Apocalypse of Adam

Day and Night

1.1aὥρα αʹ καλεῖται ἐν ᾗ ἀγαθόν ἐστιν προσεύχεσθαι.
1.1cὥρᾳ πρώτῃ ἡμερινῇ πρώτη εὐχὴ ἐπιτελεῖται ἐν τῷ οὐρανῷ.
1.2aὥρα βʹ καλεῖται ἐν ᾗ εὐχαὶ τῶν ἀγγέλων καὶ ὕμνοι.
1.2cδευτέρᾳ εὐχὴ ἀγγέλων.
1.3aὥρα γʹ καλεῖται ἐν ᾗ εὐχαριστοῦσιν τὰ πετεινὰ τῷ θεῷ · ἐν αὐτῇ τῇ ὥρᾳ ἀποτελεῖται πᾶν στοιχεῖον.
1.3cτρίτῃ εὐχὴ πτηνῶν.
1.4aὥρα δʹ ἐν ᾗ εὐχαριστοῦσιν πάντα τὰ ποιήματα τοῦ θεοῦ, ἐν ἣ στοιχειοῦνται καὶ πάντα τὰ ἰοβόλα.
1.4cτετάρτῃ εὐχὴ κτηνῶν.
1.5aὥρα εʹ καλεῖται ἐν ᾗ αἰνεῖ πᾶν ζώον τὸν θεόν · ἐν ᾗ ἀποτελεῖται πᾶν […].
1.5cπεμπτῇ εὐχὴ θηρίων.
1.6aὥρα ϛʹ καλεῖται ἐν ᾗ δυσωποῦσιν τὰ χερουβὶμ τὸν θεὸν ὑπὲρ ἀνθρώπων.
1.6cἕκτῃ ἀγγέλων παράστασις καὶ διάκρισις πάσης κτίσεως.
1.7aὥρα ζʹ ἐν ᾗ αἰνοῦσιν ἀγγέλων τάγματα καὶ παριστάμενα τῷ θεῷ.
1.7cἑβδόμῃ ἀγγέλων εἴσοδος πρὸς θεὸν καὶ ἔξοδος ἀγγέλων.
1.8aὥρα ηʹ καλεῖται […].
1.8cὀγδόῃ αἴνεσις καὶ θυσίαι ἀγγέλων.
1.9aὥρα θʹ καλεῖται ἐν ᾗ εὐχὴ ἀνθρώπων · ἐν ᾗ οὐδὲν τελεῖται.
1.9cἐννάτῃ δέησις καὶ λατρεία ἀνθρώπου.
1.10aὥρα ιʹ, ἐν ᾗ αἰνοῦσιν τὰ ὕδατα, καὶ πνεῦμα θεοῦ καταβαῖνον ἐπιπολάζει αὐτοῖς καὶ ἁγιάζει αὐτά · εἰ γὰρ μὴ οὕτως ἦν, ἔβλαπτον ἂν οἱ πονηροὶ δαίμονες ἀνθρώπους · ἐν ᾗ ἐὰν ἄνθρωπος ἄρῃ νέρον καὶ μίξῃ μετὰ ἁγίου ἐλαίου, πᾶν νόσημα ἰᾶται · καὶ δαιμονῶντας καθαίρει καὶ δαίμονας ἀπελαύνει.
1.10cδεκάτῃ ἐπισκοπαὶ ὑδάτων καὶ δεήσεις οὐρανίων καὶ ἐπιγείων.
1.11aὥρα ιαʹ, ἐν ᾗ εὐφραίνονται οἱ ἐκλεκτοὶ τοῦ θεοῦ.
1.11cἑνδεκάτῃ ἀνθομολόγησις καὶ ἀγαλλίασις πάντων.
1.12aὥρα ιβʹ ἐν ᾗ εὐπρόσδεκτοι αἱ τῶν ἀνθρώπων εὐχαί.
1.12cδωδεκάτῃ ἔντευξις ἀνθρώπων εἰς εὐδοκίας.
2.1aὥρα αʹ ἐν ᾗ οἱ δαίμονες αἰνοῦντες τὸν θεὸν οὔτε ἀδικοῦσιν οὔτε κολάζουσιν.
2.2aὥρα βʹ ἐν ᾗ ὑμνοῦσιν οἱ ἰχθύες τὸν θεὸν, καὶ τὸ τοῦ πυρὸς βάθος · ἐν ᾗ ὀφείλει στοιχειοῦσθαι ἀποτελέσματα εἰς δράκοντας καὶ […] καὶ πῦρ.
2.3aὥρα γʹ, ἐν ᾗ αἰνοῦσιν ὄφεις καὶ κύνες καὶ πῦρ.
2.4aὥρα δʹ, ἐν ᾗ διέρχονται δαίμονες ἐν τοῖς μνήμασιν, καὶ ἐρχόμενος ἐκεῖσε βλαβήσεται καὶ φόβον καὶ φρίκην ἐκ τῆς τῶν δαιμόνων λήψεται φαντασίας · ἐν ᾗ ὀφείλει στοιχειοῦσθαι ἀποτελέσματα […] καὶ παντὸς γοητικοῦ πράγματος.
2.5aὥρα εʹ ἐν ᾗ αἰνοῦσιν τὰ ἄνω ὕδατα τὸν θεὸν τοῦ οὐρανοῦ.
2.6aὥρα ϛʹ ὅτε δέον ἡσυχάζειν καὶ ἀναπαῦσαι, διότι ἔχει φόβον.
2.7aὥρα ζʹ ἐν ᾗ ἀναπαύει πάντα τὰ ζῶα. ἐάν τις ἄνθρωπος καθαρὸς ἁρπάσῃ νέρον καὶ βάλλει αὐτὸ ὁ ἱερεὺς καὶ μίξῃ μετ’ἐλαίου καὶ ἁγιάσῃ αὐτὸ καὶ ἀλείψῃ ἀπ’αὐτὸ ἀσθενῆ ἀγρυπνοῦντα παρευθὺ τῆς νόσου ἀπαλλαγήσεται.
2.8aὥρα ηʹ ἐν ᾗ δὲ ἀποτελοῦμεν στοιχεῖον περὶ καὶ παντοίων φυτῶν.
2.9aὥρα θʹ ἐν ᾗ τελεῖται οὐδέν.
2.11aὥρα ιαʹ, ἐν ᾗ ἀνοίγονται αἱ πύλαι τοῦ οὐρανοῦ καὶ ἄνθρωπος ἐν κατανύξει γενόμενος εὐήκοος γενήσεται · ἐν ταύτῃ πέτονται ταῖς πτέρυξιν σὺν ἤχῳ οἱ ἄγγελοι καὶ χερουβὶμ καὶ σεραφίμ · καί ἐστιν χαρὰ ἐν οὐρανῷ καὶ γῇ · ἀνατέλλει δὲ καὶ ὁ ἥλιος ἐξ Ἐδέμ.
2.12aὥρα ιβʹ ἐν ᾗ ἀναπαύονται τὰ πύρινα τάγματα.