Corpus Hermeticum
Poimandres
1ἐννοίας μοί ποτε γενομένης περὶ τῶν ὄντων καὶ μετεωρισθείσης μου τῆς διανοίας σφόδρα, κατασχεθεισῶντε τῶν σωματικῶν μου αἰσθήσεων — καθάπερ οἱ ἐν ὕπνῳ βεβαρημένοι ἐκ κόρουτε καὶ τρυφῆς ἢ ἐκ κόπου σώματος — ἔδοξά τινα ὑπερμεγέθη μέτρῳ ἀπεριορίστῳ τυγχάνοντα καλεῖν μου τὸ ὄνομα καὶ λέγοντά μοι, “τί βούλει ἀκοῦσαι καὶ θεάσασθαι καὶ τί νοήσας μαθεῖν καὶ γνῶναι”; 2φημὶ ἐγώ, “σὺ γὰρ τίς εἶ”; “ἐγὼ μέν,” φησίν, “εἰμὶ ὁ Ποιμάνδρης, ὁ τῆς αὐθεντίας νοῦς, οἶδα δὲ ὃ βούλει, καὶ σύνειμί σοι πανταχοῦ”. 3φημὶ ἐγώ, “μαθεῖν θέλω τὰ ὄντα καὶ νοῆσαι τὴν τούτων φύσιν, καὶ γνῶναι τὸν θεόν”. “τοῦτ’” ἔφην, “ἀκοῦσαι βούλομαι”. φησὶν ἐμοὶ πάλιν, “ἔχε νῷ σῷ ὅσα θέλεις μαθεῖν, κα- κἀγώ σε διδάξω”. 4τοῦτο εἰπὼν ἠλλάγη τῇ ἰδέᾳ, καὶ εὐθέως πάντα μοι ἤνοικτο ῥοπῇ, καὶ ὁρῶ θέαν ἀόριστον, φῶς δὲ πάντα γεγενημένα, εὔδιόντε καὶ ἱλαρόν · καὶ ἠράσθην ἰδών · καὶ μετ’ὀλίγον σκότος κατωφερὲς ἦν ἐν μέρει γεγενημένον, φοβερόντε καὶ στυγνόν, σκολιῶς πεπεραμένον · ὡς εἰκάσαι με ἰδόντα μεταβαλλόμενον τὸ σκότος εἰς ὑγρᾶν τινα φύσιν ἀφάτως τεταραγμένην, καὶ καπνὸν ἀποδιδοῦσαν ὡς ἀπὸ πυρός, καί τινα ἦχον ἀποτελοῦσαν ἀνεκλάλητον γοώδη. εἶτα βοὴ ἐξ αὐτῆς ἀσυνάρθρως ἐξεπέμπετο, ὡς εἰκάσαι φωνῇ φωτός. 5ἐκ τοῦ φωτὸς τις λόγος ἅγιος ἐπέβη τῇ φύσει, καὶ πῦρ ἄκρατον ἐξεπήδησεν ἐκ τῆς ὑγρᾶς φύσεως ἄνω εἰς ὕψος · κοῦφον δὲ ἦν καὶ ὀξύ, δραστικὸντὲ ἅμα · καὶ ὁ ἀὴρ, ἐλαφρὸς ὢν ἠκολούθησε τῷ πνεύματι, ἀναβαίνοντος αὐτοῦ μέχρι τοῦ πυρὸς ἀπὸ γῆς καὶ ὕδατος, ὡς δοκεῖν κρέμασθαι αὐτὸν ἀπ’αὐτοῦ. γῆ δὲ καὶ ὕδωρ ἔμενε καθ’ἑαυτὰ συμμεμιγμένα, ὡς μὴ θεωρεῖσθαι ἀπὸ τοῦ ὕδατος · κινούμενα δὲ ἦν διὰ τὸν ἐπιφερόμενον πνευματικὸν λόγον εἰς ἀκοήν. 