Battle of Frogs and Mice

Battle of Frogs and Mice

1
ἀρχόμενος πρώτης σελίδος χορὸν ἐξ Ἑλικῶνος
2
ἐλθεῖν εἰς ἐμὸν ἦτορ ἐπεύχομαι εἵνεκ’ἀοιδῆς,
3
ἣν νέον ἐν δέλτοισιν ἐμοῖς ἐπὶ γούνασι θῆκα,
4
δῆριν ἀπειρεσίην, πολεμόκλονον ἔργον Ἄρηος,
5
εὐχόμενος μερόπεσσιν ἐς οὔατα πᾶσι βαλέσθαι
6
πῶς μύες ἐν βατράχοισιν ἀριστεύσαντες ἔβησαν,
7
γηγενέων ἀνδρῶν μιμούμενοι ἔργα Γιγάντων,
8
ὡς λόγος ἐν θνητοῖσιν ἔην · τοίην δ’ἔχεν ἀρχήν.
9
μῦς ποτε διψαλέος γαλέης κίνδυνον ἀλύξας,
10
πλησίον ἐν λίμνῃ λίχνον προσέθηκε γένειον,
11
ὕδατι τερπόμενος μελιηδέϊ · τὸν δὲ κατεῖδε
12
λιμνόχαρις πολύφημος, ἔπος δ’ἐφθέγξατο τοῖον ·
13
ξεῖνε τίς εἶ; πόθεν ἦλθες ἐπ’ἠϊόνας; τίς φύσας;
14
πάντα δ’ἀλήθευσον, μὴ ψευδόμενόν σε νοήσω.
15
εἰ γάρ σε γνοίην φίλον ἄξιον ἐς δόμον ἄξω ·
16
δῶρα δέ τοι δώσω ξεινήϊα πολλὰ καὶ ἐσθλά.
17
εἰμὶ δ’ἐγὼ βασιλεὺς Φυσίγναθος, ὃς κατὰ λίμνην
18
τιμῶμαι βατράχων ἡγούμενος ἤματα πάντα ·
19
καί με πατὴρ Πηλεὺς ἀνεθρέψατο, Ὑδρομεδούσῃ
20
μιχθεὶς ἐν φιλότητι παρ’ὄχθας Ἠριδανοῖο.
21
καὶ σὲ δ’ὁρῶ καλόντε καὶ ἄλκιμον ἔξοχον ἄλλων,
22
σκηπτοῦχον βασιλῆα καὶ ἐν πολέμοισι μαχητὴν
23
ἔμμεναι · ἀλλ’ἄγε θᾶσσον ἑὴν γενεὴν ἀγόρευε.
24
τὸν δ’αὖ Ψιχάρπαξ ἀπαμείβετο φώνησέντε ·
25
τίπτε γένος τοὐμὸν ζητεῖς; δῆλον δ’ἐν ἅπασιν
26
ἀνθρώποιςτε θεοῖςτε καὶ οὐρανίοις πετεηνοῖς.
27
Ψιχάρπαξ μὲν ἐγὼ κικλήσκομαι · εἰμὶ δὲ κοῦρος
28
Τρωξάρταο πατρὸς μεγαλήτορος · δέ νυ μήτηρ
29
Λειχομύλη, θυγάτηρ Πτερνοτρώκτου βασιλῆος.
30
γείνατο δ’ἐν καλύβῃ με καὶ ἐξεθρέψατο βρωτοῖς,
31
σύκοις καὶ καρύοις καὶ ἐδέσμασι παντοδαποῖσιν.
