Corpus Hermeticum

Dialogue

Ερμης
Ερ.
Ερ.

πᾶν τὸ κινούμενον, ὦ Ἀσκληπιέ, οὐκ ἔν τινι κινεῖται καὶ ὑπό τινος;

Ασκληπιος
Ασ.
Ασ.

μάλιστα.

Ερμης
Ερ.
Ερ.

οὐκ ἀνάγκη δὲ μεῖζον εἶναι τὸ ἐν ᾧ κινεῖται ἢ τὸ κινούμενον;

Ασκληπιος
Ασ.
Ασ.

ἀνάγκη.

Ερμης
Ερ.
Ερ.

ἰσχυρότερον ἄρα τὸ κινοῦν τοῦ κινουμένου;

Ασκληπιος
Ασ.
Ασ.

ἰσχυρότερον γάρ.

Ερμης
Ερ.
Ερ.

ἐναντίαν δὲ ἔχειν φύσιν ἀνάγκη τὸ ἐν ᾧ κινεῖται τῇ τοῦ κινουμένου;

Ασκληπιος
Ασ.
Ασ.

καὶ πάνυ.

Ερμης
Ερ.
Ερ.

μέγας οὖν οὗτος ὁ κόσμος, οὗ μεῖζον οὐκ ἔστι σῶμα;

Ασκληπιος
Ασ.
Ασ.

ὡμολόγηται.

Ερμης
Ερ.
Ερ.

καὶ στιβαρός · πεπλήρωται γὰρ ἄλλων σωμάτων μεγάλων πολλῶν, μᾶλλον δὲ πάντων ὅσα ἐστὶ σώματα.

Ασκληπιος
Ασ.
Ασ.

οὕτως ἔχει.

Ερμης
Ερ.
Ερ.

σῶμα δὲ ὁ κόσμος;

Ασκληπιος
Ασ.
Ασ.

σῶμα.

Ερμης
Ερ.
Ερ.

καὶ κινούμενον;

Ασκληπιος
Ασ.
Ασ.

μάλιστα.

Ερμης
Ερ.
Ερ.

πηλίκον οὖν δεῖ τὸν τόπον εἶναι ἐν ᾧ κινεῖται, καὶ ποταπὸν τὴν φύσιν; οὐ πολὺ μείζονα, ἵνα δυνηθῇ δέξασθαι τῆς φορᾶς τὴν συνέχειαν καὶ μὴ θλιβόμενον τὸ κινούμενον ὑπὸ τῆς στενότητος ἐπίσχῃ τὴν κίνησιν;

Ασκληπιος
Ασ.
Ασ.

παμμέγεθές τι χρῆμα, ὦ Τρισμέγιστε.

Ερμης
Ερ.
Ερ.

ποταπῆς δὲ φύσεως; τῆς ἐναντίας ἆρα, ὦ Ἀσκληπιέ; σώματι δὲ ἐναντία φύσις τὸ ἀσώματον.

Ασκληπιος
Ασ.
Ασ.

ὡμολόγηται.

Ερμης
Ερ.
Ερ.

ἀσώματος οὖν ὁ τόπος, τὸ δὲ ἀσώματον ἢ θεῖόν ἐστιν ἢ θεός. τὸ δὲ θεῖον λέγω νῦν, οὐ τὸ γεννητόν, ἀλλὰ τὸ ἀγέννητον. ἐὰν μὲν οὖν ᾖ θεῖον, οὐσιῶδές ἐστιν · ἐὰν δὲ ᾖ θεός, καὶ ἀνουσίαστον γίνεται. ἄλλως δὲ νοητός οὕτω. νοητὸς γὰρ πρῶτος ὁ θεός ἐστιν ἡμῖν, οὐχ ἑαυτῷ. τὸ γὰρ νοητὸν τῷ νοοῦντι αἰσθήσει ὑποπίπτει. ὁ θεὸς οὖν οὐχ ἑαυτῷ νοητός. οὐ γὰρ ἄλλο τι ὢν τοῦ νοουμένου ὑφ’ἑαυτοῦ νοεῖται · ἡμῖν δὲ ἄλλο τί ἐστι, διὰ τοῦτο ἡμῖν νοεῖται. εἰ δὲ νοητὸς ὁ τόπος, οὐχὶ θεός, ἀλλὰ τόπος · εἰ δὲ καὶ θεός, οὐχ ὡς τόπος, ἀλλ’ὡς ἐνέργεια χωρητική. πᾶν δὲ τὸ κινούμενον οὐκ ἐν κινουμένῳ κινεῖται ἀλλ’ἐν ἑστῶτι · καὶ τὸ κινοῦν δὴ ἕστηκεν · ἀδύνατον γὰρ αὐτῷ συγκινεῖσθαι.