6ὁ δὲ Ποιμάνδρης ἐμοί, “ἐνόησας”, φησί, “τὴν θέαν ταύτην ὅτι καὶ βούλεται”; “καὶ γνώσομαι”, ἔφην ἐγώ. “τὸ φῶς ἐκεῖνο”, ἔφη, “ἐγώ εἰμι νοῦς ὁ σὸς θεός, ὁ πρὸ φύσεως ὑγρᾶς τῆς ἐκ σκότους φανείσης · ὁ δὲ ἐκ νοὸς φωτεινὸς λόγος, υἱὸς θεοῦ”. “τί οὖν”; φημί. “οὕτω γνῶθι · τὸ ἐν σοὶ βλέπον καὶ ἀκοῦον, λόγος κυρίου, ὁ δὲ νοῦς πατὴρ θεός · οὐ γὰρ διίστανται ἀπ’ἀλλήλων · ἕνωσις γὰρ τούτων ἐστὶν ἡ ζωή”. “εὐχαριστῶ σοι”, ἔφην ἐγώ. “ἀλλὰ δὴ νόει τὸ φῶς, καὶ γνώριζε τοῦτο”, φησίν. 7καὶ εἰπὼν ταῦτα ἐπὶ πλείονα χρόνον ἀντώπησέ μοι, ὥστε με τρέμειν αὐτοῦ τὴν ἰδέαν. ἀνανεύσαντος δέ θεωρῶ ἐν τῷ νοΐ μου τὸ φῶς ἐν δυνάμεσιν ἀναριθμήτοις ὄν, καὶ κόσμον ἀπεριόριστον γεγενημένον, καὶ περισχέσθαι τὸ πῦρ δυνάμει μεγίστῃ, καὶ στάσιν ἐσχηκέναι κρατούμενον. ταῦτα δὲ ἐγὼ διενοήθην ὁρῶν διὰ τὸν τοῦ Ποιμάνδρου λόγον. 8ὡς δὲ ἦν ἐν ἐκπλήξει φησὶ πάλιν ἐμοί, “εἶδες ἐν τῷ νῷ τὸ ἀρχέτυπον εἶδος τὸ προϋπάρχον τῆς ἀρχῆς τῆς ἀπεράντου”. ταῦτα ὁ Ποιμάνδρης ἐμοί. “τὰ οὖν”, ἐγώ φημι, “στοιχεῖα τῆς φύσεως πόθεν ὑπέστη”; πάλιν ἐκεῖνος πρὸς ταῦτα, “ἐκ βουλῆς θεοῦ, ἥτις λαβοῦσα τὸν λόγον, καὶ ἰδοῦσα τὸν καλὸν κόσμον, ἐμιμήσατο, κοσμοποιηθεῖσα διὰ τῶν ἑαυτῆς στοιχείων καὶ γεννημάτων ψυχῶν. 9ὁ δὲ νοῦς ὁ θεός, ἀρρενόθηλυς ὤν, ζωὴ καὶ φῶς ὑπάρχων, ἀπεκύησε λόγῳ ἕτερον νοῦν δημιουργόν, ὃς θεὸς τοῦ πυρὸς καὶ πνεύματος ὤν ἐδημιούργησε διοικητάς τινας ἑπτά, ἐν κύκλοις περιέχοντας τὸν αἰσθητὸν κόσμον. καὶ ἡ διοίκησις αὐτῶν εἱμαρμένη καλεῖται. 10ἐπήδησεν εὐθὺς ἐκ τῶν κατωφερῶν στοιχείων ὁ τοῦ θεοῦ λόγος εἰς τὸ καθαρὸν τῆς φύσεως δημιούργημα, καὶ ἡνώθη τῷ δημιουργῷ νῷ · ὁμοούσιος γὰρ ἦν. καὶ κατελείφθη τὰ ἄλογα τὰ κατωφερῆ τῆς φύσεως στοιχεῖα, ὡς εἶναι ὕλην μόνην. 