόγους λέγοντες · δὸς ἡμῖν ἄνδρας δυνατοὺς εἰς πόλεμον.

24.18καὶ ἔδωκεν υἱὸς Φαραὼ τοῖς τέσσαρσιν ἀδελφοῖς ἀνὰ πεντακοσίους ἄνδρας καὶ αὐτοὺς κατέστησεν ἄρχοντας αὐτῶν καὶ ἡγεμόνας.

24.19καὶ εἶπον αὐτῷ Δὰν καὶ Γάδ · ἡμεῖς ἐσμεν παῖδές σου σήμερον καὶ ποιήσομεν πάντα, προστέταχας ἡμῖν. ἡμεῖς πορευσόμεθα νυκτὸς καὶ ἐνεδρεύσομεν εἰς τὸν χείμαρρον καὶ κρυβησόμεθα εἰς τὴν ὕλην τοῦ καλάμου. καὶ σὺ λάβε μετὰ σοῦ πεντήκοντα ἄνδρας ἱππεῖς τοξότας καὶ πορεύου ἔμπροσθεν ἡμῶν ἀπὸ μακρόθεν. καὶ ἐλεύσεται Ἀσενὲθ καὶ ἐμ πεσεῖται εἰς τὰς ἐν έδρας ἡμῶν καὶ ἡμεῖς κατακόψομεν τοὺς ἄνδρας τοὺς ὄντας μετ’αὐτῆς. καὶ φεύξεται Ἀσενὲθ ἔμπροσθεν μετὰ τοῦ ὀχήματος αὐτῆς καὶ ἐμπεσεῖται εἰς τὰς χεῖράς σου καὶ ποιήσεις αὐτῇ καθὰ ἐπιθυμεῖ ψυχή σου. καὶ μετὰ ταῦτα ἀποκτενοῦμεν τὸν Ἰωσὴφ λυπούμενον περὶ Ἀσενὲθ καὶ τὰ τέκνα αὐτοῦ ἀποκτενοῦμεν κατέναντι τῶν ὀφθαλμῶν αὐτοῦ. καὶ ἐχάρη υἱὸς Φαραώ, ὡς ἤκουσε τὰ ῥήματα ταῦτα. καὶ ἐξαπέστειλεν αὐτοὺς καὶ δύο χιλιάδας ἀνδρῶν πολεμιστῶν σὺν αὐτοῖς.

24.20καὶ ἦλθον εἰς τὸν χείμαρρον καὶ ἀπεκρύβησαν ἐν τῇ ὕλῃ τοῦ καλάμου · καὶ ἐκάθισαν ἔμπροσθεν τοῦ χειμάρρου ἔνθεν κἀκεῖθεν τῆς ὁδοῦ πεντακόσιοι ἄνδρες καὶ πέραν τοῦ χειμάρρου ἔνθεν κἀκεῖθεν τῆς ὁδοῦ πεντακόσιοι ἄνδρες · καὶ ἦν ἀνάμεσον αὐτῶν ὁδὸς πλατεῖα καὶ εὐρύχωρος.

25

25.1καὶ ἀνέστη υἱὸς Φαραὼ ἐν τῇ νυκτὶ ἐκείνῃ καὶ ἦλθεν ἐπὶ τὸν θάλαμον τοῦ πατρὸς αὐτοῦ τοῦ ἀποκτεῖναι αὐτὸν ἐν ῥομφαίᾳ. καὶ οἱ φύλακες τοῦ πατρὸς αὐτοῦ διεκώλυον αὐτὸν τοῦ εἰσελθεῖν πρὸς τὸν πατέρα αὐτοῦ καὶ εἶπον αὐτῷ · τί προστάσσεις, κύριε;

25.2καὶ εἶπεν αὐτοῖς υἱὸς Φαραώ · ὄψεσθαι βούλομαι τὸν πατέρα μου, διότι πορεύομαι τρυγῆσαι τὴν ἄμπελόν μου τὴν νεόφυτον.

