Apocalypse of Esdras
1.1λόγος καὶ ἀποκάλυψις τοῦ ἁγίου προφήτου Ἐσδρὰμ καὶ ἀγαπητοῦ τοῦ θεοῦ.
1.2ἐγένετο ἐν τῷ τριακοστῷ ἔτει δευτέρᾳ καὶ εἰκάδι τοῦ μηνὸς ἤμην ἐν τῷ οἴκῳ μου, καὶ ἔκραξα λέγων πρὸς τὸν ὕψιστον · κύριε, δὸς τὴν δόξαν, ἵνα ἴδω τὰ μυστήριά σου.
1.3καὶ νυκτὸς γεναμένης ἦλθεν ἄγγελος Μιχαὴλ ὁ ἀρχάγγελος, καὶ λέγει μοι · ἄρτι τὸν προφήτην Ἐσδρὰμ ἄφησον ἑβδομάδας ἑβδομήκοντα. καὶ ἐνήστευσα καθὼς εἶπέν μοι.
1.4καὶ ἦλθε Ῥαφαὴλ ὁ ἀρχιστράτηγος, καὶ ἔδωκέν μοι ῥάβδον στυρακίνην.
1.5καὶ ἐνήστευσα δὶς ἑξήκοντα ἑβδομάδας. καὶ ἴδον τὰ μυστήρια τοῦ θεοῦ καὶ τοὺς ἀγγέλους αὐτοῦ, καὶ εἶπον πρὸς αὐτούς ·
1.6θέλω δικάσασθαι τὸν θεὸν περὶ τὸ γένος τῶν Χριστιανῶν · καλὸν μὴ γεννηθῆναι τὸν ἄνθρωπον ἢ εἰσελθεῖν ἐν τῷ κόσμῳ.
1.7ἀνελήφθην οὖν εἰς τὸν οὐρανόν, καὶ ἴδον ἐν τῷ πρώτῳ οὐρανῷ στρατηγίαν ἀγγέλων μεγάλην, καὶ ἀπήγαγόν με εἰς τὰς κρίσεις.
1.8καὶ ἤκουσα φωνῆς λεγούσης μοι · ἐλέησον ἡμᾶς, ἐκλεκτὲ τοῦ θεοῦ, Ἐσδράμ.
1.9τότε ἠρξάμην λέγειν · οὐαὶ τοὺς ἁμαρτωλούς, ὅταν ἴδωσιν τὸν δίκαιον ὑπὲρ ἀγγέλων, καὶ αὐτοί εἰσιν εἰς τὴν γέενναν τοῦ πυρός.
1.10καὶ εἶπεν Ἐσδράμ · ἐλέησον τὰ ἔργα τῶν χειρῶν σου, εὔσπλαγχνε καὶ πολυέλεος ·
1.11ἐμὲ κρῖνον ὑπὲρ τῶν ψυχῶν τῶν ἁμαρτωλῶν · συμφέρει γὰρ μίαν ψυχὴν κολάσασθαι, καὶ μὴ ὅλον τὸν κόσμον εἰς ἀπώλειαν ὑπάγειν.
1.12καὶ εἶπεν ὁ θεός · ἐγὼ τοὺς δικαίους ἀναπαύσωμαι ἐν τῷ παραδείσῳ, καὶ ἐλεήμων καθέστηκα.
1.13καὶ εἶπεν Ἐσδράμ · κύριε, τοὺς δικαίους τί χαρίζεις;
1.14ὥσπερ γὰρ μίσθιος ἐξυπηρετησάμενος τὸν χρόνον αὐτοῦ G4, οὕτως καὶ ὁ δίκαιος ἀπέλαβεν τὸν μισθὸν αὐτοῦ ἐν οὐρανοῖς.
1.15ἀλλὰ τοὺς ἁμαρτωλοὺς ἐλέησον · οἴδαμεν γὰρ ὅτι ἐλεήμων εἶ.
1.16καὶ εἶπεν ὁ θεός · οὐκ ἔχω πῶς αὐτοὺς ἐλεήσω.
1.17καὶ εἶπεν Ἐσδρὰμ ὅτι τὴν ὀργήν σου οὐχ ὑποφέρουσιν.
1.18καὶ εἶπεν ὁ θεὸς ὅτι τῶν τοιούτων ταῦτα.
1.19καὶ εἶπεν ὁ θεός · θέλω ἔχειν σε ὡς καὶ Παῦλον καὶ Ἰωάννην ·
1.20σὺ διδούς μοι ἀδιάφθορον τὸν ἀσύλητον θησαυρόν, τὸ κειμήλιον τῆς παρθενίας, τὸ τεῖχος τῶν ἀνθρώπων.
1.21καὶ εἶπεν Ἐσδράμ · καλὸν τὸ μὴ γεννηθῆναι τὸν ἄνθρωπον, καλὸν τὸ μὴ εἶναι ἐν βίῳ ·
1.22τὰ ἄλογα κάλλιόν εἰσιν παρὰ τὸν ἄνθρωπον, ὅτι κόλασιν οὐκ ἔχουσιν ·
1.23ἡμᾶς δὲ ἔλαβες καὶ εἰς κρίσιν παρέδωκας.
1.24οὐαὶ τοὺς ἁμαρτωλοὺς ἐν τῷ μέλλοντι αἰῶνι, ὅτι ἀτελεύτητος αὐτῶν ἡ κρίσις καὶ ἡ φλὸξ ἄσβεστος.
2.1ταῦτα αὐτῷ λαλοῦντός μου ἦλθεν Μιχαὴλ καὶ Γαβριὴλ καὶ οἱ ἀπόστολοι πάντες, καὶ εἶπον ·
2.2χαῖρε, πιστὲ τοῦ θεοῦ ἄνθρωπε.
2.3καὶ εἶπεν Ἐσδράμ · ἀνάστα καὶ δεῦρο μετ’ἐμοῦ, κύριε, εἰς κρίσιν.
2.4καὶ εἶπεν ὁ θεός · ἰδοὺ δίδωμί σοι τὴν διαθήκην μου, ἐμοῦτε καὶ σοῦ, ἵνα παραδέξητε.
2.5καὶ εἶπεν Ἐσδράμ · ἐπὶ τὸ οὖς σου δικασώμεθα.
2.6καὶ εἶπεν ὁ θεός · ἐρώτησον Ἀβραὰμ τὸν πατέραν ὑμῶν, ποῖον υἱὸν δικάζεσθαι ἐν πατρί, καὶ δεῦρο δικάζου μεθ’ἡμῶν.
2.7καὶ εἶπεν Ἐσδράμ · ζῇ κύριος, οὐ μὴ παύσομαι δικαζόμενός σε ὑπὲρ τὸ γένος τῶν Χριστιανῶν ·
2.8ποῦ εἰσὶν τὰ ἐλέη σου τὰ ἀρχαῖα, κύριε; ποῦ σου ἡ μακροθυμία;
2.9καὶ εἶπεν ὁ θεός · ὡς ἐποίησα νύκτα καὶ ἡμέραν, ἐποίησα τὸν δίκαιον καὶ τὸν ἁμαρτωλόν, καὶ ἔπρεπεν ὡς ὁ δίκαιος πολιτεύεσθαι.
2.10καὶ εἶπεν ὁ προφήτης · τὸν πρωτόπλαστον Ἀδὰμ τὸν πρῶτον τίς ἐποίησεν;
2.11καὶ εἶπεν ὁ θεός · αἱ χεῖρές μου αἱ ἄχρανται, καὶ ἐθέμην αὐτὸν ἐν τῷ παραδείσῳ φυλάττειν τὴν νομὴν τοῦ ξύλου τῆς ζωῆς ·
2.12ἔπειτα οὖν παρακοὴν κτησάμενος τοῦτο ἐν παραβάσει πεποίηκεν.
2.13καὶ εἶπεν ὁ προφήτης · οὐχὶ ὑπὸ ἀγγέλου ἐφρουρεῖτο; G3 ἀλλ’ἐὰν μὴ σὺ ἐδωρήσω αὐτῷ τὴν Εὔαν, οὐ μὴ ἠπάτησεν αὐτὴν ὁ ὄφις ·
2.17σὺ δὲ ὃν θέλεις σώζεις, καὶ ὃν θέλεις ἀπολεῖς.
2.18καὶ εἶπεν ὁ προφήτης · δευτέραν διέλθωμεν, κύριέ μου, εἰς κρίσιν.
2.19καὶ εἶπεν ὁ θεός · πῦρ βάλλω ἐπὶ Σόδομα καὶ Γόμορρα.
2.20καὶ εἶπεν ὁ προφήτης · κύριε, ἀξίως ἐπάγεις ἐφ’ἡμᾶς.
2.21καὶ εἶπεν ὁ θεός · αἱ ἁμαρτίαι ὑμῶν ὑπεράγουσιν τὴν χρηστότητάν μου.
2.22καὶ εἶπεν ὁ προφήτης · ὑπόμνησον τῶν γραφῶν, ὁ πατήρ μου ὁ ἐκμετρήσας τὴν Ἱερουσαλὴμ καὶ ἀνορθώσας αὐτήν ·
2.23ἐλέησον, δέσποτα, τοὺς ἁμαρτωλούς · ἐλέησον τὴν σὴν πλάσιν · οἰκτείρησον τὰ ἔργα σου.
2.24τότε ἐμνήσθη ὁ θεὸς τῶν ποιημάτων αὐτοῦ, καὶ λέγει πρὸς τὸν προφήτην · πῶς ἔχω αὐτοὺς ἐλεῆσαι;
2.25ὄξος καὶ χολήν με ἐπότισαν, καὶ οὐ δὲ τότε ἐμετενόησαν.