32
πῶς δὲ φίλον ποιῇ με, τὸν ἐς φύσιν οὐδὲν ὁμοῖον;
33
σοὶ μὲν γὰρ βίος ἐστὶν ἐν ὕδασιν · αὐτὰρ ἔμοιγε
34
ὅσσα παρ’ἀνθρώποις τρώγειν ἔθος · οὐ δέ με λήθει
35
ἄρτος τρισκοπάνιστος ἀπ’εὐκύκλου κανέοιο,
36
οὐ δὲ πλακοῦς τανύπεπλος ἔχων πολὺ σησαμότυρον,
37
οὐ τόμος ἐκ πτέρνης, οὐχ ἥπατα λευκοχίτωνα,
38
οὐ τυρὸς νεόπηκτος ἀπὸ γλυκεροῖο γάλακτος,
39
οὐ χρηστὸν μελίτωμα, τὸ καὶ μάκαρες ποθέουσιν,
40
οὐ δ’ὅσα πρὸς θοίνας μερόπων τεύχουσι μάγειροι,
41
κοσμοῦντες χύτρας ἀρτύμασι παντοδαποῖσιν.
53
οὐ τρώγω ῥαφάνους, οὐ κράμβας, οὐ κολοκύντας,
54
οὐ σεύτλοις χλωροῖς ἐπιβόσκομαι, οὐ δὲ σελίνοις ·
55
ταῦτα γὰρ ὑμέτερ’ἐστὶν ἐδέσματα τῶν κατὰ λίμνην.
56
πρὸς τάδε μειδήσας Φυσίγναθος ἀντίον ηὔδα ·
57
ξεῖνε λίην αὐχεῖς ἐπὶ γαστέρι · ἔστι καὶ ἡμῖν
58
πολλὰ μάλ’ἐν λίμνῃ καὶ ἐπὶ χθονὶ θαύματ’ἰδέσθαι.
59
ἀμφίβιον γὰρ ἔδωκε νομὴν βατράχοισι Κρονίων,
60
σκιρτῆσαι κατὰ γαῖαν, ἐν ὕδασι σῶμα καλύψαι,
61
στοιχείοις διττοῖς μεμερισμένα δώματα ναίειν.
62
εἰ δ’ἐθέλεις καὶ ταῦτα δαήμεναι εὐχερές ἐστι ·
63
βαῖνέ μοι ἐν νώτοισι, κράτει δέ με μήποτ’ὀλίσθῃς,
42
οὐδέποτε πτολέμοιο κακὴν ἀπέφυγον ἀϋτήν,
43
ἀλλ’εὐθὺς μετὰ μῶλον ἰὼν προμάχοισιν ἐμίχθην.
65
ὣς ἄρ’ἔφη καὶ νῶτ’ἐδίδου · δ’ἔβαινε τάχιστα
66
χεῖρας ἔχων τρυφεροῖο κατ’αὐχένος ἅμματι κούφῳ.
67
καὶ τὸ πρῶτον ἔχαιρεν ὅτ’ἔβλεπε γείτονας ὅρμους,
68
νήξει τερπόμενος Φυσιγνάθου · ἀλλ’ὅτε δή ῥα
69
κύμασι πορφυρέοισιν ἐκλύζετο πολλὰ δακρύων
70
ἄχρηστον μετάνοιαν ἐμέμφετο, τίλλε δὲ χαίτας,
71
καὶ πόδας ἔσφιγγεν κατὰ γαστέρος, ἐν δέ οἱ ἦτορ
72
πάλλετ’ἀηθείῃ καὶ ἐπὶ χθόνα βούλεθ’ἱκέσθαι ·
73
δεινὰ δ’ὑπεστενάχιζε φόβου κρυόεντος ἀνάγκῃ.
74
οὐρὴν μὲν πρῶτ’ἔπλασ’ἐφ’ὕδασιν ἠΰτε κώπην
75
σύρων, εὐχόμενος δὲ θεοῖς ἐπὶ γαῖαν ἱκέσθαι
76
ὕδασι πορφυρέοισιν ἐκλύζετο, πολλὰ δ’ἐβώστρει ·
77
καὶ τοῖον φάτο μῦθον ἀπὸ στόματόςτ’ἀγόρευσεν ·
78
οὐχ οὕτω νώτοισιν ἐβάστασε φόρτον ἔρωτος
79
ταῦρος ὅτ’Εὐρώπην διὰ κύματος ἦγ’ἐπὶ Κρήτην
80
ὡς μῦν ἁπλώσας ἐπινώτιον ἦγεν ἐς οἶκον
81
βάτραχος ὑψώσας ὠχρὸν δέμας ὕδατι λευκῷ.
