Epitaph
ἐκλεκτῆς πόλεως ὁ πολείτης τοῦτ’ἐποίησα
2ζῶν, ἵν’ἔχω φανερὴν σώματος ἔνθα θέσιν,
3οὔνομ’Ἀβέρκιος ὤν ὁ μαθητὴς ποιμένος ἁγνοῦ,
4ὅς βόσκει προβάτων ἀγέλας ὄρεσιν πεδίοιςτε,
5ὀφθαλμοὺς ὃς ἔχει μεγάλους πάντῃ καθορῶντας ·
6οὗτος γὰρ μ’ἐδίδαξε — — γράμματα πιστά,
7εἰς Ῥώμην ὃς ἔπεμψεν ἐμὲν βασιλίδ’ἀναθρῆσαι
8καὶ βασίλισσαν ἰδεῖν χρυσόστολον χρυσοπέδιλον.
9λαὸν δ’εἶδον ἐκεῖ λαμπρὰν σφραγεῖδαν ἔχοντα
10καὶ Συρίης πέδον εἶδα καὶ ἄστεα πάντα, Νισῖβιν
11Εὐφράτην διαβάς · πάντῃ δ’ἔσχον συνομαίμους.
12Παῦλον ἔχων ἐπ’ὄχῳ · πίστις πάντῃ δὲ προῆγε
13καὶ παρέθηκε τροφὴν πάντῃ ἰχθὺν ἀπὸ πηγῆς
14πανμεγέθη καθαρόν, οὗ ἐδράξατο παρθένος ἁγνή,
15καὶ τοῦτον ἐπέδωκε φίλιοις ἐσθεῖν διὰ παντός,
16οἶνον χρηστὸν ἔχουσα, κέρασμα διδοῦσα μετ’ἄρτου.
17ταῦτα παρεστὼς εἶπον Ἀβέρκιος ὧδε γραφῆναι,
18ἑβδομηκοστὸν ἔτος καὶ δεύτερον ἦγον ἀληθῶς.
19ταῦθ’ὁ νοῶν εὔξαιτο ὑπὲρ Ἀβερκίου πᾶς ὁ συνῳδός.
20οὐ μέντοι τύμβῳ τις ἐμῷ ἕτερόν τινα θήσει.
21εἰ δ’οὖν Ῥωμαίων ταμείῳ θήσει δισχείλια χρυσᾶ
22καὶ χρηστῇ πατρίδι Ἱεροπόλει χείλια χρυσᾶ.