2.26καὶ εἶπεν ὁ προφήτης · ἀποκάλυψόν σου τὰ Χερουβὶμ καὶ ἔλθωμεν ὁμοῦ εἰς κρίσιν, καὶ δεῖξόν μοι τὴν ἡμέραν τῆς κρίσεως, ποία ἐστίν.
2.28καὶ εἶπεν ὁ θεός · ἐπλανήθης, Ἐσδράμ ·
2.29τοιαύτη γάρ ἐστιν ἡ ἡμέρα τῆς κρίσεως, ἐν ᾗ ὑετὸς ἐπὶ τῆς γῆς οὐ γίνεται ·
2.30ἐστὶν γὰρ κατὰ τὴν ἡμέραν ἐκείνην ἐλεεινὸν κριτήριον.
2.31καὶ εἶπεν ὁ προφήτης · οὐ μὴ παύσομαι δικαζόμενός σε, ἐὰν μὴ ἴδω τὴν ἡμέραν τῆς συντελείας.
2.32καὶ εἶπεν ὁ θεός · ἐξαρίθμησον τοὺς ἀστέρας καὶ τὴν ἄμμον τῆς θαλάσσης · καὶ εἰ δυνήσει ταύτην ἐξαριθμῆσαι, δύνασαι καὶ μετ’ἐμοῦ δικάζεσθαι.
3.1καὶ εἶπεν ὁ προφήτης · κύριε, οἶδας ὅτι σάρκα φορῶ ἀνθρωπίνην, καὶ πῶς δύναμαι ἀριθμῆσαι τοὺς ἀστέρας τοῦ οὐρανοῦ καὶ τὴν ἄμμον τῆς θαλάσσης;
3.3καὶ εἶπεν ὁ θεός · προφῆτά μου ἐκλεκτέ, οὐδεὶς ἄνθρωπος γνώσεται τὴν ἡμέραν ἐκείνην τὴν μεγάλην καὶ ἐπιφάνειαν τὴν κατέχουσαν κρῖναι τὸν κόσμον ·
3.4διὰ σέ, προφῆτά μου, εἶπόν σοι τὴν ἡμέραν, τὴν δὲ ὥραν οὐκ εἶπόν σοι.
3.5καὶ εἶπεν ὁ προφήτης · κύριε, εἰπέ μοι καὶ τὰ ἔτη.
3.6καὶ εἶπεν ὁ θεός · ἐὰν ἴδω τὴν δικαιοσύνην τοῦ κόσμου, ὅτι ἐπλεόνασεν, μακροθυμήσω ἐπ’αὐτούς · εἰ δὲ μή, ἐκτενῶ τὴν χεῖρά μου καὶ ἀπὸ τῶν τεσσάρων περάτων δράξομαι τὴν οἰκουμένην καὶ συνάξω πάντας εἰς τὴν κοιλάδα τοῦ Ἰωσαφὰτ καὶ ἐξαλείψω τὸ γένος τῶν ἀνθρώπων, καὶ οὐκέτι ᾖ κόσμος.
3.7καὶ εἶπεν ὁ προφήτης · καὶ πῶς ἔχει δοξάζεσθαι ἡ δεξιά σου;
3.8καὶ εἶπεν ὁ θεός · ἐγὼ δοξάζομαι ὑπὸ τῶν ἀγγέλων μου.
3.9καὶ εἶπεν ὁ προφήτης · κύριε, εἰ ἐλογίζου ταῦτα, διὰ τί ἔπλασας τὸν ἄνθρωπον;
3.10σὺ εἶπας πρὸς Ἀβραὰμ τὸν πατέρα ἡμῶν · πληθύνων πληθυνῶ τὸ σπέρμα σου ὡς τὰ ἄστρα τοῦ οὐρανοῦ καὶ ὡς τὴν ἄμμον τὴν παρὰ τὸ χεῖλος τῆς θαλάσσης · καὶ ποῦ ἐστὶν ἡ ἐπαγγελία σου;
3.11καὶ εἶπεν ὁ θεός · πρῶτον ποιήσω σεισμὸν εἰς πτῶσιν τετραπόδων καὶ ἀνθρώπων ·
3.12καὶ ὅταν ἴδητε ὅτι ἀδελφὸς ἀδελφὸν παραδίδει εἰς θάνατον καὶ τέκνα ἐπὶ γονεῖς ἀναστήσονται καὶ γυνὴ τὸν ἄνδραν τὸν ἴδιον καταλιμπάνει, καὶ ὅταν ἔθνος πρὸς ἔθνος ἐπαναστῇ ἐν πολέμῳ, τότε γνώσεσθε ὅτι ἐγγύς ἐστιν τὸ τέλος.
