Alexander

On Mixture

1[…] πῶς δ’ἂν παραδέξαιτό τις τὸ ἐν τῇ τοιαύτῃ κράσει τῶν σωμάτων ἕκαστον τῶν κιρναμένων φυλάττειν δύνασθαι τὴν οἰκείαν ἐπιφάνειαν, ὡς ὁμοῦ μὲν μη δὲ τὸ τυχὸν αὐτοῦ μόριον εἶναί καθ’αὐτὸ κεχωρισμένον θατέρου, ὁμοῦ δὲ φυλάττειν ἕκαστον αὐτῶν τὴν ἐπιφάνειαν τὴν ἑαυτοῦ, ἣν εἶχε καὶ πρὸ τῆς κράσεως; τοῦτο γὰρ ὑπεραίρει καὶ τὰς ἐν τοῖς μύθοις παραδοξολογίας, τίθησι Χρύσιππος ὅσον ἐν τούτῳ τὸ δύνασθαι τὰ κεκραμένα χωρίζεσθαι πάλιν. τοῦτε γὰρ λέγειν δύνασθαι χωρίζεσθαι τὰ κεκραμένα, ἀλλὰ καὶ τοῦ μη δ’ὅλως κιρνᾶσθαί τινα δύνασθαι λέγειν μακρῷ παραδοξότερον καὶ παρὰ τὰς ἁπάντων ἐννοίας τὸ λέγειν ὁμοῦ μὲν δι’ὅλων ἀλλήλων χωρεῖν τινα σώματα, ὡς μηδὲν αὐτῶν μόριον εἶναι καθ’αὐτό, ὁμοῦ δ’ἕκαστον αὐτῶν ὑπὸ τῆς οἰκείας ἐπιφανείας περιέχεσθαι, ὑφ’ἧς περιείχετο καὶ πρὸ τῆς μίξεως. τότε οὖν σῶμα διὰ σώματος οὐδεμιᾶς ἐλάττω διαφορὰν ἔχειν συμβέβηκε τῶν κατὰ φιλοσοφίαν δογμάτων καὶ τῶν περὶ μίξεωςτε καὶ κράσεως λόγων. οὐ γὰρ μόνον διηνέχθησαν πρὸς ἀλλήλους περὶ τοῦδε τοῦ δόγματος οἱ μίαν ὕλην ὑποκεῖσθαι πᾶσι τοῖς ἐν γενέσει σώμασιν λέγοντες πρὸς τοὺς ἐκ διωρισμένωντε καὶ κεχωρισμένων σωμάτων ποιοῦντας αὐτήν (ὧν οἱ μὲν ἄτομα σώματα ἄπειρα τῷ πλήθει, κατὰ σχῆμα καὶ μέγεθος μόνον τὴν πρὸς ἄλληλα διαφορὰν ἔχοντα, τὰς ἀρχὰς καὶ τὰ στοιχεῖά φασιν εἶναι, καὶ τῇ τούτων συνθέσειτε καὶ ποιᾷ περιπλοκῇ ἔτιτε τάξει καὶ θέσει τἆλλα γίνεσθαι · ἐφ’ἧς δόξης πρῶτοι μὲν Λεύκιππόςτε καὶ Δημόκριτος γενέσθαι δοκοῦσιν, ὕστεροι δὲ Ἐπίκουρόςτε καὶ οἱ τὴν αὐτὴν τούτῳ τραπέντες · οἱ δὲ αὐτῶν, οὐκ ἀτόμους, ὁμοιομερῆ δέ τινά φασιν ἄπειρα εἶναι σώματα, ἐξ ὧν τῶν αἰσθητῶν γένεσις σωμάτων γινομένη κατὰ σύγκρισιν καὶ σύνθεσιν, ἧς δόξης Ἀναξαγόραςτε καὶ Ἀρχέλαος δοκοῦσι γεγονέναι · ἤδη δέ τινες καὶ ἀμερῆ τινα σώματα τὰς ἀρχὰς καὶ στοιχεῖα τῶν πάντων προήχθησαν εἰπεῖν · ἔστι δέ τις δόξα καὶ ἐξ ἐπιπέδων τὴν γένεσιν ποιοῦσα τῶν σωμάτων καὶ ἐξ ἀριθμῶν τις ἄλλη), οὐ δὴ πρὸς ἀλλήλους μόνον, ὡς ἔφην, οὗτοι διηνέχθησαν κατὰ τὴν πρὸς τὰς ἀρχὰς διαφόρους οὔσας ἀκολουθίαν καὶ τὰς κράσεις διαφόρως γίνεσθαι λέγοντες, ἀλλὰ καὶ αὐτῶν τῶν ἡνωμένην τὴν ὕλην λεγόντων καὶ πάλιν αὖ τῶν διωρισμένηντε καὶ κεχωρισμένην ἐστί τις πρὸς ἀλλήλους διαφωνία. αἰτία δ’αὐτοῖς τῆς διαστάσεως τῆς τοσῆσδε χαλεπότης τοῦ δόγματος. τῷ μὲν γὰρ ἐναργές εἶναι κιρνᾶσθαί τινα τῶν σωμάτων πρὸς ἄλληλα πάντες σχεδὸν οἱ περὶ φύσεωςτε καὶ τῶν γινομένων φύσει φιλοσοφοῦντες ἦλθον ἐπὶ τὸ ζητεῖν τὴν αἰτίαν αὐτοῦ, τῷ δ’εἶναι χαλεπήντε αὐτοῦ τὴν εὕρεσιν καὶ ἑκάστῃ τῶν ἀποδιδομένων αἰτιῶν οἰκείας τινὰς ἕπεσθαι δυσχερείας ἄλλος ἄλλῃ ἀπετράπετο.
2διὸ οὐ χεῖρον καὶ ἡμᾶς περὶ αὐτῆς διαλαβεῖν καὶ μηνῦσαι τὰ δοκοῦντα ἡμῖν εὐλογώτερα λέγεσθαι τῶν περὶ κράσεως εἰρημένων τοῦ δοκεῖν οὕτως ἔχειν παρεχομένους τὰς αἰτίας. Δημόκριτος μὲν οὖν ἡγούμενος τὴν λεγομένην κρᾶσιν γίνεσθαι κατὰ παράθεσιν σωμάτων, διαιρουμένων τῶν κιρναμένων εἰς μικρὰ καὶ τῇ παρ’ἄλληλα θέσει τὴν μῖξιν ποιουμένων, οὐ δὲ τὴν ἀρχήν φησιν εἶναι πρὸς ἀλήθειάν τινα κεκραμένα, ἀλλ’εἶναι τὴν δοκοῦσαν κρᾶσιν παράθεσιν σωμάτων ἀλλήλοις κατὰ μικρὰ σωζόντων αὐτῶν ἑκάστου τὴν οἰκείαν φύσιν, ἣν εἶχον καὶ πρὸ τῆς μίξεως · δοκεῖν δ’αὐτὰ κεκράσθαι τῷ τὴν αἴσθησιν διὰ μικρότητα τῶν παρακειμένων μηδενὸς αὐτῶν αἰσθάνεσθαι δύνασθαι μόνου. φιλαλήθωςτε καὶ φιλοσόφως οὐκ ὤκνησεν εἰπεῖν τὸ ἑπόμενον τοῖς οὕτω τὰς κράσεις λέγουσι γίνεσθαι. παραθέσει δὲ τοιαύτῃ τὰς κράσεις ἀνάπτουσι καὶ οἱ τὰς ὁμοιομερείας ὕλην εἶναι τῶν γινομένων λέγοντες. Ἐπίκουρος δὲ φεύγειν βουλόμενος τὸ ὑπὸ Δημοκρίτου ῥηθὲν ἕπεσθαι τοῖς παραθέσει τῶν κιρναμένων τὴν κρᾶσιν γίνεσθαι λέγουσι παραθέσει μέν τινων σωμάτων καὶ αὐτὸς τὰς κράσεις γίνεσθαι λέγει, ἀλλ’οὐκ αὐτῶν τῶν μιγνυμένων σωμάτων σωζομένων ἐν τῇ διαιρέσει, ἀλλ’ἀναλυομένων εἰς τὰ στοιχεῖα καὶ τὰς ἀτόμους, ἐξ ὧν ἕκαστον αὐτῶν συγκείμενόν πως τὸ μὲν οἶνος ἦν, τὸ δὲ ὕδωρ, τὸ δὲ μέλι, τὸ δὲ ἄλλο τι, ἔπειτα ποιᾷ τούτων τῶν σωμάτων, ἐξ ὧν ἦν τὰ κιρνάμενα πρὸς ἄλληλα, συνθέσει γεννώντων τὸ κεκραμένον σῶμα, συμμιγνυμένων οὐχ ὕδατόςτε καὶ οἴνου, ἀλλὰ τῶν ὑδροποιῶν ἀτόμων, ὡς ἂν εἴποι τις, ταῖς οἰνοποιοῖς, φθορᾷτε καὶ γενέσει τινῶν τὴν κρᾶσιν γίνεσθαι λέγων · γὰρ εἰς τὰ στοιχεῖα ἀνάλυσις ἑκάστου καὶ ἐκ τῶν στοιχείων σύνθεσις αὐτῶν τὸ μὲν γένεσις, τὸ δὲ φθορά. τούτων μὲν οὖν οὔτε οἱ τὴν παράθεσιν αἰτιώμενοι τῆς κράσεως οὔθ’οἱ τὴν εἰς τὰ στοιχεῖα ἀνάλυσιν τὴν περὶ τῆς κράσεως σώζουσι πρόληψιν, εἴ γε μὲν κρᾶσις εἶναι δοκεῖ ἐν ἑνώσει τῶν κεκραμένων, ὡς μηδὲν μόριον τοῦ κράματος ἄμικτον εἶναί τινος τῶν σωμάτων, ἐξ ὧν τὸ κεκραμένον, οὔτε δὲ παράθεσις ἕνωσις, οὔτε φθοράτε καὶ ἀναστοιχείωσις μῖξίς ἐστι · γὰρ μῖξις σωζομένων γενέσθαι δοκεῖ. οὐ γὰρ αὐτὰ μιγνύουσιν οἱ τοῦτον τὸν τρόπον τὴν κρᾶσιν γίνεσθαι λέγοντες, ἀλλ’ἐξ ὧν ἐστι ταῦτα ἐκεῖνα μιγνύουσιν. εἰ δὲ ἐκ τῶν αὐτῶν στοιχείων οἷόντε καὶ ὕδωρ καὶ οἶνον γενέσθαι τῇ ποιᾷ συνθέσειτε καὶ περιπλοκῇ τῆς τῶν γινομένων ἐξ αὐτῶν διαφορᾶς γεννωμένης, οὐ δ’ὅλως ἂν ἔτι κρᾶσις τούτων γίνοιτο τῷ τῇ ἀναστοιχειώσει φθείρεσθαι ταῦτα, καθ’ κρᾶσις τῶν κιρναμένων γίνεται. γίνεται μὲν γὰρ κρᾶσις διαφερόντων τινῶν κατὰ ποιότητα, ἀναιρεῖται δὲ κατὰ τοῦτο διαφορὰ τοῖς ἔχουσιν αὐτὴν ἐν τῇ τῶν αὐτῶν ποιᾷ συνθέσει τῆς συνθέσεως αὐτῶν ἀναιρεθείσης. ἴσως δὲ καὶ τοῖς ἐξ ἐπιπέδων γεννῶσι τὰ σώματα κρᾶσις γίνεται κατὰ ἀναστοιχείωσίν τινα. εἰ μὲν οὖν ἦν ἔχουσά τι ἥδε περὶ τῶν ἀρχῶν δόξα εὔλογον, ἴσως ἐπὶ πλέον ἔδει τὴν ἐξέτασιν ποιεῖσθαι τῆς τοῦτον τὸν τρόπον γίνεσθαι λεγομένης κράσεως, ἐλεγχομένης δὲ ἐκείνης περιττὸν τὸ ζητεῖν ἔτι, εἰ κατὰ παράθεσιν μερῶν μῖξιν ἀτόμων ἐπιπέδων ἀμερῶν τινων σωμάτων κρᾶσις γίνεται. διὸ περὶ μὲν τῆς τῶν τοιαύταις ἀρχαῖς χρωμένων διαφωνίαςτε πρὸς ἀλλήλους καὶ δόξης περὶ κράσεως οὐδὲν δεῖ μηκύνειν τὸν λόγον. οὐ γὰρ ἐπίδειξις ἡμῖν ἱστορίας καὶ πολλῆς γνώσεως τὸ προκείμενον, ἀλλ’ἐξέτασίςτε καὶ ζήτησις τοῦ, πῶς ἄν τις λέγων γίνεσθαι τὰς κράσεις τῶν σωμάτων συμφώνως λέγοι ταῖς περὶ αὐτῶν αἰσθήσεσίτε καὶ κοιναῖς προσλήψεσι.
3μετέλθωμεν δὲ ἐπὶ τοὺς κοινῶς ἡνῶσθαι τὴν ὕλην λέγοντας καὶ μίαν πᾶσι τοῖς γινομένοις καὶ τὴν αὐτὴν ὑποθέντας, ὧν καὶ αὐτῶν παραιτησάμενοι τὰς ἐπιπολαιότερόντε καὶ προχειρότερον εἰρημένας τὰς μάλιστα δοκούσας ἔχεσθαί τινος λόγου αὐτὰς ἐξετάσωμεν προχειρισάμενοι. τῶν δὴ ἡνῶσθαι τὴν ὕλην λεγόντων δοκοῦσι μάλιστάτε καὶ περὶ κράσεως οἱ ἀπὸ τῆς στοᾶς περὶ κράσεως διαλαμβάνειν. οὔσης δὲ καὶ ἐν τούτοις πολυφωνίας (ἄλλοι γὰρ ἄλλως αὐτῶν τὰς κράσεις γίνεσθαι λέγουσιν), μάλιστα δοκοῦσα δόξα εὐδοκιμεῖν παρ’αὐτοῖς περὶ κράσεως ἐστιν ὑπὸ Χρυσίππου λεγομένη. τῶν γὰρ μετ’αὐτὸν οἱ μὲν Χρυσίππῳ συμφέρονται, οἱ δέ τινες αὐτῶν τῆς Ἀριστοτέλους δόξης ὕστερον ἀκοῦσαι δυνηθέντες πολλὰ τῶν εἰρημένων ὑπ’ἐκείνου περὶ κράσεως καὶ αὐτοὶ λέγουσιν · ὧν εἷς ἐστι καὶ Σωσιγένης, ἑταῖρος Ἀντιπάτρου. οἷς οὐ δυνάμενοι πάντῃ συμφέρεσθαι διὰ τὴν ἐν τοῖς ἄλλοις διαφωνίαν ἐν πολλοῖς αὐτοῖς λέγοντες εὑρίσκονται μαχόμενα. ἔστι δὲ Χρυσίππου δόξα περὶ κράσεως ἥδε · ἡνῶσθαι μὲν ὑποτίθεται τὴν σύμπασαν οὐσίαν, πνεύματός τινος διὰ πάσης αὐτῆς διήκοντος, ὑφ’οὗ συνέχεταίτε καὶ συμμένει καὶ σύμπαθές ἐστιν αὐτῷ τὸ πᾶν, τῶν δὲ μιγνυμένων ἐν αὐτῇ σωμάτων τὰς μὲν παραθέσει μίξεις γίνεσθαι λέγει, δύο τινῶν καὶ πλειόνων οὐσιῶν εἰς ταὐτὸν συντεθειμένων καὶ παρατιθεμένων ἀλλήλαις, ὥς φησιν, καθ’ἁρμήν, σωζούσης ἑκάστης αὐτῶν ἐν τῇ τοιαύτῃ παραθέσει κατὰ τὴν περιγραφὴν τὴν οἰκείαν οὐσίαντε καὶ ποιότητα, ὡς ἐπὶ κυάμων φέρε εἰπεῖν καὶ πυρῶν ἐν τῇ παρ’ἀλλήλους θέσει γίνεται, τὰς δέ τινας συγχύσει δι’ὅλων τῶντε οὐσιῶν αὐτῶν καὶ τῶν ἐν αὐταῖς ποιοτήτων συμφθειρομένων ἀλλήλαις, ὡς γίνεσθαί φησιν ἐπὶ τῶν ἰατρικῶν φαρμάκων κατὰ σύμφθαρσιν τῶν μιγνυμένων, ἄλλου τινὸς ἐξ αὐτῶν γεννωμένου σώματος · τὰς δέ τινας γίνεσθαι μίξεις λέγει δι’ὅλων τινῶν οὐσιῶντε καὶ τῶν τούτων ποιοτήτων ἀντιπαρεκτεινομένων ἀλλήλαις μετὰ τοῦ τὰς ἐξ ἀρχῆς οὐσίαςτε καὶ ποιότητας σώζειν ἐν τῇ μίξει τῇ τοιᾷδε, ἥντινα τῶν μίξεων κρᾶσιν ἰδίως εἶναι λέγει. τὴν γὰρ δύο καὶ πλειόνων τινῶν σωμάτων ὅλων δι’ὅλων ἀντιπαρέκτασιν ἀλλήλοις οὕτως, ὡς σώζειν ἕκαστον αὐτῶν ἐν τῇ μίξει τῇ τοιαύτῃ τήντε οἰκείαν οὐσίαν καὶ τὰς ἐν αὐτῇ ποιότητας, λέγει κρᾶσιν εἶναι μόνην τῶν μίξεων. εἶναι γὰρ ἴδιον τῶν κεκραμένων τὸ δύνασθαι χωρίζεσθαι πάλιν ἀπ’ἀλλήλων, μόνως γίνεται τῷ σώζειν ἐν τῇ μίξει τὰ κεκραμένα τὰς αὑτῶν φύσεις. τὸ δὲ ταύτας τὰς διαφορὰς εἶναι τῆς μίξεως πειρᾶται πιστοῦσθαι διὰ τῶν κοινῶν ἐννοιῶν, μάλιστα δὲ κριτήρια τῆς ἀληθείας φησὶν ἡμᾶς παρὰ τῆς φύσεως λαβόντας. ἄλλην γοῦν φαντασίαν ἔχειν ἡμᾶς τῶν καθ’ἁρμὴν συγκειμένων, καὶ ἄλλην τῶν συγκεχυμένωντε καὶ συνεφθαρμένων, καὶ ἄλλην τῶν κεκραμένωντε καὶ ἀλλήλοις δι’ὅλων ἀντιπαρεκτεινομένων οὕτως, ὡς σώζειν ἕκαστον αὐτῶν τὴν οἰκείαν φύσιν. ἣν διαφορὰν φαντασιῶν οὐκ ἂν εἴχομεν, εἰ πάντα τὰ ὁπωσοῦν μιγνύμενα παρέκειτο ἀλλήλοις καθ’ἁρμήν. τὴν δὲ τοιαύτην ἀντιπαρέκτασιν τῶν κιρναμένων ὑπολαμβάνει γίνεσθαι χωρούντων δι’ἀλλήλων τῶν κιρναμένων σωμάτων, ὡς μηδὲν μόριον ἐν αὐτοῖς εἶναι μὴ μετέχον πάντων τῶν ἐν τῷ τοιούτῳ κεκραμένῳ μίγματι. οὐκέτι γὰρ ἄν, εἰ μὴ τοῦτο εἴη, κρᾶσιν, ἀλλὰ παράθεσιν τὸ γινόμενον εἶναι.