82
ὕδρος δ’ἐξαίφνης ἀνεφαίνετο, πικρὸν ὅραμα
83
ἀμφοτέροις · ὀρθὸν δ’ὑπὲρ ὕδατος εἶχε τράχηλον.
84
τοῦτον ἰδὼν κατέδυ Φυσίγναθος, οὔ τι νοήσας
85
οἷον ἑταῖρον ἔμελλεν ἀπολλύμενον καταλείπειν.
86
δῦ δὲ βάθος λίμνης καὶ ἀλεύατο κῆρα μέλαιναν.
87
κεῖνος δ’ὡς ἀφέθη, πέσεν ὕπτιος εὐθὺς ἐφ’ὕδωρ,
88
καὶ χεῖρας ἔσφιγγε καὶ ὀλλύμενος κατέτριζε.
89
πολλάκι μὲν κατέδυνεν ὑφ’ὕδατι, πολλάκι δ’αὖτε
90
λακτίζων ἀνέδυνε · μόρον δ’οὐκ ἦν ὑπαλύξαι.
91
δευόμεναι δὲ τρίχες πλεῖον βάρος εἷλκον ἐπ’αὐτῷ ·
92
ὕδασι δ’ὀλλύμενος τοίους ἐφθέγξατο μύθους ·
93
οὐ λήσεις δολίως Φυσίγναθε ταῦτα ποιήσας,
94
ναυηγὸν ῥίψας ἀπὸ σώματος ὡς ἀπὸ πέτρης.
95
οὐκ ἄν μου κατὰ γαῖαν ἀμείνων ἦσθα κάκιστε
96
παγκρατίῳτε πάλῃτε καὶ εἰς δρόμον · ἀλλὰ πλανήσας
97
εἰς ὕδωρ μ’ἔρριψας. ἔχει θεὸς ἔκδικον ὄμμα.
99
ὣς εἰπὼν ἀπέπνευσεν ἐν ὕδασι · τὸν δὲ κατεῖδεν
100
Λειχοπίναξ ὄχθῃσιν ἐφεζόμενος μαλακῇσιν ·
101
δεινὸν δ’ἐξολόλυξε, δραμὼν δ’ἤγγειλε μύεσσιν.
102
ὡς δ’ἔμαθον τὴν μοῖραν ἔδυ χόλος αἰνὸς ἅπαντας.
103
καὶ τότε κηρύκεσσιν ἑοῖς ἐκέλευσαν ὑπ’ὄρθρον
104
κηρύσσειν ἀγορήνδ’ἐς δώματα Τρωξάρταο,
105
πατρὸς δυστήνου Ψιχάρπαγος, ὃς κατὰ λίμνην
106
ὕπτιος ἐξήπλωτο νεκρὸν δέμας, οὐ δὲ παρ’ὄχθαις
107
ἦν ἤδη τλήμων, μέσσῳ δ’ἐπενήχετο πόντῳ.
108
ὡς δ’ἦλθον σπεύδοντες ἅμ’ἠοῖ, πρῶτος ἀνέστη
109
Τρωξάρτης ἐπὶ παιδὶ χολούμενος, εἶπέτε μῦθον ·
110
φίλοι εἰ καὶ μοῦνος ἐγὼ κακὰ πολλὰ πέπονθα
111
ἐκ βατράχων, πεῖρα κακὴ πάντεσσι τέτυκται.
112
εἰμὶ δ’ἐγὼ δύστηνος ἐπεὶ τρεῖς παῖδας ὄλεσσα.