3.14τότε οὖν οὔτε ἀδελφὸς ἀδελφὸν ἐλεεῖ οὔτε ἀνὴρ γυναῖκα, οὐ τέκνα γονεῖς, οὐ φίλοι φίλους, οὐ δοῦλος τὸν κύριον ·
3.15αὐτὸς ἀναβήσεται γὰρ ὁ ἀντικείμενος τοῖς ἀνθρώποις ἀπὸ τῶν ταρτάρων καὶ ἐνδείξεται πολλὰ τοῖς ἀνθρώποις.
3.16τί σε ποιῶ, Ἐσδράμ, καὶ δικάζῃ μετ’ἐμοῦ;
4.1καὶ εἶπεν ὁ προφήτης · κύριε, οὐ μὴ παύσομαι τοῦ δικάζεσθαί σε.
4.2καὶ εἶπεν ὁ θεός · ἐξαρίθμησαι τὰ ἄνθη τῆς γῆς ·
4.3εἰ ταῦτα δυνήσει ἐξαριθμῆσαι, δύνασαι καὶ μετ’ἐμοῦ δικάζεσθαι.
4.4καὶ εἶπεν ὁ προφήτης · κύριε, οὐ δύναμαι ἐξαριθμῆσαι, σάρκα ἀνθρωπίνην φορῶ · ἀλλ’οὐ δὲ παύσομαι δικαζόμενός σε.
4.5θέλω, δεσπότα, ἰδεῖν καὶ τὰ κατώτερα μέρη τοῦ ταρτάρου.
4.6καὶ εἶπεν ὁ θεός · κάτελθε καὶ ἴδε.
4.7καὶ ἔδωκέν μοι Μιχαὴλ καὶ Γαβριὴλ καὶ ἄλλους τριάκοντα τέσσαρας ἀγγέλους, καὶ κατέβην ὀγδοήκοντα καὶ πέντε βαθμούς, καὶ κατήγαγόν με κάτω βαθμοὺς πεντακοσίους, καὶ ἴδον πύρινον θρόνον, καὶ ἐπ’αὐτὸν καθεζόμενον γέροντα, καὶ ἀνίλεως αὐτοῦ ἡ κρίσις.
4.10καὶ εἶπον πρὸς τοὺς ἀγγέλους · τίς ἐστιν οὗτος, καὶ τί τὸ ἁμάρτημα αὐτοῦ;
4.11καὶ εἶπόν μοι · οὗτος ὁ Ἡρώδης ἐστὶν ὁ πρὸς καιρὸν γενόμενος βασιλεύς, καὶ ἀπὸ διετοῦς καὶ κατώτερον ἐκέλευσεν ἀνελεῖν τὰ βρέφη.
4.12καὶ εἶπον ἐγώ · οὐαὶ τὴν ψυχὴν αὐτοῦ.
4.13καὶ πάλιν κατήγαγόν με βαθμοὺς τριάκοντα, καὶ ἴδον ἐκεῖ βράσματα πυρός, καὶ ἐν αὐτοῖς πλῆθος ἁμαρτωλῶν, καὶ τὴν φωνὴν αὐτῶν ἤκουον, τὰς δὲ μορφὰς οὐκ ἔβλεπον.
4.15καὶ κατήγαγόν με κατώτερον βαθμοὺς πολλούς, οὓς οὐκ ἠδυνήθην μετρῆσαι.
4.16καὶ ἴδον ἐκεῖ ἀνθρώπους γεραιούς, καὶ στρόφιγγες πυρώμενοι εἰς τὰ ὦτα αὐτῶν στρεφόμενοι.
4.17καὶ εἶπον · τίνες οὗτοι, καὶ τί τὸ ἁμάρτημα αὐτῶν;
4.18καὶ εἶπόν μοι · οὗτοί εἰσιν οἱ παρακροαταί.
4.19καὶ κατήγαγόν με πάλιν ἄλλους πεντακοσίους βαθμούς, καὶ ἴδον ἐκεῖ τὸν σκώληκα τὸν ἀκοίμητον καὶ πῦρ κατακαῖον τοὺς ἁμαρτωλούς.
4.21καὶ κατήγαγόν με εἰς τὸ ἔδαφος τῆς ἀπωλείας, καὶ ἴδον ἐκεῖ τὸ δωδεκάπληγον τῆς ἀβύσσου.
4.22καὶ ἀπήγαγόν με ἐπὶ τὴν μεσημβρίαν, καὶ ἴδον ἐκεῖ ἄνθρωπον κρεμάμενον ἐκ τῶν βλεφάρων, καὶ οἱ ἄγγελοι ἐμάστιζον αὐτόν.
4.23καὶ ἐπηρώτησα · τίς ἐστιν οὗτος, καὶ τί τὸ ἁμάρτημα αὐτοῦ;
4.24καὶ εἶπέν μοι Μιχαὴλ ὁ ἀρχιστράτηγος · οὗτος μητροκοίτης ἐστίν · μικρὸν θέλημα πράξας ἐκελεύσθη οὗτος κρεμασθῆναι.
