Epigrams
ἐξ ἁπαλᾶν χειρῶν τάδε γράμματα · λῷστε Προμαθεῦ,
6.2ἔντι καὶ ἄνθρωποι τὶν ὁμαλοὶ σοφίαν.
6.3ταύταν γοῦν ἐτύμως τὰν παρθένον ὅστις ἔγραψεν,
6.4αἰ κα- καὐδὰν ποτέθηκ’, ἦς κ’Ἀγαθαρχὶς ὅλα.
7.1Στᾶλαι, καὶ Σειρῆνες ἐμαί, καὶ πένθιμε κρωσσέ,
7.2ὅστις ἔχεις Ἀίδα τὰν ὀλίγαν σποδιάν,
7.3τοῖς ἐμὸν ἐρχομένοισι παρ’ἠρίον εἴπατε χαίρειν,
7.4αἴτ’ἀστοὶ τελέθωντ’, αἴθ’ἑτέρας πόλιος ·
7.5κα- χὤτι με νύμφαν εὖσαν ἔχει τάφος, εἴπατε καὶ τό ·
7.6κα- χὤτι πατήρ μ’ἐκάλει Βαυκίδα, κα- χὤτι γένος
7.7Τηνία, ὡς εἰδῶντι · καὶ ὅττι μοι ἁ συνεταιρὶς
7.8Ἤρινν’ἐν τύμβῳ γράμμ’ἐχάραξε τόδε.
7.1νύμφας Βαυκίδος ἐμμί · πολυκλαύταν δὲ παρέρπων
7.2στάλαν τῷ κατὰ γᾶς τοῦτο λέγοις Ἀίδᾳ ·
7.3“βάσκανός ἐσσ’, Ἀίδα” · τὰ δέ τοι καλὰ σάμαθ’ὁρῶντι
7.4ὠμοτάταν Βαυκοῦς ἀγγελέοντι τύχαν,
7.5ὡς τὰν παῖδ’, Ὑμέναιος ἐφ’αἷς ἀείδετο πεύκαις,
7.6ταῖσδ’ἐπὶ καδεστὰς ἔφλεγε πυρκαϊᾷ
7.7καὶ σὺ μέν, ὦ Ὑμέναιε, γάμων μολπαῖον ἀοιδὰν
7.8ἐς θρήνων γοερὸν φθέγμα μεθηρμόσαο,