11ὁ δὲ δημιουργὸς νοῦς σὺν τῷ λόγῳ, ὁ περιέχων τοὺς κύκλους καὶ δινῶν ῥοίζῳ, ἔστρεψε τὰ ἑαυτοῦ δημιουργήματα, καὶ εἴασε στρέφεσθαι ἀπ’ἀρχῆς ἀορίστου εἰς ἀπέραντον τέλος. ἄρχεται γάρ, οὗ λήγει. ἡ δὲ τούτων περιφορά, καθὼς θέλει ὁ νοῦς, ἐκ τῶν κατωφερῶν στοιχείων ζῶα ἤνεγκεν ἄλογα · οὐ γὰρ ἐπεῖχε τὸν λόγον · ἀὴρ δὲ πετεινὰ ἤνεγκε, καὶ τὸ ὕδωρ νηκτά · διακεχώρισται δὲ ἀπ’ἀλλήλων ἥτε γῆ καὶ τὸ ὕδωρ, καθὼς ἠθέλησεν ὁ νοῦς, καὶ ἡ γῆ ἐξήνεγκεν ἀπ’αὐτῆς ἃ εἶχε ζῷα τετράποδα, ἑρπετά, θηρία ἄγρια καὶ ἥμερα. 12ὁ δὲ πάντων πατὴρ ὁ νοῦς, ὢν ζωὴ καὶ φῶς, ἀπεκύησεν ἄνθρωπον ἑαυτῷ ἴσον, οὗ ἠράσθη ὡς ἰδίου τόκου · περικαλλὴς γάρ, τὴν τοῦ πατρὸς εἰκόνα ἔχων. ὄντως γὰρ καὶ ὁ θεὸς ἠράσθη τῆς ἰδίας μορφῆς, καὶ αὐτῇ παρέδωκε τὰ ἑαυτοῦ πάντα δημιουργήματα. 13κατανοήσας δὲ τὴν τοῦ δημιουργοῦ κτίσιν ἐν τῷ πατρί, ἠβουλήθη καὶ αὐτὸς δημιουργεῖν. καὶ ἀπεχωρίσθη ἀπὸ τοῦ πατρός, γενόμενος ἐν τῇ δημιουργικῇ σφαίρᾳ · ἔχων τὴν πᾶσαν ἐξουσίαν κατενόησε τῶν ἀδελφῶν τὰ δημιουργήματα. οἱ δὲ ἠράσθησαν αὐτοῦ · ἕκαστος δὲ μετεδίδου τῆς ἰδίας τάξεως. καὶ καταμαθὼν τὴν τούτων οὐσίαν, καὶ μεταλαβὼν τῆς αὐτῶν φύσεως ἠβουλήθη ἀναρρῆξαι τὴν περιφέρειαν τῶν κύκλων, καὶ τὸ κράτος τοῦ ἐπικειμένου ἐπὶ τοῦ πυρὸς καταπονῆσαι. 14καὶ ὁ τῶν θνητῶν τοῦ κόσμου ζώων καὶ τῶν ἀλόγων ἔχων πᾶσαν ἐξουσίαν διὰ τῆς ἁρμονίας παρέκυψεν, ἀναρρήξας τὸ κράτος τῶν κύκλων, καὶ ἔδειξε τῇ κατωφερεῖ φύσει τὴν καλὴν τοῦ θεοῦ μορφὴν. ἣν ἰδοῦσα ἀκόρεστον κάλλος · καὶ πᾶσαν ἐνέργειαν ἐν ἑαυτῇ ἔχουσαν τῶν ἑπτὰ διοικητόρων, τήντε μορφὴν τοῦ θεοῦ, ἐμειδίασεν ἔρωτι, ἅτε τῆς καλλίστης μορφῆς τοῦ ἀνθρώπου τὸ εἶδος ἐν τῷ ὕδατι ἰδοῦσα, καὶ τὸ σκίασμα ἐπὶ τῆς γῆς. ὁ δὲ ἰδὼν τὴν ὁμοίαν αὐτῷ μορφὴν, ἐν ἑαυτῷ οὖσαν, ἐν τῷ ὕδατι, ἐφίλησε καὶ ἠβουλήθη αὐτῇ συνοικεῖν · ἅμα δὲ τῇ βουλῇ ἐγένετο ἐνέργεια, καὶ ἐκύησε τὴν ἄλογον μορφήν. 