25.3καὶ εἶπον αὐτῷ οἱ φύλακες · κεφαλῆς πόνον ᾔσθετο πατήρ σου καὶ ἠγρύπνησεν ὅλην τὴν νύκτα καὶ νῦν ἡσυχάζει μικρόν. καὶ εἶπεν ἡμῖν · μηδεὶς ἐγγισάτω μου μη δὲ υἱός μου πρωτότοκος. καὶ ὡς ἤκουσε ταῦτα, ἀπῆλθε σπεύδων υἱὸς Φαραὼ καὶ ἔλαβε μεθ’ἑαυτοῦ πεντήκοντα ἄνδρας ἱππεῖς τοξότας καὶ ἀπῆλθεν ἔμπροσθεν αὐτῶν καθὰ ἐλάλησαν αὐτῷ Δὰν καὶ Γάδ.

25.5καὶ ἐλάλησαν οἱ ἀδελφοὶ οἱ νεώτεροι Νεφθαλὶμ καὶ Ἀσὴρ τοῖς ἀδελφοῖς αὐτῶν τοῖς πρεσβυτέροις τῷ Δὰν καὶ τῷ Γὰδ λέγοντες · ἵνα τί ὑμεῖς πονηρεύεσθε πάλιν κατὰ τοῦ πατρὸς ἡμῶν Ἰσραὴλ καὶ κατὰ τοῦ ἀδελφοῦ ἡμῶν Ἰωσήφ; καὶ αὐτὸν διαφυλάσσει κύριος ὡς κόρην ὀφθαλμοῦ. οὐκ ἰδοὺ ἅπαξ πεπράκατε αὐτὸν καὶ ἔστι σήμερον βασιλεὺς πάσης τῆς γῆς καὶ σωτὴρ καὶ σιτοδότης;

25.6καὶ νῦν πάλιν ἐὰν πειράσητε πονηρεύσασθαι κατ’αὐτοῦ, βοήσει πρὸς τὸν ὕψιστον καὶ ἀναβήσεται εἰς τὸν οὐρανὸν καὶ πέμψει πῦρ ἐξ οὐρανοῦ καὶ καταφάγεται ὑμᾶς καὶ οἱ ἄγγελοι τοῦ θεοῦ πολεμήσουσι πρὸς ὑμᾶς ὑπὲρ αὐτοῦ.

25.7καὶ ὠργίσθησαν αὐτοῖς οἱ ἀδελφοὶ αὐτῶν οἱ πρεσβύτεροι καὶ εἶπον · ἀλλ’ὡς γυναῖκες ἀποθανούμεθα;

26

26.1καὶ ἀνέστη τῷ πρωῒ Ἀσενὲθ καὶ εἶπε πρὸς τὸν Ἰωσήφ · πορεύσομαι καθὰ εἴρηκας εἰς τὸν ἀγρὸν τῆς κληρονομίας ἡμῶν. καὶ δέδοικεν ψυχή μου, διότι σὺ χωρίζῃ ἀπ’ἐμοῦ.

26.2καὶ εἶπεν αὐτῇ Ἰωσήφ · θάρσει καὶ μὴ φοβοῦ, ἀλλὰ πορεύου, διότι κύριος μετὰ σοῦ ἐστι καὶ αὐτὸς διαφυλάξει σε ὡς κόρην ὀφθαλμοῦ ἀπὸ παντὸς πράγματος πονηροῦ.

26.3διότι κἀγὼ πορεύσομαι ἐπὶ τὴν σιτοδοσίαν μου καὶ δώσω ἄρτον πᾶσι τοῖς ἀνθρώποις καὶ οὐ μὴ φθαρήσεται ἀπὸ προσώπου κυρίου πᾶσα γῆ.

26.4καὶ ἀπῆλθεν Ἀσενὲθ ἐπὶ τὴν ὁδὸν αὐτῆς καὶ Ἰωσὴφ ἀπῆλθεν ἐπὶ τὴν σιτοδοσίαν αὐτοῦ.

26.5καὶ ἦλθεν Ἀσενὲθ ἐπὶ τὸν τόπον τοῦ χειμάρρου καὶ οἱ ἑξακόσιοι ἄνδρες μετ’αὐτῆς. καὶ ἐξεπήδησαν ἐκ τῶν ἐνεδρῶν αὐτῶν οἱ ἐνεδρευταὶ καὶ συνέμιξαν πόλεμον τοῖς ἀνδράσι τῆς Ἀσενὲθ καὶ κατέκοψαν αὐτοὺς ἐν στόματι ῥομφαίας καὶ τοὺς προδρόμους αὐτῆς ἀπέκτειναν πάντας · καὶ ἔφυγεν Ἀσενὲθ μετὰ τοῦ ὀχήματος αὐτῆς ἔμπροσθεν.