4.25καὶ ἀπήγαγόν με ἐπὶ βορρᾶν, καὶ ἴδον ἐκεῖ ἄνθρωπον σιδηροῖς μοχλοῖς κατεχόμενον.
4.26καὶ ἐπερώτησα · τίς ἐστιν οὗτος; καὶ εἶπέν μοι ·
4.27οὗτός ἐστιν ὁ λέγων · ἐγώ εἰμι ὁ υἱὸς τοῦ θεοῦ καὶ τοὺς λίθους ἄρτους ποιήσας καὶ τὸ ὕδωρ οἶνον.
4.28καὶ εἶπεν ὁ προφήτης · κύριε, γνώρισόν μοι ποῖον σχῆμά ἐστιν, κα- κἀγὼ παραγγέλλω τὸ γένος τῶν ἀνθρώπων, ἵνα μὴ πιστεύσωσιν αὐτῷ.
4.29καὶ εἶπέν μοι · τὸ εἶδος τοῦ προσώπου αὐτοῦ ὡσεὶ ἀγροῦ · ὁ ὀφθαλμὸς αὐτοῦ ὁ δεξιὸς ὡς ἀστὴρ τὸ πρωῒ ἀνατέλλων, καὶ ὁ ἕτερος ἀσάλευτος ·
4.30τὸ στόμα αὐτοῦ πῆχυς μία · οἱ ὀδόντες αὐτοῦ σπιθαμιαῖοι ·
4.31οἱ δάκτυλοι αὐτοῦ ὡς δρέπανα · τὸ ἴχνος τῶν ποδῶν αὐτοῦ σπιθαμῶν δύο · καὶ εἰς τὸ μέτωπον αὐτοῦ γραφή · ἀντίχριστος.
4.32ἕως τοῦ οὐρανοῦ ὑψώθη, ἕως τοῦ ᾅδου καταβήσει.
4.33ποτὲ μὲν γενήσεται παιδίον, ποτὲ γέρων.
4.34καὶ εἶπεν ὁ προφήτης · κύριε, καὶ πῶς σὺ ἀφεῖς, καὶ πλανᾶται τὸ γένος τῶν ἀνθρώπων;
4.35καὶ εἶπεν ὁ θεός · ἄκουσον, προφῆτά μου · καὶ παιδίον γίνεται καὶ γέρων, καὶ μηδεὶς αὐτῷ πιστεύει ὅτι ἔστιν ὁ υἱός μου ὁ ἀγαπητός.
4.36καὶ μετὰ ταῦτα σάλπιγξ, καὶ τὰ μνημεῖα ἀνοιχθήσονται καὶ οἱ νεκροὶ ἀναστήσονται ἄφθαρτοι ·
4.37τότε ὁ ἀντικείμενος ἀκούσας τῆς φοβερᾶς ἀπειλῆς κρυβήσεται εἰς τὸ σκότος τὸ ἐξώτερον.
4.38τότε ὁ οὐρανὸς καὶ ἡ γῆ καὶ ἡ θάλασσα ἀπολοῦνται ·
4.39τότε τὸν οὐρανὸν καύσω πήχας ὀγδοήκοντα καὶ τὴν γῆν πήχας ὀκτακοσίας.
4.40καὶ εἶπεν ὁ προφήτης · καὶ ὁ οὐρανὸς τί ἥμαρτεν;
4.41καὶ εἶπεν ὁ θεός · ἐπειδὴ G3 ἐστὶν τὸ κακόν.
4.42καὶ εἶπεν ὁ προφήτης · κύριε, καὶ ἡ γῆ τί ἥμαρτεν;
4.43καὶ εἶπεν ὁ θεός · ἐπειδὴ ἀκούσας μου ὁ ἀντικείμενος τῆς φοβερᾶς ἀπειλῆς κρυβήσεται, καὶ διὰ τοῦτο χωνεύσω τὴν γῆν, καὶ σὺν αὐτῇ τὸν ἀντάρτην τοῦ γένους τῶν ἀνθρώπων.
5.1καὶ εἶπεν ὁ προφήτης · ἐλέησον, δέσποτα, τὸ γένος τῶν Χριστιανῶν.
5.2καὶ ἴδον γυναῖκα κρεμαμένην, καὶ τέσσαρα θηρία θηλάζοντα τοὺς μαστοὺς αὐτῆς.
5.3καὶ εἶπόν μοι οἱ ἄγγελοι · αὕτη τὸ γάλα ἐφθόνησεν τοῦ δοῦναι, ἀλλὰ καὶ τὰ νήπια ἐν τοῖς ποταμοῖς ἔρριψεν.
5.4καὶ ἴδον σκότος δεινὸν καὶ νύκταν οὐκ ἔχουσαν ἄστρα οὐ δὲ σελήνην ·
5.5οὐ δὲ ἔστιν ἐκεῖ νέος ἢ παλαιός, οὐ δὲ ἀδελφὸς μετὰ ἀδελφοῦ, οὐ μήτηρ μετὰ τέκνου, οὐ γυνὴ μετὰ ἀνδρός.
