Little Iliad

Little Iliad

1
Μοῦσά μοι ἔννεπε ἔργα, τὰ μήτ’ἐγένοντο πάροιθε
2
μήτ’ἔσται μετόπισθεν.
1
Αἴας μὲν γὰρ ἄειρε καὶ ἔκφερε δηϊοτῆτος
2
ἥρω Πηλεΐδην, οὐ δ’ἤθελε δῖος Ὀδυσσεύς.
3
G_L
4
πῶς ἐπεφωνήσω; πῶς οὐ κατὰ κόσμον ἔειπες;
5
καί κε γυνὴ φέροι ἄχθος, ἐπεί κεν ἀνὴρ ἀναθείη,
6
ἀλλ’οὐκ ἂν μαχέσαιτο.
1
ἀμφὶ δὲ πόρκης
2
χρύσεος ἀστράπτει καὶ ἐπ’αὐτῶι δίκροος αἰχμή.
1
νὺξ μὲν ἔην μεσάτη, λαμπρὴ δ’ἐπέτελλε σελήνη.
1
αὐτὰρ Ἀχιλλῆος μεγαθύμου φαίδιμος υἱὸς
2
Ἑκτορέην ἄλοχον κάταγεν κοΐλας ἐπὶ νῆας.
3
παῖδα δ’ἑλὼν ἐκ κόλπου ἐυπλοκάμοιο τιθήνης
4
ῥῖψε ποδὸς τεταγὼν ἀπὸ πύργου, τὸν δὲ πεσόντα
5
ἔλλαβε πορφύρεος θάνατος καὶ μοῖρα κραταιή.
6
ἐκ δ’ἕλετ’Ἀνδρομάχην, ἠύζωνον παράκοιτιν
7
Ἕκτορος, ἥντε οἱ αὐτῶι ἀριστῆες Παναχαιῶν
8
δῶκαν ἔχειν ἐπίηρον ἀμειβόμενοι γέρας ἀνδρί,
9
αὐτόντ’Ἀγχίσαο κλυτὸν γόνον ἱπποδάμοιο
10
Αἰνείαν ἐν νηυσὶν ἐβήσατο ποντοπόροισιν
11
ἐκ πάντων Δαναῶν ἀγέμεν γέρας ἔξοχον ἄλλων.
1
ὡς δ’ὅτ’ἀέξηται σικυὸς δροσερῶι ἐνὶ χώρωι.
1
Πηλεΐδην δ’Ἀχιλῆα φέρε Σκῦρόνδε θύελλα,
2
ἔνθ’ὅ γ’ἐς ἀργαλέον λιμέν’ἵκετο νυκτὸς ἐκείνης.
1
ἔνθ’ἄλλοι μὲν πάντες ἀκὴν ἔσαν υἷες Ἀχαιῶν,
2
Ἄντικλος δὲ σέ γ’οἶος ἀμείψασθαι ἐπέεσσιν
3
ἤθελεν · ἀλλ’Ὀδυσεὺς ἐπὶ μάστακα χερσὶ πίεζε
4
νωλεμέως κρατερῆισι, σάωσε δὲ πάντας Ἀχαιούς,
5
τόφρα δ’ἔχ’ὄφρα σε νόσφιν ἀπήγαγε Παλλὰς Ἀθήνη.
1
φήμη δ’εἰς στρατὸν ἦλθε
1
Ἴλιον ἀείδω καὶ Δαρδανίην ἐύπωλον,
2
ἧς πέρι πόλλ’ἔπαθον Δαναοί, θεράποντες Ἄρηος.
1
ἄμπελον ἣν Κρονίδης ἔπορεν οὗ παιδὸς ἄποινα
2
χρυσείην, φύλλοισιν ἀγαυοῖσιν κομόωσαν
3
βότρυσίθ’οὓς Ἥφαιστος ἐπασκήσας Διὶ πατρὶ
4
δῶχ’, ὃ δὲ Λαομέδοντι πόρεν Γανυμήδεος ἀντί.
1
G?GεσοGπG2Gν κατGGGG2G?
2
ἐς μακάρων νήσους τGGGινπομG ὨκεανG?
3
[…] πέμψωσιν, ὅθι ξανθὸς “Ραδάμανθυς”.
4
ὣς ἄρα φωνήσας ἀπέβη πρὸς μακρὸν Ὄλυμπον.
5
[…] συνάϊξαν ἐυκνήμιδες Ἀχαιοί.
6
ὡς δ’εἴδοντ’Ἀχιλῆα νέκυν αἴροντας Ἀχαιούς,
7
G?ίης κεκορυθμένοι, οἳ δ’ἅμα πάντες
8
[…] ἀμφὶ νέκυν κατατεθνειῶτα μάχεσθαι.
9
δὴ τότε Λαρτιάδης προσέφη Τελαμώνιον υἱόν ·
10
“Αἶαν διογενές, Τελαμώνιε, κοίρανε λαῶν,
11
[…] ἅμα καὶ νώτοισι νέκυν οἴσωμεν,
12
G?ουσι κατὰ φρένα νGνδGρG2G?
13
ἕως ἐγὼ νώτοισι φέρω, σὺ δὲ νGG?εGετ’
14
[…] μετὰ Τρῶας καὶ Ἀχαιοὺς οG2G?
15
[…] Ἀχιλῆα, νέκυν εGGθG2κG?
16
G?G2υ χθόν’ἀπ’οὐρανόθεν
17
G?Gψεν ἐπὶ χθόνα πουλυβότειραν.
18
[…] καθύπερθεν εηGG?G3G?
19
[…] κατ’ἄσθματι GαρGG?
20
G?εGν δεῦεν χθόνα GG?
21
[…] Ὀδυσσεὺς βάσταζε νέκυν