4τοῦ δὲ τοῦτο οἴεσθαι γίνεσθαι πίστεις φέρουσιν οἱ προϊστάμενοι τῆσδε τῆς δόξης τότε πολλὰ τῶν σωμάτων σώζειν τὰς ἑαυτῶν ποιότητας ἐπίτ’ἐλαττόνων ἐναργῶν ὄγκων καὶ ἐπὶ μειζόνων ὄντα (ὡς ὁρᾶν ἔστιν ἐπὶ τοῦ λιβανωτοῦ, ὃς ἐν τῷ θυμιᾶσθαι λεπτυνόμενος ἐπὶ πλεῖστον τὴν αὐτοῦ φυλάσσει ποιότητα), ἔτιτε τὸ πολλὰ εἶναι, καθ’ἑαυτὰ μὴ οἷάτε ὄντα ἐπί τι ἐλθεῖν μέγεθος ὑπ’ἄλλων βοηθούμενα ἐπ’αὐτὸ πρόεισι. τὸν γοῦν χρυσὸν ὑπό τινων μιγνυμένων φαρμάκων ἐπὶ πλεῖστον χεῖσθαίτε καὶ λεπτύνεσθαι, ἐφ’ὅσον καθ’αὐτὸν ἐλαυνόμενος οὐκ ἐδύνατο. καὶ ἡμεῖς δέ, καθ’αὐτοὺς ὄντες οὔκ ἐσμεν οἷοίτε ἐνεργεῖν, σὺν ἄλλοις ἐνεργοῦμεν. τούςτε γὰρ ποταμοὺς διαβαίνομεν ἀλλήλων ἐφαπτόμενοι, οὓς οὐχ οἷοίτέ ἐσμεν διαβαίνειν καθ’αὐτούς. καὶ βάρη τινὰ φέρομεν μετ’ἄλλων, ὧν τὸ ἐπιβάλλον ἡμῖν μέρος μόνοι γενόμενοι φέρειν οὐ δυνάμεθα. καὶ ἄμπελοι δὲ καθ’αὐτὰς ἵστασθαι μὴ δυνάμεναι ἀνίστανται ἀλλήλαις ἐμπλεκόμεναι. ὧν οὕτως ἐχόντων οὐδέν φασι θαυμαστὸν τὸ καὶ σώματά τινα βοηθούμενα ὑπ’ἀλλήλων οὕτως ἀλλήλοις ἑνοῦσθαι δι’ὅλων, ὡς αὐτὰ σωζόμενα μετὰ τῶν οἰκείων ποιοτήτων ἀντιπαρεκτείνεσθαι ἀλλήλοις δι’ὅλων ὅλα, κἂν τινα ἐλάττω τὸν ὄγκον καὶ μὴ δυνάμενα καθ’αὐτὰ ἐπὶ τοσοῦτον χεῖσθαίτε καὶ σώζειν τὰς οἰκείας ποιότητας. οὕτω γὰρ καὶ τὸν κύαθον τοῦ οἴνου κιρνᾶσθαι τῷ ὕδατι τῷ πολλῷ βοηθούμενον ὑπ’αὐτοῦ εἰς τὴν ἐπὶ τοσοῦτον ἔκτασιν. τοῦ δὲ τοῦθ’οὕτως ἔχειν ὡς ἐναργέσι χρῶνται μαρτυρίοις τῷτε τὴν ψυχὴν ἰδίαν ὑπόστασιν ἔχουσαν, ὥσπερ καὶ τὸ δεχόμενον αὐτὴν σῶμα, δι’ὅλου τοῦ σώματος διήκειν ἐν τῇ μίξει τῇ πρὸς αὐτὸ σώζουσαν τὴν οἰκείαν οὐσίαν (οὐδὲν γὰρ ψυχῆς ἄμοιρον τοῦ τὴν ψυχὴν ἔχοντος σώματος), ὁμοίως δὲ ἔχειν καὶ τὴν τῶν φυτῶν φύσιν, ἀλλὰ καὶ τὴν ἕξιν ἐν τοῖς συνεχομένοις ὑπὸ τῆς ἕξεως. ἀλλὰ καὶ τὸ πῦρ ὅλον δι’ὅλου χωρεῖν τοῦ σιδήρου λέγουσι, σώζοντος αὐτῶν ἑκατέρου τὴν οἰκείαν οὐσίαν. καὶ τῶν στοιχείων δέ φασι τῶν τεσσάρων τὰ δύο, τότε πῦρ καὶ τὸν ἀέρα, λεπτομερῆτε καὶ κοῦφα καὶ εὔτονα ὄντα, διὰ τῶν δύο, γῆςτε καὶ ὕδατος, παχυμερῶν καὶ βαρέων καὶ ἀτόνων ὄντων διαπεφοιτηκέναι ὅλα δι’ὅλων, σώζοντα τὴν οἰκείαν φύσιν καὶ συνέχειαν αὐτάτε καὶ ἐκεῖνα. δηλητήριάτε τὰ φθείροντα καὶ τὰς ὀσμάς, ὅσαι τοιαῦται, ἡγοῦνται κιρνᾶσθαι τοῖς ὑπ’αὐτῶν πάσχουσιν, ὅλα δι’ὅλων παρατιθέμενα. καὶ τὸ φῶς δὲ τῷ ἀέρι Χρύσιππος κιρνᾶσθαι λέγει. καὶ αὕτη μὲν περὶ κράσεως δόξα Χρυσίππουτε καὶ τῶν κατ’αὐτὸν φιλοσοφούντων.
5θαυμάσαι δ’ἄν τις αὐτῶν, πῶς ταῖς κοιναῖς ἐννοίαις δεῖν χρῆσθαι λέγοντες πρὸς τὰς τῶν τιθεμένων ἀποδείξεις ὡς οὔσαις φυσικοῖς τῆς ἀληθείας κριτηρίοις, οὐ πάσαις μᾶλλον ταύταις χρῶνται πρὸς τὰς θέσεις τῶν οἰκείων δογμάτων. τὰ γοῦν περὶ κράσεως ὑπ’αὐτῶν λεγόμενα οὐ μόνον οὐ προσχρῆται ταῖς φυσικαῖς ἐννοίαις, ἀλλὰ καὶ πλεῖστον ὅσον ἀποδεῖ. τότε γὰρ σῶμα διὰ σώματος χωρεῖν ὅλον ὅλῳ παρεκτεινόμενον οὐ μόνον οὐ προσπίπτει κατὰ τὰς κοινὰς ἐννοίας, ἀλλὰ καὶ ἀδύνατον εἶναι προείληπται. φυσικὴ γὰρ ἔννοια τὸ τὸ πλῆρες μηκέτ’ἐν αὐτῷ δύνασθαι δέχεσθαί τι. μὴ γὰρ ἔτι πλῆρες εἶναι δύνασθαι τὸ χώραν ἔχον ἐν αὐτῷ δεκτικὴν ὁμοίου τινός, ὤφθησαν ἔχειν δεῖ ἣν φυσικήντε καὶ κοινὴν πρόληψιν ἤδη δοκεῖ τισιν εὔλογον, εἶναί τι τῶν σωμάτων δεκτικόν, καλοῦμεν τόπον. πῶς γὰρ ἄν τις μὴ φωνὰς κενὰς βουλόμενος λέγειν ἐπινοήσαι σῶμά τι πλῆρες αὑτοῦ καὶ μηθὲν ἔχον ἐν αὐτῷ κενὸν διάστημα, δεχόμενον ἐν αὐτῷ ἄλλο σῶμα ὁμοίως πλῆρες αὑτοῦ; εἰ μὲν γὰρ διὰ πόρων τινῶν χωρεῖν αὐτὰ δι’ἀλλήλων λέγει, οὐ κενοὺς ἐρεῖ τοὺς πόρους τοὺς δεχομένους τὸ σῶμα; ἀλλ’οὕτω ἐν τῷ σώματι κενά. εἰ δὲ πλήρεις ἄλλου τινὸς σώματος, εἰ μὲν ὑπεξιόντος τούτου καὶ παραχωροῦντος τῆς χώρας τῷ ἐπεισκρινομένῳ σώματι, οὐ δ’οὕτως ἔσται τὸ σῶμα, καθὸ σῶμα, δεχόμενόν τι σῶμα ἐν αὐτῷ, εἴ γε ὑποχωρεῖ θάτερον θατέρῳ, εἰ δὲ ὑπομένοντος, πῶς οἷόντε τοὺς πεπληρωμένους πόρους σώματος ἐν αὑτοῖς ἄλλο τι δέχεσθαι σῶμα; καὶ γὰρ διὰ τῆς αἰσθήσεως γνώριμον, ὅτι μη δὲ τὰ λεπτότατα τοῦ σώματος ἀγγεῖα πεπληρωμένα οἷάτέ ἐστι δέξασθαι σῶμα ἐν αὐτοῖς τῷ κεκωλῦσθαι καὶ ἐπιπεφράχθαι τὰς τῆς μεταστάσεως αὐτῶν ὁδούς. ἔτι δ’εἰ διὰ πεπληρωμένων τῶν πόρων πάροδος τοῖς σώμασι, περιττόν ἐστι τὸ πόρους εἶναι λέγειν. δέχοιντο γὰρ ἂν ἄλλα σώματα καὶ χωρὶς τῶν πόρων. καθόλου γὰρ διὰ τῶν πόρων πάροδος οὐ κρᾶσίς ἐστιν, οἵαν ἀξιοῦσιν, ἀλλὰ παράθεσις, ὡς αὐτοὶ λέγουσι κατὰ ἁρμήν, εἰ μή τις πᾶν τὸ σῶμα πόρους ποιοίη. οὕτως γὰρ μόνως ἔσται τὸ διὰ τῶν πόρων διερχόμενον διὰ παντὸς ἐρχόμενον τοῦ σώματος, εἰ πᾶν εἴη πόρος · ἀλλὰ μὴν ἄτοπον τοῦτο. τινὸς γὰρ πόρος (καὶ ἄλλο τὸ ἔχον καὶ τὸ ἐχόμενον), εἴ γε πόρος διάστημά τί ἐστι κενὸν τοῦ ἔχοντος τοὺς πόρους σώματος. ὥστ’εἰ πᾶν εἴη […], οὕτως δ’ἂν οὐκ ἂν εἴη τι · μὴ ὂν δ’οὔτ’ἂν κιρνῷτο ἔτι οὔτ’ἂν πόρους ἔχοι.