113
καὶ τὸν μὲν πρῶτόν γε κατέκτανεν ἁρπάξασα
114
ἔχθιστος γαλέη, τρώγλης ἔκτοσθεν ἑλοῦσα.
115
τὸν δ’ἄλλον πάλιν ἄνδρες ἀπηνέες ἐς μόρον εἷλξαν
116
καινοτέραις τέχναις ξύλινον δόλον ἐξευρόντες,
118
τρίτος ἦν ἀγαπητὸς ἐμοὶ καὶ μητέρι κεδνῇ,
119
τοῦτον ἀπέπνιξεν Φυσίγναθος ἐς βυθὸν ἄξας.
120
ἀλλ’ἄγεθ’ὁπλίζεσθε καὶ ἐξέλθωμεν ἐπ’αὐτοὺς
121
σώματα κοσμήσαντες ἐν ἔντεσι δαιδαλέοισιν.
122
ταῦτ’εἰπὼν ἀνέπεισε καθοπλίζεσθαι ἅπαντας.
123
καὶ τοὺς μέν ῥ’ἐκόρυσσεν Ἄρης πολέμοιο μεμηλώς ·
124
κνημῖδας μὲν πρῶτον ἐφήρμοσαν εἰς δύο μηρούς,
125
ῥήξαντες κυάμους χλωρούς, εὖ δ’ἀσκήσαντες,
126
οὓς αὐτοὶ διὰ νυκτὸς ἐπιστάντες κατέτρωξαν.
127
θώρηκας δ’εἶχον καλαμοστεφέων ἀπὸ βυρσῶν,
128
οὓς γαλέην δείραντες ἐπισταμένως ἐποίησαν.
129
ἀσπὶς δ’ἦν λύχνου τὸ μεσόμφαλον · δέ νυ λόγχη
130
εὐμήκης βελόνη, παγχάλκεον ἔργον Ἄρηος ·
131
δὲ κόρυς τὸ λέπυρον ἐπὶ κροτάφοις ἐρεβίνθου.
132
οὕτω μὲν μύες ἦσαν ἔνοπλοι · ὡς δ’ἐνόησαν
133
βάτραχοι ἐξανέδυσαν ἀφ’ὕδατος, ἐς δ’ἕνα χῶρον
134
ἐλθόντες βουλὴν ξύναγον πολέμοιο κακοῖο.
135
σκεπτομένων δ’αὐτῶν πόθεν στάσις τίς θρύλλος,
136
κῆρυξ ἐγγύθεν ἦλθε φέρων ῥάβδον μετὰ χερσίν,
137
Τυρογλύφου υἱὸς μεγαλήτορος Ἐμβασίχυτρος,
138
ἀγγέλλων πολέμοιο κακὴν φάτιν, εἶπέτε τοῖα ·
139
βάτραχοι, μύες ὔμμιν ἀπειλήσαντες ἔπεμψαν
140
εἰπεῖν ὁπλίζεσθαι ἐπὶ πτόλεμόντε μάχηντε.
141
εἶδον γὰρ καθ’ὕδωρ Ψιχάρπαγα ὅν περ ἔπεφνεν
142
ὑμέτερος βασιλεὺς Φυσίγναθος. ἀλλὰ μάχεσθε
143
οἵ τινες ἐν βατράχοισιν ἀριστῆες γεγάατε.
144
ὣς εἰπὼν ἀπέφηνε · λόγος δ’εἰς οὔατα πάντων
145
εἰσελθὼν ἐτάραξε φρένας βατράχων ἀγερώχων ·
146
μεμφομένων δ’αὐτῶν Φυσίγναθος εἶπεν ἀναστάς ·
147
φίλοι οὐκ ἔκτεινον ἐγὼ μῦν, οὐ δὲ κατεῖδον
148
ὀλλύμενον · πάντως δ’ἐπνίγη παίζων παρὰ λίμνην,
149
νήξεις τὰς βατράχων μιμούμενος · οἱ δὲ κάκιστοι
150
νῦν ἐμὲ μέμφονται τὸν ἀναίτιον · ἀλλ’ἄγε βουλὴν
151
ζητήσωμεν ὅπως δολίους μύας ἐξολέσωμεν.
