Anubion

Fragments

Ὡρονόμον δὲ μάθοις ὥρην ἄτερ ἀστράσιν ἄλλοις σκεπτόμενος Μήνην καὶ μέγαν Ἠέλιον · ἡμερινῇ γενέσει μὲν ἀπ’Ἠελίοιο, νοήσας οἴκου δεσπόζων ἔνθα βέβηκε θεός · κεῖθεν δὲ στοιχηδὸν ἀριθμηθήμεναι ἄστρα μέχρι Σεληναίης ἀστέρος ἱσταμένου · πάντα δ’ἀπ’Ἠελίοιο διέκβαλε τοῦτον ἀριθμόν, εἰς ὅ τι δ’ἂν λήξῃ, κεῖθι καὶ ὡρονόμος. χρὴ δὲ Σεληναίης προτέρης ἀνελέσθαι ἀριθμόν, ὥρην νυκτερινὴν σκεπτόμενον θέματος · εἰ δέ κεν Ἠέλιος ὀλίγας μοίρας ἔχῃ ἄστρων, χρὴ τετράγωνάθ’ὁρᾶν καὶ διάμετρα τόπων.