6εἰ δ’οὕτω μὲν οὔ φασι τὰ σώματα ἄλληλα δέχεσθαι, καθὸ δὲ μεστά ἐστι αὐτά, χωρεῖν δι’ἀλλήλων αὐτά φασιν, πρῶτον μὲν ἐπιζητήσαι τις, τί δήποτε οὐ τὸ τυχὸν σῶμα τὸ τυχὸν πάντῃ συναυξητικὸν τοῦ ὁμοίου. τὰ γὰρ ποσὰ κατὰ τὴν πρὸς ἄλληλα σύνθεσιν τὴν τοιαύτην τὸ ἐξ αὐτῶν μεῖζον ἑκατέρου ποιεῖ τῶν συγκειμένων. γραμμαίτε γὰρ κατὰ σημεῖον ἀλλήλαις συντεθεῖσαι τὸ μῆκος αὔξουσιν (οὕτως γὰρ συντιθέμεναι ἐξ ἀνάγκης ἕξουσί τι παρὰ τὴν ἁφήν), ἐπίπεδάτε τὸ αὐτὸ ποιεῖ, ἂν κατὰ τὴν γραμμὴν συντεθῇ, τὸ σῶμα, τὸ τριχῇτε καὶ πάντῃ διεστάναι, καθ’ ἐὰν ἄλλῳ ὁμοίως αὐτῷ διεστῶτι συντεθῇ, ἐξ ἀνάγκης συναύξει τοῦτο. εἰ δὴ τοῦτο μὲν οἰκεῖον τοῖς σώμασιν καὶ ἴδιον αὐτῶν, οἱ δὲ λέγοντες σῶμά τι διὰ σώματος χωρεῖν καὶ ἔλαττόν ποτε καὶ ἴσον τὸ ἐξ ἀμφοῖν ποιεῖν ἀναιροῦσι τοῦτο, ἀναιροῖεν ἂν τὴν τοῦ σώματος φύσιν. συναναιρεῖται γὰρ ἀναιρουμένῳ τῷ ἰδίῳ τινὸς τὸ πρᾶγμα, οὗ ἦν ἴδιον τὸ ἀναιρούμενον. συμβήσεται δὲ κατ’αὐτοὺς καὶ κενὸν γίνεσθαι τὸν κατεχόμενον τέως τόπον ὑπὸ τοῦ οὕτως ἔν τινι γινομένου σώματος, ὡς μηδένα προσεπιλαμβάνειν ἄλλον τόπον τὸ σῶμα, ἐν τοῦτο γίνεται, ἀλλ’ἀρκεῖσθαι τῷ καὶ πρὸ τῆς τούτου μίξεως ὑπ’ἐκείνου πεπληρωμένῳ. γὰρ ὑπ’αὐτοῦ κατεχόμενος τόπος ἔσται κενὸς τῶν δύο σωμάτων εἰς τὸν θατέρου χωρησάντων τόπον. τί γὰρ ἔσται τὸ ἐξ ἀνάγκης γινόμενον ἐν τῷ τοῦ εἰς τὸ σῶμα μεταστάντος τόπῳ; ὅσα δ’αὖ πάλιν ἐν τῇ πρὸς ἄλληλα μίξει τῶν κιρνᾶσθαι λεγομένων αὔξεται, αὐτόθεν ἤδη προσπίπτει τὸ μὴ τὸ σῶμα εἶναι τὸ σῶμα δεδεγμένον ἐν αὐτῷ, εἴ γε ἄλλην τινὰ χώραν προσείληφε καὶ οὐκ ἠρκέσθη τῇ χώρᾳ τῇ τοῦ λεγομένου αὐτὸ ἐν αὐτῷ δέχεσθαι σώματος. ὅτι δὲ μὴ σῶμά ἐστι τὸ δεύτερον ἐν αὐτῷ τὸ πρῶτον δεχόμενον τὸ σῶμα, δηλοῖ καὶ γενομένη διαίρεσις ὑπ’ἀλλήλων τῶν κιρναμένων σωμάτων. τὰ γὰρ διαιροῦντα διΐστανται · διαιρούμενα δὲ χώραν ἑαυτοῖς παρασκευάζει, ὡς μὴ δυνάμενα διὰ συνεχοῦς καὶ ἀδιαιρέτου τοῦ ὑποκειμένου σώματος εἰς τὸ προσελθεῖν. καθόλου δὲ εἰ ἔδει μὲν τὸ δεχόμενον σῶμα ἐν αὑτῷ ἄλλο σῶμα , μηδέν τι μεῖζον γίνεσθαι · τοῦτο γάρ ἐστι τὸ δέξασθαι ἐν αὑτῷ τι. ἐπὶ μηδενός τινος σώματος μῖξις τῶν σωμάτων ἴσον τηρεῖ τὸν ὄγκον ἑνὶ τῶν μιγνυμένων. ἐφ’ὧν γὰρ ἴσον δοκεῖ μένειν, ἐπ’ἐκείνων οὐ σωμάτων μῖξίς ἐστι, ἀλλ’ εἶδός ἐστι καὶ ὕλη τὰ λαμβανόμενα, ὡς ψυχὴ καὶ τὸ σῶμα, σῶμα καὶ πάθος, ὡς σίδηρος καὶ θερμότης, μεταβολή τινος γίνεται οἷον ἔς τι ἄλλο, ὡς ἐπὶ τῆς τέφρας. οὔτε δὲ τὰ πάθη οὔτε τὰ εἴδη σώματα, οὐ δ’ ἂν ἄλλο σῶμα ἐν αὐτῷ δέχοιτο. καὶ γὰρ εἰ οἷάτε εἴη τὰ σώματα ἄλληλα δέχεσθαι, οὐ δ’ἂν τῆς ἀντιπεριστάσεως ἔτι δέοι πρὸς τὴν κίνησιν αὐτοῖς · οὐ γὰρ δὴ χωρὶς κινήσεως σῶμα δίεισι διὰ σώματος. πρὸς δὲ τούτοις, πῶς οὐκ ἄλογον καὶ τὸ λέγειν ἓν βραχύτατον σῶμα παρισοῦσθαίτε καὶ παρεκτείνεσθαι τῷ μεγίστῳ, ὡς τὸν κύαθον τοῦ οἴνου πολλοῖς ὕδατος μέτροις ἴσον γινόμενον κατὰ μέγεθος αὐτῷ; πῶς δ’οὐκ ἄτοπον τὸ πειρᾶσθαι κατασκευάζειν διὰ τοῦ τὸν λιβανωτὸν καὶ τὰ ἄλλα τὰ θυμιώμενα ἐν τῇ θυμιάσει ἐπὶ πλεῖον ὁρᾶσθαι χεόμενα; μὲν γὰρ λιβανωτὸς καὶ τὰ ὁμοίως τούτῳ θυμιώμενα καὶ εἰς ἄλλο τι σῶμα μεταβάλλοντα λεπτότερον, οὕτως τὴν ἐπὶ πλέον δέχεται χύσιν, τὰ δὲ κιρνάμενάτε καὶ μιγνύμενα καὶ κατ’αὐτοὺς σώζοντα τὴν οἰκείαν φύσιν κιρνᾶται, ὡς καὶ χωρισθῆναι δύνασθαι πάλιν. ὥστε οὐδὲν αὐτοῖς εἰς παραμυθίαν τῶν ἑπομένων ἀτόπων τοῖς κενῶς λεγομένοις τούτων συντελεῖ παράθεσις.
7τότε οὖν σῶμα διὰ σώματος χωρεῖν, χρῶνται πρὸς τὴν τῆς κράσεως ἀπόδοσιν, ψεῦδόςτε καὶ παρὰ τὰς κοινὰς προλήψεις καὶ τὰ φυσικὰ κατ’αὐτοὺς τῆς ἀληθείας κριτήρια, καὶ πολὺ μᾶλλον ἔτι τούτου τοιοῦτον τὸ σώματά τινα λέγειν, δύο καὶ πλείω, δύνασθαι πάντῃ παρεκτεινόμενα αὐτοῖς καὶ μιγνύμενα δι’ὅλων αὐτάτε σώζεσθαι τὰ ἐξ ἀρχῆς μένοντα, καὶ σώζειν τὰς οἰκείας ποιότητας. τοῦτο γὰρ κρᾶσις αὐτοῖς τῆς συγχύσεως διαφέρει, ὅτι ἐπὶ μὲν τῆς συγχύσεως ἕν τι τὸ ἐκ τῶν συγχεομένων γίνεται, μηδενὸς τῶν ἐν τῇ συγχύσει μήτε κατὰ τὴν οὐσίαν σωζομένου, μήτε κατὰ τὰς ποιότητας, ἐπὶ δὲ τῆς κράσεως ἑκάτερον τῶν ἐν τῷ κεκραμένῳ σωμάτων ἔτι σώζεται καὶ κατὰ τὸ ὑποκείμενον καὶ κατὰ τὰς ποιότητας, καίτοι δι’ὅλων ἀλλήλοις κεκραμένων τῶν σωμάτων. λέγουσι μὲν βουλόμενοι σώζειν τὸ δύνασθαι καὶ τὰ κεκραμένα χωρίζεσθαι πάλιν ἀλλήλων. ἀδυνάτου δ’ὄντος τοῦ λεγομένου, ἀδύνατον ἂν εἴη κατ’αὐτοὺς τὸ τὴν κρᾶσιν διὰ πάντων εἶναι τὸ δύνασθαι χωρίζεσθαι τὰ κεκραμένα. εἰ μὲν γὰρ ὅλα δι’ὅλων τὰ κεκραμένα μέμικται καὶ μὴ ἕτερον αὐτῶν ἐν τῷ μίγματι ἄμικτον θατέρου μόριον ἔχει, ἀδύνατον αὐτῶν ἑκάτερον ὑπὸ ἰδίας ἐπιφανείας περιέχεσθαι · πᾶν γὰρ μόριον αὐτῶν, τὸ ὑπὸ οἰκείας ἐπιφανείας περιεχόμενον, ἄμικτον ἔσται θατέρου. οὐ γὰρ οἷόντε τὴν τοῦ οἴνου ἐπιφάνειαν ὕδατος εἶναι, τὴν τοῦ ὕδατος οἴνου, ὥστε οὕτως οὐκ ἔσται δι’ὅλων μῖξις κρᾶσις, ἀλλ’εἶεν ἂν παράθεσιν τὴν κρᾶσιν μορίων μορίοις λέγοντες · φυλασσόμενοι ἄλλο φασὶ μῖξιν καὶ ἄλλο κρᾶσιν εἶναι. εἰ δὲ μηδὲν μόριον κατ’οἰκείαν περιγραφήντε καὶ ἐπιφάνειαν εἴη τῶν μεμιγμένων, ἀλλ’εἴη πᾶν ὁμοιομερὲς γεγονὸς τὸ σῶμα, οὐκέτι μὲν ἂν εἴη παράθεσις, ἀλλὰ δι’ὅλων κρᾶσις · οὐ μὴν ἔτι σώζοιτο ἂν τὰ ἐξ ἀρχῆς σώματα τῶν μεμιγμένων, ἀλλ’εἴη ἂν συγκεχυμένατε καὶ συνεφθαρμένα. εἰ δὴ ἔδει τὰ χωρισθησόμενα σώζεσθαι καὶ μὴ συγκεχύσθαι (τούτῳ γὰρ κρᾶσις κατ’αὐτοὺς τῆς συγχύσεως διαφέρει), ἀναγκαῖον δὲ τοῖς δι’ὅλων μεμιγμένοις συγκεχύσθαι, ἀδύνατον τὰ δι’ὅλων μεμιγμένα κατ’αὐτοὺς χωρίζεσθαι δύνασθαι. ἔτι δέ, εἰ ἀνάγκη μὲν τὰ κεκραμένα δι’ὅλων μεμῖχθαι, τὰ δὲ δι’ὅλων μεμιγμένα ἀδύνατον μὴ συγκεχύσθαι, τὰ δὲ συγκεχυμένατε καὶ συνεφθαρμένα οὐχ οἷόντε αὐτὰ σώζεσθαι, οὐ δ’ἂν ἕξεις σώζοιντο αὐτῶν, εἴ γε ἓν μέν τι τὸ γεγονὸς ἐκ τῶν συγκεχυμένωντε καὶ συνεφθαρμένων. ἀνάγκη δὲ τὸ ἓν σῶμα ὑπὸ μιᾶς, ὥς φασιν, ἕξεως συνέχεσθαι, ὥστε καὶ κατὰ τοῦτο ἂν ἀχώριστα ἀλλήλων εἴη τὰ κεκραμένα κατ’αὐτούς. εἰ δὲ κατὰ μὲν τὰ λεγόμενα ὑπ’αὐτῶν ἀχώριστα ἀλλήλων ἀναγκαῖον εἶναι τὰ κεκραμένα (οὐ γὰρ δὴ οἷόντε τὴν δι’ὅλων κρᾶσιν γενέσθαι χωρὶς συμφθάρσεως, ἀχώριστα δέ φασιν εἶναι τὰ συνεφθαρμένα), ὁρῶμεν δὲ ἐπ’ἐνίων χωριζόμενα, δῆλον ὡς οὐκ ἂν κρᾶσις γένοιτο κατὰ τὸν ὑπ’αὐτῶν εἰρημένον τρόπον.
8πρὸς δὲ τούτοις, εἰ διαιρούντων ἄλληλα τῶν κιρναμένων κρᾶσις γίνοιτο (διὰ τοῦτο γὰρ ἐν τοῖς ὑγροῖς κρᾶσις μάλιστα, ὅτι ἐστὶν εὐδιαίρετα ταῦτα καὶ ῥᾳδίως θάτερον διὰ θατέρου δίεισι διαιροῦν αὐτό, ὡς ὁρᾶται καὶ οἶνος εἰς τὸ ὕδωρ ἐπιχεόμενος, κιρνάμενος αὐτῷ), εἰ μὲν οὖν διαιροῦντα ἄλληλα ἀδιαίρετα ἀλλήλων καταλείπει τινὰ μέρη, οὐκέτ’ἂν εἴη ἐκεῖνα τὰ μέρη κεκραμένα (ἀμιγῆ γὰρ καὶ ἄμικτα ἀναγκαῖον εἶναι τὰ μὴ διῃρημένα μέρη, εἴ γε κρᾶσις καὶ κατ’αὐτὴν μῖξις κατὰ τὴν διαίρεσιν γίνεται καὶ ταύτην ὅρον ἔχει · οὕτωτε πάλιν γίγνοιτο ἂν κρᾶσις γινομένη παραθέσει, ἀλλ’οὐχ ὅλων ἀλλήλων δι’ὅλου τῶν κεκραμένων διηκόντων), εἰ δὲ μηδὲν ἀδιαίρετον ἀλλήλων ἐν τῇ κράσει καταλελοίπασιν, εἴη ἂν πάντῃ διῃρημένα καὶ οὐκ εἰς μέρη, ἀλλ’εἰς διαιρέσεις τομὴ γεγονυῖα, εἴ γε μηδὲν αὐτῶν μόριον παρὰ τὴν διαίρεσιν καταλέλειπται. καὶ ἔτι εἰ ἕκαστον, εἰς διαιρεῖται ἕκαστον, ἐκ τούτων συντιθεμένων πάλιν γίνεται, εἴη ἂν τὰ οὕτως διῃρημένα ἐκ διαιρέσεων, οὐκ ἐκ μερῶν οὐ δὲ ἐκ σωμάτων συγκείμενα. γὰρ διαίρεσις οὐ σῶμα, ἀλλὰ πάθος σώματος. ἕπεται δὲ τοῖς λέγουσιν ἐπ’ἄπειρον τὴν τομὴν καὶ τὸ ἀδύνατον λέγειν πάντῃ διαιρεῖσθαί τι σῶμα ἐνεργείᾳ (οὕτως δὲ καὶ μίγνυσθαι δι’ὅλων) τὸ εἰς ἄπειρα ἐνεργείᾳ διαιρεῖσθαι τὰ σώματα. εἰ μὲν γὰρ λέγουσιν ἐπ’ἄπειρον εἶναι διαιρετὰ τὰ σώματα τῷ μηδέποτε ἐπιλείπειν τὴν τομήν, ἀλλ’ἀεὶ ἐκ τῶν τεμνομένων περιλείπεσθαί τι τέμνεσθαι δυνάμενον, οὐχ οἷόντε ἔσται σώματι παντὶ διαιρεῖσθαι ὡς μηκέτι ὑπολείπεσθαί τι ἐξ αὐτοῦ τομὴν ἀναδέξασθαι δυνάμενον. εἰ δὲ τοῦτο, οὐδέποτε ἂν εἴη τὰ κιρνάμενα δι’ὅλων κεκραμένα, εἰ δὲ κίρνανται μὲν ἀλλήλοις, καὶ παρεκτείνεται διαιροῦντα ἄλληλα […] διῃρηκέναι, ὡς μὴ ὑπολείπεσθαί τινα αὐτῶν μέρη μὴ διῃρημένα. κατὰ γὰρ τὰ μὴ διῃρημένα οὐδέπω ἂν ἀλλήλοις εἴη κεκραμένα. εἰ δὲ λέγοιεν ἐπ’ἄπειρον εἶναι τὰ σώματα διαιρετά, τῷ εἰς ἄπειρον δύνασθαι διαιρεῖσθαι πᾶν διῃρημένον σῶμα, κατ’αὐτοὺς εἴη ἂν εἰς ἄπειρα ἐνεργείᾳ διῃρημένα τὰ κεκραμένα ἀλλήλοις. εἰ γὰρ πάντῃ κέκραται, πάντῃ διῄρηται. πάντῃ δὲ διῃρημένα […] καὶ εἰ μὲν τὰ εἰς διῄρηται μεγέθη καὶ αὐτά, εἴη ἂν ἕκαστον τῶν οὕτως μιγνυμένων ἄπειρον (τὸ γὰρ ἐξ ἀπείρων μέγεθός τι καὶ διάστασιν ἐχόντων συγκείμενον ἄπειρον · γίνεται γὰρ ἑκάτερον τῶν κεκραμένων ἐξ ἀπείρων μέγεθός τι ἐχόντων, εἴ γε εἰς τέμνεταί τι καὶ συγκεῖσθαι αὐτὸ ἐκ τούτων ἀναγκαῖον, συμβαίνοιτο δ’ἂν οὕτω καὶ πλείω ἂν εἶναι σώματα ἄλλα ἄπειρα), εἰ δὲ μὴ μεγέθη τὰ ὑπολειπόμενα εἰς τομὴ τῶν πάντῃ διῃρημένων (οὐ γὰρ δὴ ἐλάχιστά τινα ἐροῦσιν εἶναι καὶ ἀδιαίρετα σώματα), εἴη ἂν αὐτοῖς τὸ μέγεθος οὐκ ἐκ μεγεθῶν συγκείμενον, ἕπεται τὸ καὶ τῆς γραμμῆς μέρη λέγειν τὰ σημεῖα.
9πῶς δὲ σωζόντων ἐστὶ τὴν περὶ κράσεως κοινὴν πρόληψιν τὸ λέγειν καὶ τὴν ἕξιν τοῖς ἔχουσιν αὐτὴν μεμῖχθαι, καὶ τὴν φύσιν τοῖς φυτοῖς καὶ τὸ φῶς τῷ ἀέρι καὶ τὴν ψυχὴν τῷ σώματι, εἴ γε κιρνᾶσθαι μὲν προείληπται τὰ κατ’ἰδίαν πρὸ τῆς κράσεως ὑφεστάναι δυνάμενα; διὰ τοῦτο γοῦν καὶ αὐτοί φασι τὰ κεκραμένα χωρίζεσθαι πάλιν δύνασθαι, καὶ ταύτῃ διαφέρειν κρᾶσιν συγχύσεώςτε καὶ φθάρσεως. οὔτε ἕξις τις χωριστὴ τοῦ ἔχοντος αὐτήν, ὡς καθ’αὑτὴν εἶναι δύνασθαι, οὔτε τῶν φυτῶν φύσις χωρὶς φυτῶν ὑποσταίη ποτ’ἄν. τότε φῶς πῶς οἷόντε ἐπινοῆσαι κεχωρισμένον τῶν διαφανῶν σωμάτων; ἀλλ’οὐ δ’ ψυχὴ τοιοῦτον, ὡς οἷόντε, εἴ γε εἶδος ἔνυλον οὐχ οἷόντε εἶναι χωρὶς ὕληςτε καὶ σώματος. ἀλλ’οὐ δὲ τὸ πῦρ τῷ σιδήρῳ, καθά φασι, μίγνυται, ὥσπερ οὐ δὲ τοῖς χυμοῖς οὐ δὲ τοῖς ξύλοις. ὅλως γὰρ ἄτοπον τὴν ὕλην τῷ εἴδει μίγνυσθαι λέγειν. ὕλη δὲ πυρὸς τὰ καιόμενάτε καὶ πεπυρωμένα πάντα, ἀλλ’ μὲν ἄφθαρτος, δ’οὔ. διὸ καὶ μέχρι πολλοῦ σβεννύμενά τινα ταὐτὸ εἶδος τῷ ἐξ ἀρχῆς δύναται φυλάττειν, οὐ μὴν ἀμείωτα πάντῃ · καὶ γὰρ τούτων ὑπὸ τοῦ πυρὸς ἀναλίσκεταί τι καὶ φθείρεται. διὸ καὶ ταῦτα χρονίζοντα ἐν αὐτῷ πλέον ἀπόλλυταίτε καὶ τοῦ οἰκείου εἴδους ἐξίσταται.
