Aristeas

Epic Fragments

1
Ισσηδοὶ χαίτηισιν ἀγαλλόμενοι ταναῆισι.
1
καὶ φάσαν ἀνθρώπους εἶναι καθύπερθεν ὁμούρους
2
πρὸς Βορέω, πολλούςτε καὶ ἐσθλοὺς κάρτα μαχητάς,
3
ἀφνειοὺς ἵπποισι, πολύρρηνας, πολυβούτας.
1
ὀφθαλμὸν δ’ἕν’ἕκαστος ἔχει χαρίεντι μετώπωι,
2
χαίτηισιν λάσιοι, πάντων στιβαρώτατοι ἀνδρῶν.
1
θαῦμ’ἡμῖν καὶ τοῦτο μέγα φρεσὶν ἡμετέρηισιν.
2
ἄνδρες ὕδωρ ναίουσιν ἀπὸ χθονὸς ἐν πελάγεσσι ·
3
δύστηνοί τινές εἰσιν, ἔχουσι γὰρ ἔργα πονηρά ·
4
ὄμματ’ἐν ἄστροισι, ψυχὴν δ’ἐνὶ πόντωι ἔχουσιν.
5
ἦ που πολλὰ θεοῖσι φίλας ἀνὰ χεῖρας ἔχοντες
6
εὔχονται σπλάγχνοισι κακῶς ἀναβαλλομένοισι.