152
τοιγὰρ ἐγὼν ἐρέω ὥς μοι δοκεῖ εἶναι ἄριστα.
153
σώματα κοσμήσαντες ἐν ὅπλοις στῶμεν ἅπαντες
154
ἄκροις πὰρ χείλεσσιν, ὅπου κατάκρημνος χῶρος ·
155
ἡνίκα δ’ὁρμηθέντες ἐφ’ἡμέας ἐξέλθωσι,
156
δραξάμενοι κορύθων, ὅς τις σχεδὸν ἀντίος ἔλθῃ,
157
ἐς λίμνην αὐτοὺς σὺν ἐκείναις εὐθὺ βάλωμεν.
158
οὕτω γὰρ πνίξαντες ἐν ὕδασι τοὺς ἀκολύμβους
159
στήσομεν εὐθύμως τὸ μυοκτόνον ὧδε τρόπαιον.
160
ὣς εἰπὼν ἀνέπεισε καθοπλίζεσθαι ἅπαντας.
161
φύλλοις μὲν μαλαχῶν κνήμας ἑὰς ἀμφεκάλυψαν,
162
θώρηκας δ’εἶχον καλῶν χλοερῶν ἀπὸ σεύτλων,
163
φύλλα δὲ τῶν κραμβῶν εἰς ἀσπίδας εὖ ἤσκησαν,
164
ἔγχος δ’ὀξύσχοινος ἑκάστῳ μακρὸς ἀρήρει,
165
καί ῥα κέρα κοχλιῶν λεπτῶν ἐκάλυπτε κάρηνα.
166
φραξάμενοι δ’ἔστησαν ἐπ’ὄχθαις ὑψηλαῖσι
167
σείοντες λόγχας, θυμοῦ δ’ἔμπλητο ἕκαστος.
168
Ζεὺς δὲ θεοὺς καλέσας εἰς οὐρανὸν ἀστερόεντα,
169
καὶ πολέμου πληθὺν δείξας κρατερούςτε μαχητάς,
170
πολλοὺς καὶ μεγάλους ἠδ’ἔγχεα μακρὰ φέροντας,
171
οἷος Κενταύρων στρατὸς ἔρχεται ἠὲ Γιγάντων,
172
ἡδὺ γελῶν ἐρέεινε · τίνες βατράχοισιν ἀρωγοὶ
173
μυσὶν ἀθανάτων; καὶ Ἀθηναίην προσέειπεν ·
174
θύγατερ μυσὶν ῥα βοηθήσουσα πορεύσῃ;
175
καὶ γὰρ σοῦ κατὰ νηὸν ἀεὶ σκιρτῶσιν ἅπαντες
176
κνίσῃ τερπόμενοι καὶ ἐδέσμασι παντοδαποῖσιν.
177
ὣς ἄρ’ἔφη Κρονίδης · τὸν δὲ προσέειπεν Ἀθήνη ·
178
πάτερ οὐκ ἄν πώ ποτ’ἐγὼ μυσὶ τειρομένοισιν
179
ἐλθοίμην ἐπαρωγός, ἐπεὶ κακὰ πολλὰ μ’ἔοργαν
180
στέμματα βλάπτοντες καὶ λύχνους εἵνεκ’ἐλαίου.
181
τοῦτο δέ μοι λίην ἔδακε φρένας οἷον ἔρεξαν.
182
πέπλον μου κατέτρωξαν ὃν ἐξύφηνα καμοῦσα
183
ἐκ ῥοδάνης λεπτῆς καὶ στήμονα μακρὸν ἔνησα,
184
τρώγλαςτ’ἐμποίησαν · δ’ἠπητής μοι ἐπέστη
185
καὶ πράσσει με τόκον · τὸ δὲ ῥίγιον ἀθανάτοισιν.