15ἡ δὲ φύσις λαβοῦσα τὸν ἐρώμενον περιεπλάκη ὅλη καὶ ἐμίγησαν · ἐρώμενοι γὰρ ἦσαν. καὶ διὰ τοῦτο παρὰ πάντα τὰ ἐπὶ γῆς ζῶα διπλοῦς ἐστιν ὁ ἄνθρωπος, θνητὸς μὲν διὰ τὸ σῶμα, ἀθάνατος δὲ διὰ τὸν οὐσιώδη ἄνθρωπον. ἀθάνατος γὰρ ὢν καὶ πάντων τὴν ἐξουσίαν ἔχων, τὰ θνητὰ πάσχει ὑποκείμενα τῇ εἱμαρμένῃ. ὑπεράνω οὖν ὢν τῆς ἁρμονίας, ἐναρμόνιος γέγονε δοῦλος. ἀρρενόθηλυς δὲ ὤν, ἐξ ἀρρενοθήλεος ὢν πατρὸς, καὶ ἄϋπνος ἀπὸ ἀΰπνου κρατεῖται”. 16καὶ μετὰ ταῦτα νοῦς ὁ ἐμός, “καὶ αὐτὸς γὰρ ἐρῶ τοῦ λόγου”. ὁ δὲ Ποιμάνδρης εἶπε, “τοῦτό ἐστι τὸ κεκρυμμένον μυστήριον μέχρι τῆσδε τῆς ἡμέρας. ἡ γὰρ φύσις ἐπιμιγεῖσα τῷ ἀνθρώπῳ ἤνεγκέ τι θαῦμα θαυμασιώτατον. ἔχοντος γὰρ αὐτοῦ τῆς ἁρμονίας τῶν ἑπτὰ τὴν φύσιν, οὓς ἔφην σοι, ἐκ πυρὸς καὶ πνεύματος, οὐκ ἀνέμενεν ἡ φύσις, ἀλλ’εὐθὺς ἀπεκύησεν ἑπτὰ ἀνθρώπους, πρὸς τὰς φύσεις τῶν ἑπτὰ διοικητόρων ἀρρενοθήλεας καὶ μεταρσίους”. καὶ μετὰ ταῦτα, “ὦ Ποιμάνδρη, εἰς μεγάλην γὰρ νῦν ἐπιθυμίαν ἦλθον, καὶ ποθῶ ἀκοῦσαι. μὴ ἔκτρεχε”. καὶ ὁ Ποιμάνδρης εἶπεν, “ἀλλὰ σιώπα · οὔπω γάρ σοι ἀνήπλωσα τὸν πρῶτον λόγον”. “ἰδοὺ σιωπῶ”, ἔφην ἐγώ. 17“ἐγένετο οὖν”, ὡς ἔφην, “τῶν ἑπτὰ τούτων ἡ γένεσις τοιῷδε τρόπῳ. θηλυκὸν γὰρ ὁ ἀήρ, καὶ ὕδωρ ὀχευτικόν. τὸ δὲ ἐκ πυρὸς πέπειρον, ἐκ δὲ αἰθέρος τὸ πνεῦμα ἔλαβε. καὶ ἐξήνεγκεν ἡ φύσις τὰ σώματα πρὸς τὸ εἶδος τοῦ ἀνθρώπου. ὁ δὲ ἄνθρωπος ἐκ ζωῆς καὶ φωτὸς ἐγένετο εἰς ψυχὴν καὶ νοῦν, ἐκ μὲν ζωῆς εἰς ψυχήν, ἐκ δὲ φωτὸς εἰς νοῦν. καὶ ἔμεινεν οὕτω τὰ πάντα μέλη τοῦ αἰσθητοῦ κόσμου μέχρι περιόδου τέλους ἀρχῶν καὶ γενῶν. 