Res Gestae of Divine Augustus

The Achievements

1.1μεθηρμηνευμέναι ὑπεγράφησαν πράξειςτε καὶ δωρεαὶ Σεβαστοῦ θεοῦ, ἃς ἀπέλιπεν ἐπὶ Ῥώμης ἐνκεχαραγμένας χαλκαῖς στήλαις δυσί. ἐτῶν δεκαεννέα ὢν τὸ στράτευμα ἐμῆι γνώμηι καὶ ἐμοῖς ἀναλώμασιν ἡτοίμασα, δι’οὗ τὰ κοινὰ πράγματα ἐκ τῆς τῶν συνομοσαμένων δουλήας ἠλευθέρωσα. ἐφ’οἷς σύνκλητος ἐπαινέσασά με ψηφίσμασι προσκατέλεξε τῆι βουλῆι Γαΐωι Πάωσᾳ Αὔλωι Ἱρτίωι ὑπάτοις, ἐν τῆι τάξει τῶν ὑπατικῶν ἅμα τὸ συμβουλεύειν δοῦσα, ῥάβδουςτ’ἐμοὶ ἔδωκεν. περὶ τὰ δημόσια πράγματα μή τι βλαβῆι, ἐμοὶ μετὰ τῶν ὑπάτων προνοεῖν ἐπέτρεψεν ἀντὶ στρατηγοῦ ὄντι. δὲ δῆμος τῶι αὐτῶι ἐνιαυτῶι, ἀμφοτέρων τῶν ὑπάτων πολέμωι πεπτωκότων, ἐμὲ ὕπατον ἀπέδειξεν καὶ τὴν τῶν τριῶν ἀνδρῶν ἔχοντα ἀρχὴν ἐπὶ τῆι καταστάσει τῶν δημοσίων πραυμάτων εἵλατο.
1.2τοὺς τὸν πατέρα τὸν ἐμὸν φονεύσαντας ἐξώρισα κρίσεσιν ἐνδικοις τειμωρησάμενος αὐτῶν τὸ ἀσέβημα καὶ μετὰ ταῦτα αὐτοὺς πόλεμον ἐπιφέροντας τῆι πατρίδι δὶς ἐνείκησα παρατάξει.
1.3πολέμους καὶ κατὰ γῆν καὶ κατὰ θάλασσαν ἐμφυλίους καὶ ἐξωτικοὺς ἐν ὅληι τῆι οἰκουμένηι πολλοὺς ἀνεδεξάμην, νεικήσαςτε πάντων ἐφεισάμην τῶν περιόντων πολειτῶν. τὰ ἔθνη, οἷς ἀσφαλὲς ἦν συνγνώμην ἔχειν, ἔσωσα μᾶλλον ἐξέκοψα. μυριάδες Ῥωμαίων στρατεύσασαι ὑπὸ τὸν ὅρκον τὸν ἐμὸν ἐγένοντο ἐνγὺς πεντήκοντα · ἐξ ὧν κατήγαγον εἰς τὰς ἀποικίας ἀπέπεμψα εἰς τὰς ἰδίας πόλεις ἐκλυομένας μυριάδας πολλῶι πλείους τριάκοντα, καὶ πάσαις αὐταῖς ἀγροὺς ἐμέρισα χρήματα τῆς στρατείας δωρεὰν ἔδωκα. ναῦς δὲ G3 εἷλον ἑξακοσίας πλὴν τούτων, εἴ τινες ἥσσονες ἐγένοντο τριήρεις.
1.4δὶς ἐπὶ κέλητος ἐθριάμβευσα, τρὶς ἐφ’ἅρματος. εἰκοσάκις καὶ ἅπαξ προσηγορεύθην αὐτοκράτωρ. τῆς δὲ συνκλήτου ἐμοὶ πλείους θριάμβουσς ψηφισσαμένης, αὐτῶν ἀπηλλάγην καὶ ἀπὸ τῶν ῥάβδων τὴν δάφνην κατεθέμην ἐν τῶι Καπιτωλίωι, τὰς εὐχάς, ἃς ἐν ἑκάστωι τῶι πολέμωι ἐποιησάμην, ἀποδούς. διὰ τὰ πράγματα, αὐτὸς διὰ τῶν πρεσβευτῶν τῶν ἐμῶν αἰσίοις οἰωνοῖς καὶ κοτὰ γῆν καὶ κατὰ θάλατταν κατώρθωσα, πεντηκοντάκις καὶ πεντάκις ἐψηφίσατο σύνκλητος θεοῖς δεῖν θύεσθαι. ἡμέραι οὖν αὗται ἐκ συωκλήτου δόγματος ἐγένοντο ὀκτακόσιαι ἐνενήκοντα. ἐν τοῖς ἐμοῖς θριάμβοις πρὸ τοῦ ἐμοῦ ἅρματος βασιλεῖς βασιλέων παῖδες παρήχθησαν ἐννέα. ὑπάτευον τρὶς καὶ δέκατον, ὅτε ταῦτα ἔγραφον, καὶ ἤμην τριακοστὸν καὶ ἕβδομον δημαρχικῆς ἐξουσίας.