5.6καὶ ἔκλαυσα καὶ εἶπον · ὦ δέσποτα κύριε, ἐλέησον τοὺς ἁμαρτωλούς.
5.7καὶ ἐν τῷ λέγειν με ταῦτα ἦλθεν νεφέλη καὶ ἥρπασέν με καὶ ἀπήνεγκέν με πάλιν εἰς τοὺς οὐρανούς.
5.8καὶ ἴδον ἐκεῖ πολλὰς κρίσεις, καὶ ἔκλαυσα πικρῶς, καὶ εἶπον ·
5.9καλὸν τοῦ μὴ ἐξελθεῖν τὸν ἄνθρωπον ἐκ κοιλίας μητρὸς αὐτοῦ.
5.10οἱ δὲ ὄντες ἐν τῇ κολάσει ἔκραξαν λέγοντες · ἀφ’οὗ ἦλθες ὧδε, ἅγιε τοῦ θεοῦ, εὕραμεν ὀλίγην ἄνεσιν.
5.11καὶ εἶπεν ὁ προφήτης · μακάριοι οἱ κλαίοντες τὰς ἑαυτῶν ἁμαρτίας.
5.12καὶ εἶπεν ὁ θεός · ἄκουσον, Ἐσδρὰμ ἀγαπητέ · ὥσπερ γεωργὸς καταβάλλει τὸν σπόρον τοῦ σίτου ἐν τῇ γῇ, οὕτως καὶ ὁ ἄνθρωπος καταβάλλει τὸ σπέρμα αὐτοῦ ἐν τῇ χώρᾳ τῆς γυναικός ·
5.13τὸ πρῶτον μὲν σύνολόν ἐστιν, τὸ δεύτερον μὲν ὀγκοῦται, τὸ τρίτον μὲν τριχοῦται, τὸ τέταρτον μὲν ὀνυχοῦται, τὸ πέμπτον μὲν ἀπογαλακτοῦται, καὶ τὸ ἕκτον μὲν ἕτοιμον γίνεται καὶ λαμβάνει τὴν ψυχήν, τὸ ἕβδομον παρασκευάζεται, τὸ ἔννατον ἀνοίγονται τὰ κλεῖθρα τοῦ πυλῶνος τῆς γυναικὸς καὶ γεννᾶται ὑγιὴς εἰς τὴν γῆν.
5.14καὶ εἶπεν ὁ προφήτης · κύριε, καλὸν τοῦ μὴ γεννηθῆναι τὸν ἄνθρωπον ·
5.15οὐαὶ τὸ γένος τὸ ἀνθρώπινον τότε, ὅταν εἰς κρίσιν ἔλθῃς.
5.16καὶ εἶπον πρὸς τὸν δεσπότην · κύριε, τί ἔπλασας τὸν ἄνθρωπον καὶ εἰς κρίσιν παρέδωκας;
5.17καὶ εἶπεν ὁ θεὸς ὑψηλῷ τῷ κηρύγματι · οὐ μὴ ἐλεήσω τοὺς παρερχομένους τὴν διαθήκην μου.
5.18καὶ εἶπεν ὁ προφήτης · κύριε, ποῦ ἐστὶν ἡ ἀγαθότης σου;
5.19καὶ εἶπεν ὁ θεός · ἐγὼ πάντα κατεσκεύασα διὰ τὸν ἄνθρωπον, καὶ ὁ ἄνθρωπος τὰς ἐντολάς μου οὐ φυλάττει.
5.20καὶ εἶπεν ὁ προφήτης · κύριε, ἀποκάλυψόν μοι τὰς κρίσεις καὶ τὸν παράδεισον.
5.21καὶ ἀπήγαγόν με οἱ ἄγγελοι κατὰ ἀνατολάς, καὶ ἴδον τὸ φυτὸν τῆς ζωῆς.
5.22καὶ ἴδον ἐκεῖ τὸν Ἐνὼχ καὶ Ἡλίαν καὶ Μωϋσῆ καὶ Πέτρον καὶ Παῦλον καὶ Δουκᾶν καὶ Ματθείαν καὶ ὅλους τοὺς δικαίους καὶ τοὺς πατριάρχας.
5.23καὶ ἴδον ἐκεῖ τοῦ ἀέρος τὴν κόλασιν καὶ τὴν πνοὴν τῶν ἀνέμων καὶ τὰς ἀποθήκας τῶν κρυστάλλων καὶ τὰς αἰωνίους κρίσεις.
5.24καὶ εἶδον ἐκεῖ ἄνθρωπον κρεμάμενον ἐκ τοῦ κρανίου.
5.25καὶ εἶπόν μοι · οὗτος ὅρους μετέθηκεν.