18ἄκουε λοιπόν, ὃν ποθεῖς λόγον ἀκοῦσαι. τῆς περιόδου πεπληρωμένης ἐλύθη ὁ πάντων σύνδεσμος ἐκ βουλῆς θεοῦ. πάντα γὰρ τὰ ζῷα ἀρρενοθήλεα ὄντα διελύετο ἅμα τῷ ἀνθρώπῳ, καὶ ἐγένετο τὰ μὲν ἀρρενικὰ ἐν μέρει, τὰ δὲ θηλυκὰ ὁμοίως. ὁ δὲ θεὸς εὐθὺς εἶπεν ἁγίῳ λόγῳ,” αὐξάνεσθε ἐν αὐξήσει καὶ πληθύνεσθε ἐν πλήθει, πάντα τὰ κτίσματα καὶ δημιουργήματα · καὶ ἀναγνωρισάτω ὁ ἔννους ἑαυτὸν ὄντα ἀθάνατον καὶ τὸν αἴτιον τοῦ θανάτου ἔρωτα σώματος, καὶ πάντα τὰ ὄντα “. 19τοῦτο εἰπόντος, ἡ πρόνοια διὰ τῆς εἱμαρμένης καὶ ἁρμονίας τὰς μίξεις ἐποιήσατο καὶ τὰς γενέσεις κατέστησε. καὶ ἐπληθύνθη κατὰ γένος τὰ πάντα. καὶ ὁ ἀναγνωρίσας ἑαυτὸν ἐλήλυθεν εἰς τὸ περιούσιον ἀγαθόν, ὁ δὲ ἀγαπήσας τὸ ἐκ πλάνης ἔρωτος σῶμα, οὗτος μένει ἐν τῷ σκότει πλανώμενος, αἰσθητῶς πάσχων τὰ τοῦ θανάτου”. 20“τί τοσοῦτον ἁμαρτάνουσιν”, ἔφην ἐγώ, “οἱ ἀγνοοῦντες, ἵνα στερηθῶσι τῆς ἀθανασίας”; “ἔοικας”, φησίν, “ὦ οὗτος, μὴ πεφροντικέναι ὧν ἤκουσας. οὐκ ἔφην σοι νοεῖν”; “νοῶ”, ἔφην, “καὶ μιμνήσκομαι · εὐχαριστῶ δὲ ἅμα σοί”. “εἰ ἐνόησας”, φησίν, “εἰπέ μοι, διὰ τί ἄξιοί εἰσι τοῦ θανάτου οἱ ἐν τῷ θανάτῳ ὄντες”. “ὅτι προκατάρχεται”, φημί, “τοῦ οἰκείου σώματος τὸ στυγνὸν σκότος, ἐξ οὗ ἡ ὑγρὰ φύσις, ἐξ ἧς τὸ σῶμα συνέστηκεν ἐν τῷ αἰσθητῷ κόσμῳ, ἐξ οὗ θάνατος ἀρδεύεται”. 21“ἐνόησας ὀρθῶς, ὦ οὗτος. κατὰ τί δὲ ὁ ἐννοήσας ἑαυτὸν εἰς θεὸν χωρεῖ, ὅπερ ἔφη ὁ τοῦ θεοῦ λόγος”; φημὶ ἐγώ ὅτι “ἐκ φωτὸς καὶ ζωῆς συνέστηκεν ὁ πατὴρ τῶν ὅλων, ἐξ οὗ γέγονεν ὁ ἄνθρωπος”. “εὐφήμει λαλῶν”, φησί, “φῶς καὶ ζωή ἐστιν ὁ θεὸς καὶ πατήρ, ἐξ οὗ ἐγένετο ὁ ἄνθρωπος. ἐὰν οὖν μάθῃς σεαυτὸν ἐκ ζωῆς καὶ φωτὸς ὄντα, καὶ ὅτι ἐκ τούτων τυγχάνεις, εἰς ζωὴν πάλιν χωρήσεις”. ταῦτα ὁ Ποιμάνδρης εἶπεν. ἀλλ’ἔτι ἔφην ἐγώ, “εἰπέ μοι, πῶς εἰς ζωὴν χωρήσω, ὦ νοῦς; ἐμός φησὶν ὁ θεός,” ὁ ἔννους ἄνθρωπος ἀναγνωρισάτω ἑαυτόν “”. “οὐ πάντες”, φημί, “οὖν ἄνθρωποι νοῦν ἔχουσιν”; 22“εὐφήμει, ὦ οὗτος, τοιαῦτα λαλῶν. παραγίνομαι αὐτὸς ἐγὼ ὁ νοῦς τοῖς ὁσίοις καὶ ἀγαθοῖς καὶ καθαροῖς καὶ ἐλεήμοσι, τοῖς εὐσεβῶς βιοῦσι. καὶ ἡ παρουσία μου γίνεται βοήθεια, καὶ εὐθὺς τὰ πάντα γνωρίζουσι καὶ τὸν πατέρα ἱλάσκονται ἀγαπητικῶς, καὶ εὐχαριστοῦσιν εὐλογοῦντες καὶ ὑμνοῦσι τεταγμένοι πρὸς αὐτὸν τῇ στοργῇ · καὶ πρὸ τοῦ παραδοῦναι τὸ σῶμα ἰδίῳ θανάτῳ μυσάττονται τὰς αἰσθήσεις εἰδότες αὐτῶν τὰ ἐνεργήματα · μᾶλλον δὲ οὐκ ἐάσω αὐτὸς ὁ νοῦς τὰ προσπίπτοντα ἐνεργήματα τοῦ σώματος ἐκτελεσθῆναι · πυλωρὸς γὰρ ὢν ἀποκλείσω τὰς εἰσόδους τῶν κακῶν καὶ αἰσχρῶν ἐνεργημάτων τὰς ἐνθυμήσεις ἐκκόπτων. 23τοῖς δὲ ἀνοήτοις καὶ κακοῖς καὶ πονηροῖς καὶ φθονεροῖς καὶ πλεονέκταις καὶ φονεῦσι καὶ ἀσεβέσι πόρρωθέν εἰμι, τῷ τιμωρῷ ἐκχωρήσας δαίμονι, ὅστις τὴν ὀξύτητα τοῦ πυρὸς προσβάλλων θρώσκει αὐτοὺς αἰσθητικῶς, καὶ μᾶλλον ἐπὶ τὰς ἀνομίας αὐτοὺς ὁπλίζει, ἵνα τύχωσι μείζονος τιμωρίας · καὶ οὐ παύεται ἐπ’ὀρέξεις ἀπλέτους τὴν ἐπιθυμίαν αὐτῶν κινῶν ἀκορέστως ὡς ἐν σκοτομαχίᾳ · καὶ οὕτω βασανίζει, καὶ ἐπ’αὐτοὺς πῦρ ἐπὶ τὸ πλεῖον αὐξάνει”. 24“εὖ με πάντα”, ἔφην, “ὡς ἐβουλόμην, ἐδίδαξας, ὦ νοῦς. ἔτι δέ μοι εἰπὲ περὶ τῆς ἀνόδου τῆς γινομένης”. πρὸς ταῦτα ὁ Ποιμάνδρης εἷπε, “πρῶτον μὲν ἐν τῇ ἀναλύσει τοῦ σώματος τοῦ ὑλικοῦ παραδίδωσιν αὐτὸ τὸ σῶμα εἰς ἀλλοίωσιν, καὶ τὸ εἶδος ὃ εἶχες, ἀφανὲς γίνεται. καὶ τὸ ἦθος τῷ δαίμονι ἀνενέργητον παραδίδωσι, καὶ αἱ αἰσθήσεις τοῦ σώματος εἰς τὰς ἑαυτῶν πηγὰς ἐπανέρχονται μέρη γινόμεναι, καὶ πάλιν συνιστάμεναι εἰς τὰς ἐνεργείας. καὶ ὁ θυμὸς καὶ ἡ ἐπιθυμία εἰς τὴν ἄλογον φύσιν χωρεῖ. 25καὶ οὕτως ὁρμᾷ λοιπὸν ἄνω διὰ τῆς ἁρμονίας, καὶ τῇ πρώτῃ ζώνῃ δίδωσι τὴν αὐξητικὴν ἐνέργειαν καὶ τὴν μειωτικήν, καὶ τῇ δευτέρᾳ τὴν μηχανὴν τῶν κακῶν, καὶ τὸν δόλον ἀνενέργητον, καὶ τῇ τρίτῃ τὴν ἐπιθυμητικὴν ἀπάτην ἀνενέργητον, καὶ τῇ τετάρτῃ τὴν ἀρχοντικὴν ὑπερηφανίαν ἀπλεονέκτητον, καὶ τῇ πέμπτῃ τὸ θράσος τὸ ἀνόσιον καὶ τῆς τόλμης τὴν προπέτειαν, καὶ τῇ ἕκτῃ τὰς ἀφορμὰς τὰς κακὰς τοῦ πλούτου ἀνενεργήτους, καὶ τῇ ἑβδόμῃ ζώνῃ τὸ ἐνεδρεῦον ψεῦδος. 