Ασκληπιος
Ασ.
Ασ.

πῶς οὖν, ὦ Τρισμέγιστε, τὰ ἐνθάδε συγκινεῖται τοῖς κινουμένοις; τὰς γὰρ σφαίρας ἔφης τὰς πλανωμένας κινεῖσθαι ὑπὸ τῆς ἀπλανοῦς σφαίρας.

Ερμης
Ερ.
Ερ.

οὐκ ἔστιν αὕτη, ὦ Ἀσκληπιέ, συγκίνησις ἀλλ’ἀντικίνησις · οὐ γὰρ ὁμοίως κινοῦνται, ἀλλ’ἐναντίως ἀλλήλαις · ἡ δὲ ἐναντίωσις τὴν ἀντέρεισιν τῆς κινήσεως ἑστῶσαν ἔχει. ἡ γὰρ ἀντιτυπία στάσις φορᾶς ἐστί · δὶ ὃ καὶ αἱ πλανώμεναι σφαῖραι ἐναντίως κινούμεναι τῇ ἀπλανεῖ, ὑπ’ἀλλήλων τῇ ἐναντίᾳ ὑπαντήσει περὶ τὴν ἐναντιότητα αὐτὴν ὑπὸ τῆς ἑστώσης κινοῦνται · καὶ ἄλλως ἔχειν ἀδύνατον. τὰς γὰρ ἄρκτους ταύτας ἃς ὁρᾷς μήτε δυνούσας μήτε ἀνατελλούσας, περὶ δὲ τὸ αὐτὸ στρεφομένας, οἴει ἢ κινεῖσθαι ἢ ἑστάναι;

Ασκληπιος
Ασ.
Ασ.

κινεῖσθαι, ὦ Τρισμέγιστε.

Ερμης
Ερ.
Ερ.

κίνησιν ποίαν, ὦ Ἀσκληπιέ;

Ασκληπιος
Ασ.
Ασ.

τὴν περὶ τὰ αὐτὰ ἀναστρεφομένην.

Ερμης
Ερ.
Ερ.

ἡ δὲ περιφορὰ τὸ αὐτὸ καὶ ἡ περὶ τὸ αὐτὸ κίνησις ὑπὸ στάσεως κατεχομένη. τὸ γὰρ περὶ αὐτὸ κωλύει τὸ ὑπὲρ αὐτὸ. κωλυόμενον δὲ τοὺς τὸ ὑπὲρ αὐτό εἰ ἔστηκεν εἰς τὸ περὶ αὐτό, οὕτω καὶ ἡ ἐναντία φορὰ ἕστηκεν ἑδραία, ὑπὸ τῆς ἐναντιότητος στηριζομένη. παράδειγμα δέ σοι ἐπίγειον τοῖς ὀφθαλμοῖς ἐμπῖπτον περὶ τούτου φράσω · τὰ ἐπίγεια ζῷα, οἷον τὸν ἄνθρωπον λέγω θεώρει νηχόμενον. φερομένου γὰρ τοῦ ὕδατος, ἡ ἀντιτυπία τῶν ποδῶν καὶ τῶν χειρῶν στάσις γίνεται τῷ ἀνθρώπῳ, τοῦ μὴ συγκατενεχθῆναι τῷ ὕδατι μήτε δῦναι ὑπ’αὐτό.

Ασκληπιος
Ασ.
Ασ.

σαφέστατον παράδειγμα εἶπες, ὦ τρισμέγιστε.

Ερμης
Ερ.
Ερ.

