Dorotheus
Other Ancient Fragments
1Ἡφαιστίωνος τοῦ Θηβαίου ἐκ τοῦ πρώτο περὶ τῶν καταρχῶν · ἐκ τῶν Δωροθέου. 2Κριός. ἀρχαίη Βαβυλὼν Τυρίου Βήλοιο πόλισμα, ὕστατα δ’Ἀρραβίης, γείτων χθονὸς Αἰγύπτοιο. 3Ταῦρος. θηρὶ δ’ὑπέστρωται κλίμα Μηδικὸν Ἀρραβίητε, ἠδὲ καὶ εὐβώλοιο καλὸν πέδον Αἰγύπτοιο. 4Δίδυμοι. ἔστι δὲ φωνῆεν κλίμα Καππαδοκῶν ὑπὸ τῷδε, ἠδέτε Περαιβῶν καὶ Φοινίκων θεοτεύκτων. 5Καρκίνος. τῷ δ’ὕπο Θρηίκωντε καὶ Αἰθιόπων κλίμα κεῖται. 6Λέων. τῷ δ’ὑπόκειθ’Ἑλλὰς Φρυγίη δ’ἅμα καὶ στόμα Πόντου. 7Παρθένος. δ’ὕπο πᾶσα Ῥόδος καὶ Κυκλάδες ἄμμιγα νῆσοι, καὶ δρυὸς ὠγυγίης ἄκρ’Ἀρκάδες ἄνδρες ἔδοντες, καὶ βαθυδινήταο μέγας ῥόος Ὠκεανοῖο, καὶ κλίμ’Ἀχαιικὸν ἔσκε Λακωνίδος ἠδὲ Λακώνων. 8ζυγός. […] κλίμα Κυρήνης ὑπὸ χηλαῖς, Ἰταλίη χώρητε πέλει πλάστιγγας ὑπ’αὐτάς. 9σκορπίος. […] ὑπὸ δ’αὐτῷ ἔπλετο πᾶσα Καρχηδὼν Τυρίης Διδοῦς ὕπο δωμηθεῖσα, Ἄμμωνος Λιβύη, σύντ’οἴδματι Σικελίη χθών. 10τοξότης. ἔστρωται δ’ὑπὸ τῷδε βαθυπλούτων κλίμα Γάλεων, καὶ Κρήτη Κρονίδαο Διὸς τροφός, ᾗχίτε μύστης ἁρπαγίμης ὑμέναιος ἔφυ κρατερῆς Εὐρώπῃς · τῷ δ’ὕπο Κιμμερίη τέταται χθὼν ἡ πανέρημος. ἐκ τῶν τοῦ αὐτοῦ Δωροθέου περὶ ὁρίων. 11Κριός. ἓ δ’ὁρίων ἐπέχει μοίρας Φαέθων ἐνὶ τούτῳ τὰς πρώτας, μετέπειτα δ’ἴσας λάχεν ἡ Κυθέρεια, ὀκτὼ δὲ Στίλβων τρίτατος, Πυρόεις δέτε πέντε · τὰς δ’ὑπολειπομένας ἔλαχεν Φαίνων ἴσα Θούρῳ. 12Ταῦρος. ὀκτὼ δ’ἔλλαχε τὰς πρώτας μοίρας Κυθέρεια ἐν τούτῳ · Στίλβων δὲ μετ’αὐτὴν ἔλλαχε μοίρας δὶς τρεῖς, καὶ Φαέθων ἔλαχ’ὀπτώ, πέντε δὲ Φαίνων · τὰς δ’ὑπολειπομένας ἔλαχεν Πυρόεις μετὰ τούσδε. 13Δίδυμοι. Στίλβων ἐν τούτῳ προτέρας ἓξ ἔλλαχε μοίρας, τὰς δ’ἴσας Φαέθων, τριτάτη Παφίη λάχε πέντε, ἑπτὰ δὲ θοῦρος Ἄρης, ἓξ δ’αὖ Φαίνων μετέπειτα. 14Καρκίνος. ἑπτὰ δὲ τὰς προτέρας ὁρίων μοίρας λάχε Θοῦρος ἐν τούτῳ, μετέπειτα καὶ ἓξ λάχεν ἡ Κυθέρεια, τὰς δ’ἴσας Ἑρμῆς, φαέθων Ζεὺς ἑπτὰ μετ’αὐτόν, δὶς δὲ δύω πυμάτας ἔλαχε Κρόνος ἀγκυλομήτης. 15Δέων. ἓξ δ’ἐπέχει Φαέθων προτέρας μοίρας ἐνὶ τούτῳ, πέντε δ’ἔχει Παφίη · Φαίνων δ’ἔχει ἑπτὰ μετ’αὐτήν, ἓξ δ’ἔχει Ἑρμείας, πυμάτας δ’ἓξ ἔλλαχεν Ἄρης. 16Παρθένος. ἑπτὰ δὲ τὰς προτέρας ἔλαχε Στίλβων πάλι ταύτης, καὶ δέκα Κύπρις ἔχει μοίρας, Φαέθων δὲ μετ’αὐτὴν τέσσαρας, ἑπτὰ δ’Ἄρης · πυμάτας δύο δ’ἔλλαχε Φαίνων. 