Corpus Hermeticum

The Secret Discourse on the Mountain to His Son Tat: On Rebirth and the Promise of Silence

Τατ
Τα.
Τα.

ἐν τοῖς Γενικοῖς, πάτερ, αἰνιγματωδῶς καὶ οὐ τηλαυγῶς ἔφρασας περὶ θειότητος διαλεγόμενος · οὐκ ἀπεκάλυψας, φάμενος μηδένα δύνασθαι σωθῆναι πρὸ τῆς παλιγγενεσίας · ἐμοῦτε σοῦ ἱκέτου γενομένου, ἐπὶ τῆς τοῦ ὄρους καταβάσεως, μετὰ τὸ σὲ ἐμοὶ διαλεχθῆναι, πυθομένου τὸν τῆς παλιγγενεσίας λόγον μαθεῖν, ὅτι τοῦτον παρὰ πάντα μόνον ἀγνοῶ, καὶ ἔφης, ὅταν μέλλῃς κόσμου ἀπαλλοτριοῦσθαι, παραδιδόναι μοι. ἕτοιμος ἐγενόμην καὶ ἀπηνδρείωσα τὸ ἐν ἐμοὶ φρόνημα ἀπὸ τῆς τοῦ κόσμου ἀπάτης · σὺ δέ μου καὶ τὰ ὑστερήματα ἀναπλήρωσον οἷς ἔφης μοι παλιγγενεσίας γένεσιν παραδοῦναι προθέμενος ἐκ φωνῆς κρυβήν · ἀγνοῶ, Τρισμέγιστε, ἐξ οἵας μήτρας ἄνθρωπος ἐγεννήθη, σπορᾶς δὲ ποίας.

Ερμης
Ερ.
Ερ.

τέκνον, σοφία νοερὰ ἐν σιγῇ καὶ σπορὰ τὸ ἀληθινὸν ἀγαθόν.

Τατ
Τα.
Τα.

τίνος σπείραντος, πάτερ; τὸ γὰρ σύνολον ἀπορῶ.

Ερμης
Ερ.
Ερ.

τοῦ θελήματος τοῦ θεοῦ, τέκνον.

Τατ
Τα.
Τα.

καὶ ποταπὸς γεννώμενος, πάτερ; ἄμοιρος γὰρ τῆς ἐν ἐμοὶ οὐσίας.

Ερμης
Ερ.
Ερ.

ἄλλος ἔσται γεννώμενος θεοῦ θεὸς παῖς, τὸ πᾶν ἐν παντί, ἐκ πασῶν δυνάμεων συνεστώς.

Τατ
Τα.
Τα.

αἴνιγμά μοι λέγεις, πάτερ, καὶ οὐχ ὡς πατὴρ υἱῷ διαλέγῃ.

Ερμης
Ερ.
Ερ.

τοῦτο τὸ γένος, τέκνον, οὐ διδάσκεται, ἀλλ’ὅταν θέλῃ, ὑπὸ τοῦ θεοῦ ἀναμιμνήσκεται.

Τατ
Τα.
Τα.

ἀδύνατά μοι λέγεις, πάτερ, καὶ βεβιασμένα · ὅθεν πρὸς ταῦτα ὀρθῶς ἀντειπεῖν θέλω · ἀλλότριος υἱὸς πέφυκα τοῦ πατρικοῦ γένους · μὴ φθόνει μοι, πάτερ · γνήσιος υἱός εἰμι · διάφρασόν μοι τῆς παλιγγενεσίας τὸν τρόπον.

Ερμης
Ερ.
Ερ.

τί εἴπω, τέκνον; οὐκ ἔχω λέγειν, πλὴν τοῦτο · ὁρῶν τι ἐν ἐμοὶ ἄπλαστον θέαν γεγενημένην ἐξ ἐλέου θεοῦ, καὶ ἐμαυτὸν ἐξελήλυθα εἰς ἀθάνατον σῶμα, καί εἰμι νῦν οὐχ πρίν, ἀλλ’ἐγεννήθην ἐν νῷ · τὸ πρᾶγμα τοῦτο οὐ διδάσκεται, οὐ δὲ τῷ πλαστῷ τούτῳ στοιχείῳ, δι’οὗ ἔστιν ἰδεῖν · διὸ καὶ ἠμέληταί μοι τὸ πρῶτον σύνθετον εἶδος · οὐκέτι κέχρῳσμαι καὶ ἁφὴν ἔχω καὶ μέτρον, ἀλλότριος δὲ τούτων εἰμί. νῦν ὁρᾷς με, τέκνον, ὀφθαλμοῖς, τι δέ εἰμι οὐ κατανοεῖς ἀτενίζων σώματι καὶ ὁράσει. οὐκ ὀφθαλμοῖς τούτοις θεωροῦμαι νῦν, τέκνον.