πᾶσα οὖν κίνησις ἐν στάσει καὶ ὑπὸ στάσεως κινεῖται. ἡ οὖν κίνησις τοῦ κόσμου καὶ παντὸς ζῴου ὑλικοῦ οὐχ ὑπὸ τῶν κατεκτὸς τοῦ σώματος συμβαίνει γίνεσθαι, ἀλλ’ὑπὸ τῶν ἐντὸς εἰς τὸ κατεκτός, ἤτοι ψυχῆς ἢ πνεύματος, ἢ ἄλλου τινὸς ἀσωμάτου. σῶμα γὰρ ἔμψυχον οὐ κινεῖ, ἀλλ’οὐ δὲ τὸ σύνολον σῶμα, κἂν ᾖ ἄψυχον.

Ασκληπιος
Ασ.
Ασ.

πῶς τοῦτο λέγεις, ὦ τρισμέγιστε; τὰ οὖν ξύλα καὶ τοὺς λίθους καὶ τὰ ἄλλα πάντα ἄψυχα οὐ σώματά ἐστι τὰ κινοῦντα;

Ερμης
Ερ.
Ερ.

οὐδαμῶς, ὦ Ἀσκληπιέ · τὸ γὰρ ἔνδον τοῦ σώματος τοῦ κινοῦντος τὸ ἄψυχον, οὐ σῶμα ἐκεῖνό ἐστι τὸ ἀμφότερα κινοῦν, καὶ τὸ τοῦ βαστάζοντος καὶ τὸ τοῦ βασταζομένου; διόπερ ἄψυχον οὐκ ἄψυχον κινήσει · ὁρᾷς οὖν καταβαρουμένην τὴν ψυχήν, ὅταν μόνη δύο σώματα φέρῃ. καὶ ὅτι μὲν ἔν τινι κινεῖται τὰ κινούμενα καὶ ὑπό τινος, δῆλον.

Ασκληπιος
Ασ.
Ασ.

ἐν κενῷ δὲ δεῖ κινεῖσθαι τὰ κινούμενα, ὦ τρισμέγιστε;

Ερμης
Ερ.
Ερ.

εὖ φῄς, ὦ Ἀσκληπιέ. οὐ δὲ ἓν τῶν ὄντων ἐστὶ κενὸν · μόνον δὲ τὸ μὴ ὄν κενόν ἐστι καὶ ξένον τῆς τῆς ὑπάρξεως, τὸ δὲ ὂν οὐκ ἂν ἠδύνατο εἶναι ὄν, εἰ μὴ μεστὸν τῆς ὑπάρξεως ἦν · τὸ γὰρ ὑπάρχον κενὸν οὐδέποτε γενέσθαι δύναται.

Ασκληπιος
Ασ.
Ασ.

οὐκ ἔστιν οὖν κενά τινα, ὦ τρισμέγιστε, οἷον κάδδος κενὸς καὶ κέραμος κενὸς καὶ φρέαρ κενὸν καὶ ληνὸς καὶ τὰ ἄλλα τὰ παραπλήσια;

Ερμης
Ερ.
Ερ.

φεῦ τῆς πολλῆς πλάνης, ὦ Ἀσκληπιέ. τὰ πληρέστατα καὶ μεστότατα ἡγῇ κενὰ εἶναι;

Ασκληπιος
Ασ.
Ασ.

πῶς λέγεις, ὦ τρισμέγιστε;

Ερμης
Ερ.
Ερ.

οὐ σῶμά ἐστιν ὁ ἀήρ;

Ασκληπιος
Ασ.
Ασ.

σῶμα.

Ερμης
Ερ.
Ερ.

τοῦτο δὲ τὸ σῶμα οὐ διὰ πάντων διήκει τῶν ὄντων, καὶ πάντα διῆκον πληροῖ; σῶμα δὲ οὐκ ἐκ τῶν τεσσάρων κεκραμένον συνέστηκε; μεστὰ οὖν πάντα ἐστίν, ἃ σὺ φῂς κενά, τοῦ ἀέρος, εἰ δὲ τοῦ ἀέρος, καὶ τῶν τεσσάρων σωμάτων · καὶ συμβαίνει ὁ ἐναντίος λόγος ἐκφαίνεσθαι, ὅτι ἃ σὺ φῂς μεστά, ταῦτα πάντα κενά ἐστι τοῦ ἀέρος, ἐκείνων ὑπ’ἄλλων σωμάτων στενοχωρουμένων καὶ μὴ ἐχόντων δέξασθαι τὸν ἀέρα ἐν τόπῳ αὐτῶν. ταῦτα οὖν, ἃ σὺ φῂς εἶναι κενά, κοῖλα δεῖ ὀνομάζειν, οὐ κενά · ὑπάρχει γὰρ καὶ μεστά ἐστιν ἀέρος καὶ πνεύματος.