10πῶς δ’οὐκ ἄτοπον καὶ τὸ λέγειν ἡνῶσθαι τὴν σύμπασαν οὐσίαν πνεύματός τινος διὰ πάσης αὐτῆς διήκοντος, ὑφ’οὗ συνέχεταίτε καὶ συμμένει τὸ πᾶν καὶ συμπαθές ἐστιν αὐτῷ; τὴν γὰρ κυριωτάτην αἰτίαν τῆς τοῦ παντὸς ἑνώσεως οὐκ εἰδότες (αὕτη δ’ἐστὶν τοῦ θείουτε καὶ κυκλοφορητικοῦ καὶ αἰθερίου σώματος φύσις, ἥτις περιέχουσα πᾶσαν τὴν ἔνυλόντε καὶ παθητὴν καὶ μεταβλητὴν οὐσίαν τῇ συνεχεῖτε καὶ διηνεκεῖ κινήσει καὶ ἄλλοτε ἀλλοίᾳ σχέσει πρὸς αὐτὰ τὰς εἰς ἄλληλα τῶν ἐν γενέσει σωμάτων μεταβολὰς ἐν ὡρισμένῃ τάξει ποιουμένη συνέχει καὶ σώζει τὸ πᾶν), ταύτην μήτ’ἰδόντες ἑαυτοῖς, μήτε τοῖς ἰδοῦσιν ἀκολουθῆσαι δυνηθέντες, διὰ τὸ ὑπὸ πολλῶν τινων δοξῶν προειλῆφθαι δεσμοῖς τισι καὶ ὑλικαῖς αἰτίαις καί τινι πνεύματι διὰ πάσης τῆς οὐσίας διήκοντι ἀνατιθέασιν αὐτοῦ τὴν ἕνωσιν. ἥτις δόξα, πρὸς τῷ κεχρῆσθαι τῷ ψευδεῖ σῶμά τι διὰ σώματος διήκειν, καὶ διὰ τῶν ἄλλων, ὅτι ἐστὶ ψευδής, ἤδη ἐλέγχεται · φανερῶς γὰρ ἔνια τῶν σωμάτων οὐχ οἷάτε ἐνεργείᾳ τι ὂν ἔχειν πνεῦμα ἐν αὐτοῖς · τὸ γοῦν ὕδωρ τοσοῦτον ἀποδεῖ τοῦ ἔχειν διὰ παντὸς αὐτοῦ μεμιγμένον πνεῦμά τι, ὡς μη δ’ἂν τὸ τυχὸν ἐν αὐτῷ γένηταί ποτε, ἀποπνιγέντος ἐν αὐτῷ ζῴου τινὸς τῶν ἀναπνευστικῶν καὶ δι’ἄλλην αἰτίαν τινὰ γενομένου, μη δ’ἐπ’ὀλίγον ἐν αὐτῷ δύνασθαι μένειν, ἀλλὰ παραχρῆμα μετὰ βίας ἀναφέρεσθαίτε καὶ ἐκκρίνεσθαι, κἂν ἐν βυθῷ γενόμενον τύχῃ. τούτου δ’οὕτως ἔχοντος, πῶς ἂν ἔτι ἀληθὲς εἴη τὸ πᾶν ἡνῶσθαίτε καὶ συνέχεσθαι, πνεύματός τινος διὰ παντὸς διήκοντος αὐτοῦ; ἔπειτα δ’εὔλογον μὲν ἦν, ὁποίαν τὴν ἀπὸ τοῦ πνεύματος συνοχὴν γινομένην ἐν πᾶσιν εἶναι τοῖς σώμασιν · οὐχ οὕτως δ’ἔχει. τῶν γὰρ σωμάτων τὰ μέν ἐστι συνεχῆ, τὰ δὲ διωρισμένα. διὸ εὐλογώτερον, ἕκαστον αὐτῶν ὑπὸ τοῦ οἰκείου εἴδους συνέχεσθαίτε καὶ ἡνῶσθαι λέγειν πρὸς ἑαυτό, καθό ἐστιν αὐτῶν ἑκάστῳ τὸ εἶναι, τὴν δὲ συμπάθειαν αὐτῶν σώζεσθαι τὴν πρὸς ἄλληλα διάτε τὴν τῆς ὕλης κοινωνίαν καὶ τὴν τοῦ περικειμένου θείου σώματος αὐτῷ φύσιν, τὸ διὰ τοῦ πνεύματος · δεσμώτης γὰρ καὶ τόνος τοῦ πνεύματος, ὑφ’οὗ συνδούμενα τήντε συνέχειαν ἔχει τὴν πρὸς τὰ οἰκεῖα μέρη καὶ συνῆπται τοῖς παρακειμένοις. βιαζόμενον μὲν γὰρ ὑπό τινος τὸ πνεῦμα, διὰ τὴν πρὸς τοῦτο εὐφυΐαν, τῷ μηδεμίαν ἀντίβασιν ἔχειν τῷ κινοῦντι δι’εὐπάθειαν δύνασθαι, ὑπὸ τῆς ἀθρόας κινήσεως ἰσχύν τινα λαμβάνει, ἀπαθὲς δὲ ὂν κατὰ τὴν οἰκείαν φύσιν. ὑγρὸν δ’ἐστὶ καὶ εὐδιαίρετον, ὡς καὶ τῶν ἄλλων, ἐν οἷς ἄν τοῦτο μεμιγμένον, κατὰ τοῦτο μάλιστάτε καὶ ἀρεστὴν γίνεσθαι τὴν διαίρεσιν. διὰ τοῦτο γοῦν οἱ μὲν κενόν τι αὐτὸ ᾠήθησαν εἶναι καὶ φύσιν τινὰ ἀναφῆ, οἱ δὲ πολλὰ ἔχειν ἐν αὐτῷ κενά. καὶ γὰρ εἰ τοῦ μὴ διαπίπτειν, ἀλλὰ συμμένειν τὰ σώματα, αἴτιον τὸ συνέχον αὐτὰ πνεῦμα, τὰ διαπίπτοντα τῶν σωμάτων δῆλον ὡς οὐκ ἂν ἔχοι τὸ πνεῦμα τὸ συνδέον. πῶς δ’ἂν τὴν ἀρχὴν διαίρεσις σώζοιτο τῶν σωμάτων, εἴ γε μὲν διαίρεσις χωρισμός ἐστι τῶν ἡνωμένων, μένει δὲ κατ’αὐτούς, πάντων ἡνωμένων ὁμοίως ἀλλήλοις, πάντα, κἂν διαιρεθῇ; πῶς δ’οὐκ ἂν πάντα φαίνοιτο τὰ παρακείμενα ἀλλήλοις καὶ ῥᾳδίως ἀλλήλων χωρίζεσθαι δυνάμενα ὑπ’αὐτοῦ καὶ ὁμοίως ἀλλήλοις ἡνῶσθαι λέγειν, τοῖς συνεχέσιτε οὖσι καὶ χωρὶς διαιρέσεως μὴ δυναμένοις τινὸς ἀλλήλων χωρισθῆναί ποτε; πρὸς δὲ τούτοις, εἰ τὸ πνεῦμα γεγονὸς ἐκ πυρόςτε καὶ ἀέρος διὰ πάντων πεφοίτηκε τῶν σωμάτων τῷ πᾶσιν αὐτοῖς κεκράσθαι καὶ ἑκάστῳ αὐτῶν ἐκ τούτου ἠρτῆσθαι τὸ εἶναι, πῶς ἂν ἔτι ἁπλοῦν τι εἴη σῶμα; πῶς δ’ἄν, εἰ ὕστερον τὸ ἔκ τινων συγκείμενον τῶν ἁπλῶν, τὸ πῦρ ἂν καὶ ἀὴρ εἴη, ἐξ ὧν μιγνυμένων τὸ πνεῦμα γίνεται, οὗ χωρὶς ἀδύνατον εἶναί τι σῶμα; εἰ γὰρ ἐξ ἐκείνων μὲν γένεσις τῷ πνεύματι, ἀδύνατον δὲ ἐκείνων εἶναί τι χωρὶς πνεύματος, οὔτ’ἂν ἐκείνων τι εἴη πρὸ τῆς τοῦ πνεύματος γενέσεως, οὔτ’ἂν τὸ πνεῦμα γίνοιτο, οὐκ ὄντων, ἐξ ὧν γένεσις αὐτῷ. πῶς δ’ἄν τις ἐν τῷ ψυχρῷ ἐνεργείᾳ τι θερμὸν εἶναι λέγοι; τίς δὲ καὶ εἰς τὸ ἐναντίον ἅμα κίνησις αὐτοῦ, καθ’ἣν συνέχει τὰ ἐν οἷς ἂν , ὂν ὥς φασι, πνεῦμα κινούμενον ἅμα ἐξ αὐτοῦτε καὶ εἰς αὐτό; καὶ κατὰ τί εἶδος κινήσεως γίνεται; κατ’οὐδὲν γὰρ οἷόντ’ἐστὶ νοῆσαί τι ἅμα εἰς τὰ ἐναντία κινούμενον καθ’αὐτό.
11ἀλλὰ γὰρ ἐοίκασιν, ὡς εἶπον, οἱ οὕτω λέγοντες τῷ μὴ δυνηθῆναι διαλαβεῖν τῷ λόγῳ τῆς ὕλης τὸ εἶδος, καθὸ εἶδος ἕκαστόντ’ἐστὶ τῶν ὄντων ἐστι, καὶ πρὸς τἆλλα διαφορὰν ἔχει, κατὰ τὴν ὕλην οὐδὲν ἀλλήλων διαφέροντα, καθὸ εἶδὸς ἔχει, καὶ τῷ σώζεσθαίτε καὶ μένειν ταῦτα, ἐστι, πνεύματι ὡς διὰ πάντων διήκοντι ἀνάπτειν τότε εἶναι ἑκάστου καὶ τὸ σώζεσθαίτε καὶ συμμένειν. αἰτιάσαιτο δ’ἄν τις εὐλόγως αὐτῶν ἐνταῦθα τοῦ λόγου γενόμενος καὶ τὸ δύο ἀρχὰς τῶν πάντων λέγοντας εἶναι ὕληντε καὶ θεόν, ὧν τὸν μὲν ποιοῦντα εἶναι τὴν δὲ πάσχουσαν, μεμῖχθαι τῇ ὕλῃ λέγειν τὸν θεόν, διὰ πάσης αὐτῆς διήκοντα καὶ σχηματίζοντα αὐτήν, καὶ μορφοῦντα καὶ κοσμοποιοῦντα τούτῳ τῷ τρόπῳ. εἰ γὰρ θεὸς κατ’αὐτοὺς σῶμα, πνεῦμα ὢν νοερόντε καὶ ἀίδιον, καὶ ὕλη δὲ σῶμα, πρῶτον μὲν ἔσται πάλιν διῆκον σῶμα διὰ σώματος, ἔπειτα τὸ πνεῦμα τοῦτο ἤτοι τι τῶν τεσσάρων τῶν ἁπλῶν ἔσται σωμάτων, καὶ στοιχεῖά φασιν, ἐκ τούτων σύγκριμα (ὥς που καὶ αὐτοὶ λέγουσιν · καὶ γὰρ ἀέρος καὶ πυρὸς ὑφίστανται τὴν οὐσίαν ἔχειν τὸ πνεῦμα), , εἰ ἄλλο τι εἴη, ἔσται τὸ θεῖον αὐτοῖς σῶμα πέμπτη τις οὐσία, χωρὶς ἀποδείξεώς τινος καὶ παραμυθίας λεγομένη τοῖς πρὸς τὸν μετὰ τῶν οἰκείων τιθέμενον τοῦτο ἀντιλέγουσιν ὡς λέγοντα παράδοξα. εἰ δὲ τῶν τεσσάρων τι εἴη τι ἐξ ἐκείνων σύγκριμα, ἔσται τὸ ἐκ τῆς ὕλης γεννώμενον σῶμα πρὸ τοῦ γενέσθαι πεφοιτηκὸς δι’αὐτῆς καὶ τεκνοῦν ἐξ ἐκείνης ὁμοίως τοῖς ἄλλοις καὶ ἑαυτό. ἔτιτε ὕστερον ἂν θεὸς τῆς ὕλης εἴη, εἴ γε πᾶν μὲν τὸ ἔνυλον σῶμα τῆς ὕλης ὕστερον. τὸ γὰρ ἐκ τῆς ἀρχῆς ὕστερον, δὲ θεὸς τοιοῦτον σῶμα · οὐ γὰρ δὴ τῇ ὕλῃ αὐτός. τοιοῦτος δὲ ὢν εἴη ἂν μέχρι φωνῆς ἀίδιος αὐτοῖς μόνης · εἰ γὰρ γέγονε (γέγονε δὲ ἐκ τῆς ὕλης), εἴτε τι τῶν ἁπλῶν ἐστι σωμάτων. εἴτε ἐκ τούτων σύγκριμα. πρὸς δὲ τούτοις ἐπιζητήσαι τις ἄν, εἰ τῶν ἐκ τῆς ὕλης γενομένων οἷόντε δημιουργὸν λέγειν τὸν διαπεφοιτηκότα τῆς ὕλης καὶ ὄντα ἐν αὐτῇ θεόν. φέρουσι μὲν γὰρ εἰς τὴν κατασκευὴν τοῦδε τὸ μὴ ὁμοίως τοῖς φύσει γινομένοις γίνεσθαι τὰ κατὰ τὰς τέχνας. τὰ μὲν γὰρ ἀπὸ τῆς φύσεως ἀποτελέσματα οὐκ ἐπιπολῆς, ἀλλὰ δι’ὅλων εἰδοποιεῖταίτε καὶ διαπλάττεται, καὶ τὰ ἔνδον αὐτῶν γλαφυρώτατα πεφιλοτέχνηται, τὰ δὲ τῶν τεχνῶν διαμεμόρφωται, ὡς ἐπὶ τῶν ἀνδριάντων ἔχει · τὰ γὰρ ἔνδον τούτων ἀδιάπλαστα. διὰ δὴ τοῦτό φασιν τῶν μὲν γινομένων κατὰ τέχνην ἔξωθεν εἶναι καὶ κεχωρισμένον τὸ ποιοῦν, ἐπὶ δὲ τῶν γινομένων φύσει ἐν τῇ ὕλῃ εἶναι τὴν δύναμιν τὴν μορφοῦσάντε καὶ γεννῶσαν αὐτά. ταῦτα δὲ οὐχ ὁρῶμεν τοῖς γινομένοις συνᾴδοντα. ἐπὶ γὰρ πάντων τῶν γινομένων φύσει ἔξωθέν τί ἐστι τὸ τὴν ἀρχὴν τῆς γενέσεως αὐτῶν ἔχον καὶ τῆς πρώτης ἐν τῇ ὕλῃ μεταβολῆς