Τατ
Τα.
Τα.

εἰς μανίαν με οὐκ ὀλίγην καὶ οἴστρησιν φρενῶν ἐνέσεισας, πάτερ · ἐμαυτὸν γὰρ νῦν οὐχ ὁρῶ.

Ερμης
Ερ.
Ερ.

εἴθε, τέκνον, καὶ σὺ σεαυτὸν διεξελήλυθας, ὡς οἱ ἐν ὕπνῳ ὀνειροπολούμενοι χωρὶς ὕπνου.

Τατ
Τα.
Τα.

λέγε μοι καὶ τοῦτο · τίς ἐστι γενεσιουργὸς τῆς παλιγγενεσίας;

Ερμης
Ερ.
Ερ.

τοῦ θεοῦ παῖς, ἄνθρωπος εἷς, θελήματι θεοῦ.

Τατ
Τα.
Τα.

νῦν τὸ λοιπόν, πάτερ, εἰς ἀφασίαν με ἤνεγκας · τῶν πρὶν ἀπολειφθεὶς φρενῶν, τὸ γὰρ μέγεθος βλέπω τὸ σὸν τὸ αὐτό, πάτερ, σὺν τῷ χαρακτῆρι.

Ερμης
Ερ.
Ερ.

καὶ ἐν τούτῳ ψεύδῃ · τὸ γὰρ θνητὸν εἶδος καθ’ἡμέραν ἀλλάσσεται · χρόνῳ γὰρ τρέπεται εἰς αὔξησιν καὶ μείωσιν, ὡς ψεῦδος.

Τατ
Τα.
Τα.

τί οὖν ἀληθές ἐστιν, Τρισμέγιστε;

Ερμης
Ερ.
Ερ.

τὸ μὴ θολούμενον, τέκνον, τὸ μὴ διοριζόμενον, τὸ ἀχρώματον, τὸ ἀσχημάτιστον, τὸ ἄτρεπτον, τὸ γυμνόν, τὸ φαῖνον, τὸ αὐτῷ καταληπτόν, τὸ ἀναλλοίωτον ἀγαθόν, τὸ ἀσώματον.

Τατ
Τα.
Τα.

μέμηνα ὄντως, πάτερ · δοκοῦντος γάρ μου ὑπὸ σοῦ σοφοῦ γεγονέναι, ἐνεφράχθησαν αἱ αἰσθήσεις τούτου μου τοῦ νοήματος.

Ερμης
Ερ.
Ερ.

οὕτως ἔχει, τέκνον · τὸ μὲν ἀνωφερές, ὡς πῦρ, καὶ κατωφερές, ὡς γῆ, καὶ ὑγρόν, ὡς ὕδωρ, καὶ σύμπνοον, ὡς ἀήρ […], πῶς αἰσθητῶς αὐτὸ νοήσεις τὸ μὴ σκληρόν, τὸ μὴ ὑγρόν, τὸ ἀσφίγγωτον, τὸ μὴ διαδυόμενον, τὸ μόνον δυνάμει καὶ ἐνεργείᾳ νοούμενον, δεόμενον δὲ τοῦ δυναμένου νοεῖν τὴν ἐν θεῷ γένεσιν;

Τατ
Τα.
Τα.

ἀδύνατος οὖν εἰμι, πάτερ;

Ερμης
Ερ.
Ερ.

μὴ γένοιτο, τέκνον · ἐπίσπασαι εἰς ἑαυτόν, καὶ ἐλεύσεται · θέλησον, καὶ γίνεται · κατάργησον τοῦ σώματος τὰς αἰσθήσεις, καὶ ἔσται γένεσις τῆς θεότητος · κάθαραι σεαυτὸν ἀπὸ τῶν ἀλόγων τῆς ὕλης τιμωριῶν.

Τατ
Τα.
Τα.

τιμωροὺς γὰρ ἐν ἐμαυτῷ ἔχω, πάτερ;

Ερμης
Ερ.
Ερ.

οὐκ ὀλίγους, τέκνον, ἀλλὰ καὶ φοβεροὺς καὶ πολλούς.