Ασκληπιος
Ασ.
Ασ.

ἀναντίρρητος ὁ λόγος, ὦ τρισμέγιστε. σώμά ἐστιν ὁ ἀήρ. τοῦτο δὲ τὸ σῶμα, ὃ διὰ πάντων διήκει τῶν ὄντων, καὶ πάντα διῆκον πληροῖ. τὸν οὖν τόπον ἐν ᾧ τὸ πᾶν κινεῖται, τί εἴπομεν;

Ερμης
Ερ.
Ερ.

ἀσώματον, ὦ Ἀσκληπιέ.

Ασκληπιος
Ασ.
Ασ.

τὸ οὖν ἀσώματον τί ἐστι;

Ερμης
Ερ.
Ερ.

νοῦς καὶ λόγος ὅλος ἐξ ὅλου ἑαυτὸν ἐμπεριέχων, ἐλεύθερος σώματος παντός, ἀπλανής, ἀπαθής, ἀναφής, αὐτὸς ἐν ἑαυτῷ ἑστώς, χωρητικὸς τῶν πάντων καὶ σωτήριος τῶν ὄντων, οὗ ὥσπερ ἀκτῖνές εἰσι τὸ ἀγαθόν, ἡ ἀλήθεια, τὸ ἀρχέτυπον φῶς, τὸ ἀρχέτυπον τῆς ψυχῆς.

Ασκληπιος
Ασ.
Ασ.

ὁ οὖν θεὸς τί ἐστιν;

Ερμης
Ερ.
Ερ.

ὁ μη δὲ ἓν τούτων ὑπάρχων, ὢν δὲ καὶ τοῦ εἶναι τούτοις αἴτιος, καὶ πᾶσι καὶ ἑνὶ ἑκάστῳ τῶν ὄντων πάντων. οὐ δὲ γὰρ οὐδὲν ὑπέλιπε πλέον τὸ μὴ ὄν, πάντα δέ ἐστι τὰ ἐκ τῶν ὄντων γινόμενα οὐχὶ ἐκ τῶν μὴ ὄντων. τὰ γὰρ μὴ ὄντα οὐ φύσιν ἔχει τοῦ δύνασθαι γενέσθαι, ἀλλὰ τοῦ μὴ δύνασθαί τι γενέσθαι καὶ πάλιν τὰ ὄντα οὐ φύσιν ἔχει τοῦ μηδέποτ’εἶναι.

Ασκληπιος
Ασ.
Ασ.

τί οὖν φῂς τοῦ μὴ εἶναί ποτε;

Ερμης
Ερ.
Ερ.