26.6καὶ Λευὶς ἀνήγγειλε τοῖς ἀδελφοῖς αὐτοῦ τοῖς υἱοῖς Λίας τὸν κίνδυνον τῆς Ἀσενέθ. καὶ ἔλαβεν ἕκαστος τὴν ῥομφαίαν αὐτοῦ καὶ ἔθηκεν ἐπὶ τὸν μηρὸν αὐτοῦ, καὶ ἔλαβον τὰς ἀσπίδας αὐτῶν καὶ ἔθηκαν ἐπὶ τοὺς βραχίονας αὐτῶν, καὶ ἔλαβον τὰ δόρατα αὐτῶν ἐν ταῖς δεξιαῖς χερσὶν αὐτῶν καὶ κατεδίωξαν ὀπίσω τῆς Ἀσενὲθ δρόμῳ ταχεῖ.

26.7καὶ ἔφυγεν Ἀσενὲθ ἔμπροσθεν καὶ ἰδοὺ υἱὸς Φαραὼ ἀπαντᾷ αὐτῇ καὶ πεντήκοντα ἄνδρες ἱππεῖς μετ’αὐτοῦ.

26.8καὶ εἶδεν αὐτὸν Ἀσενὲθ καὶ ἐφοβήθη καὶ ἐταράχθη σφόδρα καὶ ἐτρόμαξεν · καὶ ἐπεκαλέσατο τὸ ὄνομα κυρίου τοῦ θεοῦ αὐτῆς.

27

27.1καὶ Βενιαμὶν ἐκάθητο ἐξ εὐωνύμων τῆς Ἀσενὲθ ἐν τῷ ὀχήματι αὐτῆς. καὶ ἦν Βενιαμὶν παιδάριον ὀκτωκαίδεκα ἐτῶν μέγα καὶ ἰσχυρὸν καὶ πρυτανικὸν καὶ ἦν κάλλος ἐν αὐτῷ ἄρρητον καὶ ἰσχὺς ὡς σκύμνος λέοντος καὶ ἦν φοβούμενος τὸν κύριον σφόδρα.

27.2καὶ κατεπήδησε Βενιαμὶν ἀπὸ τοῦ ὀχήματος καὶ ἔλαβε λίθον στρογγύλον ἐκ τοῦ χειμάρρου καὶ ἐπλήρωσε τὴν χεῖρα αὐτοῦ καὶ ἠκόντισε κατέναντι τοῦ υἱοῦ Φαραὼ καὶ ἐπάταξε τὸν κρόταφον αὐτοῦ τὸν εὐώνυμον καὶ ἐτραυμάτισεν αὐτὸν τραύματι βαρεῖ.

27.3καὶ ἔπεσεν υἱὸς Φαραὼ ἀπὸ τοῦ ἵππου αὐτοῦ ἐπὶ τὴν γῆν ἡμιθανὴς τυγχάνων.

27.4καὶ ἐπήδησε Βενιαμὶν καὶ ἀνέβη ἐπὶ τὴν πέτραν καὶ εἶπε τῷ ἡνιόχῳ τῆς Ἀσενέθ · δός μοι λίθους ἐκ τοῦ χειμάρρου.

27.5καὶ ἔδωκεν αὐτῷ λίθους πεντήκοντα · καὶ ἠκόντισε τοὺς πεντήκοντα λίθους καὶ ἀπέκτεινε τοὺς πεντήκοντα ἄνδρας τοὺς ὄντας μετὰ τοῦ υἱοῦ τοῦ Φαραώ · καὶ ἔδυσαν πάντες οἱ λίθοι διὰ τῶν κροτάφων αὐτῶν.

27.6καὶ οἱ υἱοὶ Λίας, Ῥουβὴμ καὶ Συμεὼν Λευὶς καὶ Ἰούδας Ἰσάχαρ καὶ Ζαβουλών, κατεδίωξαν ὀπίσω τῶν ἀνδρῶν τῶν ἐνεδρευόντων καὶ ἐπέπεσαν αὐτοῖς ἄφνω καὶ κατέκοψαν αὐτοὺς πάντας · καὶ ἀπέκτειναν ὡς δισχιλίους ἄνδρας οἱ ἓξ ἄνδρες.