1.5αὐτεξούσιόν μοι ἀρχὴν καὶ ἀπόντι καὶ παρόντι διδομένην ὑπό. τε τοῦ δήμου καὶ τῆς συνκλήτου Μάρκωι Μαρκέλλωι καὶ Λευκίωι Ἀρρουντίωι ὑπάτοις οὐκ ἐδεξάμην. οὐ παρῃτησάμην ἐν τῆι μεγίστηι τοῦ σείτου σπάνει τὴν ἐπιμέλειαν τῆς ἀγορᾶς, ἣν οὕτως ἐπετήδευσα, ὥστ’ἐν ὀλίγαις ἡμέραις τοῦ παρόντος φόβου καὶ κινδύνου ταῖς ἐμαῖς δαπάναις τὸν δῆμον ἐλευθερῶσαι. ὑπατείαντέ μοι τότε διδομένην καὶ ἐνιαύσιον καὶ διὰ βίου οὐκ ἐδεξάμην.
1.6ὑπάτοις Μάρκωι Οὐινουκίωι καὶ Κοίντωι Λουκρητίωι καὶ μετὰ ταῦτα Ποπλίωι καὶ Ναίωι Λέντλοις καὶ τρίτον Παύλλωι Φαβίωι Μαξίμωι καὶ Κοίντωι Τουβέρωνι τῆςτε συνκλήτου καὶ τοῦ δήμου τοῦ Ῥωμαίων ὁμολογούντων, ἵνα ἐπιμελητὴς τῶντε νόμων καὶ τῶν τρόπων ἐπὶ τῆι μεγίστηι ἐξοουσίαι μόνος χειροτονηθῶι, ἀρχὴν οὐδεμίαν παπρὰ τὰ πάτρια ἔθη διδομένην ἀνεδεξάμην · δὲ τότε δι’ἐμοῦ σύνκλητος οἰκονομεῖσθαι ἐβούλετο, τῆς δημαρχικῆς ἐξουσίας ὢν ἐτέλεσα. καὶ ταύτης αὐτῆς τῆς ἀρχῆς συνάρχοντα αὐτὸς ἀπὸ τῆς συνκλήτου πεντάκις αἰτήσας ἔλαβον.
1.7τριῶν ἀνδρῶν ἐγενόμην δημοσίων πραγμάτων κατορθωτὴς συνεχέσιν ἔτεσιν δέκα. πρῶτον ἀξιώματος τόπον ἔσχον τῆς συνκλήτου ἄχρι ταύτης τῆς ἡμέρας, ἧς ταῦτα ἔγραφον, ἐπὶ ἔτη τεσσαράκοντα. ἀρχιερεύς, αὔγουρ, τῶν δεκαπέντε ἀνδρῶν τῶν ἱεροποιῶν, τῶν ἑπτὰ ἀνδρῶν ἱεροποιῶν, ἀδελφὸς ἀρουᾶλις, ἑταῖρος Τίτιος, φητιᾶλις.
1.8τῶν πατρικίων τὸν ἀριθμὸν εὔξησα πέμπτον ὕπατος ἐπιταγῆι τοῦτε δήμου καὶ τῆς συνκλήτου. τὴν σύνκλητον τρὶς ἐπέλεξα. ἕκτον ὕπατος τὴν ἀποτείμησιν τοῦ δήμου συνάρχοντα ἔχων Μᾶρκον Ἀγρίππαν ἔλαβον, ἥτις ἀποτείμησις μετὰ δύο καὶ τεσσαρακοστὸν ἐνιαυτὸν συνεκλείσθη. ἐν ἧι ἀποτειμήσει Ῥωμαίων ἐτειμήσαντο κεφαλαὶ τετρακόσιαι ἑξήκοντα μυριάδες καὶ τρισχίλιαι. δεύτερον ὑπατικῆι ἐξουσίαι μόνος Γαΐωι Κηνσωρίνωι καὶ Γαΐωι Ἀσινίωι ὑπάτοις τὴν ἀποτείμησιν ἔλαβον · ἐν ἧι ἀποτειμήσει ἐτειμήσαντο Ῥωμαίων τετρακόσιαι εἴκοσι τρεῖς μυριάδες καὶ τρισχίλιοι. καὶ τρίτον ὑπατικῆι ἐξουσίαι τὰς ἀποτειμήσεις ἔλαβον, ἔχων συνάρχοντα Τιβέριον Καίσαρα τὸν υἱόν μου Σέξτωι Πομπηίωι καὶ Σέξτωι Ἀππουληίωι ὑπάτοις · ἐν ἧι ἀποτειμήσει ἐτειμήσαντο Ῥωμαίων τετρακόσιαι ἐνενήκοντα τρεῖς μυριάδες καὶ ἑπτακισχείλιοι. εἰσαγαγὼν καινοὺς νόμους πολλὰ ἤδη τῶν ἀρχαίων ἐθῶν καταλυόμενα διωρθωσάμην καὶ αὐτὸς πολλῶν πραγμάτων μείμημα ἐμαυτὸν τοῖς μετέπειτα παρέδωκα.
1.9εὐχὰς ὑπὲρ τῆς ἐμῆς σωτηρίας ἀναλαμβάνειν διὰ τῶν ὑπάτων καὶ ἱερέων καθ’ἑκάστην πεντετηρίδα ἐψηφίσατο σύνκλητος. ἐκ τούτων τῶν εὐχῶν πλειστάκις ἐγένοντο θέαι, τοτὲ μὲν ἐκ τῆς συναρχίας τῶν τεσσάρων ἱερέων, τοτὲ δὲ ὑπὸ τῶν ὑπάτων. καὶ κατ’ἰδίαν δὲ καὶ κατὰ πόλεις σύνπαντες οἱ πολεῖται ὁμοθυμαδὸν συνεχῶς ἔθυσαν ὑπὲρ τῆς ἐμῆς σωτηρίας.