186
χρησαμένη γὰρ ἔνησα καὶ οὐκ ἔχω ἀνταποδοῦναι.
187
ἀλλ’οὐ δ’ὣς βατράχοισιν ἀρηγέμεναι βουλήσω.
188
εἰσὶ γὰρ οὐ δ’αὐτοὶ φρένας ἔμπεδοι, ἀλλά με πρῴην
189
ἐκ πολέμου ἀνιοῦσαν ἐπεὶ λίην ἐκοπώθην,
190
ὕπνου δευομένην οὐκ εἴασαν θορυβοῦντες
191
οὐ δ’ὀλίγον καταμῦσαι · ἐγὼ δ’ἄϋπνος κατεκείμην ·
192
τὴν κεφαλὴν ἀλγοῦσαν, ἕως ἐβόησεν ἀλέκτωρ.
193
ἀλλ’ἄγε παυσώμεσθα θεοὶ τούτοισιν ἀρήγειν,
194
μή κέ τις ὑμείων τρωθῇ βέλει ὀξυόεντι ·
195
εἰσὶ γὰρ ἀγχέμαχοι, εἰ καὶ θεὸς ἀντίον ἔλθοι ·
196
πάντες δ’οὐρανόθεν τερπώμεθα δῆριν ὁρῶντες.
197
ὣς ἄρ’ἔφη · καὶ τῇ γε θεοὶ ἐπεπείθοντ’ἄλλοι,
198
πάντες δ’αὖτ’εἰσῆλθον ἀολλέες εἰς ἕνα χῶρον.
199
καὶ τότε κώνωπες μεγάλας σάλπιγγας ἔχοντες
200
δεινὸν ἐσάλπιγξαν πολέμου κτύπον · οὐρανόθεν δὲ
201
Ζεὺς Κρονίδης βρόντησε, τέρας πολέμοιο κακοῖο.
202
πρῶτος δ’Ὑψιβόας Λειχήνορα οὔτασε δουρὶ
203
ἑσταότ’ἐν προμάχοις κατὰ γαστέρα ἐς μέσον ἧπαρ ·
204
κὰδ δ’ἔπεσεν πρηνής, ἁπαλὰς δ’ἐκόνισεν ἐθείρας.
205
δούπησεν δὲ πεσών, ἀράβησε δὲ τεύχε’ἐπ’αὐτῷ.
206
Τρωγλοδύτης δὲ μετ’αὐτὸν ἀκόντισε Πηλείωνος,
207
πῆξεν δ’ἐν στέρνῳ στιβαρὸν δόρυ · τὸν δὲ πεσόντα
208
εἷλε μέλας θάνατος, ψυχὴ δ’ἐκ σώματος ἔπτη.
209
Σευτλαῖον δ’ἂρ ἔπεφνε βαλὼν κέαρ Ἐμβασίχυτρος,
223
Τυροφάγον δ’αὐτῇσιν ἐπ’ὄχθαις ἐξενάριξεν.
224
Πτερνογλύφον δὲ ἰδὼν Καλαμίνθιος ἐς φόβον ἦλθεν,
225
ἥλατο δ’ἐς λίμνην φεύγων τὴν ἀσπίδα ῥίψας.
226
Λιτραῖον δ’ἄρ’ἔπεφνεν ἀμύμων Βορβοροκοίτης,
228
χερμαδίῳ πλήξας κατὰ βρέγματος · ἐγκέφαλος δὲ
229
ἐκ ῥινῶν ἔσταξε, παλάσσετο δ’αἵματι γαῖα.
230
Λειχοπίναξ δ’ἔκτεινεν ἀμύμονα Βορβοροκοίτην,
231
ἔγχει ἐπαΐξας · τὸν δὲ σκότος ὄσσε κάλυψεν.