Τατ
Τα.
Τα.

ἀγνοῶ, πάτερ.

Ερμης
Ερ.
Ερ.

μία αὕτη, τέκνον, τιμωρία ἄγνοια · δευτέρα λύπη · τρίτη ἀκρασία · τετάρτη ἐπιθυμία · πέμπτη ἀδικία · ἕκτη πλεονεξία · ἑβδόμη ἀπάτη · ὀγδόη φθόνος · ἐνάτη δόλος · δεκάτη ὀργή · ἑνδεκάτη προπέτεια · δωδεκάτη κακία · εἰσὶ δὲ αὗται τὸν ἀριθμὸν δώδεκα · ὑπὸ δὲ ταύτας πλείονες ἄλλαι, τέκνον, διὰ τοῦ δεσμωτηρίου τοῦ σώματος αἰσθητικῶς πάσχειν ἀναγκάζουσι τὸν ἐνδιάθετον ἄνθρωπον · ἀφίστανται δὲ αὗται, οὐκ ἀθρόως, ἀπὸ τοῦ ἐλεηθέντος ὑπὸ τοῦ θεοῦ, καὶ οὕτω συνίσταται τῆς παλιγγενεσίας τρόπος καὶ λόγος. λοιπὸν σιώπησον, τέκνον, καὶ εὐφήμησον καὶ διὰ τοῦτο οὐ καταπαύσει τὸ ἔλεος εἰς ἡμᾶς ἀπὸ τοῦ θεοῦ · χαῖρε λοιπόν, τέκνον, ἀνακαθαιρόμενος ταῖς τοῦ θεοῦ δυνάμεσιν, εἰς συνάρθρωσιν τοῦ Λόγου. ἦλθεν ἡμῖν γνῶσις θεοῦ · ταύτης ἐλθούσης, τέκνον, ἐξηλάθη ἄγνοια. ἦλθεν ἡμῖν γνῶσις χαρᾶς · παραγενομένης ταύτης, τέκνον, λύπη φεύξεται εἰς τοὺς χωροῦντας αὐτήν. δύναμιν καλῶ ἐπὶ χαρᾷ τὴν ἐγκράτειαν · δύναμις ἡδίστη, προσλάβωμεν, τέκνον, αὐτὴν ἀσμενέστατα · πῶς ἅμα τῷ παραγενέσθαι ἀπώσατο τὴν ἀκρασίαν; τετάρτην δὲ νῦν καλῶ καρτερίαν, τὴν κατὰ τῆς ἐπιθυμίας δύναμιν. βαθμὸς οὗτος, τέκνον, δικαιοσύνης ἐστὶν ἕδρασμα · χωρὶς γὰρ κρίσεως ἴδε πῶς τὴν ἀδικίαν ἐξήλασεν · ἐδικαιώθημεν, τέκνον, ἀδικίας ἀπούσης. ἕκτην δύναμιν καλῶ εἰς ἡμᾶς, τὴν κατὰ τῆς πλεονεξίας, κοινωνίαν. ἀποστάσης δὲ ἔτι καλῶ τὴν ἀλήθειαν καὶ φεύγει ἀπάτη, ἀλήθεια παραγίνεται ἴδε πῶς τὸ ἀγαθὸν πεπλήρωται, τέκνον, παραγινομένης τῆς ἀληθείας · φθόνος γὰρ ἀφ’ἡμῶν ἀπέστη · τῇ δὲ ἀληθείᾳ καὶ τὸ ἀγαθὸν ἐπεγένετο, ἅμα ζωῇ καὶ φωτί, καὶ οὐκέτι ἐπῆλθεν οὐδεμία τοῦ σκότους τιμωρία, ἀλλ’ἐξέπτησαν νικηθεῖσαι ῥοίζῳ. ἔγνωκας, τέκνον, τῆς παλιγγενεσίας τὸν τρόπον · τῆς δεκάδος παραγινομένης, τέκνον, συνετέθη νοερὰ γένεσις καὶ τὴν δωδεκάδα ἐξελαύνει καὶ ἐθεώθημεν τῇ γενέσει · ὅστις οὖν ἔτυχε κατὰ τὸ ἔλεος τῆς κατὰ θεὸν γενέσεως, τὴν σωματικὴν αἴσθησιν καταλιπών, ἑαυτὸν γνωρίζει ἐκ τούτων συνιστάμενον καὶ εὐφραίνεται.

Τατ
Τα.
Τα.

ἀκλινὴς γενόμενος ὑπὸ τοῦ θεοῦ, πάτερ, φαντάζομαι, οὐχ ὁράσει ὀφθαλμῶν ἀλλὰ τῇ διὰ δυνάμεων νοητικῇ ἐνεργείᾳ. ἐν οὐρανῷ εἰμι, ἐν γῇ, ἐν ὕδατι, ἐν ἀέρι · ἐν ζῴοις εἰμί, ἐν φυτοῖς · ἐν γαστρί, πρὸ γαστρός, μετὰ γαστέρα, πανταχοῦ. ἀλλ’ἔτι τοῦτό μοι εἰπέ, πῶς αἱ τιμωρίαι τοῦ σκότους, οὖσαι ἀριθμῷ δώδεκα, ὑπὸ δέκα δυνάμεων ἀπωθοῦνται. τίς τρόπος, Τρισμέγιστε;

Ερμης
Ερ.
Ερ.

τὸ σκῆνος τοῦτο, καί, τέκνον, διεξεληλύθαμεν, ἐκ τοῦ ζῳοφόρου κύκλου συνέστη καὶ τούτου συνεστῶτος ἐκ δώδεκα ὄντων τὸν ἀριθμόν, φύσεως μιᾶς, παντομόρφου ἰδέας, εἰς πλάνην τοῦ ἀνθρώπου · διαζυγαὶ ἐν αὐταῖς εἰσιν, τέκνον, ἡνωμέναι ἐν τῇ πράξει […] ἀχώριστός ἐστιν προπέτεια τῆς ὀργῆς · εἰσὶ δὲ καὶ ἀδιόριστοι. εἰκότως οὖν κατὰ τὸν ὀρθὸν λόγον τὴν ἀπόστασιν ποιοῦνται, καθὼς καὶ ἀπὸ δέκα δυνάμεων ἐλαυνόμεναι, τουτέστιν ἀπὸ τῆς δεκάδος · γὰρ δεκάς, τέκνον, ἐστὶ ψυχογόνος · ζωὴ δὲ καὶ φῶς ἡνωμέναι εἰσίν, ἔνθα τῆς ἑνάδος ἀριθμὸς πέφυκε τοῦ πνεύματος. ἑνὰς οὖν κατὰ λόγον τὴν δεκάδα ἔχει, δὲ δεκὰς τὴν ἑνάδα.

Τατ
Τα.
Τα.

πάτερ, τὸ πᾶν ὁρῶ καὶ ἐμαυτὸν ἐν τῷ νοΐ.

Ερμης
Ερ.
Ερ.

αὕτη ἐστὶν παλιγγενεσία, τέκνον, τὸ μηκέτι φαντάζεσθαι εἰς τὸ σῶμα τὸ τριχῇ διαστατόν […] διὰ τὸν λόγον τοῦτον τὸν περὶ τῆς παλιγγενεσίας εἰς ὃν ὑπεμνηματισάμην ἵνα μὴ ὦμεν διάβολοι τοῦ παντὸς εἰς τοὺς πολλούς, εἰς οὓς θεὸς αὐτὸς θέλει.

Τατ
Τα.
Τα.

εἰπέ μοι, πάτερ, τὸ σῶμα τοῦτο τὸ ἐκ δυνάμεων συνεστὸς λύσιν ἴσχει ποτέ;

Ερμης
Ερ.
Ερ.

εὐφήμησον καὶ μὴ ἀδύνατα φθέγγου · ἐπεὶ ἁμαρτήσεις καὶ ἀσεβηθήσεταί σου ὀφθαλμὸς τοῦ νοῦ. τὸ αἰσθητὸν τῆς φύσεως σῶμα πόρρωθέν ἐστι τῆς οὐσιώδους γενέσεως · τὸ μὲν γάρ ἐστι διαλυτόν, τὸ δὲ ἀδιάλυτον, καὶ τὸ μὲν θνητόν, τὸ δὲ ἀθάνατον. ἀγνοεῖς ὅτι θεὸς πέφυκας καὶ τοῦ ἑνὸς παῖς, κἀγώ;

Τατ
Τα.
Τα.

ἐβουλόμην, πάτερ, τὴν διὰ τοῦ ὕμνου εὐλογίαν, ἣν ἔφης ἐπὶ τὴν ὀγδοάδα γενομένου σου ἀκοῦσαι τῶν δυνάμεων.

Ερμης
Ερ.
Ερ.