1.10τὸ ὄνομά μου συνκλήτου δόγματι ἐνπεριελήφθη εἰς τοὺς σαλίων ὕμνους. καὶ ἵνα ἱερὸς ὦι διὰ βίουτε τὴν δημαρχικὴν ἔχωι ἐξουσίαν, νόμωι ἐκυρώθη. ἀρχιερωσύνην, ἣν πατήρ μου ἐσχήκει, τοῦ δήμου μοι καταφέροντος εἰς τὸν τοῦ ζῶντος τόπον, οὐ προσεδεξάμην. ἣν ἀρχιερατείαν μετά τινας ἐνιαυτοὺς ἀποθανόντος τοῦ προκατειληφότος αὐτὴν ἐν πολειτικαῖς ταραχαῖς, ἀνείληφα, εἰς τὰ ἐμὰ ἀρχαιρέσια ἐξ ὅλης τῆς Ἰταλίας τοσούτου πλήθους συνεληλυθότος, ὅσον οὐδεὶς ἔνπροσθεν ἱστόρησεν ἐπὶ Ῥώμης γεγονέναι Ποπλίωι Σουλπικίωι καὶ Γαΐωι Οὐαλγίωι ὑπάτοις.
1.11βωμὸν Τύχης Σωτηρίου ὑπὲρ τῆς ἐμῆς ἐπανόδου πρὸς τῆι Καπήνηι πύληι σύνκλητος ἀφιέρωσεν · πρὸς ὧι τοὺς ἱερεῖς καὶ τὰς ἱερείας ἐνιαύσιον θυσίαν ποιεῖν ἐκέλευσεν ἐν ἐκείνηι τῆι ἡμέραι, ἐν ἧι ὑπάτοις Κοίντωι Λουκρητίωι καὶ Μάρκωι Οὐινουκίωι ἐκ Συρίας εἰς Ῥώμην ἐπανεληλύθειν, τήντε ἡμέραν ἐκ τῆς ἡμετέρας ἐπωνυμίας προσηγόρευσεν Αὐγουστάλια.
1.12δόγματι συνκλήτου οἱ τὰς μεγίστας ἀρχὰς ἄρξαντες σὺν μέρει στρατηγῶν καὶ δημάρχων μετὰ ὑπάτου Κοίντου Λουκρητίου ἐπέμφθησάν μοι ὑπαντήσοντες μέχρι Καμπανίας, ἥτις τειμὴ μέχρι τούτου οὐ δὲ ἑνὶ εἰ μὴ ἐμοὶ ἐψηφίσθη. ὅτε ἐξ Ἱσπανίας καὶ Γαλατίας, τῶν ἐν ταύταις ταῖς ἐπαρχείαις πραγμάτων κατὰ τὰς εὐχὰς τελεσθέντων, εἰς Ῥώμην ἐπανῆλθον Τιβερίωι Νέρωνι καὶ Ποπλίωι Κοιντιλίωι ὑπάτοις, βωμὸν Εἰρήνης Σεβαστῆς ὑπὲρ τῆς ἐμῆς ἐπανόδου ἀφιερωθῆναι ἐψηφίσατο σύνκλητος ἐν πεδίωι Ἄρεως, πρὸς ὧι τούςτε ἐν ταῖς ἀρχαῖς καὶ τοὺς ἱερεῖς τάςτε ἱερείας ἐνιαυσίους θυσίας ἐκέλευσε ποιεῖν.
1.13πύλην Ἐνυάλιον, ἣν κεκλῖσθαι οἱ πατέρες ἡμῶν ἠθέλησαν εἰρηνευομένης τῆς ὑπὸ Ῥωμαίοις πάσης γῆςτε καὶ θαλάσσης, πρὸ μὲν ἐμοῦ, ἐξ οὗ πόλις ἐκτίσθη, τῶι παντὶ αἰῶνι δὶς μόνον κεκλεῖσθαι ὁμολογεῖται, ἐπὶ δὲ ἐμοῦ ἡγεμόνος τρὶς σύνκλητος ἐψηφίσατο κλεισθῆναι.
1.14υἱούς μου Γάιον καὶ Λεύκιον Καίσαρας, οὓς νεανίας ἀνήρπασεν τύχη, εἰς τὴν ἐμὴν τειμὴν τε σύνκλητος καὶ δῆμος τῶν Ῥωμαίων πεντεκαιδεκαέτεις ὄντας ὑπάτους ἀπέδειξεν, ἵνα μετὰ πέντε ἔτη εἰς τὴν ὑπάτων ἀρχὴν εἰσέλθωσιν · καὶ ἀφ’ἧς ἂν ἡμέρας εἰς τὴν ἀγορὰν καταχθῶσιν, ἵνα μετέχωσιν τῆς συνκλήτου ἐψηφίσατο. ἱππεῖς δὲ Ῥωμαίων σύνπαντες ἡγεμόνα νεότητος ἑκάτερον αὐτῶν προσηγόρευσαν, ἀσπίσιν ἀργυρέαις καὶ δόρασιν ἐτείμησαν.