232
Πρασσαῖος δὲ ἰδὼν ποδὸς εἵλκυσε νεκρὸν ἐόντα,
233
ἐν λίμνῃ δ’ἀπέπνιξε κρατήσας χειρὶ τένοντα.
234
Ψιχάρπαξ δ’ἤμυν’ἑτάρου περὶ τεθνειῶτος
235
καὶ βάλε Πρασσαῖον κατὰ νηδύος ἐς μέσον ἧπαρ,
236
πῖπτε δέ οἱ πρόσθεν, ψυχὴ δ’Ἀϊδόσδε βεβήκει.
237
Κραμβοβάτης δὲ ἰδὼν πηλοῦ δράκα ῥίψεν ἐπ’αὐτόν,
238
καὶ τὸ μέτωπον ἔχρισε καὶ ἐξετύφλου παρὰ μικρόν.
239
ὠργίσθη δ’ἄρ’ἐκεῖνος, ἑλὼν δ’ἄρα χειρὶ παχείῃ
240
κείμενον ἐν δαπέδῳ λίθον ὄβριμον, ἄχθος ἀρούρης,
241
τῷ βάλε Κραμβοβάτην ὑπὸ γούνατα · πᾶσα δ’ἐκλάσθη
242
κνήμη δεξιτερή, πέσε δ’ὕπτιος ἐν κονίῃσι.
243
Κραυγασίδης δ’ἤμυνε καὶ αὖθις βαῖνεν ἐπ’αὐτόν,
244
τύψε δέ οἱ μέσσην κατὰ γαστέρα · πᾶς δέ οἱ εἴσω
245
ὀξύσχοινος ἔδυνε, χαμαὶ δ’ἔκχυντο ἅπαντα
246
ἔγκατ’ἐφελκομένῳ ὑπὸ δούρατι χειρὶ παχείῃ ·
247
Τρωγλοδύτης δ’ὡς εἶδεν ἐπ’ὄχθῃσιν ποταμοῖο,
248
σκάζων ἐκ πολέμου ἀνεχάζετο, τείρετο δ’αἰνῶς ·
249
ἥλατο δ’ἐς τάφρους, ὅππως φύγῃ αἰπὺν ὄλεθρον.
250
Τρωξάρτης δ’ἔβαλεν Φυσίγναθον ἐς ποδὸς ἄκρον.
252
Πρασσαῖος δ’ὡς εἶδεν ἔθ’ἡμίπνουν προπεσόντα,
253
ἦλθε διὰ προμάχων καὶ ἀκόντισεν ὀξύσχοινον ·
254
οὐ δ’ἔρρηξε σάκος, σχέτο δ’αὐτοῦ δουρὸς ἀκωκή ·
255
οὐ δ’ἔβαλε τρυφάλειαν ἀμύμονα καὶ τετράχυτρον
256
δῖος Ὀριγανίων, μιμούμενος αὐτὸν Ἄρηα,
257
ὃς μόνος ἐν βατράχοισιν ἀρίστευεν καθ’ὅμιλον ·
258
ὥρμησεν δ’ἄρ’ἐπ’αὐτόν · δ’ὡς ἴδεν οὐχ ὑπέμεινεν.
260
Ἦν δέ τις ἐν μυσὶ παῖς Μεριδάρπαξ ἔξοχος ἄλλων,
261
Κναίσωνος φίλος υἱὸς ἀμύμονος ἀρτεπιβούλου ·
262
οἴκαδ’ἴεν, πολέμου δὲ μετασχεῖν παῖδ’ἐκέλευεν ·
263
οὗτος ἀναρπάξαι βατράχων γενεὴν ἐπαπείλει ·
264
ἀγχοῦ δ’ἕστηκεν μενεαίνων ἶφι μάχεσθαι
265
καὶ ῥήξας καρύοιο μέσην ῥάχιν εἰς δύο μοίρας
266
φράγδην ἀμφοτέροισι κενώμασι χεῖρας ἔθηκεν ·
267
οἱ δὲ τάχος δείσαντες ἔβαν πάντες κατὰ λίμνην ·
268
καί νύ κεν ἐξετέλεσσεν ἐπεὶ μέγα οἱ σθένος ἦεν,
269
εἰ μὴ ἄρ’ὀξὺ νόησε πατὴρ ἀνδρῶντε θεῶντε.