καθὼς Ὀγδοάδα Ποιμάνδρης ἐθέσπισε, τέκνον, καλῶς σπεύδεις λῦσαι τὸ σκῆνος · κεκαθαρμένος γάρ. Ποιμάνδρης, τῆς αὐθεντίας νοῦς, πλέον μοι τῶν ἐγγεγραμμένων οὐ παρέδωκεν, εἰδὼς ὅτι ἀπ’ἐμαυτοῦ δυνήσομαι πάντα νοεῖν καὶ ἀκούειν ὧν βούλομαι, καὶ ὁρᾶν τὰ πάντα, καὶ ἐπέτρεψέ μοι ἐκεῖνος ποιεῖν τὰ καλά. διὸ καὶ ἐν πᾶσιν αἱ δυνάμεις αἱ ἐν ἐμοὶ ᾄδουσι.

Τατ
Τα.
Τα.

θέλω, πάτερ, ἀκοῦσαι, καὶ βούλομαι ταῦτα νοῆσαι.

Ερμης
Ερ.
Ερ.

ἡσύχασον, τέκνον, καὶ τῆς ἁρμοζούσης νῦν ἄκουε εὐλογίας, τὸν ὕμνον τῆς παλιγγενεσίας, ὃν οὐκ ἔκρινα οὕτως εὐκόλως ἐκφάναι, εἰ μὴ σοὶ ἐπὶ τέλει τοῦ παντός. ὅθεν τοῦτο οὐ διδάσκεται, ἀλλὰ κρύπτεται ἐν σιγῇ. οὕτως οὖν, τέκνον, στὰς ἐν ὑπαίθρῳ τόπῳ, νότῳ ἀνέμῳ ἀποβλέπων περὶ καταφορὰν τοῦ ἡλίου δύνοντος, προσκύνει · ὁμοίως καὶ ἀνιόντος πρὸς ἀπηλιώτην. ἡσύχασον, τέκνον. πᾶσα φύσις κόσμου προσδεχέσθω τοῦ ὕμνου τὴν ἀκοήν. ἀνοίγηθι γῆ, ἀνοιγήτω μοι πᾶς μοχλὸς ὄμβρου, τὰ δένδρα μὴ σείεσθε. ὑμνεῖν μέλλω τὸν τῆς κτίσεως κύριον, καὶ τὸ πᾶν καὶ τὸ ἕν. ἀνοίγητε οὐρανοί, ἄνεμοίτε στῆτε. κύκλος ἀθάνατος τοῦ θεοῦ, προσδεξάσθω μου τὸν λόγον · μέλλω γὰρ ὑμνεῖν τὸν κτίσαντα τὰ πάντα, τὸν πήξαντα τὴν γῆν καὶ οὐρανὸν κρεμάσαντα καὶ ἐπιτάξαντα ἐκ τοῦ ὠκεανοῦ τὸ γλυκὺ ὕδωρ εἰς τὴν οἰκουμένην καὶ ἀοίκητον ὑπάρχειν εἰς διατροφὴν καὶ κτίσιν πάντων τῶν ἀνθρώπων, τὸν ἐπιτάξαντα πῦρ φανῆναι εἰς πᾶσαν πρᾶξιν θεοῖςτε καὶ ἀνθρώποις. δῶμεν πάντες ὁμοῦ αὐτῷ τὴν εὐλογίαν, τῷ ἐπὶ τῶν οὐρανῶν μετεώρῳ, τῷ πάσης φύσεως κτίστῃ. οὗτός ἐστιν τοῦ νοῦ ὀφθαλμός, καὶ δέξαιτο τῶν δυνάμεων μου τὴν εὐλογίαν. αἱ δυνάμεις αἱ ἐν ἐμοί, ὑμνεῖτε τὸ ἓν καὶ τὸ πᾶν · συνᾴσατε τῷ θελήματί μου πᾶσαι αἱ ἐν ἐμοὶ δυνάμεις. γνῶσις ἁγία, φωτισθεὶς ἀπὸ σοῦ, διὰ σοῦ τὸ νοητὸν φῶς ὑμνῶν χαίρω ἐν χαρᾷ νοῦ. πᾶσαι δυνάμεις ὑμνεῖτε σὺν ἐμοί. καὶ σύ μοι, ἐγκράτεια, ὕμνει. δικαιοσύνη μου, τὸ δίκαιον ὕμνει δι’ἐμοῦ. κοινωνία ἐμή, τὸ πᾶν ὕμνει δι’ἐμοῦ · ὕμνει ἀλήθεια τὴν ἀλήθειαν. τὸ ἀγαθόν, ἀγαθόν, ὕμνει · ζωὴ καὶ φῶς, ἀφ’ὑμῶν εἰς ὑμᾶς χωρεῖ εὐλογία. εὐχαριστῶ σοι, πάτερ, ἐνέργεια τῶν δυνάμεων. εὐχαριστῶ σοι, θεέ, δύναμις τῶν ἐνεργειῶν μου · σὸς Λόγος δι’ἐμοῦ ὑμνεῖ σέ. δι’ἐμοῦ δέξαι τὸ πᾶν λόγῳ, λογικὴν θυσίαν. ταῦτα βοῶσιν αἱ δυνάμεις αἱ ἐν ἐμοί · τὸ πᾶν ὑμνοῦσι, τὸ σὸν θέλημα τελοῦσι, σὴ βουλὴ ἀπὸ σοῦ ἐπὶ σέ, τὸ πᾶν. δέξαι ἀπὸ πάντων λογικὴν θυσίαν · τὸ πᾶν τὸ ἐν ἡμῖν, σῷζε ζωή, φώτιζε φῶς, πνεῦμα θεέ · λόγον γὰρ τὸν σὸν ποιμαίνει Νοῦς. πνευματοφόρε, δημιουργέ · σὺ εἶ θεός. σὸς ἄνθρωπος ταῦτα βοᾷ διὰ πυρός, δι’ἀέρος, διὰ γῆς, διὰ ὕδατος, διὰ πνεύματος, διὰ τῶν κτισμάτων σου. ἀπὸ σοῦ Αἰῶνος εὐλογίαν εὗρον καί, ζητῶ, βουλῇ τῇ σῇ ἀναπέπαυμαι.