1.15δήμωι Ῥωμαίων κατ’ἄνδρα ἑβδομήκοντα πέντε δηνάρια ἐκάστωι ἠρίθμησα κατὰ διαθήκην τοῦ πατρός μου, καὶ τῶι ἐμῶι ὀνόματι ἐκ λαφύρων πολέμου ἀνὰ ἑκατὸν δηνάρια πέμπτον ὕπατος ἔδωκα, πάλιντε δέκατον ὑπατεύων ἐκ τῆς ἐμῆς ὑπάρξεως ἀνὰ δηνάρια ἑκατὸν ἠρίθμησα, καὶ ἑνδέκατον ὕπατος δώδεκα σειτομετρήσεις ἐκ τοῦ ἐμοῦ βίου ἀπεμέτρησα, καὶ δημαρχικῆς ἐξουσίας τὸ δωδέκατον ἑκατὸν δηνάρια κατ’ἄνδρα ἔδωκα · αἵτινες ἐμαὶ ἐπιδόσεις οὐδέποτε ἧσσον ἦλθον εἰς ἄνδρας μυριάδων εἴκοσι πέντε. δημαρχικῆς ἐξουσίας ὀκτωκαιδέκατον, ὕπατος δωδέκατον τριάκοντα τρισὶ μυριάσιν ὄχλου πολειτικοῦ ἑξήκοντα δηνάρια κατ’ἄνδρα ἔδωκα, καὶ ἀποίκοις στρατιωτῶν ἐμῶν πέμπτον ὕπατος ἐκ λαφύρων κατὰ ἄνδρα ἀνὰ διακόσια πεντήκοντα δηνάρια ἔδωκα · ἔλαβον ταύτην τὴν δωρεὰν ἐν ταῖς ἀποικίαις ἀνθρώπων μυριάδες πλεῖον δώδεκα. ὕπατος τρισκαιδέκατον ἀνὰ ἑξήκοντα δηνάρια τῶι σειτομετρουμένωι δήμωι ἔδωκα · οὗτος ἀριθμὸς πλείων εἴκοσι μυριάδων ὑπῆρχεν.
1.16χρήματα ἐν ὑπατείαι τετάρτηι ἐμῆι καὶ μετὰ ταῦτα ὑπάτοις Μάρκωι Κράσσωι καὶ Ναίωι Λέντλωι αὔγουρι ταῖς πόλεσιν ἠρίθμησα ὑπὲρ ἀγρῶν, οὓς ἐμέρισα τοῖς στρατιώταις. κεφαλαίου ἐγένοντο ἐν Ἰταλίαι μὲν μύριαι πεντακισχείλιαι μυριάδες, τῶν δὲ ἐπαρχειτικῶν ἀγρῶν μυριάδες ἑξακισχίλιαι πεντοκόσιαι. τοῦτο πρῶτος καὶ μόνος ἁπάντων ἐπόησα τῶν καταγαγόντων ἀποικίας στρατιωτῶν ἐν Ἰταλίαι ἐν ἐπαρχείαις μέχρι τῆς ἐμῆς ἡλικίας. καὶ μετέπειτα Τιβερίωι Νέρωνι καὶ Ναίωι Πείσωνι ὑπάτοις καὶ πάλιν Γαΐωι Ἀνθεστίωι καὶ Δέκμωι Λαιλίωι ὑπάτοις καὶ Γαΐωι Καλουισίωι καὶ Λευκίωι Πασσιήνωι ὑπάτοις καὶ Λευκίωι Λέντλωι καὶ Μάρκωι Μεσσάλαι ὑπάτοις καὶ Λευκίωι Κανινίωι καὶ Κοίντωι Φαβρικίωι ὑπάτοις, στρατιώταις ἀπολυομένοις, οὓς κατήγαγον εἰς τὰς ἰδίας πόλεις, φιλανθρώπου ὀνόματι ἔδωκα μυριάδας ἐγγὺς μυρίας.
1.17τετράκις χρήμασιν ἐμοῖς ἀνέλαβον τὸ αἰράριον, εἰς κατήνενκα χειλίας ἑπτακοσίας πεντήκοντα μυριάδας. καὶ Μάρκωι Λεπίδωι καὶ Λευκίωι Ἀρρουντίωι ὑπάτοις εἰς τὸ στρατιωτικὸν αἰράριον, τῆι ἐμῆι γνώμηι κατέστη, ἵνα ἐξ αὐτοῦ αἱ δωρεαὶ εἰσέπειτα τοῖς ἐμοῖς στρατιώταις δίδωνται, οἳ εἴκοσιν ἐνιαυτοὺς πλείονας ἐστρατεύσαντο, μυριάδας τετράκις χειλίας διακοσίας πεντήκοντα ἐκ τῆς ἐμῆς ὑπάρξεως κατήνενκα.
1.18ἀπ’ἐκ είνου τοῦ ἐνιαυτοῦ, ἐφ’οὗ Ναῖος καὶ ΠόπλιοσΛέντλοι ὕπατοι ἐγένοντο, ὅτε ὑπέλειπον αἱ δημόσιαι πρόσοδοι, ἄλλοτε μὲν δέκα μυριάσιν, ἄλλοτε δὲ πλείοσιν σειτικὰς καὶ ἀργυρικὰς συντάξεις ἐκ τῆς ἐμῆς ὑπάρξεως ἔδωκα.
1.19βουλευτήριον καὶ τὸ πλησίον αὐτῶι χαλκιδικόν, ναόντε Ἀπόλλωνος ἐν Παλατίωι σὺν στοαῖς, ναὸν θεοῦ Ἰουλίου, Πανὸς ἱερόν, στοὰν πρὸς ἱπποδρόμωι τῶι προσαγορευομένωι Φλαμινίωι, ἣν εἴασα προσαγορεύεσθαι ἐξ ὀνόματος ἐκείνου Ὀκταουΐαν, ὃς πρῶτος αὐτὴν ἀνέστησεν, ναὸν πρὸς τῶι μεγάλωι ἱπποδρόμωι, ναοὺς ἐν Καπιτωλίωι Διὸς Τροπαιοφόρου καὶ Διὸς Βροντησίου, ναὸν Κυρείνου, ναοὺς Ἀθηνᾶς καὶ Ἥρας Βασιλίδος καὶ Διὸς Ἐλευθερίου ἐν Ἀουεντίνωι, ἡρώων πρὸς τῆι ἱερᾶι ὁδῶι, θεῶν κατοικιδίων ἐν Οὐελίαι, ναὸν Νεότητος, ναὸν Μητρὸς θεῶν ἐν Παλατίωι ἐπόησα.
