Bolus

On Sympathies and Antipathies

pἔναγχος ἐμόχθεον ἐρευνήσας τῆς φύσεως τὸ δῶρον καὶ τῆν ἐπισκοτισμένην ἀναπτύξας τηλαυγέσι τεκμηρίοισι · βιωφελῆ πεῖραν ἔχωντε σημεῖον ἐμάςτε δυνάμεις δύναμιν ἀκάματον, ψυχὴν, δυσπαρισώτους καὶ δυσκωλύτους ἐπίγνωσιν, ἐγκυρήσας πρήγμασι πρὸς τὴν τῶν πέλας ὠφελίην καρπὸν ἀποδέδειγμαι πρὸς τὴν τῆς πολυμαθίης ἀποχήν. ἥτε γῆ, παμμήτωρ οὖσα, ποικίλων ἀνεθρέψατο καρπῶν ἔρνος, εἴτ’ἀπεθησαύρισε μόσχων ἀνέρξασα βολὴν εἴτε ἡσύχιον γῆς διδάξασα, μέλεσι μὲν ἀπεῖσα φθιτίην. ὁκόσον ἡ γῆ ὦν ἐστι ξυγγεννήσασα ἢ λίμναις συγκαταπήξασα ἐν ψύχεσιν, ὁκόσοντε ἐν ἁλίῃσι ἔχευθε τὰ βυθοῦ, ταῦτα εἰς ἐμὴν ἔμολε πειρίην, ἄγνωστα μὲν εἰς γνῶσιν καὶ πολυπειρίην, ἀγαθὰ δὲ εἰς ὠφελίην, πάσης ἀπεσκοτισμένα φλυαριῶν ὑποψίας. ἵνα δὲ φυτεύσω ταῖς σαῖς ἀκοαῖς, κράτιστε καὶ μέγιστε αὐτοκράτορ, ἃ δίχα πάσης κηλίδος ἀναγέγραπται, ἐξέταζε τὸν νόον τῆς φύσεως καὶ τὴν κατάλληλον αὐτέης δύναμιν, ὁκόσοισίτε ἐσπαργάνωται ἐπαρκέσι λόγοισιν, ὁκόσατε, τὰ πρὸς ἄλληλα κέκτηται ξυγγένειαν, γεγενημένα ὁμοστιχέα ἀδιάπταιστον ἔχει τὴν τῆς ἐνεργείας δύναμιν, ὁκόσατε κατὰ ἀντιπάθειαν καὶ κατὰ ἀπόρροιαν ξυμπαθεῖ ἢ ἀντιπαθεῖ καὶ ὁκόσα ἀναιτιολογήτως ἐπιτετήδευται τοῖς ἐμφύχοισι, ποίαιςτε ἕκαστον ἐμπειρίαις καὶ τέχναις, τῷ φθόνῳ φερόμενον, τῇ πρὸς ἀνθρώπους ἐπιβουλίᾳ, τῇ πρὸς ἀλλήλους δειλίᾳ, ἀντίτονον ἐματαιοποίησεν ὁρμήν.
1κάστορες μὲν διωκόμενοι ὑπὸ ἀφθόρου γυναικὸς τοὺς διδύμους ἀπεθέρισαν.
2ἀετὸς δὲ ἀπὸ νοσσιῆς ἐγκύμονα λίθον πρὸς ὄρθριον ἔρριψεν, ἀντίψυχον νοσσίων προθέμενος τὸν λίθον.
3προγινώσκοντες μύρμηκες ἔφοδον ὄμβρων τὰς ἰδίας ἀποκλείουσι μάνδρας.
4ἐγκεκλεισμένοι δὲ βόες ἀέρα ἐν χειμῶσι προσημαίνουσι, τοῖς δεξιοῖσι πλευροῖσιν ἐπικλιθέντες.
5πᾶν δὲ ὄρνεον, οἷον αἱ γέρανοι, ἀπὸ τοῦ πελάγους ἐς μεσόγειον φεῦγον, τὴν ἀπειλὴν χειμῶνος καταγγέλλει.
6ἵπποι δὲ νομάδες πώλων γεννηθέντων τὸ ἐπιμετώπιον ἀπεθέρισαν δέρμα, ἵνα τὸ φιλόστοργον τῆς φύσεως ξυναπόληται πρὶν ἄλλος ἀφέληται φθάσας.