αἴτιον. τάτε γὰρ ἁπλᾶ σώματα τῆςτε εἰς ἄλληλα μεταβολῆς ἔξωθεν ἔχει τὴν αἰτίαν. ψῦξις γὰρ καὶ θερμότης γινομένη διὰ τὴν τῶν οὐρανίων σωμάτων ἄλλοτε ἀλλοίαν πρὸς αὐτὰ σχέσιν τῆς γενέσεως αὐτοῖς καὶ τῆς φθορᾶς καὶ τῆς εἰς ἄλληλα μεταβολῆς αἴτια. ἀλλὰ καὶ τῶν φυτῶν καὶ τῶν ζῴων ἕκαστον ὑπό τινος ἔξωθεν ὄντος κεχωρισμένου τῆς ὕλης, ἐξ ἧς ἕκαστον αὐτῶν γίνεται, τὴν ἀρχήντε τῆς γενέσεως λαμβάνει […] καὶ τὰ κατ’αὐτῆς πηγνύμενα πάντα καὶ τὰ ἐν τοῖς μετεώροις συνιστάμενα κεχωρισμένα κεχωρισμένον ἔχει τὸ ποιοῦν. οὔτε γὰρ τὸ θερμαινόμενον καὶ διὰ τοῦτο μεταβάλλον αὐτὸ θερμαίνει · ψυχρὸν δὲ καθὸ θερμαίνεται. ἀλλὰ καὶ οἷς γέννησις ἀπὸ σπέρματος, ἔξωθεν τὸ γεννῶν διὰ τῆς προέσεως τοῦ σπέρματος. εἰ δ’οὕτως τὰ ἐκ τῆς ὕλης γινόμενα γίνεται, πῶς ἂν αἴτιος ἔτι θεὸς αὐτῶν εἴη διὰ τοῦ τῇ ὕλῃ μεμῖχθαίτε καὶ κεκράσθαι; τοῦ γὰρ οὕτως ἐν τοῖς γινομένοις φύσει ποιοῦντος ἄλλο τι πρῶτόν ἐστιν αἴτιον ἔξωθεν ὄν. οὐδὲν δὲ ποιητικὸν πρῶτον τοῦ θεοῦ. ἐοίκασι δὲ δι’ὧν λέγουσιν εἶδος τῆς ὕλης λέγειν τὸν θεόν. εἰ γὰρ οὕτως θεὸς μέμικται τῇ ὕλῃ κατ’αὐτούς, ὡς ἐν τοῖς ζῴοις ψυχὴ τῷ σώματι, καὶ δύναμις τῆς ὕλης ἐστὶ θεὸς (φασὶ γὰρ τὴν ὕλην ποιεῖν τῇ ἐν αὐτῇ δυνάμει), εἶδός πως ἂν λέγοιεν αὐτῆς τὸν θεόν, ὡς τὴν ψυχὴν τοῦ σώματος καὶ τὴν δύναμιν τοῦ δυνάμει. ἀλλ’εἰ τοῦτο, πῶς ἂν ἔτι ὕλη ἀνείδεος εἴη κατὰ τὸν αὐτῆς λόγον, εἴ γε τὸ συμμένειν αὐτῇ καὶ εἶναι ὕλῃ παρὰ τῆς οὔσης ἐν αὐτῇ δυνάμεως; μάλιστα δ’ἐν τῇ ἐκπυρώσει φαίνεται κατ’αὐτοὺς θεὸς τῆς ὕλης εἶδος ὤν, εἴ γε ἐν τῷ πυρί, μόνον ἐστὶ κατ’αὐτοὺς τότε, ὕλη καὶ θεὸς σώζονται μόνοι. εἴη γὰρ ἂν θεὸς τότε εἶδος τὸ ἐπὶ τῇ ὕλῃ τοῦ πυρὸς. εἰ δὲ τοῦτο, μεταβάλλει δὲ τὸ πῦρ εἰς ἄλλα τινὰ σώματα, τὸ εἶδος ἀλλάσσον εἴη ἂν θεὸς φθειρόμενος τότε, εἴ γε κατὰ φθορὰν τοῦ προυπάρχοντος εἴδους μεταβολὴ εἰς ἄλλο σῶμα τῇ ὕλῃ γίνεται. καὶ εἰ τῆς τοιαύτης μεταβολῆς θεὸς αἴτιος, εἴη ἂν θεὸς κατ’αὐτοὺς φθείρων ἑαυτόν, οὗ τί ἂν ἀτοπώτερον ῥηθείη ποτ’ἄν; πῶς δ’οὐκ ἀνάξια τῆς θείας προλήψεως τότε τὸν θεὸν διὰ πάσης τῆς ὑποκειμένης πᾶσιν ὕλης κεχωρηκέναι λέγειν καὶ μένειν ἐν αὐτῇ, ὁποία ποτ’ἂν , καὶ τὸ προηγούμενον ἔχειν ἔργον, τὸ ἀεί τι γεννᾶντε καὶ διαπλάσσειν τῶν ἐξ αὐτῆς γενέσθαι δυναμένων, καὶ ποιεῖν τὸν θεὸν δημιουργὸν σκωλήκωντε καὶ ἐμπίδων, ἀτέχνως ὥσπερ κορόπλαθόν τινα τῷ πηλῷ σχολάζοντα καὶ πᾶν τὸ δυνάμενον ἐξ αὐτοῦ γενέσθαι τοῦτο ποιοῦντα; πρὸς δὲ τούτοις εἰ τὰ κιρνάμενα ἀλλήλοις σώματα ἀντιπάσχειν ὑπ’ἀλλήλων ἀνάγκη (διὰ τοῦτο γὰρ οὐδέτερον αὐτῶν φθείρεται, ὅτι ἑκάτερον αὐτῶν πάσχον ὑφ’ἑκατέρου ἐν τῷ πάσχειν ἀντιποιεῖ), τὰ δὲ δι’ἀλλήλων χωροῦντα σώματα κιρνᾶται ἀλλήλοις, εἴητ’ἂν ἄλληλα […] Ταῦτα μὲν εἰπεῖν προήχθην διὰ τοὺς ἀντιλέγοντας μὲν Ἀριστοτέλει περὶ τοῦ πέμπτου σώματος καὶ τοῖς μόνοις κατ’ἀξίαν τῶν θείων εἰρημένοις ἐνίστασθαι πειρωμένους διὰ φιλοτιμίαν, τῆς δὲ ἀτοπίας τῶν ὑφ’αὐτῶν λεγομένων μη δὲ τὴν ἀρχὴν συνιέντας, οἷς καὶ τὰ κυριώτατα καὶ μέγιστα τῶν κατὰ φιλοσοφίαν δογμάτων ἤρτηται καὶ τὴν κατασκευὴν ἀπὸ τοῦ θαυμαστοῦ δόγματος ἔχει τοῦ σῶμα χωρεῖν διὰ σώματος ·’τε γὰρ περὶ κράσεως αὐτοῖς λόγος οὐκ ἐν ἄλλῳ τινί, ἀλλὰ καὶ τὰ περὶ ψυχῆς ὑπ’αὐτῶν λεγόμενα ἐντεῦθεν ἤρτηται, τε πολυθρύλλητος αὐτοῖς εἱμαρμένη καὶ τῶν πάντων πρόνοια δὲ τὴν πίστιν λαμβάνουσιν, ἔτιτε τὸ περὶ ἀρχῶντε καὶ θεοῦ καὶ τοῦ παντὸς ἕνωσίςτε καὶ συμπάθεια πρὸς αὐτό.
12πάντα γὰρ αὐτοῖς ταῦτ’ἐστὶν διὰ τῆς ὕλης διήκων θεός. τούτου δὲ τοῦ σῶμα χωρεῖν διὰ σώματος, ἐξ οὗ σχεδὸν πάσης τῆς φυσιολογίας αὐτοῖς ἀνήρτηται τὰ πείσματα, παράτε τὰς κοινὰς προλήψεις λεγομένου καὶ παρὰ τὰς ἁπάντων δόξας τῶν φιλοσόφων, τὴν πίστιν κατ’αὐτοὺς λαμβάνει ὡς ἂν ἀπὸ ἐναργοῦς τοῦ τὸν σίδηρον, ὅταν πεπυρωμένος μὴ αὐτὸν ἐξάπτεσθαίτε καὶ πυροῦσθαι λέγειν ὁμοίως τοῖς οἷς ὕλη τὸ πῦρ, ἀλλὰ διὰ παντὸς αὐτοῦ χωρεῖν τὸ πῦρ ὑπολαμβάνειν μετὰ τῆς ὕλης ἐκείνης, ἐφ’ἧς ὂν γειτνιᾶσαν τῷ σιδήρῳ ἐθέρμαινέτε καὶ ἐξῆψεν αὐτόν. καίτοι πῶς οὐ πρὸς τοῖς ἄλλοις καὶ τοῦτο παντάπασιν ἄτοπον τὸ τὴν τῆς φλογὸς ὕλην, μὴ κατέχουσαν τὴν ἔξωθεν χορηγίαν, μὴ καταναλίσκεσθαι, σώζεσθαι δὲ ἐπὶ τοσοῦτον λέγειν ἐν τῷ πυρὶ τῷ μεμιγμένῳ τῷ σιδήρῳ, ἕως ἂν σίδηρος πεπυρωμένος μένῃ, ἐναργοῦς ὄντος τοῦ τὴν φλόγα συνεχοῦς δεῖσθαι τῆς κατὰ τὴν ὕλην χορηγίας, ὡς ἔχουσαν ἐν τῷ γίνεσθαι τὸ εἶναι διὰ τὴν τῆς ὑποβεβλημένης ὕλης αὐτῇ ταχεῖαν φθοράν. . εἰ γὰρ μὴ σίδηρος ὕλη ποτὲ τῷ πυρί, τίνα χρὴ τὴν καιομένην ὕλην λέγειν εἶναι; ὅλως δὲ ἐπεὶ σίδηρος ὑπό τινος ἐξάπτεται πυρὸς ὄντος ἐφ’ὕλης τινός, εἰ διὰ τοῦ σιδήρου δίεισι τὸ πῦρ, δεῖ φυλάσσον αὐτὸ τὴν ὕλην, ἐφ’ἧς ὂν ἐπλησίασε τῷ σιδήρῳ, χωρεῖν δι’αὐτοῦ, ἀλλ’οὔτε τὰ ξύλα οὔτε οἱ ἄνθρακες οὔτε τις ἄλλη τῶν ὑποκειμένων ὕλη τῷ πυρὶ τῷ πυροῦντι τὸν σίδηρον ἐν τῷ σιδήρῳ γίνεται. λείπεται δή, χωριζόμενον αὐτὸ τῆς ὕλης γίνεσθαι ἐν αὐτῷ. ἀλλ’εἰ χωρίζοιτο, ἀναγκαῖον αὐτὸ ἐν τῇ μεταβάσει ὕλην τινὰ μεταλαμβάνειν, καὶ ἔστιν οὐκ ἄλλη τις σίδηρος αὐτός. καθόσον γὰρ ὑγρότης ἐστὶν ἐν αὐτῷ, κατὰ τοσοῦτον ὕλη τῷ πυρὶ γίνεται, σκληρότερος γοῦν πυρούμενος σίδηρος μετὰ τὴν σβέσιν τοῦ πρώτου γίνεται, ὡς ἀναλισκομένης ὑπὸ τοῦ πυρὸς τῆς ὑγρότητος τῆς ἐν αὐτῷ, καὶ ἐξάπτεταίτε μέχρις ἂν ὑγρότης τις ἐν αὐτῷ, ὥσπερ οὖν καὶ ξύλα. ἀλλὰ τούτων μὲν ἅλις.
13ἐπανίωμεν δὲ ἐπὶ τὸν ἐξ ἀρχῆς λόγον. εἰ γὰρ τὰ εἰρημένα οὕτως περὶ κράσεως παντελῶς ἄτοπα, ἀναγκαῖον ἄλλως πως τὰς κράσεις γίνεσθαι λέγειν. λείπεται δὲ παρὰ ταύτας, ὧν ἄξιον ποιεῖσθαι λόγον τινά, ὑπ’Ἀριστοτέλους εἰρημένη δόξα. εἴπωμεν δὴ καὶ περὶ ταύτης, καὶ δείξωμεν τίς ποτ’ἐστίν, ἐπεὶ μη δὲ γνώριμός ἐστι τοῖς πολλοῖς τῶν φιλοσοφούντων διὰ συντομίαν τῶν περὶ αὐτῆς εἰρημένων ὑπὸ τοῦ φιλοσόφου. πρῶτον μὲν ὁρίσωμεν, τίνα ἐστὶν ἀλλήλοις κιρνᾶσθαι λεγόμενάτε καὶ δυνάμενα. ὁρισθὲν γὰρ ἡμῖν τοῦτο ἀποσκευάσεται πολλὰ τῶν ἐνοχλούντων τὸν περὶ κράσεως λόγον. ἔστι δὴ μῖξίςτε καὶ κρᾶσις ἐν τοῖς καθ’αὐτὰ ὑφεστάναι φύσιν ἔχουσι. διὸ καὶ δοκεῖ δύνασθαι χωρίζεσθαι πάλιν ἀλλήλων τὰ μεμιγμένα ὅτι ἐκ τούτων συνῆλθεν. εἰ δὲ μηδὲν ἄλλο χωριστὸν παρὰ τὴν οὐσίαν, οὐσιῶν ἂν μῖξίςτε καὶ κρᾶσις εἴη. εἰ δὲ τοῦτο, οὐκ ἂν Ἀναξαγόρας εἴη καλῶς λέγων, πάντα ἐν πᾶσιν μεμῖχθαι. οὔτε γὰρ τὰ πάθη χωριστά, ὡς καθ’αὐτὰ εἶναι δύνασθαι (διὸ οὐ δὲ μῖξίςτε καὶ κρᾶσις ἂν εἴη παθῶν πρὸς ἄλληλα, παθῶν πρὸς τὰ ὧν ἐστι πάθη), ἀλλ’οὐ δὲ τὰ εἴδη τῶν οὐσιῶν. καὶ γὰρ εἰ οὐσίαι καὶ ταῦτ’, ἀλλ’οὐ καθ’αὐτὰ συνυφίστανται. οὐ γὰρ οἷόντε χωρὶς ὕλης εἶναί τι αὐτῶν. ἀλλ’οὐ δὲ ὕλη μικτή. οὐ δὲ γὰρ αὕτη χωρὶς εἴδους ἐνεργείᾳ ποτ’ἐστίν. οὔτ’οὖν ἐν ἄλλοις τισίν, ἐν οὐσίαις μῖξίςτε καὶ κρᾶσις, οὔτε ἄλλαι τινὲς τῶν οὐσιῶν εἰσὶ μικταὶ παρὰ τὰς χωριστάςτε καὶ κατ’ἰδίαν ὑφεστάναι δυναμένας καὶ κατεχούσας τόπον. τοιαῦτα δὲ τὰ σώματα. τούτου τοίνυν διωρισμένου μετὰ ταῦτα ἄξιον ἐπιστῆσαι, πότερον ταὐτόν ἐστι μῖξίςτε καὶ κρᾶσις, διαφορὰν ἔχει τινά. ἔοικε δὴ διαφέρειν, τὸ μὲν κοινότερόν ἐστιν μῖξις, δὲ κρᾶσις ἰδικώτερον. ποιὰ γὰρ μῖξις κρᾶσις. τῶν γὰρ μίξεων μέν τις κατὰ παράθεσιν τῶν οὐσιῶν καὶ ἁφὴν γίνεται, ἣν λέγομεν τῆς μίξεως γίνεσθαι κατὰ σύνθεσιν (οὐ πᾶσα μὲν γὰρ σύνθεσις μῖξις · σύνθεσις μὲν γὰρ καὶ τῶν ὁμοίωντε καὶ ὁμοειδῶν γίνεται, δὲ μῖξις ἐκ διαφερόντωντε καὶ ἐν διαφέρουσι · διὸ μὲν τῶν πυρῶν σωρὸς κατὰ μόνην σύνθεσιν, δὲ τῶν πυρῶντε καὶ κυάμων ἤδη τῇ συνθέσει καὶ τὴν μῖξιν προσείληφεν), δὲ ὡς κρᾶσις μῖξις γίνεται, οὐ σωζομένων ἔτι τῶν μιγνυμένων καὶ οὕτως ἀλλήλοις παρακειμένων, ἀλλ’ἑνουμένων κατὰ τὸ ὑποκείμενον. διὸ ἐν τοῖς εὐορίστοιςτε καὶ ὑγροῖς ὡς κρᾶσις μῖξίς ἐστιν. ὥσπερ δὲ οὐχ τῶν τυχόντων σύνθεσις μῖξις ἦν, οὕτως οὐ δὲ τῶν τυχόντων ὑγρῶν ἕνωσις κρᾶσίςτε καὶ μῖξις. οὐ γὰρ ὕδωρ ὕδατι κιρνᾶται, καίτοι ἑνούμενον αὐτῷ, οὐ δὲ ἔλαιον ἐλαίῳ, ἀλλ’οὐ δὲ ἔλαιον ὕδατι ἀλλὰ τοῦτο μὲν διὰ γλισχρότητα. ὅταν δὲ τοιαῦτα τὰ ἑνούμενα, ὡς ἔχειν ποιότητας, καθ’ἅς τὰ μιγνύμενα ποιεῖντε καὶ πάσχειν ὑπ’ἀλλήλων ἐστὶν οἷάτε ( γὰρ κρᾶσις ἐν τοῖς ποιεῖντε καὶ πάσχειν ὑπ’ἀλλήλων δυναμένοις), τότε καὶ τούτων κρᾶσις γίνεται. διὰ τοῦτο γὰρ ἄμικτον πᾶν τὸ θεῖον σῶμα τὸ ποιητικὸν ὂν μηκέτ’ἀντιπάσχειν ὑπὸ τοῦ πάσχοντος ὑπ’αὐτοῦ δύναται. μόνα γὰρ τὰ ἔνυλα πάσχει. διὸ ταῦτα μόνα τῶν ποιούντων ἀντιπάσχει ὅσα τῆς αὐτῆς κεκοινώνηκεν ὕλης. ταῦτα δὲ τῶν τῆς αὐτῆς ὕλης κεκοινωνηκότων ὑπ’ἀλλήλων ἀντιπάσχειν οἷάτε, ὅσα ἐναντίωσιν ἔχει τινὰ πρὸς ἄλληλα. οὐ γὰρ τὸ τυχὸν ὑπὸ τοῦ τυχόντος οἷόντε πάσχειν · οὐ δὲ γὰρ τὸ ὅμοιον ὑπὸ τοῦ ὁμοίου. ἀπαθῆ γὰρ ὑπ’ἀλλήλων τὰ ὅμοια. ἐν διαφέρουσι γὰρ καὶ ὑπὸ διαφερόντων τὸ ποιεῖντε καὶ πάσχειν γίνεται. ἀλλ’οὐ δὲ τὰ ἕτερα πάντῃ πάσχει τι ὑπ’ἀλλήλων. οὐ δὲ γὰρ παθεῖν οἷόντε φωνὴν ὑπὸ γραμμῆς, τῷ μηδὲν ὑπ’ἀλλήλων ἀντιπάσχειν, […] κοινὴν ὑποκεῖσθαί τινα φύσιν τῶν ἑκατέρων παθῶν ἐπιδεκτικήν. διό ἐστιν ἐν τούτοις τὸ ποιεῖντε καὶ πάσχειν, ὅσα τὴν αὐτὴν ὕλην ὑποκειμένην ἔχοντα ἐναντίωσίν τινα ἔχει πρὸς ἄλληλα. οὔτε γὰρ ὑπὸ χρώματος τὸ γλυκύ, καθὸ γλυκύ, πάθοι ποτ’ἄν, οὔτε ὑπὸ θερμοῦ τὸ ξηρόν, ἀλλ’οὐ δὲ ὑπὸ ψυχροῦ τὸ ὑγρόν καθὸ ὑγρόν, ὅτι μὴ ἔστι ταῦτα ἀλλήλοις ἐναντία, ἀλλὰ […] ἐναντίοιςτε καὶ τοῖς μεταξύ. οὐ γὰρ μόνον τὸ θερμὸν ὑπὸ τοῦ ψυχροῦ καὶ τὸ ψυχρὸν ὑπὸ τοῦ θερμοῦ μεταβάλλεταίτε καὶ πάσχει, οὐ δὲ τὸ ὑγρὸν ὑπὸ τοῦ ξηροῦ καὶ τὸ ξηρὸν ὑπὸ τοῦ ὑγροῦ, ἀλλὰ καὶ τὰ μεταξὺ ἑκατέρου τῶν ἄκρων, ὅτι κατὰ μῖξίν ἐστι τῷ πρὸς ἑκάτερον τῶν ἐναντίων τὸ μεταξὺ τὸν θατέρου τῶν ἐναντίων σώζειν λόγον. τοῖς γὰρ προειρημένοις συμβέβηκε τὴν αὐτὴν ὕλην ἔχουσιν καὶ ἐναντίωσιν κατὰ τὸ εἶδος ἔχειν πρὸς ἄλληλα. τῆς γὰρ ὕλης ἴδιον τὸ τὴν αὐτὴν εἶναι τῶν ἐναντίων ἐπιδεκτικήν. πάντα γὰρ τὰ ἐν γενέσειτε καὶ φθορᾷ σώματα ἐπὶ τῆς αὐτῆς ἀλλήλοις ἐστὶν ὕλης, δὲ διαφορὰ αὐτῆς κατάτε εἴδη καὶ συμβεβηκότα πάθη. τὰ γοῦν τέσσαρα σώματα, στοιχεῖα λέγεται, ἔστι ταῦτα · γῆ καὶ ὕδωρ, ἀήρτε καὶ πῦρ, ὕλην τὴν αὐτὴν ἀλλήλοις ἔχοντα κατὰ τὰ εἴδη τὴν πρὸς ἄλληλα σώζει διαφοράν. διαφέρουσι γὰρ ἀλλήλων τῷ τὸ μὲν αὐτῶν θερμόντ’εἶναι καὶ ξηρόν (ἐν γὰρ τούτοις τὸ εἶναι τῷ πυρί πυρί · ἐστὶ μὲν γὰρ καὶ ἐν τῇ ὕλῃ αὐτῷ τὸ εἶναι τῇ ταῦτα δεδεγμένῃ, ἀλλ’ἐν τούτοις ὡς πυρίτε καὶ τῶν ἄλλων διαφέροντι · κατὰ γὰρ τὴν ὕλην τὰ αὐτὰ ἀλλήλοις τὰ τέσσαρα), τὸ δέ τι αὐτῶν ἐστιν ὑγρόντε καὶ θερμόν (ἐν τούτοις γὰρ πάλιν τὸ εἶναι τῷ ἀέρι), τὸ δὲ ψυχρόντε καὶ ὑγρόν (τῷ γὰρ ὕδατι ἐν τούτοις τὸ εἶναι), τὸ δὲ ξηρόντε καὶ ψυχρόν (τοιοῦτον γὰρ γῆ). ἃς ἔχοντα διαφοράςτε καὶ ἐναντιώσεις πρὸς ἄλληλα, ποιοῦντάτε καὶ πάσχοντα εἰς ἄλληλα ποιεῖ τὰς μεταβολάς, τῆς ὕλης μεταβαλλούσης εἰς τὸ τῶν ποιούντων κρατοῦν. ὅταν γάρ τι αὐτῶν πλεονάσαν τινὸς τῶν ἐναντίωσιν ἐχόντων πρὸς αὐτὸ κατισχύῃ ταῖς ἐναντιώσεσι ταῖς ἐν αὑτῷ ἐπὶ τοσοῦτον, ὡς ἀποβάλλουσαν τὴν ὑποκειμένην ὕλην, ἣν πρότερον εἶχε ποιότητα μεταλαβεῖν τὸ τοῦ κρατήσαντος εἶδος, τότε γίνεται τοῦ μὲν οὕτω μεταβάλλοντος φθορά, γένεσις δέ, εἰς γέγονεν μεταβολή. αἱ μὲν οὖν γενέσεις καὶ φθοραὶ τῶν σωμάτων αἱ γινόμεναι κατὰ μεταβολὴν τὴν κατὰ τὸ ποιεῖντε καὶ πάσχειν τοῦτον γίνονται τὸν τρόπον.
14ἐπεὶ δὲ ἄλλο γένεσις καὶ φθορά, καὶ ἄλλο κρᾶσις ( γὰρ κρᾶσις σωζομένων τινῶν μῖξις εἶναι δοκεῖ · οὔτε γὰρ ὑπὸ τοῦ ἑτέρου φθαρέντος καὶ μεταβάλλοντος εἰς τὸ κρατῆσαν κρᾶσις, ἀλλὰ τοῦ μὲν αὔξησις, τοῦ δὲ φθορά διὸ οὐ δὲ τροφὴ λέγεται κιρνᾶσθαι καὶ τὸ τρεφόμενον οὔτ’, εἰ ἀμφότερα παντάπασιν φθαρείη τὰ μιγνύμενα, τὰ μεμιγμένα κρᾶσις ἔτι · σωζομένων γάρ τινων μῖξις κρᾶσις), ἀκόλουθον ἂν εἴη τὴν τῆς κράσεως πρὸς τὴν γένεσίντε καὶ φθοράν (λέγειν διαφοράν. κοινὸν μὲν γὰρ αὐταῖς τε κατὰ τὴν ὕλην κοινωνία, καθ’ἣν ὥσπερ φθείρεταί τι, οὕτως καὶ κιρνᾶται, καὶ διὰ ἐναντίωσιν διὰ τοῦ ποιεῖντε καὶ πάσχειν μεταβολή. ἴδιον δὲ κράσεως πρὸς τὴν γένεσίντε καὶ φθορὰν τὸ ἐπὶ μὲν τούτων τέλεον θάτερον εἰς θάτερον μεθίστασθαι καὶ μεταλαμβάνειν τὰς ἐναντιώσεις, καθ’ἃς παθὸν ἀπέβαλε τέλεον, ἃς εἶχε πρὸ τούτου, ἐπὶ δὲ τῶν κιρναμένων οὐ τοῦτον ἔτι γίνεται τὸν τρόπον. ἀλλ’ὅταν πλείω σώματα τοῦ ποιεῖν καὶ πάσχειν ὑπ’ἀλλήλων ἔχοντα δύναμιν ἀλλήλοις συνέλθῃ, ἔχῃ δὲ οὕτως, ὡς μὴ ὑπερέχειν κατὰ τὰς ἐναντιώσεις ἄλλο ἄλλου δύνασθαι ὡς φθεῖραν αὐτὸ εἰς τὴν ἑαυτοῦ μεταστῆσαι φύσιν, τότε ταῦτα διὰ τὴν τῶν δυναμένων ἰσότητα, καθ’ἃς ποιεῖ καὶ πάσχει, ὁμοίως ὑπ’ἀλλήλων ἀντιπάσχοντα μέχρι τούτου πρόεισιν, ἕως ἀποβαλόντα τὰς κατὰ ἐναντιώσεις ὑπεροχάς, δι’ἃς ἕτεράτε ἦν ἀλλήλων καὶ ἐναντία, μίαν ἐξ πασῶν τῶν δυνάμεων γεννήσει ποιότητα, ἑνωθείσης καὶ μιᾶς γενομένης τῆς ἀμφοτέροις πᾶσιν αὐτοῖς ὕλης ὑποκειμένης. γίνεται δὲ τοιαύτη μῖξις, ἣν κρᾶσιν καλοῦμεν, ἐν τοῖς ὑγροῖς τῶν σωμάτων. καὶ γὰρ ἐν τοῖς ξηροῖς γίνεσθαι δοκοῦσα κρᾶσις οὐ γίνεται χωρὶς ὑγρότητος. ἑνοῦται γὰρ τὰ ὑγρὰ συντιθέμενα καὶ οὐ φυλάσσει τὰς οἰκείας ἐπιφανείας, ἐὰν μὴ γλίσχρον. ὅταν δὴ τοῖς κατὰ τὴν ὕλην διὰ τὴν ὑγρότητα κατὰ τὴν παράθεσιν ἑνουμένοις σώμασιν προσήκῃ τὸ ἐναντίωσιν ἔχειν ἰσοκρατῆ πρὸς ἄλληλα, γίνεται αὐτοῖς κατὰ τὰς ποιότητάςτε καὶ δυνάμεις ἕνωσις, ὅπερ ἐστὶν κρᾶσις. ἑκάτερον γὰρ τῶν οὕτως ἐχόντων διὰ μὲν τὴν ἐνυπάρχουσαν ἐν αὐτοῖς ἐναντίωσιν καὶ τὴν τῆς ὕλης κοινωνίαν μεταβάλλειτε καὶ πάσχει, διὰ δὲ τὴν ἰσότητα τῶν ἐναντιώσεων οὐκ ἐπὶ τοσοῦτον ποιεῖ τὴν μεταβολήν, ὡς ταὐτὸν γενέσθαι θατέρῳ θάτερον. ἀντιπάσχον γὰρ τὸ ποιοῦν ὑπὸ τοῦ πάσχοντος πρὸς αὐτοῦ καὶ μὴ μένον ὅμοιον αὑτῷ, παύεται τοῦ ποιεῖν ἔτι δύνασθαι πρὸ τοῦ κρατῆσαι τέλεον αὐτοῦ. καὶ τοῦτ’ἐστὶν κρᾶσις · γὰρ διὰ τοῦ ποιεῖν καὶ πάσχειν τῶν παρακειμένων ἀλλήλοις σωμάτων διὰ μεταβολῆς χωρὶς φθορᾶς αὐτῶν τινος ἕνωσις.