270
καὶ τότ’ἀπολλυμένους βατράχους ᾤκτειρε Κρονίων,
271
κινήσας δὲ κάρη τοίην ἐφθέγξατο φωνήν ·
272
πόποι μέγα θαῦμα τόδ’ὀφθαλμοῖσιν ὁρῶμαι ·
274
Ἅρπαξ ἐν βατράχοισιν ἀμείβεται · ἀλλὰ τάχιστα
275
Παλλάδα πέμψωμεν πολεμόκλονον καὶ Ἄρηα,
276
οἵ μιν ἐπισχήσουσι μάχης κρατερόν περ ἐόντα.
277
ὣς ἄρ’ἔφη Κρονίδης · Ἄρης δ’ἀπαμείβετο μύθῳ ·
278
οὔτ’ἄρ’Ἀθηναίης Κρονίδη σθένος οὔτε Ἄρηος
279
ἰσχύει βατράχοισιν ἀμυνέμεν αἰπὺν ὄλεθρον.
280
ἀλλ’ἄγε πάντες ἴωμεν ἀρηγόνες · τὸ σὸν ὅπλον
284
κινείσθω · οὕτω γὰρ ἁλώσεται ὅς τις ἄριστος,
282
ὥς ποτε καὶ Καπανῆα κατέκτανες ὄβριμον ἄνδρα
283
καὶ μέγαν Ἐγκελάδοντα καὶ ἄγρια φῦλα Γιγάντων.
285
ὣς ἄρ’ἔφη · Κρονίδης δὲ βαλὼν ἀργῆτα κεραυνὸν
286
πρῶτα μὲν ἐβρόντησα, μέγαν δ’ἐλέλιξεν Ὄλυμπον.
289
πάντας μέν ῥ’ἐφόβησε βαλὼν βατράχουςτε μύαςτε ·
290
ἀλλ’οὐ δ’ὣς ἀπέληγε μυῶν στρατός, ἀλλ’ἔτι μᾶλλον
291
ἔλπετο πορθήσειν βατράχων γένος αἰχμητάων,
292
εἰ μὴ ἀπ’Οὐλύμπου βατράχους ἐλέησε Κρονίων,
293
ὅς ῥα τότ’ἐν βατράχοισιν ἀρωγοὺς εὐθὺς ἔπεμψεν.
294
ἦλθον δ’ἐξαίφνης νωτάκμονες, ἀγκυλοχεῖλαι,
295
λοξοβάται, στρεβλοί, ψαλιδόστομοι, ὀστρακόδερμοι,
296
ὀστοφυεῖς, πλατύνωτοι, ἀποστίλβοντες ἐν ὤμοις,
297
βλαισοί, χειλοτένοντες, ἀπὸ στέρνων ἐσορῶντες,
298
ὀκτάποδες, δικάρηνοι, ἀχειρέες, οἱ δὲ καλεῦνται
299
καρκίνοι, οἵ ῥα μυῶν οὐρὰς στομάτεσσιν ἔκοπτον
300
ἠδὲ πόδας καὶ χεῖρας · ἀνεγνάμπτοντο δὲ λόγχαι.
301
τοὺς δὴ ὑπέδεισαν δειλοὶ μύες οὐ δ’ἔτ’ἔμειναν,
302
ἐς δὲ φυγὴν ἐτράποντο · ἐδύετο δ’ἥλιος ἤδη,
303
καὶ πολέμου τελετὴ μονοήμερος ἐξετελέσθη.