17ζυγός. ἕξ δ’ὁρίων μοίρας ἔλαχεν Φαίνων ἐνὶ τούτῳ, ὀκτὼ δὲ στίλβων ἀστὴρ μέγας Ἑρμάωνος, ἑπτὰ δὲ Ζεὺς φαέθων, Παφίη δ’ἴσας λάχεν ἑπτά · τὰς δ’ὑπολειπομένας δισσὰς λάχεν Ἄρεος ἀστήρ. 18σκορπίος. ἑπτὰ δέ τοι μοίρας ὁρίων Πυρόεις λάχε τούτου, τέσσαρας αὖ Παφίη, ὀκτὼ Στίλβων, μετέπειτα πέντε Ζεὺς φαέθων, πυμάτας δ’ἓξ ἔλλαχε Φαίνων. 19τοξότης. δώδεκα δὲ προτέρας Φαέθων μοίρας λάχε τούτου, πέντε δέ τοι Παφίη · τρίτατος στίλβων μετὰ τούσδε τέσσαρας Ἑρμείας ἔλαχεν, Φαίνων δέτε πέντε · τὰς δ’ὑπολειπομένας Ἄρης λάχε δὶς δύο μοίρας. 20αἰγόκερως. ἑπτὰ δὲ τὰς πρώτας ἔλαχε Στίλβων πάλι μοίρας, ἑπτὰ δέ τοι Φαέθων, δὶς τέσσαρας ἡ Κυθέρεια, Φαίνων δὶς δύ’ἔχει, πυμάτας δ’Ἄρης ἴσα τούτῳ. 21ὑδροχόος. ἑπτὰ δὲ τὰς προτέρας Ἑρμῆς λάχεν · εἶτα μετ’αὐτὸν ἓξ μοίρας Κύπρις · Φαέθων μετέπειτα λάχ’ἑπτά, πέντε δὲ θοῦρος Ἄρης, πυμάτας δὲ Κρόνος λάχε πέντε. 22Ἰχθύες. δώδεκα δὲ προτέρας μοίρας λάχε Κύπρις ἁπάσας, δὶς δὲ δύω Φαέθων, Στίλβων τρεῖς, ἐννέα Θοῦρος · τὰς δ’ὑπολειπομένας δισσὰς Φαίνων λάχε μοίρας. 23Δωροθέου περὶ τριγώνων. Κριὸς χαιτήειςτε Λέων τόξοιότε Ῥυτὴρ ἤματος Ἠελίοιο, Διὸς δέτε νυκτὸς ἔασιν ἀλλάγδην · αἰνὸς δὲ Κρόνος τριτάτην λάχεν αἶσαν Ταύρου · Παρθενικῆς δὲ καὶ Αἰγόκερω κρατέουσιν ἤματος Ἀφρογενής, νυκτὸς δέτε δῖα Σελήνη, καὶ τρίτατος μετὰ τοῖσι θεὸς πολέμοισιν ἀνάσσων · ἐν δέ νυ Παρθενικῇ Μαίης προσλάμβανε κοῦρον. ἐν Διδύμοις Ζυγῷτε καὶ Ὑδροχόῳ κρυόεντι ἠμάτιος Φαίνων, ἀτὰρ ἔννυχος Ἀργειφόντης · τούτων δ’ὑστατίην Κρονίδης μοιρήσατο τάξιν. Καρκίνον αὖτε λάχεν καὶ Σκορπίον ἠδέτε λοίσθους Ἰχθύας ἠματίη Κύπρις. Πυρόεις δέτε νυκτός, καὶ μετὰ τοὺς ἑλικῶπις ἔχει βασίλισσα Σελήνη. 24τοῦ αὐτοῦ ἐν οἷς χαίρουσι τόποις οἱ ἀστέρες. αἱρετοὶ ἐκ τούτων μᾶλλον Κρόνος εἰν Ὑδροχῆι, Ζεὺς δ’ἐνὶ Τοξευτῇ, καὶ Σκορπίῳ ἥδεται Ἄρης · Κύπρις δ’ἐν Ταύρῳ γάνυται νόον, ἐν δέ νυ Κούρῃ Ἑρμείας · εἷς δ’ἔστι δόμος φωστῆρος ἑκάστου. 25τοῦ αὐτοῦ περὶ ὑψωμάτων. Ἡέλιος Κριοῖο κατ’ἐννέα καὶ δέκα μοίρας ὑψοῦται, Μὴνη δὲ περὶ τριτάτην Ταύροιο, εἰκοστῇ δὲ μιῇ Ζυγοῦ Κρόνος · αἰγίοχος δὲ Καρκίνου ἐν δεκαπέντε, καθ’ἑβδομάδας δὲ τετάρτας Ἄρης Αἰγόκερω, περὶ δ’ἐννέα τρισσάκι Κύπρις Ἰχθύσι, Παρθενικῆς δὲ τρίτην κατὰ πεντάδα Ἑρμῆς · αἱ δὲ ταπεινώσεις ὑψώμασιν ἐν διαμέτρῳ.