15συνεργεῖ δὲ τοῖς ὑγροῖς πρὸς τὴν θάττω μεταβολήντε καὶ κρᾶσιν καὶ τὸ εὐδιαίρετον. διαιροῦντα γὰρ ἄλληλα πρὸ τῆς ἑνώσεως καὶ κατὰ μικρὰ παρατιθέμενα ἀλλήλοις, ῥᾷον καὶ θᾶττον ἀντιπάσχοντα ὑπ’ἀλλήλων, ταχέως ἕν τι γίνεται σῶμα καὶ κατὰ τὸ ὑποκείμενον καὶ κατὰ τὴν ποιότητα, ἐνεργείᾳ μὲν οὐδὲν ὂν τῶν μεμιγμένων, δυνάμει δὲ πᾶν τι, τοσοῦτον ἀπολειπόμενον τοῦ καὶ ἐνεργείᾳ σώζειν τὰ ἐν αὐτῷ μεμιγμένα, ὅσον διὰ τοῦ ποιεῖντε καὶ πάσχειν ἀφῄρηται διὰ τῆς δυνάμεως αὐτῶν ἑκάστου. διὸ καὶ ὀλίγης δεῖται βοηθείας τῆς πρὸς αὐτὴν εἰς ταύτην μεταβολήν ὃς ἦν γε αὐτῶν τοιαῦτα χωρεῖ μὴ πάντα χωριστὰ τὰ πεπραγμένα. προσθήκης γὰρ δεῖταί τινος εἰς τελειότητα, ἀλλ’οὐ παντελοῦς γενέσεώςτε καὶ μεταβολῆς. διὸ καὶ προσφερομένων αὐτοῖς τινων, πρὸς τὴν τοιαύτην τελειότητα συνεργεῖν ἐστιν οἷάτε, ῥᾳδίως ἐπὶ τὴν οἰκείαν ἀνατρέχει φύσιν, οὐ τοῦ πρότερον ὄντος ὕδατος οἴνου ἐκκρινομένου πάλιν (οὐ δὲ γὰρ τὴν ἀρχὴν ἐσώζετο ἐν τῷ μίγματι, παράθεσις γὰρ ἄν, οὐ κρᾶσις ἦν · ἐν γὰρ τοῖς κεκραμένοις ἕντε καὶ ὁμοιομερὲς πᾶν τὸ γεγονὸς ἐκ τῆς κράσεως), ἀλλὰ δυναμένου τοῦ τοιούτου κράματος εἰς ὕδωρ μὲν ῥᾳδίως μεταβάλλειν μεταβαλόντος εἰς τοῦτο ἀρχήν, μὴ μιχθὲν ἐκ τοιούτων ἐπὶ τοιαύτης ποιότητος. ὡς γὰρ ἐπὶ τοῦ γάλακτος ὄντος ὁμοιομεροῦς σώματος, ἔχοντος δὲ ἐν αὐτῷ δυνάμει καὶ ὑγρόν τι καὶ στερεόν, πεπυρωμένος ἐμβληθεὶς λίθος ἑκάτερον αὐτῶν ἐξ αὐτοῦ διέκρινε γεννήσας τρόπον τινά, καὶ τὸ μὲν αὐτοῦ τυρὸν ἐποίησε, τὸ δὲ ὄρρον, οὐ μέρος τι ἐνυπάρχον αὐτῷ ἐνεργείᾳ χωρίσας, ἀλλ’ἀπὸ παντὸς μορίου γεννήσας αὐτῶν ἑκάτερον, οὕτως ὑποληπτέον ποιεῖν καὶ τὴν καθιεμένην σπογγίαν εἰς τὸ ἀγγεῖον τὸ ἔχον ἐν αὐτῷ κεκραμένον οἶνον ὕδατι. τῇ γὰρ οἰκείᾳ ποιότητι ἀπὸ παντὸς τοῦ μίγματος γεννῶσα τὸ δυνάμενον ῥᾳδίως ὕδωρ καθαρὸν ὑπ’αὐτοῦ γενέσθαι ὑπὸ τοσαύτηςτε καὶ τοιαύτης δυνάμεως χωρίζον ἀναφέρει. ὡς γὰρ ἐπὶ τοῦ γλεύκους, ὁμοιομεροῦς ὄντος σώματος, ὀλίγη πέψις προσελθοῦσα ἐξ ἅπαντος αὐτοῦ γεννᾷτε καὶ διακρίνει πνεῦμάτε καὶ οἶνον (ὅτι γὰρ μὴ πρότερον ἦν ἐν αὐτῷ ταῦτα ἐνεργείᾳ, δῆλον ἐκ τοῦ μὴ δύνασθαι μὲν οὕτως ὑγρῷ κατέχεσθαι ἐνεργείᾳ πνεῦμα, ὡς εἴρηται καὶ πρὸ ὀλίγου, ἀλλὰ τὸ γενόμενον ἐκκρίνεσθαι παραχρῆμα πᾶν ἐπὶ τῆς πέψεως), οὕτως ὑποληπτέον καὶ τὰ χωρίζοντα ἀπὸ τῶν κεκραμένων, ἐξ ὧν κέκραταί τινα, οὐκ ἐνυπάρχοντα ἐνεργείᾳ χωρίζειν, ἀλλὰ μεταβάλλοντα δυνάμει τινὶ καὶ τελειοῦντα τὰ δυνάμει διὰ τὴν κρᾶσιν ἐνυπάρχοντα αὐτοῖς. ὡς γὰρ ἐπ’ἐκείνων ἐπιπόλαιός τινος γένεσις γίνεται (οὐ γὰρ τοῦ γάλακτος εἰς ἐναντίας τινάς, αἷς ἔχει, μεταβαλόντος ποιότητας τὸ μὲν ὄρρος τὸ δὲ τυρὸς γίνεται, ἀλλὰ τῶν ὑπαρχόντων αὐτῷ δυνάμει οὕτως, ὡς ὀλίγης τινὸς πρὸς τὸ ἐνεργείᾳ εἶναι δεῖσθαι βοηθείας, εἰς τὸ ἐνεργείᾳ εἶναι γίνεται), οὕτως μεταβολὴν ἡγητέον γίνεσθαι καὶ ἐπὶ τῶν κεκραμένων. ἕπεται δὲ τῇ ἐπὶ τῶν κεκραμένων τοιαύτῃ μεταβολῇ τὸ διακρίνεσθαι δύνασθαι δοκεῖν αὐτά, ὅτι καὶ τὴν ἀρχὴν ἐκ μίξεως τοιούτων γένεσις τῷ ταῦτα πάσχοντι σώματι. καὶ ἔστιν χωρισμὸς λεγόμενος τῶν κεκραμένων οὔτε ὅμοιος τῷ ἐπὶ τῶν ἀλλήλοις παρακειμένων, οὔτ’αὖ τῷ πάλιν τῶν κατὰ φθορὰν καὶ γένεσιν καὶ τὴν εἰς τοὐναντίον μεταβολὴν ἀποκρινομένων, ὡς ἐξ ὕδατος ὁρῶμεν εἰς ἀέρα γινομένην ἀπόκρισιν, ἀλλ’ἔστι τὸ γινόμενον μεταξὺ τούτων. οὔτε γὰρ ἐνεργείᾳ ἐνυπάρχοντα διακρίνεται οὔτε εἰς τοὐναντίον τῷ ὑποκειμένῳ μεταβάλλοντα ἀποκρίνεται. ἐπὶ μὲν γὰρ τούτων ταὐτὸν κατὰ τὸ εἶδος μένει μετὰ τὴν ἀπόκρισιν τὸ ὑπομένον τῷ πρὸ τοῦ, μόνον κατὰ ποσὸν ἐλαττούμενον, ἐπὶ δὲ τῶν κεκραμένων οὐχ ὁμοίως, τῷ ἕκαστον τῶν ὄντων δυνάμει ἐν τῷ ἐκ τοῦ κράματος γεγονότι σώματι ἐκκρίνασθαι, μεταβάλλον εἰς τὴν τελειότητα, ἧς ἀφῃρέθη διὰ τοῦ ἐπ’ἴσης αὐτὰ ἀντιπαθεῖν ὑπ’ἀλλήλων, δι’ πάθος καὶ ἐπὶ τούτων τὸ χωρίζεσθαι κατηγορεῖται. εἰ οὖν τάτε διὰ τῆς τοιαύτης μεταβολῆς τελειούμενα οὐ γενέσθαι, ἀλλὰ χωρίζεσθαι λέγειν εὔλογον, τάτε ἄλλα περὶ τῆς γενέσεως τῆς κράσεως εἰρημένα ἀκόλουθάτε ταῖς ὑποκειμέναις ἀρχαῖς καὶ συνῳδὰ ταῖς μεταβολαῖςτε καὶ γενέσεσι τῶν σωμάτων καὶ σώζοντα τὰς περὶ τῆς κράσεως κοινὰς προλήψεις, μόνος Ἀριστοτέλης εἴη ἂν τὸν ἀληθῆ περὶ τῆς κράσεως ἀποδεδωκὼς λόγον. ὅτι δὲ τὰ κιρνάμενα διαιροῦντάτε πρῶτον ἄλληλα καὶ τῇ κατὰ μικρὰ παραθέσει εὐπαθέστερα γινόμενα ἑνοῦταίτε καὶ ὁμοιοῦται κατὰ τὸ εἶδος καὶ τὰς ὁμοιότητας, καὶ κατὰ τὴν αἴσθησίν ἐστι γνώριμον. ἕως γὰρ ἔτι μένει τῶν κιρναμένων ἑκάτερον ἐπὶ τῆς οἰκείας οὐσίας, ὑπ’ἀλλήλων γινομένη διάκρισις αὐτῶν καὶ ἀπὸ τῆς τῶν χρωμάτων διαφορᾶς γίνεται γνώριμος · ὑγρὰ ὄντα καὶ εὐδιαίρετα καὶ ἀνόμοια ὑπὸ τῆς πληγῆς τῆς κατὰ τὴν ἐπίχυσιν θατέρῳ θάτερον ἀρχὴν λαβόντα τοῦ διαιρεῖν ἄλληλα, ὄντα καὶ ἀνισόρροπα, εἰ οὕτως τύχοι, τὸ μὲν βαρύτερον αὐτῶν διαιροῦν φέρεται κάτω, τοῦ δὲ κουφοτέρου τὰ μόρια ὑποχωροῦντα τοῖς βαρυτέροις ἐπιπολῆς αὐτῶν σπεύδει γενέσθαι. ἣν τοπικὴν μετάβασιν αὐτῶν ἵστησι φθάνουσαν κατὰ πάθη μεταβολή, ἑνοῦσα αὐτὰ τῇ κατὰ πάντα ὁμοιότητι, καὶ αὐτὸ τῇ ὄψει γίνεται γνώριμον.
16ἐπεὶ δὲ πρὸς κατασκευὴν τοῦ σῶμα διὰ σώματος χωρεῖν χρῶνται καὶ ταῖς τῶν ζῴων διὰ τῆς τροφῆς αὐξήσεσιν (εἰ γὰρ τῇ προσθήκῃ τῆς τροφῆς πάντῃ καὶ αὔξεται τὰ αὐξανόμενα. πάντῃ ἂν τροφὴ προσκρίνοιτο τῷ ὑπάρχοντι σώματι · οὐχ οἷόντε δὲ πάντῃ προσκριθῆναι τὴν μὴ διὰ παντόςτε καὶ πρὸς πᾶν ἐνεχθεῖσαν · ἀλλ’εἰ διὰ παντὸς τροφὴ τοῦ σώματος φέρεται, σῶμα οὖσα, ἀναγκαῖον εἶναι δόξει, σῶμα διὰ σώματος χωρεῖν, εἴ γε μόνως οὕτως οἷόντε τὴν ἐκ τῆς τροφῆς προσθήκην παντὶ τῷ τρεφομένῳ γίνεσθαι σώματι), ὅτι οὖν μὴ οὕτως τὸ τρέφεσθαίτε καὶ αὔξεσθαι γίνεται (οὐδὲν γὰρ τῶν ἀδυνάτων γίνεται) φέρε καὶ ὧν ἐκθέμενος τὴν Ἀριστοτέλους δόξαν τὴν περὶ αὐξήσεωςτε καὶ τροφῆς. ποιήσομαι δὲ τὸν λόγον ἐπὶ τῶν κυρίως αὔξεσθαι λεγομένων, ἐπὶ τούτων γὰρ καὶ ἀπορία πρόεισιν · ἔστι δὲ ταῦτα τὰ διὰ τοῦ τρέφεσθαι τὴν προσθήκην λαμβάνοντα. τρέφεται δὲ ὅσα τὴν θρεπτικὴν ἔχει δύναμιν ἐν αὐτοῖς, τοιαῦτα δὲ τὰ φυτὰ καὶ τὰ ζῷα. ὅσα δὴ τοῖς οὕτως αὐξανομένοις ὑπάρχει καὶ ὅσα δεῖ φυλάττειν τοὺς περὶ αὐξήσεως λέγοντας, ἀνάγκη ταῦτα πρῶτον ἐκθέσθαι · ταῦτα γὰρ ἡμῖν ὄντα γνώριμα συντελέσει πρὸς τὴν τῶν ῥηθησομένων κρίσιν. τὰ δὴ αὐξανόμενα πάντα προσιόντος γέ τινος αὑτοῖς ἔξωθεν αὔξεται, εἴ γε διὰ τοῦ τρέφεσθαι τὸ αὔξεσθαι γίνεται, ἔτιτε οὐ κατὰ μόριον τὴν ἐπίδοσιν λαμβάνει. οὐ γὰρ ἕν τι αὔξησις τοῖς αὐξανομένοις κατὰ φύσιν, ὥσπερ οἷς ἔξωθέν τι προσπλάσσεται (οὐ γὰρ τῶν αὐξομένων τινὸς ποῦς αὔξεται μόνος), ἀλλὰ καὶ πάντων τῶν μορίων ἐπίδοσις κατ’ἀναλογίαν γίνεται. καὶ γὰρ ταὐτὸν ὑπομένοντε καὶ σῶζον τὴν οἰκείαν φύσιν τὸ αὐξόμενον τὴν προσθήκην λαμβάνει. οὔτε γὰρ μὴ ὑπομένοντος τοῦ αὔξεσθαι λεγομένου αὔξησις τὸ γινόμενον […] εἰς ὄγκον μεταβάλλειν μείζονα (διὰ τοῦτο γὰρ οὔτε τῶν κιρναμένων τι αὔξεσθαι λέγεται μεταβαλλόντων εἰς ἄλλο τι σῶμα ὂν ἐπ’ὄγκου μείζονος, ὡς ὁρῶμεν γινόμενον ἐκ τῆς ἐξ ὕδατος εἰς ἀέρα μεταβολῆς, ἀλλ’ἐνταῦθα μὲν γένεσις καὶ φθορά, ὕδατος μὲν φθορά, γένεσις δὲ ἀέρος, ἐκεῖ δὲ μῖξίςτε καὶ κρᾶσις), οὔτε τὸ τυχὸν τῶν εἰς τὴν αὔξησιν συντελούντων αὔξεται, ἀλλὰ τὸ σωζόμενόντε αὐτῶν καὶ ὑπομένον, καὶ ἔτι τὴν αὐξητικήντε καὶ θρεπτικὴν ἔχον δύναμιν ἐν αὐτῷ. διὰ ταῦτα γὰρ οὐχ τροφὴ αὐξανόμενον, καίτοι καὶ αὐτὴ σῶμα καὶ γινομένη τῆς αὐξήσεως αἰτία, ἀλλ’ τροφὴ προσκρίνεται. μὲν γὰρ μεταβάλλει, τὸ δὲ σώζεται · καὶ θρεπτικὴ δύναμις, μεταβλητικὴ δὴ καὶ προσκριτικὴ τῆς τροφῆς, ἐστὶν ἐν τούτῳ. τούτων τοίνυν τοῖς αὐξανομένοις ὑπαρχόντων ζητεῖται, ἐπεὶ αὔξησις προστιθεμένῳ γίνεται, τί ἐστι τὸ προστιθέμενον; γὰρ σῶμα ἀσώματον εἶναι δεῖ τὸ προστιθέμενον. οὔτε δὲ ἀσωμάτῳ τὴν αὔξησιν εἶναι λέγειν εὔλογον, οὔτε σώματι εἶναι δοκεῖ. ἀσωμάτῳ μέν, ὅτι οὐκ ἀσώματος τροφή, ἀκολουθήσειτε τοῖς κατὰ ἀσωμάτου τινὸς προσθήκην τὴν αὔξησιν εἶναι λέγουσι κατέχειν τόπον · οὐ κατεῖχε δὲ τόπον τὸ αὐξῆσαν αὐτό · ὃν γὰρ ἐπιλαμβάνει τὸ αὐξανόμενον, οὗτός ἐστι πρὸ τῆς αὐξήσεως αὐτοῦ κενός, εἴ γε μόνων σωμάτων τὸ κατέχειν τινὰ τόπον. εἰ δὲ σώματι λέγοιτο αὔξησις γίνεσθαι προστιθεμένῳ, ἔσται σῶμάτε διὰ σώματος χωροῦν καὶ γινόμενον σώματι, εἴ γε καθὸ μὲν αὔξεταί τι, κατὰ τοῦτο τὴν προσθήκην λαμβάνει, κατὰ πάντα δὲ τὸ αὐξόμενον αὔξεται, ὥστε κατὰ πᾶν καὶ προσθήκην λήψεται. ἀλλ’εἰ σῶμα ὂν κατὰ πᾶν ἑαυτὸ τὴν προσθήκην λαμβάνει, δεήσει διὰ παντὸς αὐτὸ χωροῦν τὸ προστιθέμενον αὐτῷ (τοῦτο δ’ἐστὶν τροφή) τὴν αὔξησιν αὐτοῦ ποιεῖσθαι. εἰ γὰρ λέγει τις διά τινων κενῶν γενέσθαι τὴν δίοδον τῆς τροφῆς, ἀνάγκη τούτῳ λέγειν, πᾶν τὸ τρεφόμενον σῶμα εἶναι κενόν, εἰ καθ’ μὲν πάροδος τῆς τροφῆς, κενὸν κατὰ τοῦτο, κατὰ πάντα δ’αὐτοῦ πάροδος τῆς τροφῆς, εἰ δὴ κατὰ πάντα αὔξεται. τῷ δὴ μέλλοντι φυλάττειντε τὰ τοῖς αὐξανομένοις ὑπάρχοντα καὶ λύσειν τὰ ἀπορούμενα ἀναγκαῖον πρῶτον, τί ποτέ ἐστι τὸ αὐξόμενον λαβεῖν, καὶ κατὰ ποῖα μόρια τῶν αὐξομένων τῆς προσθήκης γινομένης τὰ ὅλα αὔξεται. ἐπεὶ τοίνυν ἐν τοῖς αὐξομένοις ἐστὶ τῶν μερῶν τὰ μὲν ἀνομοιομερῆ, τὰ δὲ ὁμοιομερῆ (καὶ ἀνομοιομερῆ μὲν τὰ ἐκ διαφερόντων μερῶν συνεστῶτα, ὡς πρόσωπον καὶ χείρ, ὁμοιομερῆ δὲ σάρξτε καὶ ὀστᾶ, μῦς καὶ αἷμα καὶ φλέψ, καὶ ὅλως ὧν τὰ μόρια τοῖς ὅλοις ἐστὶ συνώνυμα), καὶ σύγκειται ἐκ τῶν ὁμοιομερῶν τὰ ἀνομοιομερῆ, ἀλλ’οὐκ ἀνάπαλιν (οὐ γὰρ ἐκ προσώπων σάρξ, ἀλλ’ἐκ σαρκῶντε καὶ ὀστῶν τὸ πρόσωπον), αὔξησις κατὰ τὴν τοῖς ὁμοιομερέσι προσθήκην γίνεται. τούτοις γὰρ αὐξομένοις ἕπεται καὶ τῶν ἀνομοιομερῶν ἐπίδοσις. οὐ γὰρ προσκρινομένη τροφή, πρόσωπον χεὶρ γινομένη, προσκρίνεται, ἀλλ’εἰς σάρκα καὶ ὀστοῦν καὶ τῶν ἄλλων τῶν ὁμοιομερῶν ἕκαστον μεταβάλλουσάτε καὶ προσκρινομένη τούτοις τῆς τοῦ παντὸς αὐξήσεως σώματος αἰτία γίνεται. εἰ τοίνυν μὲν αὔξησις τοῦ αὐξανομένου σωζομένουτε καὶ μένοντος, αὔξεται δὲ τὰ ὁμοιομερῆ, δῆλον ὅτι ταῦτα σώζεσθαίτε καὶ μένειν δεῖ. ἀκόλουθον τοίνυν τούτοις ἰδεῖν, πῶς τις λέγων ὑπομένειν ταῦτα ἀληθεύσει. καθὸ γὰρ ὑπομένειν οἷόντε ταῦτα, κατὰ τοῦτ’αὐτῶν καὶ τὴν αὔξησιν ἀναγκαῖον εἶναι λέγειν. πᾶν δὴ τὸ ἐξ ὕληςτε καὶ εἴδους συγκείμενον καθ’ἑκάτερον τῶν ἐξ ὧν ἐστιν εἶναι λέγεται · καὶ γὰρ κατὰ τὴν ὕλην καὶ κατὰ τὸ εἶδος. ἐκ τούτων δὲ καὶ τὰ ὁμοιομερῆ, καθ’ λέγομεν τὴν τῶν ζῴων αὔξησιν γίνεσθαι. διὸ καὶ ταῦτ’ἔχει τὸ διττόν. καὶ λέγεται ἕκαστον αὐτῶν ποτὲ μὲν κατὰ τὴν ὕλην, ποτὲ δὲ κατὰ τὸ εἶδος. ὅταν μὲν γὰρ λέγωμεν τὴν σάρκα ῥεῖν καὶ εἶναι ἐν συνεχεῖ ἀποκρίσειτε καὶ προσκρίσει, κατὰ τὴν ὕλην τὴν σάρκα ταῦτα πάσχειν λέγομεν, ὅταν δ’αὖ πάλιν λέγωμεν τὴν σάρκα τὴν αὐτὴν μένειν, ἀπὸ τοῦ εἴδους καὶ τὴν κατὰ τὸ εἶδος σάρκα λαβόντες ταῦτα αὐτῇ μαρτυροῦμεν. πάντα γὰρ τὰ ἐν ὕλῃ τὸ εἶναι ἔχοντα κατὰ μὲν τὴν ὕλην ἄλλοτε ἄλλα γίνεται, διὰ τὸ μὴ μένειν ταύτην κατὰ τὸν ἀριθμὸν μίαν, συνεχῶς κατὰ τὰ μόρια μεταβάλλουσάντε καὶ γινομένην ἄλλοτε ἄλλην, κατὰ δὲ τὸ εἶδος ἐν αὐτῷ κατ’ἀριθμὸν ἕκαστον μένει. κατὰ γὰρ τὸ εἶδος σὰρξ αὐτὴ κατ’ἀριθμὸν μένει. κἂν τὸ μὲν ἀπορρέῃ τῆς ὑποβεβλημένης ὕλης αὐτῇ, τὸ δὲ ἐπιρρέῃ, ἔστι μένον αὐτῆς ἐν αὐτῷ, φυλάσσει τὸ τῆς σαρκὸς εἶδος, τῇ κατὰ διάδοσιν μονῇ κωλῦον αὐτοῦ τὴν παντελῆ φθοράν. οὐ γὰρ τὸ εἶναι τῇ σαρκὶ ἐν τῷ τοσῷδε μεγέθει, οὐ ταὐτὸ μένει διὰ τὴν τῆς ὕλης ῥύσιν, ἀλλ’ἐν τῷ εἴδει τῷ τοιῷδε, ταὐτὸν μένει, ἔστ’ἂν σώζηταί τι τῆς σαρκός. οὕτως τοίνυν τούτων ἐχόντων, κειμένου δὲ καὶ τοῦ τὸ αὐξανόμενον δεῖν ὑπομένειν, ἂν μὲν κατὰ τὴν ὕλην τις λέγῃ γίνεσθαι τὴν τῆς σαρκὸς αὔξησιν, ἀναιρήσει τὸ τὸ αὐξόμενον τὸ αὐτὸ σωζόμενον κατ’ἀριθμὸν αὔξεσθαι (αὐτὴ γὰρ ἄλλοτε ἄλλη), εἰ δέ τις κατὰ τὸ εἶδος λέγοι τὴν αὔξησιν γίνεσθαι, οὐκέτι ἂν λόγος ἐμποδίζοιτο. τοῦτο γὰρ ὑπομένει, τοῦ δὲ ὑπομένοντος ἦν. κειμένου δὲ τοῦ τὰ αὐξανόμενα κατὰ τὸ εἶδος αὔξεσθαι, ἐπὶ τούτοις ἄξιον ἰδεῖν, πῶς τῆς τοῦ αὔξοντος αὐτὰ προσκρίσεως αὐτοῖς γινομένης αὔξεται. εἰ μὲν οὖν κατὰ τὴν ὕλην αὔξησίςτε καὶ πρόσκρισις ἐγίνετο, ἀναγκαῖον ἂν ἦν λέγειν τῷ κατὰ πᾶν μόριον αὔξεσθαι τὰ αὐξανόμενα λέγοντι, κατὰ πᾶσαν τὴν ὕλην γενέσθαι τὴν προσθήκην τὴν ἀπὸ τῆς τροφῆς, ἥτις οὐκ ἄλλως ἐδύνατο γίνεσθαι (τῆς γε ὕλης τῆς αὐτῆς ὑπομενούσης), σώματος χωροῦντος διὰ σώματος, εἴ γε σῶμα τροφή · ἐπεὶ δὲ κατὰ τὸ εἶδος αὔξησις, οὐκέτι ἀναγκαῖον, εἰ καὶ κατὰ πᾶν τὸ εἶδος αὔξεται, τοῦτο γίνεσθαι σώματος χωροῦντος διὰ σώματος. οὐ δὲ γὰρ τὴν ἀρχὴν προυπάρχον ὑπομένει, ὥστε γίνεσθαι τῷ αὔξοντι σώματι δι’αὐτοῦ τὴν ὁδόν, ἀλλὰ γίνεται μὲν τροφὴ τῆς σαρκὸς ὕλη, προσκρινομένη δὲ κατὰ μέρη τινὰ τῇ τῆς προυπαρχούσης ἔτι, μενούσης δὲ καὶ τὸ εἶδος φερούσης, εἰ μὲν εἴη ἐλάττων ἴση τῆς ἀπορρεούσης, σώζει οὐ μόνον τό, προσκρίνεται, τρέφουσα αὐτὸ καὶ κωλύουσα πᾶν διαφθαρῆναίτε καὶ φθαρῆναι διὰ τὴν συνεχῆ ῥύσιν, ὅταν δὲ πλείων ὑπὸ τῆς θρεπτικῆς δυνάμεως κατεργαζομένητε καὶ προσκρινομένη ὕλη τῆς ἐπαναλισκομένηςτε καὶ ἀπορρεούσης, τότε πρὸς τῷ τρέφεσθαι τὸ ὑποκείμενον καὶ αὔξεται, τῆς μὲν οὐσίας τοῦ σώζοντος εἰς τὸ εἶναίτε καὶ σώζεσθαι συντελούσης τῷ τρεφομένῳ, τῆς δὲ ποσότητος εἰς αὔξησίντε καὶ μέγεθος. διὸ ὅταν μὲν ἐνεργῇ καθὸ τροφή, τότε μόνον σώζει τὸ ὑποκείμενον, ὅταν δὲ καὶ ὡς ποσή, πρὸς τῷ σώζειν καὶ συναύξει. πάντῃ δὲ τῆς προσκρίσεως γινομένης, αὔξεται πάντως, ὅτι τῆς θρεπτικῆς δυνάμεως τῆς ἀλλοιούσηςτε τὴν τροφὴν καὶ ἐξομοιούσης καὶ προσκρινούσης τῷ τρεφομένῳ ἴδιον ὥσπερ τὸ σώζειν τὸ ὑπ’αὐτοῦ τρεφόμενον, οὕτω δὲ καὶ μετὰ τοῦ ἰδίου αὐτὸ τηρεῖν σχήματος · μᾶλλον δὲ ἕπεται καὶ τούτῳ τὸ σώζειν. τότε γὰρ κυρίως σώζεταί τι, ὅταν τηρῆται μετὰ παντὸς τοῦ κατὰ φύσιν ὑπάρχοντος αὐτῷ, ὧν ἐστι καὶ τὸ σχῆμα. πᾶν γὰρ ἔμψυχον αὐτότε μετά τινός ἐστι οἰκείου σχήματος καὶ τῶν μερῶν ἕκαστον αὐτοῦ, φυλάσσεται τότε σχῆμα, ὅταν προσκρινόμενον ἐκ τῆς τροφῆς μὴ μένῃ τὴν καθὸ προσετέθη χώραν φυλάσσον καὶ κατὰ τοῦτο προσκείμενον, ἀλλὰ προωθῇ τὸ πρὸ αὐτοῦ, κἀκεῖνο τὸ πρὸ αὐτοῦ πάλιν, μέχρι τοσούτου, ἕως ἂν ἕκαστον τῶν μορίων αὐτοῦ κατὰ ἀναλογίαν προστιθεμένου τοῦ τρέφοντόςτε καὶ αὔξοντος ἴσην ἐπίδοσιν λαβὸν ταὐτὸν ἔχοντα σχῆμα μείνῃ, ἔχει καὶ πρὸ τῆς προσκρίσεως τοῦ τρέφοντος. ὡς γὰρ τῆς γῆς βαρέος ὄντος σώματος καὶ κάτωτε καὶ ἐπὶ τὸ μέσον φερομένου καὶ κατὰ τὴν αὐτοῦ φύσιν καὶ τῷ ἰδίῳ μέσῳ τὸ τοῦ παντὸς κατέχοντος μέσοντε καὶ κέντρον, ἂν βάρος ἐπ’αὐτῇ τι μεῖζον τεθῇ κατὰ θάτερον ἡμισφαίριον, οὐ διὰ τῆς προυπαρχούσης γῆς διαδύεται τοῦτο τῆς ἐν τῷ μέσῳ μενούσης, ὡς τῆς ἰδίας ῥοπῆς τὸ κέντρον ἔχειν κατὰ τὸ τοῦ παντὸς μέσον, ἀλλ’ἄνωθεν τῇ προυπαρχούσῃ γῇ μέχρι τοσούτου τὸ πρὸς αὐτὸ μόριον τῆς γῆς προωθεῖ, ἕως ἂν τὸ γενόμενον τοῦ τῆς γῆς βάρους κέντρον διὰ τὴν προσθήκην τοῦ βάρους γένηται κατὰ τοῦ παντὸς μέσον (τοῦτο γὰρ κατὰ φύσιν τοῖς βαρέσιτε καὶ κάτω φερομένοις σώμασιν · οὗ γινομένου καὶ τὸ σχῆμα ἅμα γῆ φυλάσσει τὸ σφαιρικόν, εἶχε καὶ πρὸ τοῦ), οὕτως ὑποληπτέον καὶ ἐπὶ τῶν ὁμοιομερῶν, τῶν αὐξομένων διὰ τὴν ἀπὸ τῆς τροφῆς πρόσκρισιν, εὐθὺ τῇ προσκρίσειτε καὶ ἐξομοιώσει πρὸς τὸ τρεφόμενον τῆς τροφῆς παρ’αὐτῶν τῶν μερῶν τοῦ τρεφομένου πρόσοδόν τινα γίνεσθαι καὶ μετάστασιν ἄλλου προωθοῦντος ἄλλο, ἕως ἂν τὸ πᾶν, ἐν πρότερον ἦν σχήματι, ἐν τούτῳ καὶ μετὰ τὴν ἀπὸ τῆς τροφῆς προσθήκην γένηται. ὡς γὰρ αὔξεταίτε καὶ φυλάσσεται τὰ τῶν ὁμοιομερῶν τοῦ τρεφομένου σχήματα ἐν τῇ τῶν ὁμοιομερῶν αὐξήσει, οὕτως καὶ τὰ τῶν ἀνομοιομερῶν ὑποληπτέον φυλάσσεσθαι σχήματα τῆς κατὰ μόρια προσκρινομένης αὐτοῖς τροφῆς ὑπὸ τῆς ἐν αὐτῇ θρεπτικῆς δυνάμεως εἰς πάντα αὐτὰ ἀγομένης ἀναλόγως. καθ’ἣν ἀναλογίαν μετὰ τῆς τοῦ σώματος σωτηρίας ἕκαστον αὐτῶν πᾶν αὔξεται, καὶ δεῖ τὸ γινόμενον ὑπὸ τῆς φύσεωςτε καὶ θρεπτικῆς δυνάμεως τοῖς διὰ τῆς τροφῆς αὐξανομένοις ὑπολαβεῖν ὅμοιον εἶναι, ὡς ἂν εἰ οἶνόν τις ἐπινοήσαι διά τινος σωλῆνος φερόμενον, φυλάσσοντος μὲν τὸ σχῆμα ταὐτόν, δι’ὑγρότητα δὲ καὶ μαλακότητα, ὅταν μὲν ἔλαττον τὸ δι’αὐτοῦ φερόμενον ὑγρόν, συστελλομένουτε καὶ τὸ σχῆμα ἐπὶ ἐλάττονι σώζοντος ὄγκῳ, ὅταν δὲ πλεῖον τούτων, ἀνευρυνομένουτε πάντῃ καὶ μείζονα τὸν ὄγκον λαμβάνοντος. ὡς γὰρ ἐπὶ τοῦ σωλῆνος τοῦ τοιούτου οὐ τὸ ὕδωρ τὸ αὐξανόμενόν ἐστιν, γε τὴν ἀρχὴν οὐ δὲ ὑπομένει, ἀλλὰ ἄλλο τι γίνεται, καὶ ποτὲ μὲν πλέον, ποτὲ δὲ ἔλαττον, τὸ δ’ἐπὶ τῷ ὕδατι σχῆμά ἐστι τὸ μένον καὶ τὴν ἐπίδοσίντε καὶ τὴν συστολὴν λαμβάνον, οὕτως ὑποληπτέον γίνεσθαι καὶ ἐπὶ τῶν αὐξανομένων φύσει · τὴν μὲν ὕλην, ἐφ’ἧς τὸ αὐξόμενον εἶδος, ἄλλοτε ἄλλην εἶναι δεῖ διὰ τὰς συνεχεῖς ἀποκρίσεις, τὸ δὲ εἶδος τὸ μὲν ἐπὶ τῇ ὕλῃ τῇ ῥεούσῃ ἀναλόγως τῷ σωλῆνος σχήματι μειοῦσθαι μέν, ὅταν ἐλάττων ὕλη γένηται, αὔξεσθαι δέ, πλείονος τῆς κατὰ τὴν ὕλην προσκρίσεως γινομένης, μετὰ τῆς τοῦ οἰκείου σχήματος σωτηρίας. τὸ γὰρ ἐπὶ πλείονι ὕλῃ ταὐτὸν εἶδος μεῖζον τοῦ ἐπ’ἐλάττονι, ὡς καὶ τὸ σχῆμα τοῦ σωλῆνος, τοῦ δι’ὑγρότητα συμμεταπίπτοντος τῷ δι’αὐτοῦ ῥέοντι. δὲ πρόσκρισις τῆς τροφῆς τοῖς τρεφομένοις γίνεται μὲν κατὰ μεταβολὴν ἐξομοιουμένης αὐτῆς τῷ τρεφομένῳ, οὐ γενομένη δὲ πρῶτον αὐτὴ τῷ τρεφομένῳ, ἔπειτ’αὐτῷ προσκρίνεται. γένεσις γὰρ τοῦτο σαρκός, ἀλλ’οὐ τροφή. ἀλλ’ ἐσχάτη τροφή, ὅπερ ἐστὶν ἐπὶ τῶν ἐναίμων τὸ αἷμα, ἐπὶ δὲ τῶν ἄλλων τὸ ἀνάλογον, ἑκάστῳ τῷ τρεφομένῳ διὰ τῶν ἀγγείων φερομένη τῶν καθηκόντων ἐπ’αὐτὰ καὶ ἐπιρρέουσα ὑπὸ τῆς ἐν ἑκάστῳ δυνάμεως, μεταβάλλεταίτε καὶ ἐξομοιοῦται τῷ τρεφομένῳ. καὶ δεῖ τὸ γινόμενον ἐπινοῆσαι, ὡς εἰ οἴνῳ ἐπιχεομένου ὕδατος ἐν τῷ οἴνῳ δύναμις ἀεὶ τὸ ἐμπῖπτον εἰς αὐτὸν ὕδωρ οἶνον ποιοῦσα, σώζειτε καὶ αὔξει τὸν οἶνον. ὅπερ ὁρᾶται καὶ τὸ πῦρ ποιοῦν, ἐπειδὰν αὐτῷ γειτνιάσῃ τι τῶν καυστῶν. οὕτως δὲ γινομένης τῆς αὐξήσεως οἶμαι φανερὸν εἶναι τὸ μη δὲ τὴν αὔξησιν συντελεῖν τοῖς σῶμα διὰ σώματος χωρεῖν λέγουσιν πρὸς τὴν κατασκευὴν τοῦ παραδόξουτε καὶ θαυμαστοῦ δόγματος.