1.20Καπιτώλιον καὶ τὸ Πομπηίου θέατρον ἑκάτερον τὸ ἔργον ἀναλώμασιν μεγίστοις ἐπεσκεύασα ἄνευ ἐπιγραφῆς τοῦ ἐμοῦ ὀνόματος. ἀγωγοὺς ὑδάτων ἐν πλείστοις τόποις τῆι παλαιότητι ὀλισθάνοντας ἐπεσκεύασα καὶ ὕδωρ τὸ καλούμενον Μάρκιον ἐδίπλωσα πηγὴν νέαν εἰς τὸ ῥεῖθρον αὐτοῦ ἐποχετεύσας. ἀγορὰν Ἰουλίαν καὶ βασιλικὴν τὴν μεταξὺ τοῦτε ναοῦ τῶν Διοσκόρων καὶ τοῦ Κρόνου καταβεβλημένα ἔργα ὑπὸ τοῦ πατρός μου ἐτελείωσα καὶ τὴν αὐτὴν βασιλικὴν καυθεῖσαν ἐπὶ αὐξηθέντι ἐδάφει αὐτῆς ΧΙἐξ ἐπιγραφῆς ὀνόματος τῶν ἐμῶν υἱῶν ὑπηρξάμην καὶ εἰ μὴ αὐτὸς τετελειώκοιμι, τελειωθῆναι ὑπὸ τῶν ἐμῶν κληρονόμων ἐπέταξα. δύο καὶ ὀγδοήκοντα ναοὺς ἐν τῆι πόλει ἕκτον ὕπατος δόγματι συνκλήτου ἐπεσκεύασα οὐδένα περιλιπών, ὃς ἐκείνωι τῶι χρόνωι ἐπισκευῆς ἐδεῖτο. ὕπατος ἕβδομον ὁδὸν Φλαμινίαν ἀπὸ Ῥώμης Ἀρίμινον γεφύραςτε τὰς ἐν αὐτῆι πάσας ἔξω δυεῖν τῶν μὴ ἐπιδεομένων ἐπισκευῆς ἐπόησα.
1.21ἐν ἰδιωτικῶι ἐδάφει Ἄρεως Ἀμύντορος ἀγοράντε Σεβαστὴν ἐκ λαφύρων ἐπόησα. θέατρον πρὸς τῶι Ἀπόλλωνος ναῶι ἐπὶ ἐδάφους ἐκ πλείστου μέρους ἀγορασθέντος ἀνήγειρα ἐπὶ ὀνόματος Μαρκέλλου τοῦ γαμβροῦ μου. ἀναθέματα ἐκ λαφύρων ἐν Καπιτωλίωι καὶ ναῶι Ἰουλίωι καὶ ναῶι Ἀπόλλωνος καὶ Ἑστίας καὶ Ἄρεως ἀφιέρωσα, ἐμοὶ κατέστη ἐνγὺς μυριάδων δισχειλίων πεντακοσίων. εἰς χρυσοῦν στέφανον λειτρῶν τρισμυρίων πεντακισχειλίων καταφερούσαις ταῖς ἐν Ἰταλίαι πολειτείαις καὶ ἀποικίαις συνεχώρησα τὸ πέμπτον ὑπατεύων, καὶ ὕστερον ὁσάκις αὐτοκράτωρ προσηγορεύθην, τὰς εἰς τὸν στέφανον ἐπαγγελίας οὐκ ἔλαβον ψηφιζομένων τῶν πολειτειῶν καὶ ἀποικιῶν μετὰ τῆς αὐτῆς ΧΙΙπροθυμίας, καθάπερ καὶ ἐψήφιστο πρότερον.
1.22τρὶς μονομαχίαν ἔδωκα τῶι ἐμῶι ὀνόματι καὶ πεντάκις τῶν υἱῶν μου υἱωνῶν · ἐν αἷς μονομαχίαις ἐμαχέσαντο ἐνγὺς μύριοι. δὶς ἀθλητῶν πανταχόθεν μεταπεμφθέντων γυμνικοῦ ἀγῶνος θέαν τῶι δήμωι παρέσχον τῶι ἐμῶι ὀνόματι καὶ τρίτον τοῦ υἱωνοῦ μου. θέας ἐπόησα δι’ἐμοῦ τετράκις, διὰ δὲ τῶν ἄλλων ἀρχῶν ἐν μέρει τρὶς καὶ εἰκοσάκις. ὑπὲρ τῶν δεκαπέντε ἀνδρῶν, ἔχων συνάρχοντα Μᾶρκον Ἀγρίππαν, τὰς θέας διὰ ἑκατὸν ἐτῶν γεινομένας ὀνομαζομένας σαικλάρεις ἐπόησα Γαΐωι Φουρνίωι καὶ Γαΐωι Σειλανῶι ὑπάτοις. ὕπατος τρισκαιδέκατον θέας Ἄρεως πρῶτος ἐπόησα, ἃς μετ’ἐκεῖνον χρόνον ἑξῆς τοῖς μετέπειτα ἐνιαυτοῖς δόγματι συνκλήτου σὺν ἐμοὶ ἐπόησαν οἱ ὕπατοι G27ης θηρίων εG104.