7μύες δὲ κατοικίδιοι ἐφαλλόμενοι ἔφοδον σημαίνουσι. καὶ ταῦτα μὲν ἐξ ἐπινοίας οἶσθα, ἐκείνην δέ τις εὕροι τὴν πρὸς ἄλληλα ἀντιπαθείην.
8λέβητα σβέννυσι φρύνη.
9ὁ δὲ λίθος ὁ ἐπὶ κεραυνοῖσι γενόμενος σβέννυσι τὸ πῦρ, ἐγκρυβεὶς τῇ γωνίᾳ.
10σκορπίῳ ῥάφανος ἐπιρριφεῖσα ἀπέκτεινεν αὐτόν. καὶ ταῦτα ἀναιτιολόγητα ἡ φύσις ἐσκόπησε.
11θάλασσα μὲν οὖν ἀπογαληνιοῦται τοῖς ἀλκυόνος ὠοῖς ἐπωαζούσης ἐπὶ ἡμέρας ζ.
12καὶ τέτρωρον ἅρμα ἐπέχει λύκου ἀστράγαλος πρὸ ποδῶν κείμενος.
13λέων δὲ πρίνου πετάλων ἁψάμενος ἀκινητεῖ καὶ λύκος ἀκίνητος μένει, σκίλλης αὐτῷ προσενεχθείσης.
14πελαργοὶ πέταλα πλατάνου ταῖς ἰδίαις νοσσιαῖς ἐπιτιθέασι, δεδοικότες τὴν τῶν νυκτερίδων πρόσψαυσιν καὶ αἱ νυκτερίδες ναρκῶσιν ἁψάμεναι πλατάνου.
15πολύποσιν ἐπιτεθὲν πήγανον ἀκινήτους ποιεῖ.
16ὄφις, καλάμῳ πληγεὶς ἅπαξ, ναρκᾷ, κινεῖται δὲ, πολλάκις τυπτόμενος.
17μυρσίναι δὲ ναρθήκων πρὸς δύσιν βληθέντων θάλλουσιν.
18οὖρον λύκου ἐπουρήσασα γυνὴ ἄτοκος γίνεται.
19ὑπὸ ἀνθρώπου λεπροῦ σῖτος πατούμενος καρπὸν οὐκ ἀναφύει.
20συκῆ εὔκαρπος μένει πεντεκαιδεκάτης οὔσης τῆς θεοῦ ὀλύνθων αὐτῇ περιαφθέντων ἢ καὶ φυκίων αὐτῇ περιαφθέντων θαλασσίων ἢ μίλτου τὰ στελέχη περιχριομένης.
21θαλλοὶ ἐν αἰγιαλῷ κείμενοι ἐλαίας, πολύποδας ἐκ τῆς θαλάσσης ἐπισπῶνται. ἵνα δὲ μὴ ἐπὶ τῶν αὐτῶν μένωμεν ὑποδειγμάτων, μέγιστε αὐτοκράτορ, τὸν τῆς ἀντιπαθείας ἐρευνήσωμεν λόγον.
22κρανείας ἀκρεμὼν πάρδαλιν ἐς φυγὴν τρέπει.
23σκόροδον μετὰ πιμελῆς λέοντος εἰ χρίσαιτό τις τὸ ἑαυτοῦ σῶμα, οὐδὲν αὐτῷ προσελεύσεται θηρίον.
24στρύχνον βοτάνην ὕαινα οὐχ ὑπερβαίνει οὐ δὲ λύκου δέρμα πρόβατον.
25λυκοβρώτου προβάτου ἔριον ὑφανθὲν χιτώνιον, τὸν φορέοντα πολλὴν κνησμονὴν ἔχειν ποιεῖ.
26δόρκου καρδία πυρὶ φλεγομένη στήμονας ῥήσσειν τοὺς ὄντας ἐν τῷ δώματι ποιεῖ.
27δρῦς θαλασσία ἀντιπάσχει πάσης μανίας ἀγωγήν.
28τὸ αὐτὸ ποιεῖ καὶ ἀστὴρ θαλάσσιος ὑπὸ τὴν στέγην τοῦ οἴκου κρεμάμενος.