5.26καὶ εἶδον ἐκεῖ μεγάλα κριτήρια. καὶ εἶπον πρὸς τὸν δεσπότην · ὦ δέσποτα κύριε, καὶ τίς ἄρα ἄνθρωπος γεννηθεὶς οὐχ ἥμαρτε;
5.27καὶ κατήγαγόν με κατώτερον ἐν ταρτάροις, καὶ ἴδον πάντας θρηνοῦντας καὶ κλαίοντας καὶ κακὸν πένθος τοὺς ἁμαρτωλούς.
5.28ἔκλαυσα κα- κἀγὼ ὁρῶν τὸ γένος τῶν ἀνθρώπων οὕτως κολαζομένους.
6.1τότε λέγει μοι ὁ θεός · γινώσκεις, Ἐσδράμ, τὰ ὀνόματα τῶν ἀγγέλων τῶν ἐπὶ τῆς συντελείας;
6.2Μιχαήλ · Γαβριήλ · Οὐριήλ · Ῥαφαήλ · Γαβουθελῶν · Ἀκήρ · Ἀρφουγιτόνος · Βεβουρός · Ζεβουλεῶν.
6.3τότε ἦλθεν φωνὴ πρός με · δεῦρο τελεύτα, Ἐσδράμ, ἀγαπητέ μου · δὸς τὴν παρακαταθήκην.
6.4καὶ εἶπεν ὁ προφήτης · καὶ πόθεν τὴν ψυχήν μου ἔχετε ἐξενεγκεῖν;
6.5καὶ εἶπον οἱ ἄγγελοι · διὰ τοῦ στόματος ἔχομεν ἐκβαλεῖν αὐτήν.
6.6καὶ εἶπεν ὁ προφήτης · στόμα πρὸς στόμα ἐλάλουν τοῦ θεοῦ, καὶ οὐκ ἐξέρχεται ἔνθεν.
6.7καὶ εἶπον οἱ ἄγγελοι · διὰ ῥινῶν σου ἐξενέγκωμεν αὐτήν.
6.8καὶ εἶπεν ὁ προφήτης · αἱ ῥῖνές μου ὠσφράνθησαν τὴν δόξαν τοῦ θεοῦ.
6.9καὶ εἶπον οἱ ἄγγελοι · διὰ τῶν ὀφθαλμῶν σου ἔχομεν αὐτὴν ἐξενέγκαι.
6.10καὶ εἶπεν ὁ προφήτης · οἱ ὀφθαλμοί μου ἴδον τὰ ὀπίσθια τοῦ θεοῦ.
6.11καὶ εἶπον οἱ ἄγγελοι · διὰ τὴν κορυφήν σου ἔχομεν αὐτὴν ἐξενέγκαι.
6.12καὶ εἶπεν ὁ προφήτης · μετὰ Μωσῆ καὶ ἐν τῷ ὄρει ἐπεριπάτησα, καὶ οὐκ ἐξέρχεται ἔνθεν.
6.13καὶ εἶπον οἱ ἄγγελοι · διὰ τῶν ἀκρωνύχων σου ἔχομεν αὐτὴν ἐκβαλεῖν.
6.14καὶ εἶπεν ὁ προφήτης · καὶ οἱ πόδες μου ἐν τῷ θυσιαστηρίῳ περιεπάτησαν.
6.15καὶ ἀπῆλθον οἱ ἄγγελοι ἄπρακτοι, λέγοντες · κύριε, οὐ δυνάμεθα παραλαβεῖν τὴν ψυχὴν αὐτοῦ.
6.16τότε λέγει πρὸς τὸν μονογενῆν αὐτοῦ υἱόν · κάτελθε, υἱέ μου ἀγαπητέ, μετὰ στρατιὰν ἀγγέλων πολλὴν λαβὼν τὴν ψυχὴν τοῦ ἀγαπητοῦ μου Ἐσδράμ.
6.17λαβὼν γὰρ ὁ κύριος στρατιὰν ἀγγέλων πολλὴν λέγει τῷ προφήτῃ · δός μοι παρακαταθήκην ἣν παρεθέμην σοι · ὁ στέφανός σοι ἡτοίμασται.
6.18καὶ εἶπεν ὁ προφήτης · κύριε, ἐὰν ἄρῃς τὴν ψυχήν μου ἀπ’ἐμοῦ, τίς σοι λείψει δικάζεσθαι ὑπὲρ τοῦ γένους τῶν ἀνθρώπων;
6.19καὶ εἶπεν ὁ θεός · θνητὸς ὢν καὶ ἐκ γῆς μὴ δικάζου μου.
6.20καὶ εἶπεν ὁ προφήτης · οὐ μὴ παύσωμαι δικαζόμενος.
6.21καὶ εἶπεν ὁ θεός · δὸς τέως τὴν παρακαταθήκην · ὁ στέφανός σοι ἡτοίμασται ·
6.22δεῦρο τελεύτα, ἵνα ἐπιτύχῃς αὐτοῦ.