1.23ναυμαχίας θέαν τῶι δήμωι ἔδωκα πέραν τοῦ Τιβέριδος, ἐν ὧι τόπωι ἐστὶ νῦν ἄλσος Καισάρων, ἐκκεχωκὼς τὸ ἔδαφος εἰς μῆκος χειλίων ὀκτακοσίων ποδῶν, εἰς πλάτος χιλίων διακοσίων. ἐν ἧι τριάκοντα ναῦς ἔμβολα ἔχουσαι τριήρεις δίκροτοι, αἱ δὲ ἥσσοντες πλείους ἐναυμάχησαν. ἐν τούτωι τῶι στόλωι ἠγωνίσαντο ἔξω τῶν ἐρετῶν πρέσπου ἄνδρες τρισχείλιοι.
1.24ἐν ναοῖς πασῶν πόλεων τῆς Ἀσίας νεικήσας τὰ ἀναθέματα ἀποκατέστησα, εἶχεν ἰδίαι ἱεροσυλήσας ὑπ’ἐμοῦ διαγωνισθεὶς πολέμιος. ἀνδριάντες πεζοὶ καὶ ἔφιπποί μου καὶ ἐφ’ἅρμασιν ἀργυροῖ εἱστήκεισαν ἐν τῆι πόλει ἐνγὺς ὀγδοήκοντα, οὓς αὐτὸς ἦρα, ἐκ τούτουτε τοῦ χρήματος ἀναθέματα χρυσᾶ ἐν τῶι ναῶι τοῦ Ἀπόλλωνος τῶιτε ἐμῶι ὀνόματι καὶ ἐκείνων, οἵτινές με τούτοις τοῖς ἀνδριᾶσιν ἐτείμησαν, ἀνέθηκα.
1.25θάλασσαν πειρατευομένην ὑπὸ ἀποστατῶν δούλων εἰρήνευσα · ἐξ ὧν τρεῖς που μυριάδας τοῖς δεσπόταις εἰς κόλασιν παρέδωκα. ὤμοσεν εἰς τοὺς ἐμοὺς λόγους ἅπασα Ἰταλία ἑκοῦσα κἀμὲ πολέμου, ὧι ἐπ’Ἀκτίωι ἐνείκησα, ἡγεμόνα ἐξῃτήσατο. ὤμοσαν εἰς τοὺς αὐτοὺς λόγους ἐπαρχεῖαι Γαλατία Ἱσπανία Λιβύη Σικελία Σαρδώ. οἱ ὑπ’ἐμαῖς σημέαις τότε στρατευσάμενοι ἦσαν συνκλητικοὶ πλείους ἑπτακοσίων · ἐν αὐτοῖς οἳ πρότερον μετέπειτα ἐγένοντο ὕπατοι εἰς ἐκείνην τὴν ἡμέραν, ἐν ἧι ταῦτα γέγραπται, ὀγδοήκοντα τρεῖς, ἱερεῖς πρόσπου ἑκατὸν ἑβδομήκοντα.
1.26πασῶν ἐπαρχειῶν δήμου Ῥωμαίων, αἷς ὅμορα ἦν ἔθνη τὰ μὴ ὑποτασσόμενα τῆι ἡμετέραι ἡγεμονίᾳ, τοὺς ὅρους ἐπεύξησα. Γαλατίαν καὶ Ἱσπανίας, ὁμοίως δὲ καὶ Γερμανίαν καθὼς Ὠκεανὸς περικλείει ἀπὸ Γαδείρων μέχρι στόματος Ἄλβιος ποταμοῦ ἐν εἰρήνῃ κατέστησα. Ἄλπης ἀπὸ κλίματος τοῦ πλησίον Εἰονίου κόλπου μέχρι Τυρρηνικῆς θαλάσσης εἰρηνεύεσθαι πεπόηκα, οὐδενὶ ἔθνει ἀδίκως ἐπενεχθέντος πολέμου. στόλος ἐμὸς διὰ Ὠκεανοῦ ἀπὸ στόματος Ῥήνου ὡς πρὸς ἀνατολὰς μέχρι ἔθνους Κίμβρων διέπλευσεν, οὗ οὔτε κατὰ γῆν οὔτε κατὰ θάλασσαν Ῥωμαίων τις πρὸ τούτου τοῦ χρόνου προσῆλθεν · καὶ Κίμβροι καὶ Χάλυβες καὶ Σέμνονες ἄλλατε πολλὰ ἔθνη Γερμανῶν διὰ πρεσβειῶν τὴν ἐμὴν φιλίαν καὶ τὴν δήμου Ῥωμαίων ᾐτήσαντο. ἐμῆι ἐπιταγῆι καὶ οἰωνοῖς αἰσίοις δύο στρατεύματα ἐπέβη Αἰθιοπίαι καὶ Ἀραβίαι τῆι εὐδαίμονι καλουμένηι, μεγάλαςτε τῶν πολεμίων δυνάμεις κατέκοψεν ἐν παρατάξει καὶ πλείστας πόλεις δοριαλώτους ἔλαβεν καὶ προέβη ἐν Αἰθιοπίαι μέχρι πόλεως Ναβάτης, ἥτις ἐστὶν ἔνγιστα Μερόῃ, ἐν Ἀραβίαι δὲ μέχρι πόλεως Μαρίβας.
1.27Αἴγυπτον δήμου Ῥωμαίων ἡγεμονίαι προσέθηκα. Ἀρμενίαν τὴν μείζονα ἀναιρεθέντος τοῦ βασιλέως δυνάμενος ἐπαρχείαν ποῆσαι μᾶλλον ἐβουλήθην κατὰ τὰ πάτρια ἡμῶν ἔθη βασιλείανΤιγράνηι Ἀρταουάσδου υἱῶι, υἱωνῶι δὲ Τιγράνου βασιλέως δοῦναι διὰ Τιβερίου Νέρωνος, ὃς τότ’ἐμοῦ πρόγονος ἦν · καὶ τὸ αὐτὸ ἔθνος ἀφιστάμενον καὶ ἀναπολεμοῦν δαμασθὲν ὑπὸ Γαΐου τοῦ υἱοῦ μου βασιλεῖ Ἀριοβαρζάνει, βασιλέως Μήδων Ἀρταβάζου υἱῶι, παρέδωκα καὶ μετὰ τὸν ἐκείνου θάνατον τῶι υἱῶι αὐτοῦ Ἀρταουάσδῃ · οὗ ἀναιρεθέντος Τιγράνην, ὃς ἦν ἐκ γένους Ἀρμενίου βασιλικοῦ, εἰς τὴν βασιλείαν ἔπεμψα. ἐπαρχείας ἁπάσας, ὅσαι πέραν τοῦ Εἰονίου κόλπου διατείνουσι πρὸς ἀνατολάς, καὶ Κυρήνην ἐκ μείσζονος μέρους ὑπὸ βασιλέων. κατεσχημένας καὶ ἔμπροσθεν Σικελίαν καὶ Σαρδὼι προκατειλημένας πολέμωι δουλικῶι ἀνέλαβον.
1.28ἀποικίας ἐν Λιβύηι Σικελίαι Μακεδονίαι ἐν ἑκατέρατε Ἱσπανίαι Ἀχαίαι Ἀσίαι Συρία Γαλατίαι τῆι περὶ Νάρβωνα Πισιδίαι στρατιωτῶν κατήγαγον. Ἰταλία δὲ εἴκοσι ὀκτὼ ἀποικίας ἔχει ὑπ’ἐμοῦ καταχθείσας, αἳ ἐμοῦ περιόντος πληθύουσαι ἐτύνχανον.
1.29σημέας στρατιωτικὰς πλείστας ὑπὸ ἄλλων ἡγεμόνων ἀποβεβλημένας νικῶν τοὺς πολεμίους ἀπέλαβον ἐξ Ἱσπανίας καὶ Γαλατίας καὶ παρὰ Δαλματῶν. Πάρθους τριῶν στρατευμάτων Ῥωμαίων σκῦλα καὶ σημέας ἀποδοῦναι ἐμοὶ ἱκέταςτε φιλίαν δήμου Ῥωμαίων ἀξιῶσαι ἠνάγκασα. ταύτας δὲ τὰς σημέας ἐν τῶι Ἄρεως τοῦ Ἀμύντορος ναοῦ ἀδύτωι ἀπεθέμην.
1.30Παννονίων ἔθνη, οἷς πρὸ ἐμοῦ ἡγεμόνος στράτευμα Ῥωμαίων οὐκ ἤνγισεν, ἡσσηθέντα ὑπὸ Τιβερίιου Νέρωνος ὃς τότ’ἐμοῦ ἦν πρόγονος καὶ πρεσβευτής, ἡγεμονίαι δήμου Ῥωμαίων ὑπέταξα τάτε Ἰλλυρικοῦ ὅρια μέχρι Ἴστρου ποταμοῦ προήγαγον · οὗ ἐπείταδε Δάκων διαβᾶσα πολλὴ δύναμις ἐμοῖς αἰσίοις οἰωνοῖς κατεκόπη. καὶ ὕστερον μεταχθὲν τὸ ἐμὸν στράτευμα πάραν Ἴστρου τὰ Δάκων ἔθνη προστάγματα δήμου Ῥωμαίων ὑπομένειν ἠνάγκασεν.
1.31πρὸς ἐμὲ ἐξ Ἰνδίας βασιλέων πρεσβεῖαι πολλάκις ἀπεστάλησαν, οὐδέποτε πρὸ τούτου χρόνου ὀφθεῖσαι παρὰ Ῥωμαίων ἡγεμόνι. τὴν ἡμετέραν φιλίαν ἠξίωσαν διὰ πρέσβεων Βαστάρναι καὶ Σκύθαι καὶ Σαρματῶν οἱ ἐπιτάδε ὄντες τοῦ Τανάιδος ποταμοῦ καὶ οἱ πέραν δὲ βασιλεῖς, καὶ Ἀλβανῶν δὲ καὶ Ἰβήρων καὶ Μήδων βασιλεῖς.
1.32πρὸς ἐμὲ ἱκέται κατέφυγον βασιλεῖς Πάρθων μὲν Τειριδάτης καὶ μετέπειτα Φραάτης, βασιλέως Φράτου υἱός, Μήδων δὲ Ἀρταουάσδης, Ἀδιαβηνῶν Ἀρταξάρης, Βριταννῶν Δομνοελλαῦνος καὶ ΤιμG8, Σουγάμβρων Μαίλων, Μαρκομάνων Σουήβων G8ρος. πρὸς ἐμὲ βασιλεὺς Πάρθων Φραάτης Ὠρώδου υἱὸς υἱοὺς αὑτοῦ υἱωνούςτε πάντας ἔπεμψεν εἰς Ἰταλίαν, οὐ πολέμωι λειφθείς, ἀλλὰ τὴν ἡμετέραν φιλίαν ἀξιῶν ἐπὶ τέκνων ἐνεχύροις, πλεῖστάτε ἄλλα ἔθνη πεῖραν ἔλαβεν δήμου Ῥωμαίων πίστεως ἐπ’ἐμοῦ ἡγεμόνος, οἷς τὸ πρὶν οὐδεμία ἦν πρὸς δῆμον Ῥωμαίων πρεσβειῶν καὶ φιλίας κοινωνία.