27.7καὶ ἔφυγον ἀπὸ προσώπου αὐτῶν οἱ ἀδελφοὶ αὐτῶν, οἱ υἱοὶ Βάλλας καὶ Ζέλφας, καὶ εἶπον · ἀπολώλαμεν ἀπὸ τῶν ἀδελφῶν ἡμῶν καὶ τέθνηκεν υἱὸς Φαραὼ ἐν χειρὶ Βενιαμὶν τοῦ παιδαρίου καὶ πάντες οἱ μετ’αὐτοῦ ἀπολώλασιν ἐν χειρὶ μιᾷ τοῦ παιδαρίου Βενιαμίν.

27.8καὶ νῦν δεῦτε ἀποκτείνωμεν τὴν Ἀσενὲθ καὶ τὸν Βενιαμὶν καὶ φύγωμεν εἰς τὴν ὕλην τοῦ καλάμου τούτου.

27.9καὶ ἦλθον ἐσπασμένοι τὰς ῥομφαίας αὐτῶν αἵματος πλήρεις.

27.10καὶ εἶδεν αὐτοὺς Ἀσενὲθ καὶ ἐφοβήθη σφόδρα καὶ εἶπεν · κύριε, θεός μου, ἀναζωοποιήσας με καὶ ῥυσάμενός με ἐκ τοῦ θανάτου, εἰπών μοι ὅτι εἰς τὸν αἰῶνα ζήσεται ψυχή σου, ῥῦσαί με ἐκ τῶν χειρῶν τῶν ἀνδρῶν τῶν πονηρῶν τούτων.

27.11καὶ ἤκουσε κύριος θεὸς τῆς φωνῆς Ἀσενὲθ καὶ εὐθέως ἐρρύησαν αἱ ῥομφαῖαι αὐτῶν ἐκ τῶν χειρῶν αὐτῶν καὶ ἔπεσον ἐπὶ τὴν γῆν καὶ ἐτεφρώθησαν.

28

28.1καὶ εἶδον οἱ υἱοὶ Βάλλας καὶ Ζέλφας τὸ ῥῆμα τὸ μέγα τοῦτο καὶ ἐφοβήθησαν σφόδρα καὶ εἶπον · κύριος πολεμεῖ καθ’ἡμῶν ὑπὲρ Ἀσενέθ.

28.2καὶ ἔπεσον ἐπὶ πρόσωπον ἐπὶ τὴν γῆν καὶ προσεκύνησαν τῇ Ἀσενὲθ καὶ εἶπον · ἐλέησον ἡμᾶς τοὺς δούλους σου, διότι δέσποινα ἡμῶν σὺ εἶ καὶ βασίλισσα.

28.3καὶ ἡμεῖς ἐπονηρευσάμεθα εἰς σὲ κακὰ καὶ κύριος ἀνταπέδωκεν ἡμῖν κατὰ τὰ ἔργα ἡμῶν.

28.4καὶ νῦν δεόμεθά σου ἡμεῖς, οἱ δοῦλοί σου, ἐλέησον ἡμᾶς καὶ ῥῦσαι ἡμᾶς ἐκ τῶν χειρῶν τῶν ἀδελφῶν ἡμῶν, διότι αὐτοὶ ἔκδικοι τῆς ὕβρεώς σου παρεγένοντο πρός σε καὶ αἱ ῥομφαῖαι αὐτῶν κατέναντι ἡμῶν εἰσιν.

28.7καὶ εἶπεν αὐτοῖς Ἀσενέθ · θαρσεῖτε καὶ μὴ φοβεῖσθε ἀπὸ τῶν ἀδελφῶν ὑμῶν, διότι αὐτοί εἰσιν ἄνδρες θεοσεβεῖς καὶ φοβούμενοι τὸν θεὸν καὶ αἰδούμενοι πάντα ἄνθρωπον. πορεύεσθε δὲ εἰς τὴν ὕλην τοῦ καλάμου τούτου, ἕως ἐξιλάσωμαι αὐτοὺς περὶ ὑμῶν καὶ καταπαύσω τὴν ὀργὴν αὐτῶν, διότι ὑμεῖς μεγάλα τετολμήκατε κατέναντι αὐτῶν. θαρσεῖτε οὖν καὶ μὴ φοβεῖσθε. πλὴν κρινεῖ κύριος ἀνάμεσον ἐμοῦ καὶ ὑμῶν.