ὁ οὖν θεὸς οὐ νοῦς ἐστιν, αἴτιος δὲ τοῦ εἶναι νοῦν, οὐ δὲ πνεῦμα, αἴτιος δὲ τοῦ εἶναι πνεῦμα, οὐ δὲ φῶς, αἴτιος δὲ τοῦ φῶς εἶναι · ὅθεν τὸν θεὸν δυσὶ ταύταις ταῖς προσηγορίαις σέβεσθαι δεῖ, ταῖς μόνῳ αὐτῷ προσῳκειωμέναις, καὶ ἄλλῳ οὐδενί. οὔτε γὰρ τῶν ἄλλων λεγομένων θεῶν οὔτε ἀνθρώπων οὔτε δαιμόνων τις δύναται κἂν καθ’ὁποσονοῦν ἀγαθὸς εἶναι ἢ μόνος ὁ θεός, καὶ τοῦτό ἐστι μόνον καὶ οὐδὲν ἄλλο · τὰ δὲ ἄλλα πάντα χωριστά ἐστι τῆς τοῦ ἀγαθοῦ φύσεως · σῶμα γάρ εἰσι καὶ ψυχή, τόπον οὐκ ἔχοντα χωρῆσαι δυνάμενον τὸ ἀγαθόν. τοσοῦτον γάρ ἐστι τοῦ ἀγαθοῦ τὸ μέγεθος, ὅσον ἐστὶν ὕπαρξις πάντων τῶν ὄντων, καὶ σωμάτων καὶ ἀσωμάτων, καὶ αἰσθητῶν καὶ νοητῶν · τοῦτό ἐστι τὸ ἀγαθόν, τοῦτό ἐστιν ὁ θεός. μὴ οὖν εἴπῃς ἄλλο τι ἀγαθόν, ἐπεὶ ἀσεβεῖς, ἢ ἄλλο τί ποτε τὸν θεὸν ἢ μόνον τὸ ἀγαθόν, ἐπεὶ πάλιν ἀσεβεῖς. λόγῳ μὲν οὖν ὑπὸ πάντων λέγεται τὸ ἀγαθόν, οὐ νοεῖται δὲ τί ποτέ ἐστιν ὑπὸ πάντων. διὰ τοῦτο οὐ δὲ ὁ θεὸς νοεῖται ὑπὸ πάντων, ἀλλ’ἀγνοίᾳ καὶ τοὺς θεοὺς καί τινας τῶν ἀνθρώπων ἀγαθοὺς ὀνομάζουσι, μηδέποτε δυναμένους μήτε εἶναι μήτε γενέσθαι ἄν. ἀλλοτριώτατοι γάρ εἰσι τοῦ θεοῦ, τὸ δὲ ἀγαθὸν ἀχώριστον τοῦ θεοῦ, ὡς αὐτὸς ὁ θεὸς ὢν τὸ ἀγαθόν. θεοὶ μὲν οὖν οἱ ἄλλοι πάντες ἀθάνατοι λέγονται τετιμημένοι τῇ τοῦ θεοῦ προσηγορίᾳ · ὁ δὲ θεὸς τὸ ἀγαθόν, οὐ κατὰ τιμήν, ἀλλὰ κατὰ φύσιν. μία γὰρ ἡ φύσις τοῦ θεοῦ τὸ ἀγαθόν καὶ ἓν γένος ἀμφοτέρων, ἐξ οὗ τὰ γένη πάντα. ὁ γὰρ ἀγαθὸς ἅπαντά ἐστι διδοὺς καὶ μηδὲν λαμβάνων. ὁ οὖν θεὸς πάντα δίδωσι καὶ οὐδὲν λαμβάνει. ὁ οὖν θεὸς τἀγαθόν, καὶ τὸ ἀγαθὸν ὁ θεός. ἡ δὲ ἑτέρα προσηγορία ἐστὶν ἡ τοῦ πατρός, πάλιν διὰ τὸ ποιητικὸν πάντων. πατρὸς γὰρ τὸ ποιεῖν · διὸ καὶ μεγίστη ἐν τῷ βίῳ σπουδὴ καὶ εὐσεβεστάτη τοῖς εὖ φρονοῦσίν ἐστιν ἡ παιδοποιΐα · καὶ μέγιστον ἀτύχημα καὶ ἀσέβημά ἐστιν, ἄτεκνόν τινα ἐξ ἀνθρώπων ἀπαλλαγῆναι · καὶ δίκην οὗτος δίδωσι μετὰ θάνατον τοῖς δαίμοσιν. ἡ δὲ τιμωρία ἐστὶν ἥδε · τὴν τοῦ ἀτέκνου ψυχὴν εἰς σῶμα καταδικασθῆναι μήτε ἀνδρὸς μήτε γυναικὸς φύσιν ἔχοντος, ὅπερ ἐστὶ κατηραμένον ὑπὸ τοῦ ἡλίου. τοιγαροῦν, ὦ Ἀσκληπιέ, μηδενὶ ὄντι ἀτέκνῳ συνησθῇς, τοὐναντίον δὲ ἐλέησον τὴν συμφοράν, ἐπιστάμενος οἵα αὐτὸν μένει τιμωρία. τοσαῦτά σοι καὶ τοιαῦτα λελέχθω, ὦ Ἀσκληπιέ, προγνωσία τις τῆς τῶν πάντων φύσεως.