26καὶ τότε γυμνωθεὶς ἀπὸ τῶν τῆς ἁρμονίας ἐνεργημάτων γίνεται ἐπὶ τὴν ὀγδοατικὴν φύσιν τὴν ἰδίαν δύναμιν ἔχων, καὶ ὑμνεῖ σὺν τοῖς οὖσι τὸν πατέρα. συγχαίρουσι δὲ οἱ παρόντες τῇ τούτου παρουσίᾳ, καὶ ὁμοιωθεὶς τοῖς συνοῦσιν ἀκούει καί τῶν δυνάμεων ὑπὲρ τὴν ὀγδοατικὴν φύσιν οὐσῶν φωνῇ τινι ἡδείᾳ ὑμνουσῶν τὸν θεόν. καὶ τότε τάξει ἀνέρχονται πρὸς τὸν πατέρα, καὶ αὐτοὶ εἰς δυνάμεις ἑαυτοὺς παραδιδόασι, καὶ δυνάμεις γενόμενοι ἐν θεῷ γίνονται. τοῦτό ἐστι τὸ ἀγαθὸν τέλος τοῖς γνῶσιν ἐσχηκόσι, θεωθῆναι. λοιπόν, τί μέλλεις; οὐχ ὡς πάντα παραλαβὼν καθοδηγὸς γίνῃ τοῖς ἀξίοις, ὅπως τὸ γένος τῆς ἀνθρωπότητος διὰ σοῦ ὑπὸ θεοῦ σωθῇ”; 27ταῦτα εἰπὼν ὁ Ποιμάνδρης ἐμοὶ ἐμίγη ταῖς δυνάμεσιν. ἐγὼ δὲ εὐχαριστήσας καὶ εὐλογήσας τὸν πατέρα τῶν ὅλων ἀνέστην ὑπ’αὐτοῦ δυναμωθεὶς καὶ διδαχθεὶς τοῦ παντὸς τὴν φύσιν καὶ τὴν μεγίστην θέαν · καὶ ἦργμαι κηρύσσειν τοῖς ἀνθρώποις τὸ τῆς εὐσεβείας καὶ τὸ τῆς γνώσεως κάλλος. “ὦ λαοί, ἄνδρες γηγενεῖς, οἱ μέθῃ καὶ ὕπνῳ ἑαυτοὺς ἐκδεδωκότες καὶ τῇ ἀγνωσίᾳ τοῦ θεοῦ, νήψατε, παύσασθε κραιπαλῶντες, θελγόμενοι ὕπνῳ ἀλόγῳ”. 28οἱ δὲ ἀκούσαντες παρεγένοντο ὁμοθυμαδόν. ἐγὼ δέ φημι, “τί ἑαυτούς, ὦ ἄνδρες γηγενεῖς, εἰς θάνατον ἐκδεδώκατε ἔχοντες ἐξουσίαν τῆς ἀθανασίας μεταλαβεῖν; μετανοήσατε οἱ συνοδεύσαντες τῇ πλάνῃ καὶ συγκοινωνήσαντες τῇ ἀγνοίᾳ, ἀπαλλάγητε τοῦ σκοτεινοῦ φωτός, μεταλάβετε τῆς ἀθανασίας, καταλείψαντες τὴν φθοράν”. 