Τατ
Τα.
Τα.

εἶδον θελήματι τῷ σῷ τὴν εὐλογίαν ταύτην λεγομένην. πάτερ, τέθεικα καὶ ἐν κόσμῳ τῷ ἐμῷ.

Ερμης
Ερ.
Ερ.

ἐν τῷ νοητῷ λέγε, τέκνον.

Τατ
Τα.
Τα.

ἐν τῷ νοητῷ, πάτερ · δύναμαι. ἐκ τοῦ σοῦ ὕμνου καὶ τῆς σῆς εὐλογίας ἐπιπεφώτισταί μου νοῦς. πλέον θέλω κἀγὼ πέμψαι ἐξ ἰδίας φρενὸς εὐλογίαν τῷ θεῷ.

Ερμης
Ερ.
Ερ.

τέκνον, μὴ ἀσκόπως.

Τατ
Τα.
Τα.

ἐν τῷ νῷ, πάτερ, θεωρῶ, λέγω. σοί, γενάρχα τῆς γενεσιουργίας, Τὰτ θεῷ πέμπω λογικὰς θυσίας. θεέ, σὺ πάτερ, σὺ κύριος, σὺ νοῦς, δέξαι λογικὰς ἃς θέλεις ἀπ’ἐμοῦ · σοῦ γὰρ βουλομένου πάντα τελεῖται.

Ερμης
Ερ.
Ερ.

σύ, τέκνον, πέμψον δεκτὴν θυσίαν τῷ πάντων πατρὶ θεῷ. ἀλλὰ καὶ πρόσθες, τέκνον, διὰ τοῦ Λόγου.

Τατ
Τα.
Τα.

εὐχαριστῶ σοι, πάτερ, ταῦτά μοι αἰνεῖν εὐξαμένῳ.

Ερμης
Ερ.
Ερ.

χαίρω, τέκνον, καρποφορήσαντος ἐκ τῆς ἀληθείας τὰ ἀγαθά, τὰ ἀθάνατα γενήματα. τοῦτο μαθὼν παρ’ἐμοῦ τῆς ἀρετῆς σιγὴν ἐπάγγειλαι, μηδενί, τέκνον, ἐκφαίνων τῆς παλιγγενεσίας τὴν παράδοσιν, ἵνα μὴ ὡς διάβολοι λογισθῶμεν. ἱκανῶς γὰρ ἕκαστος ἡμῶν ἐπεμελήθη, ἐγώτε λέγων, σύτε ἀκούων. νοερῶς ἔγνως σεαυτὸν καὶ τὸν πατέρα τὸν ἡμέτερον.