1.33παρ’ἐμοῦ ἔθνη Πάρθων καὶ Μήδων διὰ πρέσβεων τῶν παρ’αὐτοῖς πρώτων βασιλεῖς αἰτησάμενοι ἔλαβον · Πάρθοι Οὐονώνην, βασιλέως Φράτου υἱόν, βασιλέως Ὠρώδου υἱωνόν, Μῆδοι Ἀριοβαρζάνην, βασιλέως Ἀρταβάζου υἱόν, βασιλέως Ἀριοβαρζάνου υἱωνόν.
1.34ἐν ὑπατείαι ἕκτηι καὶ ἑβδόμηι μετὰ τὸ τοὺς ἐνφυλίους ζβέσαι με πολέμους κατὰ τὰς εὐχὰς τῶν ἐμῶν πολειτῶν ἐνκρατὴς γενόμενος πάντων τῶν πραγμάτων, ἐκ τῆς ἐμῆς ἐξουσίας εἰς τὴν τῆς συνκλήτου καὶ τοῦ δήμου τῶν Ῥωμαίων μετήνεγκα κυριήαν. ἐξ ἧς αἰτίας δόγματι συνκλήτου Σεβαστὸς προσηγορεύθην καὶ δάφναις δημοσίαι τὰ πρόπυλά μου ἐστέφθη, τε δρύινος στέφανος διδόμενος ἐπὶ σωτηρίᾳ τῶν πολειτῶν ὑπεράνω τοῦ πυλῶνος τῆς ἐμῆς οἰκίας ἀνετέθη, ὅπλοντε χρυσοῦν ἐν τῶι βουλευτηρίωι ἀνατεθὲν ὑπότε τῆς συνκλήτου καὶ τοῦ δήμου τῶν Ῥωμαίων διὰ τῆς ἐπιγραφῆς ἀρετὴν καὶ ἐπείκειαν καὶ δικαιοσύνην καὶ εὐσέβειαν ἐμοὶ μαρτυρεῖ. ἀξιώματι πάντων διήνεγκα, ἐξουσίας δὲ οὐδέν τι πλεῖον ἔσχον τῶν συναρξάντων μοι.
1.35τρισκαιδεκάτην ὑπατείαν ἄγοντός μου τε σύνκλητος καὶ τὸ ἱππικὸν τάγμα τε σύνπας δῆμος τῶν Ῥωμαίων προσηγόρευσέ με πατέρα πατρίδος καὶ τοῦτο ἐπὶ τοῦ προπύλου τῆς οἰκίας μου καὶ ἐν τῶι βουλευτηρίωι καὶ ἐν τῆι ἀγορᾶι τῆι Σεβαστῆι ὑπὸ τῶι ἅρματι, μοι δόγματι συνκλήτου ἀνετέθη, ἐπιγραφῆναι ἐψηφίσατο. ὅτε ἔγραφον ταῦτα, ἦγον ἔτος ἑβδομηκοστὸν ἕκτον.
2.1συνκεφαλαίωσις ἠριθμημένου χρήματος εἰς τὸ αἰράριον εἰς τὸν δῆμον τὸν Ῥωμαίων εἰς τοὺς ἀπολελυμένους στρατιώτας · ἓξ μυριάδες μυριάδων.
2.2ἔργα καινὰ ἐγένετο ὑπ’αὐτοῦ ναοὶ μὲν Ἄρεως, Διὸς Βροντησίου καὶ Τροπαιοφόρου, Πανός, Ἀπόλλωνος, θεοῦ Ἰουλίου, Κυρείνου, Ἀθηνᾶς, Ἥρας βασιλίδος, Διὸς Ἐλευθερίου, ἡρώων, θεῶν πατρίων, Νεότητος, Μητρὸς θεῶν, βουλευτήριον σὺν χαλκιδικῶι, ἀγορᾶι Σεβαστῆι, θέατρον Μαρκέλλου, βασιλικὴ Ἰουλία, ἄλσος Καισάρων, στοαὶ ἐν Παλατίωι, στοὰ ἐν ἱπποδρόμωι Φλαμινίωι.
2.3ἐπεσκευάσθη τὸ Καπιτώλιον, ναοὶ ὀγδοήκοντα δύο, θέατπον Πομπηίου, ὁδὸς Φλαμινία, ἀγωγοὶ ὑδάτων.
2.4δαπάναι δὲ εἰς θέας καὶ μονομάχους καὶ ἀθλητὰς καὶ ναυμαχίαν καὶ θηρομαχίαν δωρεαίτε ἀποικίαις πόλεσιν ἐν Ἰταλίαι, πόλεσιν ἐν ἐπαρχείαις σεισμῶι καὶ ἐνπυρισμοῖς πεπονηκυίαις κατ’ἄνδρα φίλοις καὶ συνκλητικοῖς, ὧν τὰς τειμήσεις προσεξεπλήρωσεν · ἄπειρον πλῆθος.