6.23τότε ἤρξατο λέγειν ὁ προφήτης μετὰ δακρύων · ὦ δέσποτα, τί ὠφέλησα δικαζόμενός σε, καὶ μέλλω εἰς γῆν καταπίπτειν;
6.24οἴμμοι, οἴμμοι, ὅτι ὑπὸ σκωλήκων μέλλω ἀναλίσκεσθαι.
6.25κλαύσατέ με, πάντες οἱ ἅγιοι καὶ δίκαιοι, τὸν πολλὰ δικασάμενον καὶ θανάτῳ παραδιδόμενον ·
6.26κλαύσατέ με, πάντες οἱ ἅγιοι καὶ δίκαιοι, ὅτι εἰς τὸ τρύβλιον τοῦ ᾅδου εἰσῆλθον.
7.1καὶ εἶπεν αὐτῷ ὁ θεός · ἄκουσον, Ἐσδράμ, ἀγαπητέ μου · ἐγὼ ἀθάνατος ὢν σταυρὸν κατεδεξάμην, ὄξος καὶ χολὴν ἐγευσάμην, ἐν τάφῳ κατετέθην, καὶ τοὺς ἐκλεκτούς μου ἀνέστησα, τὸν Ἀδὰμ ἐκ τοῦ ᾅδου ἀνεκαλεσάμην, ἵνα τῶν ἀνθρώπων τὸ γένος G4 μὴ οὖν φοβηθῇς τὸν θάνατον ·
7.3τὸ γὰρ ἐξ ἐμοῦ, ἤγουν ἡ ψυχή, ἀπέρχεται εἰς τὸν οὐρανόν · τὸ δὲ ἐκ τῆς γῆς, ἤγουν τὸ σῶμα, ἀπέρχεται εἰς τὴν γῆν, ἐξ ἧς ἐλήφθη.
7.4καὶ εἶπεν ὁ προφήτης · οἴμμοι, οἴμμοι · τί ποιήσω; τί πράξω; οὐκ οἶδα.
7.5καὶ τότε ἤρξατο λέγειν ὁ μακάριος Ἐσδράμ · ὁ θεὸς ὁ αἰώνιος, ὁ πάσης τῆς κτίσεως δημιουργός, ὁ τὸν οὐρανὸν μετρήσας σπιθαμὴν καὶ τὴν γῆν κατέχων δρακήν, ὁ ἡνιοχῶν τὰ Χερουβίμ, ὁ ἅρματι πυρίνῳ εἰς τοὺς οὐρανοὺς ἄρας τὸν προφήτην Ἡλίαν, ὁ διδοὺς τροφὴν πάσῃ σαρκί, ὃν πάντα φρίσσει καὶ τρέμει ἀπὸ προσώπου δυνάμεώς σου, ἐπάκουσόν μου τὸν πολλὰ δικασάμενον, καὶ δὸς πᾶσι τοῖς μεταγράφουσιν τὸ βιβλίον τοῦτο καὶ ἔχουσιν αὐτὸ καὶ μνημονεύουσιν τοῦ ὀνόματός μου καὶ ἐπιτελοῦσιν τὴν μνήμην μου, δὸς αὐτοῖς εὐλογίαν οὐρανόθεν ·
7.10καὶ εὐλόγησον αὐτοῦ πάντα ὥσπερ καὶ τὰ ἔσχατα τοῦ Ἰωσήφ, καὶ μὴ μνησθῇς ἀνομιῶν ἀρχαίων αὐτοῦ ἐν ἡμέρᾳ κρίσεως αὐτοῦ.
7.12ὅσοι δὲ μὴ πιστεύσαντες τὸ βιβλίον τοῦτο, κατακαυθήσονται ὡς τὰ Σόδομα καὶ Γόμορρα.
7.13καὶ ἦλθεν αὐτῷ φωνὴ λέγουσα · Ἐσδράμ, ἀγαπητέ μου, πάντα ὅσα ᾐτήσω ἀποδώσω ἑνὶ ἑκάστῳ.
7.14καὶ εὐθέως παρέδωκεν τὴν τιμίαν αὐτοῦ ψυχὴν μετὰ πολλῆς τιμῆς μηνὶ Ὀκτωβρίῳ εἰς τὰς ιηʹ.
7.15καὶ κηδεύσαντες αὐτὸν μετὰ θυμιαμάτων καὶ ψαλμῶν, τὸ τίμιον καὶ ἅγιον αὐτοῦ σῶμα νέμει ῥῶσιν ψυχῶν καὶ σωμάτων ἀεννάως τοῖς προστρέχουσιν αὐτῷ ἐκ πόθου.
7.16ᾧ πρέπει δόξα, κράτος, τιμὴ καὶ προσκύνησις, τῷ πατρὶ καὶ τῷ υἱῷ καὶ τῷ ἁγίῳ πνεύματι νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων, ἀμήν.