Cypria

Cypria

1
ἦν ὅτε μυρία φῦλα κατὰ χθόνα πλαζόμεν’ἀνδρῶν
2
ἀνθρώπων ἐπίεζε βάρυστέρνου πλάτος αἴης.
3
Ζεὺς δὲ ἰδὼν ἐλέησε καὶ ἐν πυκιναῖς πραπίδεσσι
26
σύνθετο κουφίσσαι βάρεος παμβώτορα γαῖαν
27
ῥιπίσσαιτε πόνου μεγάλην ἔριν Ἰλιακοῖο,
28
ὄφρα κενώσειεν θανάτῳ βάρος · οἱ δ’ἐνὶ Τροίῃ
29
ἥρωες κτείνοντο · Διὸς δ’ἐτελείετο βουλή.
1
“εἵματα μὲν χροὶ ἕστο τά οἱ Χάριτέςτε καὶ Ὧραι
2
ποίησαν καὶ ἔβαψαν ἐν ἄνθεσιν εἰαρινοῖσιν,
3
οἷα φοροῦσ’ὧραι, ἔντε κρόκῳ ἔνθ’ὑακίνθῳ
4
ἔντε ἴῳ θαλέθοντι ῥόδουτ’ἐνὶ ἄνθει καλῷ,
5
ἡδέι νεκταρέῳ, ἔντ’ἀμβροσίαις καλύκεσσιν
6
† ἄνθεσι ναρκίσσου καλλιρρόου δ’οια † Ἀφροδίτη
7
ὥραις παντοίαις τεθυωμένα εἵματα ἕστο”.
1
“ἣ δὲ σὺν ἀμφιπόλοισι φιλομειδὴς Ἀφροδίτη
2
G_1L
3
πλεξάμεναι στεφάνους εὐώδεας ἄνθεα γαίης
4
ἂν κεφαλαῖσιν ἔθεντο θεαὶ λιπαροκρήδεμνοι,
5
Νύμφαι καὶ Χάριτες, ἅμα δὲ χρυσῆ Ἀφροδίτη,
6
καλὸν ἀείδουσαι κατ’ὄρος πολυπιδάκου Ἴδης”.
1
Κάστωρ μὲν θνητός, Θανάτου δέ οἱ αἶσα πέπρωται ·
2
αὐτὰρ ὅ γ’ἀθάνατος Πολυδεύκης, ὄζος Ἄρηος.
1
“τοὺς δὲ μέτα τριτάτην Ἑλένην τέκε, θαῦμα βροτοῖσι ·
2
τήν ποτε καλλίκομος Νέμεσις φιλότητι μιγεῖσα
3
Ζηνὶ θεῶν βασιλῆι τέκεν κρατερῆς ὑπ’ἀνάγκης.
4
φεῦγε γὰρ οὐ δ’ἔθελεν μιχθήμεναι ἐν φιλότητι
5
πατρὶ Διὶ Κρονίωνι · ἐτείρετο γὰρ φρένας αἰδοῖ
6
καὶ νεμέσει · κατὰ γῆν δὲ καὶ ἀτρύγετον μέλαν ὕδωρ
7
φεῦγεν, Ζεὺς δ’ἐδίωκε · λαβεῖν δ’ἐλιλαίετο θυμῷ
8
ἄλλοτε μὲν κατὰ κῦμα πολυφλοίσβοιο θαλάσσης
9
ἰχθύι εἰδομένην, πόντον πολὺν ἐξορόθυνεν,
10
ἄλλοτ’ἀν’Ὠκεανὸν ποταμὸν καὶ πείρατα γαίης,
11
ἄλλοτ’ἀν’ἤπειρον πολυβώλακα. γίγνετο δ’αἰεὶ
12
θηρί’ὅσ’ἤπειρος αἰνὰ τρέφει, ὄφρα φύγοι νιν”.
1
αἶψα δὲ Λυγκεὺς
2
Τηΰγετον προσέβαινε ποσὶν ταχέεσσι πεποιθώς.
3
ἀκρότατον δ’ἀναβὰς διεδέρκετο νῆσον ἅπασαν
4
Τανταλίδου Πέλοπος, τάχα δ’εἴσιδε κύδιμος ἥρως
5
δεινοῖς ὀφθαλμοῖσιν ἔσω δρυὸς ἄμφω κοίλης,
6
Κάστοράθ’ἱππόδαμον καὶ ἀεθλοφόρον Πολυδεύκεα.
7
νύξε δ’ἄρ’ἄγχι στὰς μεγάλην δρῦν
1
οὐκ ἀπ’ἐμοῦ σκεδάσεις ὄχλον, ταλαπείριε πρέσβυ;
1
“οἶνόν τοι, Μενέλαε, θεοὶ ποίησαν ἄριστον
2
θνητοῖς ἀνθρώποισιν ἀποσκεδάσαι μελεδῶνας”.
1
“Ζῆνα δὲ τὸν ἔρξαντα καὶ ὃς τάδε πάντ’ἐφύτευσεν” “
2
οὐκ ἐθέλει νεικεῖν · ἵνα γὰρ δέος ἔνθα καὶ αἰδώς”.
1
οὐκ ἐφάμην Ἀχιλῆϊ χολωσέμεν ἄλκιμον ἦτορ
2
ὧδε μάλ’ἐκπάγλως, ἐπεὶ ἦ μάλα μοι φίλος ἤην.
1
τῷ δ’ὑποκυσαμένη τέκε Γοργόνας, αἰνὰ πέλωρα,
2
αἰ Σαρπηδόνα ναῖον ἐν ὠκεανῷ βαθυδίνῃ,
3
νῆσον πετρήεσσαν.
1
“νήπιος ὃς πατέρα κτείνας παῖδας καταλείπει”.
1
φύρετο δ’ἄλφιτα
1
ἔπλεον εἰς Σκῦρον Δολοπηίδα