Antonius Diogenes
On Incredible Things
πλεονG26 καὶ τωG25 καὶ ενG25γαι τυχηπλεGG25ρουση · ἐσιώπα γὰρ ἀχρείως · ἄκουσον οὖν, ὅπερ τότε ἐπὶ νοῦν ἦλθέ μοι · γραμματεῖον δίθυρον τῶν τοιούτων, οἷα ἐς διδασκάλου ἐπεφερόμεθα, ἀπολαβοῦσα δίδωμι τῇ Μυρτοῖ · “κα- κεἰ σὺ ἄλλ’ἔτι μοι μὴ δύνασαι λαλεῖν,” ἔφην, “ἄλλ’ἔν γε τούτῳ χάραξον ὅσα εἰπεῖν ἐθέλεις. ἐγὼ δὲ ἀναγνοῦσα εἴσομαι”. ἥσθη τὸ θεραπαινίδιον · δήλη γὰρ διὰ τῆς ὄψεως ὡς αὐτίκα μάλα ἐκδικίας ἐφ’οἷς πέπονθε καὶ θεραπείας τευξομένη. λαβοῦσα οὖν τὸ γραμματεῖον καὶ τῷ λύχνῳ προσελθοῦσα χαράττει τῷ γραφείῳ πάνυ σπουδῇ ὅσα ἠβούλετο ἐν μικροῖς πάνυ γράμμασι τοῦ πλέον ἐγγράψαι, καί μοι δίδωσιν ἅμα διανεύουσα τῇ χειρὶ ἐξιέναι. ἐγὼ δὲ λαβοῦσα ἐξῆλθον μὲν εὐθὺς οὐδαμῶς, πρότερον δὲ ἀνέγνων αὐτὸ καὶ ἐδήλου τάδε · “ἄπιθι, ὦ δέσποινα, αὐτίκα πρὸς τὴν τροφόν, καὶ ἀκουούσης ἀνάγνωθι τὰ λοιπά, ὡς ἂν κα- κἀκείνη μάθοι τὰ ἑαυτῆς κακὰ μη δὲ ἐς τὸν πάντα χρόνον ἀγνοοῦσα ἥδοιτο, ὡς ἂν καὶ τὰ ἐμὰ γνοίητε. ἄπιθι, ἤδη, πρὶν φοιτῆσαι παρὰ G3 τὸν συγκοιμώμενον μὴ καὶ αὐτὴ δαίμονος ἀπολαύσῃς χαλεποῦ”. ταῦτα δὲ ὡς ἀνέγνων, ἐβουλόμην μὲν ἐπισκG7