29καὶ οἱ μὲν αὐτῶν καταφλυαρήσαντες ἀπέστησαν τῇ τοῦ θανάτου ὁδῷ ἑαυτοὺς ἐκδεδωκότες, οἱ δὲ παρεκάλουν διδαχθῆναι, ἑαυτοὺς πρὸ ποδῶν μου ῥίψαντες. ἐγὼ δὲ ἀναστήσας αὐτοὺς καθοδηγὸς ἐγενόμην τοῦ γένους τοῦ ἀνθρωπίνου, τοὺς λόγους διδάσκων, πῶς καὶ τίνι τρόπῳ σωθήσονται. καὶ ἔσπειρα αὐτοῖς τοὺς τῆς σοφίας λόγους καὶ ἐτράφησαν ἐκ τοῦ ἀμβροσίου ὕδατος. ὀψίας δὲ γενομένης καὶ τῆς τοῦ ἡλίου αὐγῆς ἀρχομένης δύεσθαι ὅλης ἐκέλευσα αὐτοῖς εὐχαριστεῖν τῷ θεῷ. καὶ ἀναπληρώσαντες τὴν εὐχαριστίαν ἕκαστος ἐτράπη εἰς τὴν ἰδίαν κοίτην. 30ἐγὼ δὲ τὴν εὐεργεσίαν τοῦ Ποιμάνδρου ἀνεγραψάμην εἰς ἐμαυτόν, καὶ πληρωθεὶς ὧν ἤθελον ἐξηυφράνθην. ἐγένετο γὰρ ὁ τοῦ σώματος ὕπνος τῆς ψυχῆς νῆψις, καὶ ἡ κάμμυσις τῶν ὀφθαλμῶν ἀληθινὴ ὅρασις, καὶ ἡ σιωπή μου ἐγκύμων τοῦ ἀγαθοῦ, καὶ ἡ τοῦ λόγου ἐκφορὰ γεννήματα ἀγαθῶν. τοῦτο δὲ συνέβη μοι λαβόντι ἀπὸ τοῦ νοός μου, τουτ’έστι τοῦ Ποιμάνδρου τοῦ τῆς αὐθεντίας λόγου, ὅθεν θεόπνους γενόμενος τῆς ἀληθείας ἦλθον. διὸ δίδωμι ἐκ ψυχῆς καὶ ἰσχύος ὅλης εὐλογίαν τῷ πατρὶ θεῷ. 31ἅγιος ὁ θεὸς ὁ πατὴρ τῶν ὅλων · ἅγιος ὁ θεὸς, οὗ ἡ βουλὴ τελεῖται ἀπὸ τῶν ἰδίων δυνάμεων · ἅγιος ὁ θεός, ὃς γνωσθῆναι βούλεται καὶ γινώσκεται τοῖς ἰδίοις · ἅγιος εἶ, ὁ λόγῳ συστησάμενος τὰ ὄντα · ἅγιος εἶ, οὗ πᾶσα φύσις εἰκὼν ἔφυ · ἅγιος εἶ, ὃν ἡ φύσις οὐκ ἐμόρφωσεν · ἅγιος εἶ, ὁ πάσης δυνάμεως ἰσχυρότερος · ἅγιος εἶ, ὁ πάσης ὑπεροχῆς μείζων · ἅγιος εἶ, ὁ κρείττων τῶν ἐπαίνων · δέξαι λογικὰς θυσίας ἁγνὰς ἀπὸ ψυχῆς καὶ καρδίας πρὸς σὲ ἀνατεταμένης, ἀνεκλάλητε, ἄρρητε, σιωπῇ φωνούμενε. 32αἰτουμένῳ τὸ μὴ σφαλῆναι τῆς γνώσεως τῆς κατ’οὐσίαν ἡμῶν ἐπίνευσόν μοι, καὶ ἐνδυνάμωσόν με, καὶ τῆς χάριτος ταύτης φώτισον τοὺς ἐν ἀγνοίᾳ τοῦ γένους μοῦ ἀδελφούς, υἱοὺς δὲ σοῦ. διὸ πιστεύω σοι καὶ μαρτυρῶ, εἰς ζωὴν καὶ φῶς χωρῶ. εὐλογητὸς εἶ, πάτερ · ὁ σὸς ἄνθρωπος συναγιάζειν σοι βούλεται, καθὼς παρέδωκας αὐτῷ τὴν πᾶσαν ἐξουσίαν.