28.8καὶ ἔφυγον εἰς τὴν ὕλην τοῦ καλάμου Δὰν καὶ Γὰδ καὶ οἱ ἀδελφοὶ αὐτῶν. καὶ ἰδοὺ οἱ υἱοὶ Λίας ἦλθον τρέχοντες ὡς ἔλαφοι τριετεῖς.

28.9καὶ κατέβη Ἀσενὲθ ἐκ τοῦ ὀχήματος τῆς σκέπης αὐτῆς καὶ ἐδεξιώσατο αὐτοὺς μετὰ δακρύων καὶ αὐτοὶ πεσόντες προσεκύνησαν αὐτὴν ἐπὶ τὴν γῆν καὶ ἔκλαυσαν μετὰ φωνῆς μεγάλης καὶ ἐζήτουν τοὺς ἀδελφοὺς αὐτῶν τοὺς υἱοὺς τῶν παιδισκῶν τοῦ πατρὸς αὐτῶν τοῦ ἀνελεῖν αὐτούς.

28.10καὶ εἶπεν αὐτοῖς Ἀσενέθ · δέομαι ὑμῶν φείσασθε τῶν ἀδελφῶν ὑμῶν καὶ μὴ ποιήσητε κακὸν ἀντὶ κακοῦ, διότι κύριος ὑπερήσπισέ με ἀπ’αὐτῶν καὶ ἔθραυσε τὰς ῥομφαίας αὐτῶν, καὶ ἰδοὺ τετήκασιν ἐπὶ τὴν γῆν ὥσπερ κηρὸς ἀπὸ προσώπου πυρός. καὶ ἔστι τοῦτο ἱκανὸν αὐτοῖς ὅτι κύριος ἐπολέμησε πρὸς αὐτούς.

28.11καὶ ὑμεῖς φείσασθε αὐτῶν, διότι ἀδελφοὶ ὑμῶν εἰσι καὶ αἷμα τοῦ πατρὸς ὑμῶν Ἰσραήλ.

28.12καὶ εἶπεν αὐτῇ Συμεών · ἵνα τί δέσποινα ἡμῶν λαλεῖ ἀγαθὰ ὑπὲρ τῶν ἐχθρῶν αὐτῆς;

28.13οὐχί, ἀλλὰ κατακόψομεν αὐτοὺς ἐν ταῖς ῥομφαίαις ἡμῶν, διότι αὐτοὶ πρῶτοι ἐβουλεύσαντο κακὰ καθ’ἡμῶν καὶ κατὰ τοῦ πατρὸς ἡμῶν Ἰσραὴλ καὶ κατὰ τοῦ ἀδελφοῦ ἡμῶν Ἰωσὴφ ἤδη τοῦτο δὶς καὶ κατὰ σοῦ, δέσποινα καὶ βασίλισσα ἡμῶν, σήμερον.

28.14καὶ ἐξέτεινεν Ἀσενὲθ τὴν δεξιὰν αὐτῆς χεῖρα καὶ ἥψατο τῆς γενειάδος αὐτοῦ καὶ κατεφίλησεν αὐτὸν καὶ εἶπεν αὐτῷ · μηδαμῶς, ἀδελφέ, ποιήσεις κακὸν ἀντὶ κακοῦ. τῷ κυρίῳ δώσεις τὴν ἐκδίκησιν τῆς ὕβρεως αὐτῶν. καὶ αὐτοὶ ἀδελφοὶ ὑμῶν εἰσι καὶ γένος τοῦ πατρὸς ὑμῶν καὶ ἔφυγον ἀπὸ μακρόθεν ἀπὸ προσώπου ὑμῶν.

28.15καὶ ἦλθε πρὸς αὐτὴν Λευὶς καὶ κατεφίλησε τὴν χεῖρα αὐτῆς τὴν δεξιὰν καὶ ἔγνω ὅτι σῶσαι ἤθελε τοὺς ἄνδρας.

28.16καὶ αὐτοὶ ἦσαν ἐγγὺς ἐν τῇ ὕλῃ τοῦ καλάμου.

28.17καὶ ἔγνω Λευὶς ἀδελφὸς αὐτῶν καὶ οὐκ ἀνήγγειλε τοῖς ἀδελφοῖς αὐτοῦ · ἐφοβήθη γάρ, μήποτε ἐν τῇ ὀργῇ αὐτῶν κατακόψωσιν αὐτούς.