29κάμπαι δὲ ἐν κήπῳ τελευτῶσιν, ἐὰν ἐξ ἑτέρου κήπου κάμπας εἰς ὕδωρ ἑψήσας ῥάνῃς τὸν κῆπον.
30ταῦρος ἁλίσκεται σκοτώματι ῥοδίνῳ τοὺς μυκτῆρας ἐπιχρισθείς.
31ἄγριος δὲ ταῦρος ἐν ἐρινῷ σχοινίῳ δεθεὶς ἥμερος γίνεται, ἕπεται δὲ χειροπληθεῖ σχοινίῳ τὸν πόδα δεθείς, θνήσκει δὲ παρ’αὐτὰ ὑδραργύρου εἰς τὸ οὖς αὐτοῦ ἐμφυσηθέντος.
32κισσοῦ θυμιωμένου νυκτερίδες ἀποθνήσκουσιν.
33ὄφεις οὐ προσέρχονται ῥαντισθέντος δρακοντίου χυλοῦ.
34Γαγάτης λίθος θυμιώμενος πᾶν ἑρπετὸν φυγαδεύει.
35ἴβεως πτερὰ πᾶν ἑρπετὸν φυγαδεύει.
36μύρμηκες δὲ ἐκ τοῦ φωλεοῦ οὐκ ἐξέρχονται, νυκτερίδος ἐπὶ τοῦ φωλεοῦ αὐτῶν κειμένης.
37μύες φυγαδεύονται, χαλκάνθου συνεχῶς θυμιωμένου.
38κόρεις θνήσκουσι, βδελλῶν θυμιωμένων.
39φθεῖρες προβάτων θνήσκουσιν, εἰ χάλκανθον μεθ’ὕδατος λειήνας ῥάνῃς τὴν γῆν, ἔνθα κοιμῶνται.
40γυνὴ ἔγκυος ὄφιν οἱονδηποτοῦν ὑπερβᾶσα ἐκτιτρώσκει · ὠδινούσῃ δὲ ὠκυτόκιον γυναικί. ἕλμινθας ἀνθρώπου εἰ κατακαύσει καὶ λειοτριβήσει καὶ στιμμίσει αὐτῆς τὰ βλέφαρα καὶ τὰς ὀφρῦς καὶ παραθεῖσα ἔσοπτρον ἐμβλέψει εἰς αὐτό, παραχρῆμα ἀκινδύνως ἐκτιτρώσκει. ὧι λόγῳ δὲ ταῦτα πέφυκεν ἀντιπαθέσιν, πρὸς ἀκρίβειαν οὐκ ἄν τις ἐκφράσειε, καὶ παραδοξότερον δέ τι μαρτυρήσομεν ἐκ τῆς προνοίας τῆς οὔσης ἐν τοῖς ἀλόγοις ζώοις.
41γλαὺξ οὐκ ἂν νοσσοποιήσειε ἑτέρας προλαβούσης τὸ δῶμα.
42εὐγενὴς ἵππος σκύβαλον ἑτέρου ἵππου οὐκ ἂν προσενέγκοιτο.
43γῦπες ὄρεσιν οὐκ ἐπινοσσοποιήσονται, ὀρθίοις κλαδίοισι βλέποντες.
44οὐ ταῦρος ἀκωλυτὶ διοδεύεται ἑτέροις καὶ ἀλλοφύλοις τόποις.
45οὐ δάμαλις παύσεται οἰμώζουσα τὸν ἴδιον μόσχον βωμοῖς καλλιερηθέντα.
46γέρανοι σιγῇ πετόμενοι σημαίνουσιν εὐδίαν.
47ἡμίονος ναρκᾷ τρυγόνος θαλασσίας κέντρον ὑπερβᾶσα.
48πρόβατα γῆν ὀρύσσοντα χειμῶνα σημαίνει, τρόπον τινὰ πόαν σκάπτοντα, ἐς διαπόνησιν ὄμβρων.
49βόες γῆν ὀσφραινόμενοι τὸν αὐτὸν ὄμβρον ἐπισπῶνται.
50σμύραινα ναρκᾷ νάρθηκι πληγεῖσα.
51αὐχμὸν δὲ σημαίνουσι κόρακες ἢ κολοιοὶ ἢ κορῶναι ἡσυχῆ φθεγγόμεναι.