29

29.1καὶ υἱὸς Φαραὼ ἀνέστη ἀπὸ τῆς γῆς καὶ ἀνεκάθισε καὶ ἔπτυεν αἷμα ἀπὸ τοῦ στόματος αὐτοῦ, διότι τὸ αἷμα ἀπὸ τοῦ κροτάφου αὐτοῦ κατέρρεεν ἐπὶ τῷ στόματι αὐτοῦ.

29.2καὶ ἔδραμεν ἐπ’αὐτὸν Βενιαμὶν καὶ ἔλαβε τὴν ῥομφαίαν τοῦ υἱοῦ Φαραὼ καὶ εἵλκυσεν αὐτὴν ἐκ τοῦ κολεοῦ αὐτῆς, διότι Βενιαμὶν ῥομφαίαν οὐκ εἶχεν ἐπὶ τῷ μηρῷ αὐτοῦ καὶ ἤμελλε πατάξαι τὸ στῆθος τοῦ υἱοῦ Φαραώ.

29.3καὶ ἔδραμεν ἐπ’αὐτὸν Λευὶς καὶ ἐκράτησε τῆς χειρὸς αὐτοῦ καὶ εἶπεν · μηδαμῶς, ἀδελφέ, ποιήσεις τὸ πρᾶγμα τοῦτο, διότι ἡμεῖς ἄνδρες θεοσεβεῖς ἐσμεν καὶ οὐ προσήκει ἀνδρὶ θεοσεβεῖ ἀποδοῦναι κακὸν ἀντὶ κακοῦ οὐ δὲ πεπτωκότα καταπατῆσαι οὐ δὲ ἐκθλίψαι τὸν ἐχθρὸν ἕως θανάτου.

29.4καὶ νῦν ἀπόστρεψον τὴν ῥομφαίαν σου εἰς τὸν τόπον αὐτῆς καὶ δεῦρο βοήθησόν μοι καὶ θεραπεύσωμεν αὐτὸν ἀπὸ τοῦ τραύματος αὐτοῦ. καὶ ἐὰν ζήσῃ, ἔσται ἡμῶν φίλος μετὰ ταῦτα καὶ πατὴρ αὐτοῦ Φαραὼ ἔσται ὡς πατὴρ ἡμῶν.

29.5καὶ ἀνέστησε Λευὶς τὸν υἱὸν Φαραὼ καὶ ἀπένιψε τὸ αἷμα ἀπὸ τοῦ προσώπου αὐτοῦ καὶ ἔδησε τελαμῶνα εἰς τὸ τραῦμα αὐτοῦ καὶ ἐπέθηκεν αὐτὸν ἐπὶ τὸν ἵππον αὐτοῦ καὶ ἐκόμισεν αὐτὸν τῷ πατρὶ αὐτοῦ Φαραὼ καὶ διηγήσατο αὐτῷ πάντας τοὺς λόγους τούτους.

29.6καὶ ἀνέστη Φαραὼ ἀπὸ τοῦ θρόνου αὐτοῦ καὶ προσεκύνησε τῷ Λευὶ ἐπὶ τὴν γῆν καὶ εὐχαρίστησεν αὐτῷ.

29.7καὶ ἐν τῇ τρίτῃ ἡμέρᾳ ἀπέθανεν υἱὸς Φαραὼ ἐκ τοῦ τραύματος τοῦ λίθου Βενιαμὶν τοῦ παιδαρίου.

29.8καὶ ἐπένθησε Φαραὼ τὸν υἱὸν αὐτοῦ τὸν πρωτότοκον σφόδρα καὶ ἐκ τοῦ πένθους ἐμαλακίσθη. καὶ ἀπέθανε Φαραὼ ἐτῶν ἑκατὸν ἐννέα καὶ κατέλιπε τὸ διάδημα αὐτοῦ τῷ Ἰωσήφ.

29.9καὶ ἐβασίλευσεν Ἰωσὴφ ἐν Αἰγύπτῳ ἔτη τεσσαράκοντα ὀκτὼ καὶ μετὰ ταῦτα ἀπέδωκεν Ἰωσὴφ τὸ διάδημα τῷ ἐκγόνῳ Φαραὼ τῷ νεωτέρῳ, ὃς ἦν ἐπὶ μασθῷ, ὅτε ἀπέθανε Φαραώ. καὶ ἦν Ἰωσὴφ ὡς πατὴρ τοῦ υἱοῦ Φαραὼ τοῦ νεωτέρου ἐν γῇ Αἰγύπτου.